The Greek Library Author

Anonymous

Index apostolorum

Authority group
Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Index apostolorum [Sp.], ed. Schermann, op. cit., 107–117.
CTS identifier
urn:cts:greekLit:tlg2021.tlg023.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

108

καὶ ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ

Ἄψαρος καὶ Ὕσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἔνθα οἰκοῦσιν

109

Αἰθίοπες, θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαίας σταυρῷ

προσδεθεὶς ὑπὸ Αἰγέα τοῦ βασιλέως Πατρῶν.

γʹ. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου, ἀδελφὸς δὲ Ἰωάννου

τοῦ εὐαγγελιστοῦ, ταῖς δώδεκα φυλαῖς τῆς διασπορᾶς ἐκήρυξε

τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Ἡρώδου τοῦ τετράρχου

τῶν Ἰουδαίων ἀνῃρέθη μαχαίρᾳ καὶ ἐκεῖ ἐτάφη ἐν τῇ Ἰουδαίᾳ.

δʹ. Ἰωάννης δὲ ὁ ἀδελφὸς αὐτοῦ, ἐν μὲν τῇ Ἀσίᾳ ἐκή-

ρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Τραιανοῦ τοῦ

βασιλέως τῶν Ῥωμαίων ἐξορισθεὶς ὑπ' αὐτοῦ ἐν Πάτμῳ τῇ

νήσῳ διὰ τοῦ λόγου τοῦ κυρίου, ἐκεῖ ὢν συνέγραψε τὸ

εὐαγγέλιον τὸ κατὰ Ἰωάννην, καὶ ἐξέδοτο αὐτὸ διὰ Γαΐου

110

τοῦ ξενοδόχου, μετὰ δὲ τὴν Τραιανοῦ τελευτὴν ἐπάνεισιν

ἀπὸ τῆς νήσου εἰς τὴν Ἔφεσον καὶ ἐκεῖ ζῶντα ἑαυτὸν

ἔθαψεν, ὢν ἐτῶν ρκʹ τῇ τοῦ θεοῦ βουλήσει.

εʹ. Φίλιππος δὲ ὁ ἀπόστολος· οὗτος ἦν ἀπὸ Βηθσαιδᾶ

ἐκ τῆς κώμης Πέτρου καὶ Ἀνδρέου, ἐν δὲ τῇ ἄνω Φρυγίᾳ

ἐκήρυξε τὸ εὐαγγέλιον, θνήσκει δὲ ἐν Ἱεραπόλει καὶ ἐκεῖ

θάπτεται ἐνδόξως μετὰ τῶν αὐτοῦ.

Ϛʹ. Βαρθολομαῖος δὲ ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμέ-

νοις Εὐδαίμοσιν ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ τὸ

κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον αὐτοῖς τῇ ἰδίᾳ διαλέκτῳ

αὐτῶν συγγράψας ἐκοιμήθη δὲ ἐν Ἀλβανίᾳ πόλει τῆς μεγάλης

Ἀρμενίας καὶ ἐκεῖ ἐτάφη.

111

ζʹ. Θωμᾶς δὲ ὁ ἀπόστολος, καθὼς ἡ παράδοσις περιέχει,

ἦν μὲν ἀπὸ τῆς Πανιάδος πόλεως τῆς Γαλιλαίας, Πάρθοις

δὲ καὶ Μήδοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου, καὶ

Πέρσαις δὲ καὶ Γερμανοῖς καὶ Ὑρκανοῖς [καὶ Ἰνδοῖς] καὶ

Βάκτροις καὶ Μάγοις, ἐκοιμήθη ἐν πόλει Καλαμηνῇ τῆς

Ἰνδικῆς.

ηʹ. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς ἦν ἀπὸ Ἱερουσαλὴμ

καὶ ἐκεῖ συνέγραψε τὸ εὐαγγέλιον τοῦ κυρίου τῇ ἑβραίδι

διαλέκτῳ, καὶ ἐξέδωκεν αὐτὸ τοῖς ἁγίοις ἀποστόλοις καὶ

ἑρμηνεύων αὐτὸ Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ἐκοιμήθη

δὲ ἐν Ἱεραπόλει τῆς Παρθίας καὶ θάπτεται ἐκεῖ.

112

θʹ. Ἰάκωβος [ὁ ἐπικληθεὶς Θαδδαῖος], ἀδελφὸς τοῦ κυρίου

γενόμενος τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐν Ἱεροσολύμοις

κατεστάθη ἐπίσκοπος ὑπὸ τῶν ἀποστόλων· προφάσεως δὲ

γενομένης ζητημάτων τοῖς Ἰουδαίοις λίθοις ὑπ' αὐτῶν βλη-

θεὶς ἐκοιμήθη ἐν Ἱερουσαλὴμ καὶ ἐκεῖ ἐτάφη πλησίον τοῦ

τάφου τῶν ἱερέων ἐνδόξως.

[Σίμων ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν

τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον

δὲ ἐν Βρεττανίᾳ ὑπ' αὐτῶν σταυρωθεὶς καὶ τελειωθεὶς θά-

πτεται ἐκεῖ.]

ιʹ. Θαδδαῖος δὲ ὁ καὶ Λεββαῖος, ὁ ἀδελφὸς αὐτοῦ, ὁ

ἐπικληθεὶς Ἰούδας Ἰακώβου Ἐδεσσηνοῖς καὶ πάσῃ τῇ Με-

σοποταμείᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου καὶ ἐπὶ Αὐ-

γάρου τοῦ βασιλέως Ἐδεσσηνῶν, ἐτελεύτησε δὲ ἐν Βηρυτῷ

καὶ ἐκεῖ ἐτάφη ἐνδόξως.

113

ιαʹ. Ἰούδας ὁ ἀδελφὸς τοῦ κυρίου μετὰ Ἰάκωβον τὸν

ἑαυτοῦ ἀδελφὸν καὶ Συμεὼν ἐξάδελφον τοῦ κυρίου, λιπὼν

δὲ αὐτὸν ἐπίσκοπον ἐν Ἱεροσολύμοις ἔτη ζʹ, ἐκήρυξε δὲ τὸ

εὐαγγέλιον τοῦ Χριστοῦ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ,

ἐποίησε δὲ καὶ καθολικὴν ἐπιστολήν, καὶ πρώην ἔσχε δύο

υἱοὺς Ἰάκωβον καὶ Ζωκήρ, ἀπέθανε δὲ ἐν Ἱερουσαλὴμ

ἐνδόξως.

[ιαʹ. Σίμων ὁ ἐπικληθεὶς Ἰούδας, ὁ καὶ ἐπίσκοπος γε-

νόμενος μετὰ τελευτὴν Ἰακώβου ἐν Ἱερουσαλὴμ ἐπὶ Τραιανοῦ

τοῦ βασιλέως σταυρῷ προσδεθεὶς ἐτελειώθη ἐν Ὀστρακίνῃ

τῆς Αἰγύπτου ζήσας ἔτη ρκʹ.]

[ιαʹ. Σίμων ὁ Καναναῖος ὁ τοῦ Κλωπᾶ, ὁ καὶ Ἰούδας

μετὰ Ἰάκωβον τὸν δίκαιον ἐπίσκοπος γέγονεν ἐν Ἱεροσολύ-

μοις καὶ ζήσας ρκʹ ἔτη σταυρῷ παραδοθεὶς ἐμαρτύρησεν

ἐπὶ Τραιανοῦ βασιλέως.]

ιβʹ. Ματθίας δὲ εἷς ὢν τῶν οʹ μαθητῶν ὃν ἀνέδειξεν

114

ὁ κύριος ἡμῶν μετὰ τὴν ἀνάδειξιν τὴν ἐκ νεκρῶν, ὃς καὶ

συγκατεριτμήθη μετὰ τῶν ἕνδεκα ἀποστόλων ἀντὶ Ἰούδα τοῦ

Ἰσκαριότου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου ἡμῶν ἐν τῇ

ἔξω Αἰθιοπίᾳ καὶ ἐκεῖ ἐμαρτύρησεν ὑπὸ τῶν Αἰθιόπων ἐπὶ

Ὕσσου λιμένα.

ιγʹ. Παῦλος δὲ ὁ ἀπόστολος μετὰ τὴν εἰς οὐρανοὺς τοῦ

κυρίου ἀνάληψιν ἤρξατο κηρύσσειν τὸ εὐαγγέλιον τοῦ κυρίου

ἀρξάμενος ἀπὸ Ἱεροσολύμων προῆλθεν ἕως τοῦ Ἰλλυρικοῦ

καὶ τῆς Ἰταλίας καὶ Ἱσπανίας, οὗ καὶ ἐπιστολαὶ μετὰ σοφίας

παρ' ἡμῖν φέρονται. Ἐπὶ δὲ Νέρωνος υἱοῦ Κλαυδίου βα-

115

σιλέως ἐν πόλει Ῥώμῃ τὴν κεφαλὴν ἀπετμήθη, ἐμαρτύρησεν

Ἐπιφὶ εʹ, πρὸ γʹ Καλανδῶν Ἰουλίων· καὶ ἐκεῖ ἐτάφη πλησίον

τοῦ ἁγίου ἀποστόλου Πέτρου, ἐκεῖ εἰσιν ἕως σήμερον ἐν

Χριστῷ.

[Μαρτύριον Παύλου τοῦ ἀποστόλου. Ἐπὶ Νέρωνος τοῦ

Καίσαρος Ῥωμαίων ἐμαρτύρησεν αὐτόθι Παῦλος ὁ ἀποστόλος

ξίφει τὴν κεφαλὴν ἀποτμηθεὶς ἐν τῷ τριακοστῷ καὶ ἕκτῳ

ἔτει τοῦ σωτηρίου πάθους, τὸν καλὸν ἀγῶνα ἀγωνισάμενος

ἐν Ῥώμῃ πέμπτῃ ἡμέρᾳ κατὰ Συρομακεδόνας Πανέμου μηνός,

ὅστις λέγεται παρ' Αἰγυπτίοις Ἐπιφί, παρὰ δὲ Ῥωμαίοις

πρὸ τριῶν Καλανδῶν Ἰουλίων μηνὶ Ἰουνίῳ, καθ' ἣν ἐτε-

λειώθη ὁ ἅγιος ἀπόστολος τῷ κατ' αὐτὸν μαρτυρίῳ ἑξηκοστῷ

καὶ ἐννάτῳ ἔτει τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

παρουσίας. Ἐστὶν οὖν ὁ πᾶς χρόνος, ἐξ οὗ ἐμαρτύρησε

τριακόσια τριάκοντα ἔτη μέχρι τῆς παρούσης ταύτης ὑπατίας,

τετάρτης μὲν Ἀρκαδίου, τρίτης δὲ Ὁνωρίου τῶν δύο ἀδελ-

φῶν αὐτοκρατόρων Αὐγούστων, ἐννάτης ἰνδικτίωνος τῆς

πεντεκαιδεκαετηρικῆς περιόδου μηνὸς Ἰουνίου εἰκοστῆς ἐν-

νάτης ἡμέρας.]

ιδʹ. Μάρκος ὁ εὐαγγελιστὴς ἦν μὲν Κυρηναῖος τῆς Λι-

βύης, ἐκήρυξε δὲ τὸ εὐαγγέλιον Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ

περιχώρῳ αὐτῶν ἕως Πενταπόλεως καὶ ἐν πάσῃ τῇ Αἰγύπτῳ

ἐκδοθὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου μετέδωκε τὸ τῆς εὐσε-

116

βείας μυστήριον ἐν τῇ μεγαλοπόλει Ἀλεξανδρείᾳ συρθεὶς ἐν

σχοινίοις ἐτελεύτησε καὶ τεφρωθεὶς ὑπὸ τῶν εἰδωλομανῶν

Ἑλλήνων ἐν τοῖς Βουκόλου τόποις κατετέθη καί ἐστιν ἕως

σήμερον, ἐστὶ δὲ ἡ ἡμέρα τῆς κοινήσεως αὐτοῦ Φαρμουθὶ

κ[ύριε], ὅ ἐστιν Ἀπρίλλιος.

[Μάρκος ὁ εὐαγγελιστὴς καὶ πρῶτος Ἀλεξανδρείας ἐπί-

σκοπος Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ περιχώρᾳ αὐτῆς ἐκήρυξε

τὸ εὐαγγέλιον τοῦ κυρίου, ἀπὸ Αἰγύπτου καὶ μέχρι Πεντα-

πόλεως· ἐπὶ δὲ τῆς βασιλείας Τραιανοῦ ἐν Ἀλεξανδρείᾳ 〈Βου-〉

κόλων λαβὼν κατὰ τοῦ τραχήλου καὶ συρεὶς ἀπὸ τῶν καλου-

μένων Βουκόλου τόπων ἕως τῶν καλουμένων Ἀγγέλων, ἐκεῖ

ἐκάη πυρὶ ἀπὸ τῶν εἰδωλομανῶν μηνὶ Φαρμουθὶ λʹ καὶ

ἐκεῖ ἐτάφη ἐν τοῖς Βουκόλου.

Μάρκος ὁ εὐαγγελιστὴς Ἀλεξανδρεῦσι καὶ πάσῃ τῇ πε-

ριχώρῳ αὐτῆς ἕως τῆς Πενταπόλεως κηρύξας τὸ εὐαγγέλιον

τοῦ κυρίου, θάπτεται ἐν Ἀλεξανδρείᾳ ἐν τοῖς Βουκόλων μετὰ

Ἴκταρος τοῦ ἐν τῇ Λύκῳ πρωτομάρτυρος, ὃν Ἀλέξανδρος

κατήνεγκε καὶ ἔθηκεν, ἔνθα πάντες οἱ ἐπίσκοποι κεῖνται].

ιεʹ. Λουκᾶς δὲ ὁ εὐαγγελιστής, ἰατρὸς μὲν τὴν τέχνην,

αὐτὸς δὲ συνέγραψε τὸ κατὰ Λουκᾶν εὐαγγέλιον, κατ' ἐπιτρο-

πὴν Παύλου τοῦ ἀποστόλου. Ἐκηρύχθη δὲ ἐν Ἑλλάδι καὶ

ἐν Ῥώμῃ καὶ ἐν Ἰταλίᾳ, ἔγραψε δὲ καὶ τὰς πράξεις τῶν ἀπο-

στόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου, συναπεδήμει

117

γὰρ τοῖς ἀποστόλοις, μάλιστα τῷ ἁγίῳ Παύλῳ, ὃς καὶ μνη-

μονεύων ὁ μακάριος Παῦλος ἐν ἐπιστολαῖς γράφει· ἀσπά-

ζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ἐν κυρίῳ, ἐπίσκοπος Θηβῶν

ἐκεῖ ἀπέθανεν καὶ ἐτάφη.

[Λουκᾶς ὁ εὐαγγελιστὴς Ἀντιοχεὺς μὲν τὸ γένος ἦν,

ἰατρὸς δὲ τὴν τέχνην, συνεγράψατο δὲ τὸ μὲν εὐαγγέλιον

κατ' ἐπιτροπὴν Πέτρου τοῦ ἀποστόλου, τὰς δὲ πράξεις τῶν

ἀποστόλων κατ' ἐπιτροπὴν Παύλου τοῦ ἀποστόλου· συναπε-

δήμησε γὰρ τοῖς ἀποστόλοις καὶ μάλιστα τῷ Παύλῳ, οὗ καὶ

μνημονεύσας ὁ Παῦλος ἔγραψεν ἐν ἐπιστολῇ· ἀσπάζεται

ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς ἐν κυρίῳ. Ἀπέθανε δὲ

ἐν Ἐφέσῳ καὶ ἐτάφη ἐκεῖ, μετετέθη δὲ ὕστερον ἐν Κων-

σταντινουπόλει μετὰ καὶ Ἀνδρέου καὶ Τιμοθέου τῶν ἀπο-

στόλων· κατὰ τοὺ〈ς〉 καιροὺς Κωνσταντίου τοῦ βασιλέως

υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου.

Ἔστιν ὁ διηγούμενος τὰς πράξεις τῶν ἀποστόλων Λου-

κᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος,

ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις καὶ

μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς γράφει· διηγεῖται δέ·

ὡς ἀγγέλων ὑπολαβόντων ἀνελήφθη ὁ κύριος καὶ τὴν τοῦ

ἁγίου πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντεκοστῇ ἐπί τε

τοῖς ἀποστόλοις καὶ πάντας τοὺς τότε παρόντας, τήν τε κατά-

στασιν τοῦ Ματθία ἀντὶ Ἰούδα τοῦ προδότου καὶ τὴν κα-

τάστασιν τῶν ἑπτὰ διακόνων καὶ τὴν ἐκλογὴν τοῦ Παύλου

καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ

τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν.]

{[Περὶ τῶν οʹ ἀποστόλων.} αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου τὸ κατὰ σάρκα, ὁκαὶ ἐπικληθεὶς δίκαιος καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμωνχειροτονηθείς, λίθοις βληθεὶς ὑπὸ τῶν Ἰουδαίων ἐν αὐτῇ τῇἹερουσαλὴμ ἐκοιμήθη καὶ ἐκεῖ ἐτάφη ἐν τῷ ναῷ πλησίοντῶν ἱερέων. βʹ. Τιμόθεος ὁ ὑπὸ Παύλου ἐπίσκοπος γενόμενος Ἐφέσουἐν τῷ Ἰλλυρικῷ καὶ ἐν ἁπάσῃ τῇ Ἑλλάδι ἀρξάμενος ἀπὸἘφέσου, ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ·ἐκεῖ οὖν ἀπέθανε καὶ ἐκεῖ ἐτάφη ἐνδόξως. γʹ. Τίτος ὁ ἐπίσκοπος Κρήτης αὐτῇ τῇ Κρήτῃ, ταῖς τεπέριξ νήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, κἀκεῖσεἀποθανὼν ἐτάφη ἐνδόξως. δʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας πρῶ-τος ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξε· μετέπειτα δὲ Μεδιο-λάνων ἐπίσκοπος ἐγένετο. εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον Δαμασκοῦἐπίσκοπος ἐγένετο. Ϛʹ. Στέφανος ὁ πρωτομάρτυς, ὁ εἷς τῶν ἑπτὰ διακόνων,λιθοβληθεὶς ἐτελειώθη ὑπὸ τῶν Ἰουδαίων ἐν Ἱερουσαλήμ, ὡςΛουκᾶς μαρτυρεῖ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων. ζʹ. Φίλιππος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ Σίμωνα〈καὶ〉 τὸν εὐνοῦχον βαπτίσας ἐν Τράλλεσι τῆς Ἀσίας ἐπί-σκοπος γέγονεν. ηʹ. Πρόχωρος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, Νικομηδείαςτῆς κατὰ Βιθυνίαν ἐπίσκοπος γέγονεν. θʹ. Νικάνωρ ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, κατ' αὐτὴν τὴνἡμέραν καὶ αὐτὸς τὸν βίον ἐξετέλεσε, καθ' ἣν καὶ ὁ συν-διάκονος αὐτοῦ καὶ πρωτομάρτυς Στέφανος σὺν δισχιλίοιςἄλλοις τῶν ἠλπικότων εἰς Χριστόν. ιʹ. Σίμων ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, ὁ καὶ ἐπίσκοποςΒόστρων Ἀράβων γενόμενος· ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων. ιαʹ. Παρμενᾶς ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος ἐπ'ὄψεσι τῶν ἀποστόλων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ. ιβʹ. Νικόλαος ὁ καὶ αὐτὸς εἷς τῶν ἑπτά, οὗτος γέγονεμὲν Σαμαρείας ἐπίσκοπος· ἑτεροδοξήσας δὲ ἅμα τῷ Σίμωνιἀπέστη. ιγʹ. Κλεόπας ὁ καὶ Συμεὼν ὁ ἀνέψιος τοῦ κυρίου, ὃςκαὶ εἶδεν αὐτὸν καὶ ὡμίλησεν ἅμα καὶ τῷ Λουκᾷ συνοδεύ-σας μετὰ τὸ ἀναστῆναι τοῦτον ἐκ τῶν νεκρῶν, ὡς ἐν τῷεὐαγγελίῳ γέγραπται· οὗτος ἐπίσκοπος Ἱεροσολύμων ἐγένετοδεύτερος. ιδʹ. Σίλας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας ἐν Κο-ρίνθῳ ἐπίσκοπος γέγονεν. ιεʹ. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇπρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὁ καὶ ἐπίσκοπος Χαλκη-δόνος τῶν ἐν Γαλλίαις γενόμενος ἐκεῖ ἐκήρυξε τὸ εὐαγγέλιοντοῦ Χριστοῦ· ἐπὶ δὲ Τραιανοῦ βασιλέως καὶ ἐμαρτύρησε καὶἐτάφη ἐκεῖ. ιϚʹ. Ἐπαινετός, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸςῬωμαίους ἐπιστολῇ, ἐπίσκοπος Καρθαγένης ἐγένετο. ιζʹ. Ἀνδρόνικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος ἐντῇ πρὸς Ῥωμαίους ἐπιστολῇ μέμνηται, ἐπίσκοπος Παννονίαςἐγένετο. ιηʹ. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇπρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Ὀδύσσου ἐγένετο. ιθʹ. Οὐρβανός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος ἐν τῇπρὸς Ῥωμαίους ἐπιστολῇ, ἐπίσκοπος Μακεδονίας ἐγένετο. κʹ. Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ μέμνηταιὁ Παῦλος, ἐπίσκοπος πρῶτος Βυζαντίου κατέστη ὑπὸ Ἀνδρέουτοῦ ἀποστόλου ἐν Ἀργυροπόλει τῆς Θρᾴκης. καʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁΠαῦλος μέμνηται, ἐπίσκοπος Σμύρνης ἐγένετο πρὸ τοῦ ἁγίουΠολυκάρπου. κβʹ. Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βρεττανίας ἐγένετο. κγʹ. Νάρκισσος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁαὐτὸς μέμνηται, ἐπίσκοπος Ἀθηνῶν ἐγένετο.] κδʹ. Ἡρωδίων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁαὐτὸς μέμνηται, ἐπίσκοπος Πατρῶν ἐγένετο. κεʹ. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸςμέμνηται, ἐπίσκοπος Θηβῶν ἐγένετο. κϚʹ. Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁαὐτὸς μέμνηται, ἐπίσκοπος 〈Ὑρκανίας γέγονεν.〉 κζʹ. Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸςμέμνηται, ἐπίσκοπος Μαραθῶνος γέγονεν. κηʹ. Ἑρμῆς, 〈οὗ καὶ αὑτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸςμέμνηται ἀπόστολος, ἐπίσκοπος Δαλματίας ἐγένετο. κθʹ. Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸςμέμνηται ἀπόστολος〉, ἐπίσκοπος Φιλίππων πόλεως ἐγένετο. λʹ. Πατρόβας, οὗ καὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος Παῦλοςμέμνηται, ἐπίσκοπος ἐν [Νε] Ποτιόλοις ἐγένετο. λαʹ. Ἄγαβος, ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημο-νευόμενος, οὗτος καὶ προφητικοῦ ἠξιώθη χαρίσματος. λβʹ. Λῖνος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται,πρῶτος ἐπίσκοπος Ῥώμης μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο. λγʹ. Γάϊος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται,ἐπίσκοπος Ἐφέσου μετὰ Τιμόθεον γέγονεν. λδʹ. Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος Σινώπης ὑπὸ Ἀνδρέου ἐγένετο. λεʹ. Ὀλυμπᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, οὗτοςἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ κορυφαίῳ ἐμαρτύρησε τὴν κεφαλὴνἀποτμηθείς. λϚʹ. Ῥωδίων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, καὶαὐτὸς ὁμοίως ἐν Ῥώμῃ μετὰ Πέτρου καὶ Ὀλυμπᾶ τῷ μαρ-τυρίῳ ἐτελειώθη τὴν κεφαλὴν καὶ αὐτὸς ἀποτμηθείς. ληʹ. Ἰάσων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοποςΤαρσοῦ ἐγένετο. λθʹ. Σωσίπατρος, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ Παῦλος μέμνη-ται, ἐπίσκοπος Ἰκονίου ἐγένετο. μʹ. Λούκιος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκο-πος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο. μαʹ. Τέρτιος ὁ κατ' αὐτὴν τὴν πρὸς Ῥωμαίους ἐπιστολὴντοῦ Παύλου γράψας ἐπίσκοπος δεύτερος Ἰκονίου ἐγένετο. μβʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται Παῦλος ἐν τῇαὐτῇ ἐπιστολῇ, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐγέ-νετο, ἔπειτα ἐπίσκοπος Πανεάδος ἐγένετο. μγʹ. Φύγελος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται ὡςἑτεροδοξήσαντος καὶ τὰ Σίμωνος φρονήσαντος, ἐπίσκοποςἘφέσου γέγονεν. μδʹ. Ἑρμογένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος ὁμοίως ὡς ἑτε-ροδοξήσαντος μέμνηται, ἐπίσκοπος ἐν Μεγάροις ἐγένετο. μεʹ. Δημᾶς, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ ἀπόστολος Παῦλος