Index discipulorum
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Index discipulorum [Sp.], ed. Schermann, op. cit., 118–126.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg024.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
μέμνηται ὡς ἀποστήσαντος· δηλοῖ γὰρ περὶ τῶν τριῶν ἐντῇ πρὸς Τιμόθεον δευτέρᾳ αὐτοῦ ἐπιστολῇ, ὅτι ἑτεροδοξή-σαντες Φύγελος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳαὐτοῦ. Ὁ δὲ Δημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸνεὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλωνἐγένετο. Περὶ τούτων καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν·ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν. μϚʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπι-στολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βηρυτοῦ ἐγένετο. μζʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπι-στολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Καισαρείας ἐγένετο. μηʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤ-λεγξε διαλεχθεὶς ὁμωνυμοῦντα τῷ Πέτρῳ, ἐπίσκοπος Κονίαςἐγένετο. μθʹ. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος Κολοφονιάδος ἐγένετο. νʹ. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος Ἀδριακῆς ἐγένετο. ναʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκο-πος Δυῤῥαχίου ἐγένετο. νβʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ ὁ Παῦλοςμέμνηται, ἐπίσκοπος Ἀπολλωνιάδος ἐγένετο. νγʹ. Ἰωσὴφ ὁ λεγόμενος καὶ Ἰοῦστος καὶ Βαρσαββᾶς,οὗ μέμνηται Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ὡς συγ-κληρωθέντος τῷ Ματθίᾳ, ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονε. νδʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος ἐν Λύστρᾳ ἐγένετο. νεʹ. Κλήμης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, λέγων·μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεγρῶν μου, ὃς καὶ πρῶ-τος ἐξ ἐθνῶν καὶ Ἑλλήνων ἐπίστευσεν εἰς Χριστόν, ἐπίσκοποςΣαρδικῆς ἐγένετο. νϚʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται,ἐπίσκοπος Κορωνείας ἐγένετο. νζʹ. Τυχικός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος, πρῶτοςἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Βιθυνίᾳ ἐγένετο. νηʹ. Κάρπος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος Βεῤῥοίας τῆς Θρᾴκης ἐγένετο. νθʹ. Εὔοδος, [οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται], πρῶτοςἐπίσκοπος Ἀντιοχείας μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο. ξʹ. Φιλήμων, πρὸς ὃν ἐπιστολὴν ἰδίαν ὁ Παῦλος ἔγραψεν,ἐπίσκοπος Γάζης ἐγένετο. ξαʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται,ἐπίσκοπος Διοσπόλεως γέγονεν. ξβʹ. Ἀκύλας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος Ἡρακλείας ἐγένετο. ξγʹ. Πρίσκας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος Κολοφῶνος ἐγένετο. ξδʹ. Ἰουνίας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπί-σκοπος Ἀπαμείας τῆς Συρίας ἐγένετο. ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ μέμνηται ὁΛουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐπίσκοπος Βίβλουἐγένετο. ξϚʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται. ξζʹ. Πούδης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται. ξηʹ. Τρόφιμος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέ-μνηται. Οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλουΠαύλου συγκακοπαθήσαντες αὐτῷ, τελευταῖοι καὶ διὰ μαρ-τυρίου σὺν ἐκείνῳ ἐτελειώθησαν ὑπὸ Νέρωνος τὰς κεφαλὰςσὺν ἐκείνῳ ἀποτμηθέντες. Τούτοις συναριθμουμένων καὶ Μάρκου καὶ Λουκᾶ τοῦεὐαγγελιστοῦ ὁμοῦ οʹ.{Τοῦ ἁγίου Ἐπιφανίου ἀρχιεπισκόπου Κύπρου.} Ταῦτα τὰ ὀνόματα τῶν ιβʹ ἀποστόλων. αʹ. Πέτρος, οὗτος ἐλέγετο καὶ Σίμων καὶ Κηφᾶς καὶ Συ-μεών. βʹ. Ἀνδρέας ἀδελφὸς αὐτοῦ. γʹ. Ἰάκωβος. δʹ. Ἰωάννης,οὗτοι βοανεργὲς ἐκαλοῦντο, ὃ ἑρμηνεύεται υἱοὶ βροντῆς.εʹ. Φίλιππος. Ϛʹ. Βαρθολομαῖος. ζʹ. Ματθαῖος ὁ τελώνης.ηʹ. Θωμᾶς, οὗτος καὶ Δίδυμος ἐκαλεῖτο. θʹ. Ἰάκωβος Ἀλφαίου.ιʹ. Θαδδαῖος, οὗτος παρὰ μὲν τῷ Ματθαίῳ Λεββαῖος καλεῖται,παρὰ δὲ τῷ Λουκᾷ Ἰούδας Ἰακώβου, παρὰ δὲ τῷ Μάρκῳ Λευὶςκαθήμενος παρὰ τὸ τελώνιον. ιαʹ. Σίμων ὁ Κανανίτης.ιβʹ. Ἰούδας Ἰσκαριότης, καὶ ἀντὶ τούτου Ματθίας εἰσῆλθεν Ἀδελφοὶ δὲ Πέτρος καὶ Ἀνδρέας, υἱοὶ Ἀννᾶς, καὶ Ἰάκωβοςκαὶ Ἰωάννης, υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰούδας, υἱοὶ Ἀλ-φαίου, ἁλιεῖς. Πέτρος καὶ Ἀνδρέας, Ἰάκωβος καὶ Ἰωάννης.Ἰάκωβος ὁ καλούμενος ἀδελφὸς τοῦ κυρίου, ποῖος ἦν ὁ γενό-μενος ἐπίσκοπος Ἱερουσαλήμ, ὁ ἐπονομαζόμενος δίκαιος, ὁ εἷςἦν υἱὸς Ζεβεδαίου καὶ ὁ ἕτερος Ἀλφαίου, καὶ ὁ ἄλλος τοῦἸωσὴφ τοῦ μνήστορος, ὡς ἔλεγον Ἰουδαῖοι. Σίμωνα καὶ Ἰούδα,Ἰωσὴ τὸν ἀδελφόν, Ματθαῖος λέγει αὐτοὺς καλεῖσθαι τελῶνας,Λουκᾶς δὲ καὶ Λευῒν κεκλῆσθαι τελῶνα. Ἰωνᾶς δὲ ἑρμηνεύε-ται περιστερά.{Τοῦ ἁγίου καὶ μακαρίουἘΠΙΦΑΝΙΟΥἈρχιεπισκόπου Κωνσταντίας τῆς ΚύπρουΜΑΡΤΥΡΙΑΙτῶν θεοπνεύστων γραφῶν καὶ ἁγίωνπερὶ τῆς ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆςτοῦ μονογενοῦς θεοῦ Λόγου παρουσίας,καὶ τῶν δι' αὐτοῦ γενομένων θαυμάτωνκαὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεωςκαὶ τῆς δευτέρας αὐτοῦ καὶ μελλούσης ἐπιφανείας.}α̅ ὅτι πρὸ τῶν αἰώνων ὁ υἱὸς γεγένηται—β̅ ὅτι συνῆν τῷ πατρί—γ̅ ὅτι συνκτίστης—δ̅ ὅτι ἀπεστάλη—ε̅ ὅτι ἥξει—Ϛ̅ ὅτι ὤφθη· καὶ Θεὸς ὤν, γέγονεν ἄνθρωπος—ζ̅ ὅτι ἐκ σπέρματος Δαυιδ ὁ Κύριος—η̅ ὅτι ἐκ παρθένου—θ̅ ὅτι μετὰ τὸ γεννηθῆναι φυλάξει τὴν τέκουσαν παρθένον—ι̅ ὅτι ἡ μήτρα πύλη—ι̅α̅ ὅτι ἀνωδύνος ἡ παρθένος γεννήσει—ι̅β̅ ὅτι ἐχρήσθη—ι̅γ̅ ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως—ι̅δ̅ ὅτι παιδίον—ι̅ε̅ ὅτι ἐν Βηθλεὲμ τεχθήσεται—ι̅Ϛ̅ ὅτι προσκυνήσουσιν οἱ μάγοι—ι̅ζ̅ ὅτι ἀνατελεῖ ὁ ἀστήρ—ι̅η̅ ὅτι τὰ βρέφη ἀναιρεθήσονται—ι̅θ̅ ὅτι ταραχθήσεται Ἡρῳδης καὶ οἱ μετ' αὐτοῦ πάντες—κ̅ ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι—κ̅α̅ ὅτι θυμωθήσεται ἀπατηθείς—κ̅β̅ ὅτι ἐρευνήσει καὶ ἀναξητήσει—κ̅γ̅ ὅτι ἀνελεῖ τὰ βρέφη—κ̅δ̅ ὅτι οὐκ ἀναλεῖ τὸν Χριστόν—κ̅ε̅ ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός—κ̅Ϛ̅ ὅτι ἐξ Αἰγύπτου κληθήσεται—κ̅ζ̅ ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα—κ̅η̅ ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται—κ̅θ̅ ὅτι ἐπὶ θαλάσσης περιπατήσει—λ̅ ὅτι τὸ κράσπεδον τοῦ ἱματίου αὐτοῦ θεραπεύσει—λ̅α̅ ὅτι ξηρανεῖ τὴν συκήν—λ̅β̅ ὅτι πειρασθήσεται ὑπὸ τοῦ διαβόλου—λ̅γ̅ ὅτι θεραπεύσει πολλούς—λ̅δ̅ ὅτι ἀναστήσει νεκρούς—λ̅ε̅ ὅτι ἀπιστήσουσιν οἱ Ἰουδαῖοι—λ̅Ϛ̅ ὅτι ἀπὸ πέντε ἄρτων θρέψει πολλούς—λ̅ζ̅ ὅτι ἐπὶ ὄνου εἰς τὴν Σιων ἐπελεύσεται—λ̅η̅ ὅτι τὰ βρέφη προδράμουσι κράζοντα τὸ εὐλογήμενος ὁ ἐρχόμενος—λ̅θ̅ ὅτι ἐλέγξει τὸν λαόν—μ̅ ὅτι ἐπιχυθήσεται αὐτῷ νάρδος—μ̅α̅ ὅτι συναχθήσονται κατ' αὐτοῦ—μ̅β̅ ὅτι καταψευδομαρτυρήσουσιν—μ̅γ̅ ὅτι Ιουδας προδώσει—μ̅δ̅ ὅτι ἐρεῖ ὁ Ιουδας Χαῖρε ῥαββί—μ̅ε̅ ὅτι ἀργυρίου πραθήσεται—μ̅Ϛ̅ ὅτι δήσουσι τὸν Χριστόν—μ̅ζ̅ ὅτι κρίνουσιν αὐτόν—μ̅η̅ ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσι—μ̅θ̅ ὅτι φεύξονται οἱ ἀπόστολοι—ν̅ ὅτι ἀρνήσεται Πέτρος—ν̅α̅ ὅτι σταυρώσουσιν αὐτόν—ν̅β̅ ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν—ν̅γ̅ ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν—ν̅δ̅ ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν—ν̅ε̅ ὅτι σιωπήσει κρινόμενος—ν̅Ϛ̅ ὅτι χλευασθήσεται—ν̅ζ̅ ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου—ν̅η̅ ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ—ν̅θ̅ ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης πάθη—ξ̅ ὅτι δύσεται ὁ ἥλιος—ξ̅α̅ ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας—ξ̅β̅ ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται—ξ̅γ̅ ὅτι συνσταυρωθήσεται λῃσταῖς—ξ̅δ̅ ὅτι τὴν πλευρὰν ἐκκεντήσουσιν—ξ̅ε̅ ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται—