Testimonia ex divinis et sacris scripturis
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Testimonia ex divinis et sacris scripturis (= De divina inhumanatione) [Sp.], ed. R. V. Hotchkiss, A Pseudo-Epiphanius testimony book, Missoula, Montana: Scholars Press, 1974: 8–76.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg026.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
pin
1
ξ̅Ϛ̅ ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος τύπον—
ξ̅ζ̅ ὅτι ἐν πέτρᾳ τεθήσεται—
ξ̅η̅ ὅτι λίθος ἡ θύρα τοῦ μνήματος—
ξ̅θ̅ ὅτι σφραγίσουσιν αὐτόν—
ο̅ ὅτι ταφήσεται—
ο̅α̅ ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος, μηνὶ τῷ καθ' ἡμᾶς Μαρτίῳ—
ο̅β̅ ὅτι φοβήσει τὸν Ἅδην ταφείς—
ο̅γ̅ ὅτι ἀναμάρτητος—
ο̅δ̅ ὅτι ἀναστήσεται—
ο̅ε̅ ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν—
ο̅Ϛ̅ ὅτι πρωὶ ἡ ἀνάστασις—
ο̅ζ̅ ὅτι μαρτύριον ὁ τόπος ἔσται—
ο̅η̅ ὅτι ἀπὸ τοῦ προτειχίσματος—
ο̅θ̅ ὅτι ζητηθήσεται ὑπὸ τῶν γυναικῶν—
π̅ ὅτι πρῶτον ἀπαντήσει γυναιξί—
π̅α̅ ὅτι ἀναχωρήσουσιν ἔμφοβοι—
π̅β̅ ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον—
π̅γ̅ ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν—
π̅δ̅ ὅτι ἐροῦσιν ὅτι ἐκλάπη—
π̅ε̅ ὅτι οἱ νεκροὶ ἀναστήσονται—
π̅Ϛ̅ ὅτι εἰς οὐρανοὺς ἀναλεύσεται—
π̅ζ̅ ὅτι αὐτὸς ἦν ὁ κηρύξας—
π̅η̅ ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ—
π̅θ̅ ὅτι ἐκ δεξιῶν τοῦ πατρός, οὐκ ἀφ' οὗ ἀνῆλθεν ἐκάθισε· ἀλλὰ καὶ
Ϙ̅ ὅτι κληθησόμεθα Χριστιανοί—[πρὸ τούτου—
Ϙ̅α̅ ὅτι καὶ ἡ μετώπου σημείσωσις τοῦ σταυροῦ προκατηγγέλετο—
Ϙ̅β̅ ὅτι τὸ ἐν Χριστῷ βάπτισμα προκατηγγέλλετο—
Ϙ̅γ̅ ὅτι προκατηγγέλλετο ἡ δευτέρα παρουσία—
Ϙ̅δ̅ ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται—
Ϙ̅ε̅ ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται—
Ϙ̅Ϛ̅ ὅτι οἱ οὐρανοὶ εἰλίσονται—
Ϙ̅ζ̅ ὅτι πρὸ τῆς Χριστοῦ παρουσίας ἥξει ὁ Ἀντίχριστος—
Ϙ̅η̅ ὅτι φονεύσει πολλούς—
Ϙ̅θ̅ ὅτι τότε καιρὸς θλίψεως—
ρ̅ ὅτι καὶ μετ' αὐτὸν καὶ πὼς ὁ Χριστός—
ρ̅α̅ ὅτι τὸ σημεῖον τοῦ Χριστοῦ φανερὸν ἔσται—
ρ̅β̅ ὅτι τῆς βασιλείας οὐκ ἕξει πέρας—
1
t
α̅ ὅτι πρὸ αἰώνων ὁ υἱὸς γεγέννηται—
1
Δαυιδ ὁ μέγας πρῶτος λέγει ἐν τῷ ρ̅θ̅ ψαλμῷ·
Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
2
Καὶ ἡ Σοφια δὲ ὁμοίως λέγει·
Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ,
πρὸ τοῦ τὴν γῆν ποιῆσαι
καὶ πρὸ τοῦ τὰς ἀβύσσους,
καὶ πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,
καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι,
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
3
Καὶ Δαυιδ αὖθις λέγει ἐν ο̅α̅ ψαλμῷ·
Συμπαραμενεῖ τῷ ἡλίῳ
καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.
2
t
β̅ ὅτι συνῆν τῷ πατρί—
1
Μωυσης λέγει ἐν τῇ κτίσει τοῦ κόσμου·
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ
καθ' ὁμοίωσιν.
3
t
γ̅ ὅτι συνκτίστης—
1
Ἡ Σοφια λέγει·
Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ·
καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον·
καὶ ἡνίκα ἐπ' ἀνέμων ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη·
καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τὰς ὑπ' οὐρανόν·
καὶ ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,
ἤμην παρ' αὐτῷ ἁρμόζουσα.
2
Καὶ Δαυιδ ἐν τῷ λ̅β̅ ψαλμῷ λέγει·
Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,
καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις
αὐτῶν.
3
Καὶ πάλιν ἡ Σοφια λέγει·
Εἶδα τὰ ἔργα σου παροῦσα,
ὅτε ἐποίεις τὸν κόσμον.
4
t
δ̅ ὅτι ἀπεστάλη—
1
Ησαϊας οὕτως λέγει·
Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανόν, καὶ πήξας
αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ
διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς, καὶ πνοὴν τοῖς
πατοῦσιν αὐτήν· ἐγὼ Κύριος ὁ Θεὸς ὁ κάλεσάς σε,
καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν,
ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν
δεδεμένους, καὶ ἐξ οἴκου φυλῆς, καθημένους ἐν
σκότει.
2
Καὶ Μαλαχιας λέγει·
Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου
σου, καὶ ἐπιβλέψεται ὁδόν.
3
Καὶ πάλιν·
Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.
4
Καὶ Δαυιδ ἐν τῷ ρ̅Ϛ̅ ψαλμῷ λέγει·
Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς.
5
t
ε̅ ὅτι ἥξει—
1
Ιακωβ λέγει·
Οὐκ ἐκλείψει ἄρχων ἐκ Ιουδα
καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,
ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται,
καὶ αὐτὸς προσδοκίαν ἐθνῶν.
2
Μωυσης λέγει·
Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν
ἀδελφῶν αὐτοῦ ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα·
καὶ ἔσται ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου,
ἐξολοθρευθήσεται εἰς τὸν αἰῶνα.
3
Καὶ Ωσηε λέγει·
ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν· καὶ ἥξει ὡς
ὑετὸς πρώϊμος καὶ ὄψιμος τῇ γῇ.
4
Καὶ Αμμως λέγει·
Ἐν τῇ ἡμέρα ἐκείνῃ ἀναστήσει τὴν σκηνὴν Δαυιδ
τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσει τὰ πεπρωκότα
αὐτῆς.
5
Μιχαιας λέγει·
Ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, ἐκ Σιων ἐξελεύσεται
νόμος, καὶ λόγος Κυρίου ἐξ Ιερουσαλημ.
6
Καὶ Ιωηλ λέγει·
Κύριος ἐκ Σιων ἀνακεκράξεται, καὶ ἐξ Ιερουσαλημ
δώσει φωνὴν αὐτοῦ.
7
Καὶ πάλιν·
Γνώσεσθε ὅτι Κύριος ὁ Θεὸς ἡμῶν, καὶ κατασκηνώσει
ἐν ὄρει ἁγίῳ αὐτοῦ.
8
Καὶ πάλιν·
Κύριος κατασκηνώσει ἐν Σιων.
9
Αβδιου λέγει·
Ἐν τῷ ὄρει Σιων ἔσται σωτηρία· ἐγγὺς γὰρ ἡμέρα
Κυρίου ἐπὶ πάντα τὰ ἔθνη.
10
Ὁ δὲ Ιωνας ἀρκέσει τὸν τύπον τοῦ θανάτου δῆλον.
11
Καὶ Ναουμ λέγει·
11a
Χρηστὸς ὁ Κύριος τοῖς ὑπομένουσιν αὐτόν.
11b
Ἰδοὺ γὰρ ἐγὼ ἐπὶ σέ, λέγει Κύριος παντοκράτωρ.
12
Καὶ Αβακουμ·
Ἀνατελεῖ εἰς πέρας καὶ εἰς καιρόν· καὶ ἐὰν
ὑστερήσει ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει
καὶ οὐ χρονίσῃ.
13
Καὶ πάλιν·
Ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσει.
14
Καὶ ὅτι
Ὁ Θεὸς ἀπὸ Θαιμαν ἥξει.
15
Καὶ Σοφονιας λέγει·
Χαῖρε σφόδρα, θύγατερ Σιων, κήρυσσε θύγατερ
Ιερουσαλημ· εὐφραίνου καὶ κατ' τέρπου ἐξ ὅλης
τῆς καρδίας σου· περιεῖλε Κύριος τὰ ἀδικήματα σου·
λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεύσει
Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι.
16
Καὶ πάλιν·
Θάρσει Σιων, μὴ παρείσθωσαν αἱ χεῖρές σου· Κύριος
ὁ Θεὸς ἐν σοί, δυνατὸς σώσαι σε.
17
Καὶ Αγγαιος λέγει·
Ἐγώ εἰμι μεθ' ὑμῶν, λέγει Κύριος, καὶ τὸ πνεῦμά μου
ἐφέστηκεν ἐφ' ὑμᾶς.
18
Καὶ Ζαχαριας λέγει·
Χαῖρε σφόδρα, θύγατερ Σιων, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι,
καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος.
19
Καὶ πάλιν·
Ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν
αὐτοῦ ἀνατελεῖ.
20
Καὶ πάλιν·
Τάδε λέγει Κύριος παντοκράτωρ, ἐπιστρέψω ἐπὶ
Σιων, καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ
κληθήσεται Ιερουσαλημ πόλις ἀληθινή.
21
Καὶ Μαλαχιας λέγει·
21a
Βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος παντο-
κράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἔσται ἐν τοῖς
ἔθνεσι.
21b
Καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ, λέγει Κύριος
ὁ Θεός, ὃν ὑμεῖς θέλετε, καὶ ὁ ἄγγελος τῆς
διαθήκης, ὃν ὑμεῖς ζητεῖτε· ἰδοὺ ἔρχεται, λέγει
Κύριος.
21c
Ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις αὐτόν· ὄνομα αὐτοῦ
ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν τοῖς πτέρυξιν
αὐτοῦ.
22
Ησαϊας λέγει·
22a
Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκειναῖς ἐμφανὲς ἔσται
τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρου τῶν
ὀρέων· ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου
ἐξ Ιερουσαλημ.
22b
Αὐτὸς Κύριος εἰς χρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων
τοῦ λαοῦ.
23
Καὶ πάλιν·
23a
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς μετὰ δόξης ἐπὶ
τῆς γῆς.
23b
Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνθος
ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ'
αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας, πνεῦμα
συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα
γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα
φόβου Θεοῦ.
24
Καὶ πάλιν·
24a
Βασιλέα μετὰ δόξης ὄψεσθε.
24b
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν
Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ
ἡμῶν.
24c
Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος
ἔρχεται.
25
Καὶ πάλιν·
Εἴπατε τῇ θυγατρὶ Σιων, ἰδοὺ ὁ σωτήρ σου παρα-
γίνεται ἔχων τὸν ἑαυτοῦ μισθόν.
26
Καὶ πάλιν·
Γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν.
27
Καὶ πάλιν·
Ἔσται ἡ ῥίζα τοῦ Ιεσσαι, καὶ ὁ ἀνιστάμενος ἄρχειν
ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.
28
Καὶ πάλιν·
Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ
ἐροῦσιν οὐκ ἔστι πλὴν σοῦ Θεός· σὺ γὰρ εἶ Θεός,
καὶ οὐκ ᾔδειμεν.
29
Καὶ Ιερεμιας λέγει·
Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος.
30
Καὶ πάλιν·
Μνήσθητί μου Κύριε καὶ ἐπίσκεψαί με· καὶ ἀθῴωσόν
με ἐκ τῶν καταδιωκόντων με.
31
Καὶ πάλιν·
Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, ἔρχονται, καὶ
ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει
βασιλεύς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ
δικαιοσύνην ἐπὶ τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ
σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθὼς
ἐπ' αὐτόν· καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει
αὐτὸν Ιωσεδεκ καὶ αὐτὸς ἐν τοῖς προφήταις.
32
Καὶ πάλιν·
Γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς Κύριος
ἐν πίστει.
33
Καὶ πάλιν·
Προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμῶν,
ἐκζητήσετε καὶ εὑρήσετέ με, ἐὰν ἐκζητήσετέ με
ἐξ ὅλης καρδίας ὑμῶν, καὶ ἐπιφανοῦμαι ὑμῖν.
34
Καὶ πάλιν·
Ἐρχόμενος Κύριος ἐπ' ὄρος δίκαιον τὸ ἅγιον αὐτοῦ.
35
Καὶ Ιεζεκϊηλ λέγει·
Ἡ ὁμοίωσις τῶν προσώπων αὐτῶν τῶν τεσσάρων,
πρόσωπον ἀνθρώπου καὶ πρόσωπον λέοντος καὶ
πρόσωπον μόσχου καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι.
36
Καὶ πάλιν·
Μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν
ἡμέραις νηπιότητός σου, καὶ ἀναστήσω σοι διαθήκην
αἰώνιον· καὶ μνησθήσῃ τὴν ὁδόν σου.
37
Καὶ πάλιν·
Ἐξ ὄρους τοῦ ἁγίου μου, ἐπ' ὄρους ὑψηλοῦ, λέγει
Κύριος, ἐκεῖ δουλεύσωσί μοι πᾶς οἶκος Ισραηλ εἰς
τέλος.
38
Καὶ πάλιν·
Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά
μου, καὶ ἐπισκέψομαι αὐτά, ὥσπερ ζητεῖ ὁ ποιμὴν
τὸ ποίμνιον.
39
Καὶ πάλιν·
Γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ Θεὸς αὐτῶν, ἐν
τῷ ἐπιφανεῖναί με αὐτοῖς ἐν τοῖς ἔθνεσι.
40
Καὶ Βαλααμ λέγει·
Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος Ισραηλ,
καὶ κυριεύσει ἐθνῶν πολλῶν.
41
Καὶ πάλιν·
Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος
ἐξ Ισραηλ, καὶ θραύσει τοὺς δυνατοὺς Μωαβ.
42
Καὶ Δανιηλ λέγει·
Ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ
ἑβδομάδες ἑξηκονταδύο.
43
Καὶ Δαυιδ λέγει·
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ
αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ.
44
Καὶ πάλιν·
Ὁ αὐτὸς ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ·
καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,
ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν.
ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ,
καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ.
45
Καὶ πάλιν·
Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλον σου.
46
Καὶ πάλιν·
Ἔκλινεν οὐρανοὺς καὶ κατέβη.
47
Καὶ πάλιν·
Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιων.
48
Καὶ πάλιν·
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.
49
Καὶ πάλιν·
Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων
αὐτὸν καὶ ῥύσεται αὐτούς.
50
Καὶ πάλιν·
Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον.
51
Καὶ πάλιν·
Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν.
52
Καὶ πάλιν·
Ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς,
καὶ ἐλεήσαι ἡμᾶς.
53
Καὶ πάλιν·
Εἴδοσαν πάντες οἱ λαοὶ
τὸ σωτηρίαν τοῦ Θεοῦ ἡμῶν;
54
Σολομων λέγει·
Εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων.
6
t
Ϛ̅ ὅτι ὤφθη, καὶ Θεὸς ὢν γέγονεν ἄνθρωπος—
1
Ιερεμιας λέγει·
Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς
αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ δέδωκεν
αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ
ἠγαπημένῳ ὑπ' αὐτόν.
2
Καὶ πάλιν·
Ἀνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;
3
Καὶ πάλιν·
Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις
συνανεστράφη.
4
Καὶ Δαυιδ λέγει·
Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε.
5
Καὶ πάλιν·
Καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ,
καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.
6
Ωσηε λέγει·
Σάρξ μου ἐξ αὐτῶν· τί σε διαθῶ Εφραϊμ; ὑπερασπίσω
σου Ισραηλ, διότι Θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος.
7
Ησαϊας λέγει·
Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
8
Καὶ πάλιν·
Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην
τοῖς ἐμὲ μὴ ζητοῦσιν.
9
Καὶ πάλιν·
Ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ Θεός ἐστι, καὶ
οὐκ ἔστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ Θεός, καὶ οὐκ
ᾔδειμεν.
7
t
ζ̅ ὅτι ἐκ σπέρματος Δαυιδ ὁ Κύριος—
1
Δαυιδ ἐν τῷ π̅η̅ ψαλμῷ λέγει·
Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυιδ ψεύσομαι,
τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ.
2
Καὶ πάλιν·
Ὤμοσε Κύριος τῷ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει
αὐτήν·
ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.
3
Καὶ πάλιν·
θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ
καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
4
Καὶ Ησαϊας λέγει·
θήσω τὴν βασιλείαν αὐτοῦ ἐπὶ τὸν θρόνον Δαυιδ,
τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν δικαιο-
σύνῃ καὶ κρίματι.
5
Καὶ πάλιν Ιερεμιας·
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω
τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς
καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ
τῆς γῆς· ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ισραηλ
καὶ Ιουδας κατασκηνώσει ἐπ' αὐτόν.
8
t
η̅ ὅτι ἐκ παρθένου—
1
Ησαϊας ὁ μέγας καὶ ἔνδοξος πρῶτος βοᾷ λέγων·
Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν·
καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Εμμανουηλ, ὁ ἐστι
μεθερμηνευόμενον μεθ' ἡμῶν ὁ Θεός.
9
t
θ̅ ὅτι μετὰ τὸ γεννηθῆναι φυλάξει τὴν τέκουσαν παρθένον—
1
Ιεζεκιηλ λέγει·
Εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη
κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς
ἀλλὰ Κύριος ὁ Θεὸς μόνος, καὶ εἰσελεύσεται καὶ
καθίεται, ὅτι αὐτός ἐστιν ὁ ἡγούμενος, καὶ
ἐξελεύσεται καὶ κλείσει τὰς θύρας ὄπισθεν αὐτοῦ,
καὶ ἔσται ἡ πύλη κεκλεισμένη εἰς τὸν αἰῶνα τοῦ
αἰῶνος.
10
t
ι̅ ὅτι ἡ μήτρα πύλη—
1
Ιωβ λέγει·
Διὰ τί οὐ συνέκλεισάς μοι πύλας γαστρὸς μητρός μου;
11
t
ι̅α̅ ὅτι ἀνωδίνως ἡ παρθένος γεννήσει—
1
Ησαϊας βοᾷ λέγων·
Πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τῶν
πόνων τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν.
12
t
ι̅β̅ ὅτι ἐχρίσθη—
1
Δαυιδ λέγει ἐν τῷ μ̅δ̅ ψαλμῷ·
Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον
ἀγαλλιάσεως παρὰ τὸν μετόχους σου.
2
Καὶ Ησαϊας λέγει·
Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με.
13a
t
ι̅γ̅ ὅτι χωρὶς πατρὸς ἐπὶ γῆς καὶ μιξέως—
1
Ιερεμιας λέγει·
οἴμοι ἐγὼ μῆτερ· ὡς τίνα με τέτοκας ἄνδρα
δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ.
2
Καὶ Δαυιδ λέγει ἐν τῷ κ̅α̅ ψαλμῷ·
2a
Ὁ Θεὸς ὁ Θεός μου πρόσχες μοι.
2b
Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός,
ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·
ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας,
ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.
3
Καὶ Δανιηλ.
Ἐθεώρει ἕως οὗ ἀπεσχίθη λίθος ἄνευ χειρῶν,
καὶ ἐπάταξε τὴν εἰκόνα.
13b
t
Καὶ ὅτι λίθος, Ησαϊας λέγει·
1a
Ἰδοὺ τίθημι λίθον προσκόμματος ἐν Σιων, καὶ
πέτραν σκανδάλου.
1b
Καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται.
2
Καὶ Ζαχαριας λέγει·
Ἐπὶ τὸν λίθον τὸν ἕνα ἑπτὰ ὀφθαλμοί εἰσιν,
ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.
14
t
ι̅δ̅ ὅτι παιδίον—
1
Ησαϊας μαρτυρεῖ λέγων·
Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν,
οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ
ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος.
2
Καὶ πάλιν ὁ αὐτὸς λέγει·
Πρὶν γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα
αὐτοῦ, ἔλαβε τὴν δύναμιν Δαμασκοῦ.
3
Καὶ πάλιν·
Παιδίον μικρὸν γράψει αὐτούς.
15
t
ι̅ε̅ ὅτι ἐν Βηθλεεμ τεχθήσεται—
1
Ησαϊας λέγει·
Οἰκήσει ἐν ὑψηλῷ τόπῳ ἐπὶ πέτρας ὀχυράς.
16
t
ι̅Ϛ̅ ὅτι προσκυνήσουσιν οἱ μάγοι—
1
Δαυιδ ἐν τῷ ο̅α̅ ψαλμῷ λέγει·
Βασιλεῖς θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι,
βασιλεῖς Ἀράβων καὶ Σαβα δῶρα προσάξουσι·
καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς.
2
Καὶ Ησαϊας λέγει·
Ἥξουσιν ἐκ Σαβα φέροντες χρυσίον καὶ λίβανον καὶ
σμύρναν, καὶ εὐαγγελιοῦνται τὸ σωτήριον τοῦ Κυρίου.
17
t
ι̅ζ̅ ὅτι ἀνατελεῖ ὁ ἀστήρ—
1
Βαλααμ λέγει·
1a
Ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ,
καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ισραηλ.
1b
Καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.
18
t
ι̅η̅ ὅτι τὰ βρέφη ἀναιρεθήσονται—
1
Ιερεμιας οὕτως θρηνεῖ λέγων·
Οὕτως εἶπε Κύριος, φωνὴ ἐν Ραμα ἠκούσθη θρῆνος
καὶ οὐαὶ καὶ κλαυθμὸς καὶ ὀδυρμός· Ραχηλ
ἀποκλαιομένη οὐκ ἠθέλησε παύσασθαι ἐπὶ τῶν υἱῶν,
ὅτι οὐκ εἰσίν. οὕτως εἶπε Κύριος, διαλειπέτω ἡ
φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ
δακρύων σου ὅτι ὁ μισθὸς τοῖς σοῖς ἔργοις, καὶ
ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν, μονίμοις τοῖς σοῖς
τέκνοις.
19
t
ι̅θ̅ ὅτι ταραχθήσεται Ηρῳδης καὶ οἱ μετ' αὐτοῦ πάντες—
1
Ιερεμιας λέγει·
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ
καρδία τοῦ βασιλέως καὶ ἡ καρδίαν τῶν ἀρχόντων,
καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται
θαυμάσονται.
20
t
κ̅ ὅτι ὑποκρίσει ζητήσει προσκυνῆσαι—
1
Δαυιδ λέγει ἐν τῷ ξ̅ε̅ ψαλμῷ·
Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονται οἱ ἐχθροί
σου.
21
t
κ̅α̅ ὅτι θυμωθήσεται ἀπατηθείς—
1
Δαυιδ ἐν τῷ ρ̅ι̅α̅ ψαλμῷ λέγει·
Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται.
22
t
κ̅β̅ ὅτι ἐρευνήσει καὶ ἀναζητήσει—
1
Δαυιδ λέγει ἐν τῷ ξ̅γ̅ ψαλμῷ·
Εἶπαν τίς ὄψεται αὐτούς,
ἣ διηγήσεται τοῦ κρύψαι παγίδας;
ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει.
23
t
κ̅γ̅ ὅτι ἀνελεῖ τὰ βρέφη—
1
Ἐρρέθη ἐν τῷ ι̅η̅ κεφαλαίῳ.
24
t
κ̅δ̅ ὅτι οὐκ ἀνελεῖ τὸν Χριστόν—
1
Δαυιδ λέγει ἐν τῷ λ̅Ϛ̅ ψαλμῷ·
Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον
τοῦ ἀπολέσαι αὐτόν,
ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλείπῃ αὐτὸν εἰς τὰς
χεῖρας αὐτοῦ.
2
Καὶ πάλιν ἐν τῷ ρ̅ι̅α̅ ψαλμῷ·
Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.
25
t
κ̅ε̅ ὅτι εἰς Αἴγυπτον καταβήσεται ὁ Χριστός—
1
Ησαϊας λέγει·
Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ
ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται πάντα τὰ
χειροποίητα Αἰγύπτου.
2
Καὶ πάλιν·
Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ
φοβηθήσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ
ἡμέρᾳ ἐκείνῃ.
26
t
κ̅Ϛ̅ ὅτι ἐξ Αἰγύπτου κληθήσεται—
1
Ιωηλ λέγει·
Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
2
Καὶ Βαλααμ λέγει·
Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου,
ὡς δόξαν μονοκέρωτος αὐτοῦ.
27
t
κ̅ζ̅ ὅτι βαπτιζόμενος ἁγιάσει τὰ ὕδατα—
1
Ιεζεκιηλ λέγει ἰδών·
1a
Ἰδοὺ ὕδωρ καταφερόμενον ἀπὸ τοῦ κλίτους τοῦ
δεξιοῦ· καὶ ἐγένετο καθὼς ἔξοδος ἀνδρὸς ἡ ἔξοδος
αὐτοῦ. καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως.
1b
Καὶ εἶπε Κύριος πρός με· υἱὲ ἀνθρώπου, τοῦτο τὸ
ὕδωρ τὸ πορευόμενον ἐπὶ γῆν Γαλιλαίαν ἁγιάσει τὰ
ὕδατα· καὶ ἔσται πᾶσα ψυχὴ ἐφ' ἧ ἂν ἐπέλθῃ τὸ
ὕδωρ τοῦτο ζησέται καὶ ἰαθήσεται.
28
t
κ̅η̅ ὅτι ἐνδόξως ἀπὸ τοῦ βαπτίσματος ἀναβήσεται—
1
Ιερεμιας λέγει·
Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου.
29
t
κ̅θ̅ ὅτι ἐπὶ θαλάσσης περιπατήσει—
1
Ιωβ λέγει·
Ὁ τανύσας τὸν οὐρανὸν μόνος,
ὁ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.
30
t
λ̅ ὅτι τὸ κράσπεδον τοῦ ἱματίου αὐτοῦ θεραπεύσει—
1
Μαλαχιας λέγει·
Ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος
δικαιοσύνης ἔχων ἴασιν ἐν ταῖς πτέρυξιν.
31
t
λ̅α̅ ὅτι ξηρανεῖ τὴν συκήν—
1
Αβακουμ λέγει·
Διότι συκῆ οὐ καρποφορήσει.
2
Καὶ Ιεζεκιηλ λέγει·
Ἐγὼ Κύριος ὁ ξηρῶν ξύλον χλωρόν.
32
t
λ̅β̅ ὅτι πειρασθήσεται ὑπὸ τοῦ διαβόλου—
1
Ζαχαριας λέγει·
Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν
ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος
εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ.
καὶ εἶπεν αὐτῷ ὁ Κύριος· ἐπιτιμήσαι σοὶ Κύριος,
διάβολε, ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ.
2
Καὶ αὐτὸς δὲ ὁ Κύριος περὶ ἑαυτοῦ λέγων εἶπε πρὸς Ιωβ·
Οὐχ ἑώρακας αὐτὸν
οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας;
οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;
τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς;
ἢ τίς ἀντιστήσεταί με καὶ ὑπομενεῖ;
33
t
λ̅γ̅ ὅτι θεραπεύσει πολλούς—
1
Ησαϊας λέγει·
Ἰσχυσάτε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα·
παρακαλέσατε ὀλιγόψυχοι τῇ διανοίᾳ· μὴ φοβηθῆτε.
2
Καὶ πάλιν·
Ὁ Θεὸς τότε ἥξει· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ
τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται
ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα
μογιλάλων.
34
t
λ̅δ̅ ὅτι ἀναστήσει νεκρούς—
1
Ησαϊας λέγει·
Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς
πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.
35
t
λ̅ε̅ ὅτι ἀπιστήσουσιν οἱ Ἰουδαῖοι—
1
Ησαϊας λέγει·
1a
Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων
Κυρίου τίνι ἀπεκαλύφθη;
1b
Ὄψονται οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, καὶ οἳ οὐκ
ἀκηκόασι συνήσουσιν.
36
t
λ̅Ϛ̅ ὅτι ἀπὸ ε̅ ἄρτων θρέψει πολλούς—
1
Ησαϊας λέγει·
Ἐροῦσιν ἐν τῇ ἡμέρα ἐκείνῃ· ἰδοὺ ὁ Θεὸς ἡμῶν·
ἠλπίζομεν καὶ ἠγαλλιασάμεθα ἐπὶ τῷ σωτηρίῳ ἡμῶν, ὅτι
ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο.
37
t
λ̅ζ̅ ὅτι ἐπὶ ὄνου εἰς τὴν Σιων ἐπελεύσεται—
1
Ζαχαριας λέγει·
Χαῖρε σφόδρα θύγατερ Σιων, κήρυσσε θύγατερ
Ιερουσαλημ, ὅτι ὁ βασιλεύς σου ἔρχεταί σοι
δίκαιος καὶ πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον
καὶ πῶλον νέον.
2
Καὶ Ιακωβ λέγει·
Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ.
3
Καὶ Μαλαχιας λέγει·
Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς
θέλετε, καὶ ὁ ἄγγελος τῆς διαθήκης.
38
t
λ̅η̅ ὅτι τὰ βρέφη προδράμουσι κράζοντα τὸ εὐλογήμενος ὁ
ἐρχόμενος—
1
Δαυιδ ἐν τῷ η̅ ψαλμῷ λέγει·
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
39
t
λ̅θ̅ ὅτι ἐλέγξει τὸν λαόν—
1
Μαλαχιας λέγει·
Προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς
ταχὺς ἐπὶ τοῦς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας
καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ ψεύσμασι.
2
Καὶ Ιερεμιας λέγει·
Μὴ σπήλαιον λῃστῶν ὁ οἶκος μου ἐστι; καὶ ἐπικέκ-
ληται τὸ ὄνομά μου ἐπ' αὐτοῖς;
40
t
μ̅ ὅτι ἐπιχυθήσεται αὐτῷ νάρδος—
1
Ἐν τοῖς Ἄ|σμασι λέγει·
Ἕως οὐ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ
νάρδος ἔδωκεν ὀσμὴν αὐτοῦ.
41
t
μ̅α̅ ὅτι συναχθήσονται κατ' αὐτοῦ—
1
Δαυιδ ἐν τῷ β̅ ψαλμῷ λέγει·
Ἵνα τί ἐρρύαξαν ἔθνη
καὶ λαοὶ ἐμελέτησαν κενά;
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς,
καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ
κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτῶν.
2
Καὶ πάλιν ἐν τῷ γ̅ ψαλμῷ λέγει·
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;
πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου·
οὐκ ἔστι σωτηρία αὐτοῦ ἐν τῷ Θεῷ αὐτοῦ.
3
Καὶ Ιερεμιας λέγει·
Πνεῦμα πρὸ πρόσωπον ἡμῶν Χριστὸς Κύριος συνελήφθη
ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὐ εἴπαμεν· ἐν τῇ σκιᾷ
αὐτοῦ ζησόμεθα.
4
Καὶ πάλιν λέγει·
Ὅτι ἐνεχείρισαν λόγους εἰς σύλληψίν μου καὶ
παγίδας ἔκριψάν μοι. Καὶ σύ, Κύριε, ἔγνως πᾶσαν
αὐτῶν τὴν βουλὴν ἐπ' ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς
τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ
προσώπου μὴ ἐξαλείψῃς.
42
t
μ̅β̅ ὅτι καταψευδομαρτυρήσουσι—
1
Δαυιδ ἐν τῷ λ̅δ̅ ψαλμῷ λέγει·
Ἀναστάντες μοι μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον
ἠρώτων με·
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν.
2
Καὶ πάλιν ἐν τῷ ν̅η̅ ψαλμῷ λέγει·
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός,
καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με·
ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν
καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
43
t
μ̅γ̅ ὅτι Ιουδας προδώσει—
1
Δαυιδ ἐν τῷ μ̅ ψαλμῷ λέγει·
Οἱ ἐχθροί μου εἶπον κακά μοι·
πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·
ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,
ἐξεπορεύετο ἔξω καὶ ἐλάλει.
ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί
μου,
κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι,
λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ.
2
Καὶ πάλιν·
Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.
3
Καὶ πάλιν ἐν τῷ ν̅α̅ ψαλμῷ λέγει·
Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός,
ἀνομίαν ὅλην τὴν ἡμέραν;
ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου·
ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον·
ἠγάπησας κακίαν ὑπὲρ ἀγαθοσύνην.
4
Καὶ πάλιν ἐν τῷ λ̅ζ̅ ψαλμῷ λέγει·
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου
ἤγγισαν καὶ ἔστησαν.
44
t
μ̅δ̅ ὅτι ἐρεῖ ὁ Ιουδας· χαῖρε ῥαββί—
1
Δαυιδ ἐν τῷ ν̅δ̅ ψαλμῷ λέγει·
Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον,
καὶ αὐτοί εἰσι βολίδες.
ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός
σε διαθρέψει.
2
Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ρ̅η̅ ψαλμῷ λέγει·
Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ
ἠνοίχθη.
45
t
μ̅ε̅ ὅτι ἀργυρίου πραθήσεται—
1
Ζαχαριας λέγει·
Ἐρῶ πρὸς αὐτούς· εἰ καλὸν ἐνώπιον ὑμῶν, δότε τὸν
μισθόν μου τριάκοντα ἀργύρια.
2
Καὶ Ιερεμιας λέγει·
Ἔδωκαν τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ
τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ισραηλ· καὶ
ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως.
46
t
μ̅Ϛ̅ ὅτι δήσουσιν αὐτόν—
1
Ησαϊας λέγει·
Οὐαὶ τῇ ψυχῇ ὑμῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν
καθ' ἑαυτῶν εἰπόντες· ὅτι δήσωμεν ἄνδρα δίκαιον,
ὅτι δύσχρηστος ἡμῖν ἐστι.
2
Καὶ Σολομων λέγει·
Ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι·
βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος.
47
t
μ̅ζ̅ ὅτι κρίνουσιν αὐτόν—
1
Δαυιδ ἐν τῷ ξ̅η̅ ψαλμῷ λέγει·
Σῶσόν με, ὁ Θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.
2
Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ ο̅ ψαλμῷ λέγει·
Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν
αἰῶνα.
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
Καὶ τὰ ἑξῆς.
3
Καὶ Ησαϊας λέγει·
3a
Ἐπὶ τίνα ἀνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα
ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν;
3b
Ἀλλ' ἢ ἐπὶ τὸν πρᾷον καὶ ταπεινὸν καὶ ἡσύχιον.
4
Καὶ πάλιν·
Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ·
ἔδωκεν ἐπ' ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα
αὐτήν. οὐκ ἐγὼ παρῃτησάμην ἀλλ' αὐτοὶ
παρῃτήσαντό με. διὰ τοῦτο ἐγκαταλέλιπα τὸν
οἶκόν μου.
48
t
μ̅η̅ ὅτι ῥαπίσουσιν αὐτὸν καὶ ἐξουθενήσουσιν—
1
Μιχαιας λέγει·
Πατάξουσιν ἐπὶ σιαγόνα τὸν κριτὴν τοῦ Ισραηλ.
2
Καί·
Βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν
ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται
ἄρχοντες καὶ προκυνήσουσιν αὐτόν.
3
Καὶ ἀλλαχοῦ λέγει·
Ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου
δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς
ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ
αἰσχύνης ἐμπτυσμάτων.
49
t
μ̅θ̅ ὅτι φεύξονται οἱ ἀπόστολοι—
1
Δαυιδ ἐν τῷ λ̅ζ̅ ψαλμῷ λέγει·
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου
ἤγγισαν καὶ ἔστησαν.
2
Καὶ πάλιν·
Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ.
3
Καί·
Ἐζήτησα συλλυπούμενον, καὶ οὐκ ὑπῆρξε,
καὶ παρακαλοῦντα, καὶ οὐκ εὗρον.
50
t
ν̅ ὅτι ἀρνήσεται Πετρος—
1
Ησαϊας λέγει·
Καὶ ἐφοβήθη ἀπὸ ἀνθρώπου θνητοῦ, οἳ ὡσεὶ χόρτος
ἀποξηρανθήσονται· ἐμοῦ δὲ ἐπελάθετο, λέγει Κύριος.
51
t
ν̅α̅ ὅτι σταυρώσουσιν αὐτόν—
1
Ιερεμιας λέγει·
Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι.
2
Καὶ Ησαϊας λέγει·
Ὡς πρόβατον ἐπὶ σφραγὴν ἤχθη καὶ ὡς ἀμνὸς
ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος.
3
Καὶ ἡ Σοφία λέγει·
Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν.
4
Καὶ πάλιν·
Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ
καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων.
5
Καὶ Δαυιδ λέγει·
Ὤρυξαν χεῖράς μου καὶ πόδας μου.
52
t
ν̅β̅ ὅτι ἀκάνθαις στεφανώσουσιν αὐτόν—
1
Ἐν τοῖς Ἄ|σμασι λέγει·
Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Ιερουσαλημ,
ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ.
2
Καὶ Ησαϊας λέγει·
Ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας.
53
t
ν̅γ̅ ὅτι ὄξος καὶ χολὴν ποτίσουσιν αὐτόν—
1
Δαυιδ ἐν τῷ ξ̅η̅ ψαλμῷ λέγει·
Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν
καὶ εἰς τὴν δίψαν μου ἐποτισάν με ὄξος.
2
Καὶ Μωυσης λέγει·
Ταῦτα Κυρίῳ ἀνταποδίδοτε;
3
Καὶ ἐν τοῖς Ἄ|σμασι λέγει·
Εἰσῆλθεν εἰς τὸν κῆπόν μου, ἀδελφή μου, νύμφη μου·
καὶ ἐτρύγησαν σμύρναν μου.
4
Καὶ πάλιν·
Χεῖρές μου ἔσταξαν σμύρναν,
καὶ οἱ δάκτυλοι μου σμύρναν πλήρεις.
5
Καὶ πάλιν λέγει·
Ποτιῶ σε ἀπὸ τοῦ οἴνου τοῦ μυρεψικοῦ.
54
t
ν̅δ̅ ὅτι κόκκινον ἱμάτιον ἐνδύσουσιν αὐτόν—
1
Ησαϊας λέγει·
Τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ, ἐρύθημα ἱμάτια
αὐτοῦ ἐκ Βοσορ, οὗτος ὡραῖος ἐν στολῇ αὐτοῦ βία;
ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου
ὡς ἀπὸ πατητοῦ ληνοῦ;
55
t
ν̅ε̅ ὅτι σιωπήσει κρινόμενος—
1
Δαυιδ ἐν τῷ λ̅ζ̅ ψαλμῷ λέγει·
Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων
καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.
2
Καὶ πάλιν·
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον
καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
3
Καὶ Ησαϊας λέγει·
Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι αὐτὸν οὐκ ἀνοίγει τὸ
στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς
ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος οὕτως
οὐκ ἀνοίγῃ τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει.
56
t
ν̅Ϛ̅ ὅτι χλευαστήσεται—
1
Δαυιδ ἐν τῷ ρ̅η̅ ψαλμῷ λέγει·
Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
2
Καὶ ἐν τῇ Σοφιᾳ λέγει·
2a
Εἰ ἐστι δίκαιος υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ.
2b
Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ
καὶ παιδίον Κυρίου ἑαυτὸν ὀνομάζει.
57
t
ν̅ζ̅ ὅτι αὐτός ἐστιν ἡ ζωὴ ὁ κρεμμάμενος ἐπὶ ξύλου—
1
Μωυσης λέγει·
Ἔσται ἡ ζωή σου κρεμμαμένη ἐπὶ ξύλου ἀπέναντι τῶν
ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ
οὐ πιστεύσῃ τῇ ζωῇ σου.
2
Καὶ πάλιν λέγει·
Ἐπικατάρατος πᾶς ὁ κρεμμάμενος ἐπὶ ξύλου.
58
t
ν̅η̅ ὅτι ἀπάθεια τὸ πάθος αὐτοῦ—
1
Ησαϊας βοᾷ λέγων·
Ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν
πληγῇ· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας
ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν·
παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, καὶ τῷ μώλωπι
αὐτοῦ ἡμεῖς οἱ πάντες ἰάθημεν.
2
Καὶ ὁ Σιραχ λέγει·
Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα.
3
Καὶ Δαυιδ ἐν τῷ ξ̅γ̅ ψαλμῷ λέγει·
Βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν.
59
t
ν̅θ̅ ὅτι ἐν νυκτί, ψύχους ὄντος καὶ ἀνθρακιᾶς κειμένης, παθῇ
ὁ Χριστός—
1
Ζαχαριας λέγει·
Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ψῦχος, καὶ πάγος μίαν
ἡμέραν ἔσται.
60
t
ξ̅ ὅτι δύσεται ὁ ἥλιος—
1
Ζαχαριας πρῶτος λέγει·
Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς· καὶ
ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ, καὶ οὐκ ἡμέρα
οὐδὲ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.
2
Καὶ Ιωηλ λέγει·
Πρὸ προσώπου αὐτοῦ συναχθήσεται ἡ γῆ καὶ σκοτισ-
θήσεται ὁ οὐρανός· ἥλιος καὶ σελήνη συσκοτάσουσι
καὶ τὰ ἄστρα δύσουσι τὸ φέγγος αὐτῶν.
61
t
ξ̅α̅ ὅτι δύσεται ὁ ἥλιος μεσημβρίας—
1
Αμως λέγει·
Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος ὁ
Θεός, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει
ἐπὶ γῆς ἐν ἡμέρᾳ τὸ φῶς αὐτοῦ, καὶ μεταστρέψει
τὰς ἑορτὰς ἡμῶν εἰς πένθος.
62
t
ξ̅β̅ ὅτι τὰ ἱμάτια αὐτοῦ διαμερίσονται—
1
Δαυιδ ἐν τῷ ξ̅α̅ ψαλμῷ λέγει·
Διαμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς
καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
63
t
ξ̅γ̅ ὅτι συσταυρωθήσεται λῃσταῖς—
1
Ησαϊας λέγει·
Καὶ μετὰ ἀνόμων ἐλογίσθη, καὶ παρεδώθη εἰς
θάνατον ἡ ψυχὴ αὐτοῦ.
64
t
ξ̅δ̅ ὅτι τὴν πλευρὰν αὐτοῦ ἐκκεντήσουσιν—
1
Ζαχαριας λέγει·
Ὄψονται εἰς ὃν ἐξεκέντησαν.
65
t
ξ̅ε̅ ὅτι ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται—
1
Μυωσης λέγει·
Ὀστοῦν οὐ συντριβήσεται ἀπ' αὐτοῦ.
66
t
ξ̅Ϛ̅ ὅτι ἐκ τῆς πλευρὰς αὐτοῦ ὕδωρ ῥυήσεται εἰς βαπτίσματος
τύπον—
1
Ησαϊας λέγει·
Ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.
67
t
ξ̅ζ̅ ὅτι ἐν πέτρᾳ τεθήσεται—
1
Ησαϊας λέγει·
Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε,
καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε.
68
t
ξ̅η̅ ὅτι λίθος ἡ θύρα τοῦ μνήματος—
1
Ὁ αὐτὸς λέγει·
Καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμέ.
69
t
ξ̅θ̅ ὅτι σφραγίσουσιν—
1
Δανιηλ λέγει·
Καὶ ἤνεγκαν λίθον ἕνα καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα
τοῦ λάκκου, καὶ ἐσφραγίσατο ὁ βασιλεὺς ἐν τῷ
δακτυλίῳ αὐτοῦ καὶ ἐν τῷ δακτυλίῳ τῶν μεγιστάνων
αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν τῷ Δανιηλ.
70
t
ο̅ ὅτι θέρους ἀρχομένου ἔσται τὸ πάθος αὐτοῦ, μηνὶ τῷ καθ'
ἡμᾶς Μαρτίῳ—
1
Ἐν τοῖς Ἄ|σμασι λέγει·
Ὁ καιρὸς παρῆλθεν·
ἐπορεύθη ἑαυτῷ τὰ ἔθνη.
ὤφθη ἐν τῇ γῇ,
καιρὸς τῆς τομῆς ἔφθασεν.
71
t
ο̅α̅ ὅτι ταφήσεται—
1
Ησαϊας λέγει·
Ἀπὸ προσώπου ἀδικίας ἤρτηται ὁ δίκαιος· ἔσται ἐν
εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.
2
Καὶ πάλιν λέγει·
Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον·
καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ
τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.
3
Καὶ Ιακωβ λέγει·
Ἀναπεσὼν ἐκοιμήθη ὡς λέων
καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
4
Καὶ ἐν τοῖς Ἀριθμοῖς λέγει·
Ἀνακλιθεὶς ἀνεπαύσατα ὡς λέων καὶ ὡς σκύμνος.
5
Καὶ Δαυιδ ἐν τῷ κ̅α̅ ψαλμῷ λέγει·
Εἰς χοῦν θανάτου κατήγαγές με.
72
t
ο̅β̅ ὅτι φοβήσει τὸν Ἅδην ταφείς—
1
Ἐν τῷ Ιωβ λέγει·
Ἀνοιχθήσονται αὐτῷ φόβῳ πύλαι θανάτου,
πυλωροὶ δὲ τοῦ Ἅ|δου ἰδόντες σε ἔπτυξαν.
2
Καὶ Ησαϊας λέγει·
Ὁ Ἅ|δης ἐπικράνθη συναντήσας σοι κάτω.
3
Καὶ Δαυιδ ἐν τῷ ρ̅Ϛ̅ ψαλμῷ λέγει·
Συνέτριψε πύλας χαλκᾶς
καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.
73
t
ο̅γ̅ ὅτι ἀναμάρτητος—
1
Ησαϊας λέγει·
Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ
στόματι αὐτοῦ.
2
Καὶ πάλιν·
Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.
74
t
ο̅δ̅ ὅτι ἀναστήσεται—
1
Δαυιδ ἐν τῷ ι̅α̅ ψαλμῷ λέγει·
Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν
καὶ τοῦ στεναγμοῦ τῶν πενήτων
νῦν ἀναστήσομαι, λέγει Κύριος.
2
Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ ι̅ε̅ ψαλμῷ.
Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς Ἅ|δην
οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
3
Καὶ πάλιν ὁ αὐτὸς λέγει ἐν τῷ κ̅θ̅ ψαλμῷ·
Ἀνήγαγες ἐξ Ἅ|δου τὴν ψυχήν μου
ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
4
Καὶ Ιερεμιας λέγει·
Διὰ τοῦτο ἐξηγέρθην, καὶ ἰδοὺ καὶ ὁ ὕπνος μου ἡδὺς
ἐγένετο.
5
Καὶ Δαυιδ ἐν τῷ π̅ζ̅ ψαλμῷ λέγει·
Ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον.
6
Καὶ πάλιν·
Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς
ἐλεύθερος.
7
Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ π̅α̅ ψαλμῷ λέγει·
Ἀνάστα, ὁ Θεὸς, κρίνων τὴν γῆν.
8
Καὶ Ησαϊας λέγει·
Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν
μέγαν.
9
Καὶ Ναουμ λέγει·
Ταχεῖς ἰδοὺ οἱ πόδες ἐπὶ τὰ ὄρη εὐαγγελιζομένου
εἰρήνην.
75
t
ο̅ε̅ ὅτι μάτην οἱ στρατιῶται τὸν τάφον τηρήσουσιν—
1
Δαυιδ ἐν τῷ ο̅ε̅ ψαλμῷ λέγει·
Ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐκ εὗρον οὐδέν.
76
t
ο̅Ϛ̅ ὅτι πρωὶ ἡ ἀνάστασις—
1
Δαυιδ ἐν τῷ κ̅θ̅ ψαλμῷ λέγει·
Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς
καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
2
Καὶ πάλιν ἐν τῷ π̅ζ̅ λέγει·
Ἐγὼ πρὸς σέ, Κύριε, ἐκέκραξα,
καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε.
3
Καὶ πάλιν ἐν τῷ ν̅Ϛ̅ λέγει·
Ἐξεγέρθητι ψαλτήριον καὶ κιθάρα·
ἐξεγερθήσομαι ὄρθρου.
77
t
ο̅ζ̅ ὅτι μαρτύριον ὁ τόπος ἔσται—
1
Ναουμ λέγει·
Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς
αὐτῶν· διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς
ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριόν μου· διότι
τὸ κρίμα μου ἄξει πάντας τοὺς ἐχθρούς μου.
78
t
ο̅η̅ ὅτι ἀπὸ τοῦ προτειχίσματος—
1
Ἐν τοῖς Ἄ|σμασι λέγει·
Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου,
ἐν σκέπῃ τῆς πέτρας,
ἐχόμενα τοῦ προτειχίσματος.
79
t
ο̅θ̅ ὅτι ζητηθήσεται ὑπὸ γυναικῶν—
1
Ἐν τοῖς Ἄ|σμασι λέγει·
Ἐπὶ κοίτην μου
ἐξεζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου,
ἐζήτησα, καὶ οὐκ εὗρον αὐτόν.
μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε;
80
t
π̅ ὅτι πρῶτον ἀπαντήσει γυναιξί—
1
Ἐν τοῖς Ἄ|σμασι λέγει·
Εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου,
ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν.
81
t
π̅α̅ ὅτι ἀναχωρήσουσιν ἔμφοβοι—
1
Δαυιδ ἐν τῷ β̅ ψαλμῷ λέγει·
Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ
καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
2
Καὶ Ησαϊας λέγει·
Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός
ἐστιν ἔχων φρόνησιν.
82
t
π̅β̅ ὅτι ἐμφυσήσει τοῖς ἀποστόλοις τὸ πνεῦμα τὸ ἅγιον—
1
Ναουμ λέγει·
Ἑτοιμάζου ὄρθρισον, διέφθαρται πᾶσα ἡ ὑποφυλλὶς
αὐτῶν. ἀνέβη γὰρ ἐμφυσιῶν εἰς τὸ πρόσωπον αὐτῶν.
83
t
π̅γ̅ ὅτι ἀπὸ μέλιτος κηρίου φάγεται μετὰ τὴν ἀνάστασιν—
1
Ἐν τοῖς Ἄ|σμασι λέγει·
Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου.
Τὸ πικρὸν πρὸ τοῦ πάθους, καὶ τὸ γλυκὺ μετὰ τὴν
ἀνάστασιν.
84
t
π̅δ̅ ὅτι ἐροῦσιν ὅτι ἐκλάπη—
1
Ιωνας λέγει·
Φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεον αὐτῶν
ἐγκατέλιπον.
2
Καὶ Ησαϊας λέγει·
Ἀλλὰ λέγετε ἡμῖν καὶ ἀπαγγέλλετε ἡμῖν ἑτέραν
πλάνησιν.
85
t
π̅ε̅ ὅτι νεκροὶ ἀναστήσονται—
1
Ωσηε λέγει·
Ὀρθριοῦσι πρός με λέγοντες· πορευθῶμεν καὶ
ἐπιστρέψωμεν πρὸς Κύριον, ὅτι αὐτὸς πέπαικε καὶ
ἰάσεται ἡμᾶς, πατάξει καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο
ἡμέρας, καὶ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα
ἐναντίον αὐτοῦ.
2
Καὶ Ησαϊας λέγει·
Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν
τοῖς μνημείοις, καὶ εὐφραντήσονται οἱ ἐν τῇ γῇ.
3
Καὶ Ζαχαριας λέγει·
Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου
ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.
4
Καὶ πάλιν Ωσηε λέγει·
Ἐκ χειρὸς Ἅ|δου ῥύσομαι αὐτοὺς, καὶ ἐκ θανάτου
λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου θάνατε; ποῦ
τὸ κέντρον σου Ἅ|δη;
5
Καὶ Ιεζεκιηλ λέγει·
Τάδε λέγει Κύριος· ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω
ὑμᾶς ἐκ τῶν μνημάτων καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν
τοῦ Ισραηλ, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν
τῷ ἀνοιξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με
ὑμᾶς ἐκ τῶν τάφων ὑμῶν λαός μου· καὶ δώσω πνεῦμα
εἰς ὑμᾶς, καὶ ζήσεσθε.
86
t
π̅Ϛ̅ ὅτι εἰς οὐρανοὺς ἀνελεύσεται—
1
Δαυιδ ἐν τῷ μ̅Ϛ̅ ψαλμῷ λέγει·
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ,
Κύριος ἐν φωνῇ σάλπιγγος.
2
Καὶ Αμως λέγει·
Ὁ οἰκοδομῶν εἰς οὐρανὸν τὴν ἐπίβασιν αὐτοῦ.
87
t
π̅ζ̅ ὅτι αὐτὸς ἦν ὁ κηρύξας—
1
Ησαϊας λέγει·
Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με·
εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι
αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι
ἐνιαυτὸν Κυρίῳ δεκτὸν καὶ ἡμέραν ἀνταποδώσεως
τῷ Θεῷ ἡμῶν.
2
Καὶ πάλιν·
Γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς
ὡραῖος ἐπὶ τῶν ὡραίων, ὡς εὐαγγελιζόμενος ἀκοὴν
εἰρήνης, ἀκουστὴν ποίων τὴν σωτηρίαν σου.
88
t
π̅η̅ ὅτι ἐν πάσῃ τῇ γῇ τὸ ὄνομα αὐτοῦ—
1
Ζαχαριας λέγει·
Καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν
ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ιερουσαλημ, ἀναβήσονται
κατ' ἐνιαυτὸν προσκυνῆσαι Κυρίῳ παντοκράτορι.
2
Καὶ Ιεζεκιηλ λέγει·
Καθαριῶ ὑμᾶς, καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν.
3
Καὶ πάλιν·
Δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω
αὐτοῖς.
4
Καὶ Δαυιδ ἐν τῷ ι̅η̅ ψαλμῷ λέγει·
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
5
Καὶ Ιερεμιας λέγει·
Δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν τοῦ
φόβεισθαί με πάσας τὰς ἡμέρας.
89
t
π̅θ̅ ὅτι ἐκ δεξιῶν τοῦ Πατρὸς οὐκ ἀφ' οὗ ἀνῆλθεν ἐκάθισεν,
ἀλλὰ καὶ πρὸ τούτου—
1
Ησαϊας λέγει·
Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ
ἐπηρμένου.
2
Καὶ Δαυιδ ἐν τῷ Ϙ̅β̅ λέγει·
Ἕτοιμος ὁ θρόνος σου, Κύριε, καὶ ἀπὸ τότε,
ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
3
Καὶ πάλιν ἐν τῷ ρ̅θ̅ λέγει·
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
4
Καὶ Ησαϊας λέγει·
Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν
μου.
90
t
Ϙ̅ ὅτι κληθησόμεθα Χριστιανοί—
1
Ησαϊας λέγει·
Ὄψονται ἔθνη τὴν δόξαν σου καὶ πάντες οἱ βασιλεῖς
τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ
καινόν, ὃ ὁ Κύριος ὀνομάσει αὐτῷ.
2
Καὶ πάλιν·
Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν,
ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.
91
t
Ϙ̅α̅ ὅτι καὶ ἡ ἐπὶ τοῦ μετώπου σημείωσις προκατηγγέλετο—
1
Δαυιδ ἐν τῷ ν̅θ̅ ψαλμῷ λέγει·
Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν
τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.
2
Καὶ Ησαϊας λέγει·
Φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον μαθεῖν.
3
Καὶ Ιεζεκιηλ λέγει·
Εἶπε Κύριος πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν
ποδήρη, δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν
τῶν καταστεναζόντων καὶ κατωδυνωμένων ἐπὶ πάσαις
ταῖς ἀδικίαις, καὶ διέλθετε μέσην τὴν Ιερουσαλημ·
καὶ κόπτετε καὶ μὴ φείσησθε καὶ μὴ ἐλεήσητε·
πρεσβύτερον καὶ νεανίσκον καὶ γυναῖκας, νήπια
θηλάζοντα πάντας ἐξαλείψατε· ἐπὶ δὲ πάντας ἐφ'
οὕς ἐστι τὸ σημεῖόν μου μὴ ἐγγίσητε.
92
t
Ϙ̅β̅ ὅτι τὸ ἐν τῷ Χριστῷ βάπτισμα προκατηγγέλετο—
1
Ησαϊας λέγει·
Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας
ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου.
2
Καὶ πάλιν τρανώτερον·
Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ
δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ
καταληφθὲν τοῦ Ισραηλ ἐν Σιων, καὶ τὸ καταλειφθὲν
ἐν Ιερουσαλημ, ὅτι ἅγιοι κληθήσονται πάντες οἱ
γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ· ὅτι ἐκπλυνεῖ
Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιων
καὶ τὸ αἷμα Ιερουσαλημ ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν
πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. καὶ ἥξει,
καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ
περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας.
Μαρτυρεῖ καὶ τὸ κατὰ νόμον δὲ τῶν Ἰουδαίων βάπτισμα.
93
t
Ϙ̅γ̅ ὅτι προκατηγγέλετο ἡ δευτέρα παρουσία—
1
Μαλαχιας λέγει·
Ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ
ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ
ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύσεται ὡς πῦρ
χωνευτηρίου καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων.
2
Καὶ πάλιν λέγει·
Προσάξω ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς
ἐπὶ τοὺς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ
ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ τῷ ὀνόματι μου ἐπὶ ψεύδη.
94
t
Ϙ̅δ̅ ὅτι κρινεῖ τὴν οἰκουμένην καὶ αὐτῷ ἡ κρίσις δοθήσεται—
1
Δαυιδ ἐν τῷ Ϙ̅ε̅ ψαλμῷ λέγει·
Κρινεῖ Κύριος τὴν οἰκουμένην ἐν…
2
Καὶ…
2a
…
The complete text is available when the reading interface loads.