Liturgia praesanctificatorum
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- Liturgia praesanctificatorum, ed. D. N. Moraites, Ἡ λειτουργία τῶν προηγιασμένων, Thessalonica: University of Thessalonica, 1955: 53–77.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg031.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
{Εὐχὴ πιστῶν βʹ}
Δέσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων
γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποίησον τῆς ὑποδοχῆς τοῦ
μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ
ἄχραντον αὐτοῦ σῶμα καὶ τὸ ζωοποιὸν αἷμα κατὰ τὴν παροῦσαν ὥραν εἰσ-
πορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους
στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα· ὧν τὴν μετάληψιν ἀκατάκριτον
ἡμῖν δώρησαι· ἵνα δι' αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι υἱοὶ
φωτὸς καὶ ἡμέρας γενώμεθα.
Ἐκφώ· Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ' οὗ εὐλογητὸς εἶ σὺν
τῷ παναγίῳ
{〈Εἴσοδος〉}
[Καὶ μετὰ τὸ πληρωθῆναι Αἱ δυνάμεις τῶν οὐρανῶν, ὁ ἱερεὺς ἐπεύχεται·]
Ὁ τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρ' ᾧ οἱ θησαυροὶ
τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς λειτουργίας
ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ πολλήν σου
φιλανθρωπίαν εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων
ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν
μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔφιδε
ἐφ' ἡμᾶς τοὺς ἀναξίους δούλους σου τοὺς τῷ ἁγίῳ τούτῳ θυσιαστηρίῳ ὡς τῷ
χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφ' ᾧ ὁ μονογενής σου υἱὸς καὶ Θεὸς
ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων καὶ πάσης
ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερεύσας ἀκαθαρσίας ἁγίασον πάντων ἡμῶν
τὰς ψυχὰς καὶ τὰ σώματα ἁγιασμῷ ἀναφαιρέτῳ· ἵνα ἐν καθαρῷ συνειδότι,
ἀνεπαισχύντῳ προσώπῳ, πεφωτισμένῃ καρδίᾳ τῶν θείων τούτων μεταλαμ-
βάνοντες ἁγιασμάτων καὶ ὑπ' αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ
Χριστῷ σου, τῷ ἀληθινῷ ἡμῶν Θεῷ, τῷ εἰπόντι· Ὁ τρώγων μου τὴν σάρκα
καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ· ὅπως ἐνοικοῦντος ἐν
ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ ἁγίου
καὶ προσκυνητοῦ σου πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας
ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης καὶ τύχωμεν τῶν ἐπηγγελ-
μένων ἀγαθῶν πᾶσιν τοῖς ἁγίοις τοῖς ἀπ' αἰῶνός σοι εὐαρεστήσασιν.
Ἐκφώ· Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα
Ὁ λαός· Πάτερ ἡμῶν
Ὁ ἱερεὺς ἐκφώ· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία
Ὁ λαός· Ἀμήν.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσιν
Ὁ λαός· Καὶ τῷ πνεύματί σου
Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν
Ὁ ἱερεὺς ἐπεύχεται·
Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ
τὰ ταπεινὰ ἐφορῶν, ἔφιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου καὶ
φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωο-
ποιῶν σου τούτων μυστηρίων. Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλὰς
ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώ· Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου
υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου
πνεύματι νῦν
Ὁ λαός· Ἀμὴν
Ὁ διάκονος· Πρόσχωμεν
Ὁ ἱερεύς· Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις
Ὁ λαός· Εἷς ἅγιος, εἶς κύριος Ἰησοῦς Χριστός.
{Εὐχὴ μετὰ τὴν μετάληψιν}
Εὐχαριστοῦμέν σοι τῷ σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ πᾶσιν οἷς παρέσχου
ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χρι-
στοῦ σου. Καὶ δεόμεθά σου, δέσποτα φιλάνθρωπε· φύλαξον ἡμᾶς ὑπὸ τὴν
σκέπην τῶν πτερύγων σου καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς
ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς
βασιλείας οὐρανῶν κληρονομίαν.
Ἐκφώ· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶ-
νας τῶν αἰώνων· Ἀμήν.
Ὁ διάκονος· Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ λαός· Ἐν ὀνόματι Κυρίου.
{Εὐχὴ ὀπισθάμβωνος εἰς τὰ προηγιασμένα}
Δέσποτα, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας,
ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ αὐθαιρέτῳ βουλήσει ἀγαγὼν ἡμᾶς εἰς τὰς
πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν, πρὸς ἐγκράτειαν ἀνα-
στάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα
γράμματα Μωσῆ· παράσχου καὶ ἡμῖν, δέσποτα ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν
ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆ-
σαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικηταί τε τῆς ἁμαρ-
τίας ἀναφανῶμεν καὶ ἀκατακρίτως φθάσαι τὴν ἁγίαν σου ἀνάστασιν. Ὅτι
ἅγιον ὑπάρχει τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
2
{(Γ, Δ, Ε, Ζ, Η,)
Ἀκολουθία τῶν προηγιασμένων (τῆς ἁγ. τεσσαρακοστῆς)
〈Λειτουργία κατηχουμένων〉}
Γ [Μετὰ 〈τὸ ῥηθῆναι〉 τὰ ἀναγνώσματα 〈ἐν τῷ λυχνικῷ〉 λέγεται τὸ
Κατευθυνθήτω καὶ μετὰ τοῦτο λιτανεύει ὁ διάκονος]·
Εἴπωμεν πάντες· (ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ...)
Καὶ λέγει ὁ λαὸς τό· Κύριε ἐλέησον.
Ὁ δὲ ἱερεὺς λέγει· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ
σοὶ (τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύ-
ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων)
[Καὶ μετὰ τοῦτο γίνεται εὐχὴ κατηχουμένων ἐπὶ τῶν προηγιασμένων
οὕτως].
Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς (σελ. 53).
Ἐκφώνως· Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι (τὸ πάντιμον καὶ μεγα-
λοπρεπὲς ὄνομά σου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγ. Πνεύμ...)
[Γ Γινώσκει (γίνωσκε:) δὲ ὅτι καὶ τὴν εὐχὴν ταύτην καὶ τὰ διακονικὰ
ἀπὸ τῆς τετράδος τῆς μεσοεβδομάδος τῶν νηστειῶν λέγει·]
Ὅσοι κατηχούμενοι προέλθετε· οἱ κατηχούμενοι προέλθετε· (μή τις τῶν
κατηχουμένων· ὅσοι πιστοὶ)
{Εὐχή.}
Ἐπίφανον, δέσποτα, τὸ πρόσωπόν σου (σελ. 54).
Ὅσοι πρὸς τὸ φώτισμα προέλθετε ...
Ἔτι καὶ ἔτι 〈οἱ〉 κλίνοντες τὰ γόνατα ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
{〈Λειτουργία πιστῶν〉
Εὐχὴ πιστῶν αʹ}
Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός ... (σελ. 54)
{Εὐχὴ πιστῶν βʹ}
Δέσποτα ἅγιε, ὑπεράγαθε ... (σελ. 55)
Ἐκφώνως· Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου...
Ε 〈Νῦν αἱ δυνάμεις〉
Γ, Η Πληρώσωμεν τὴν δέησιν ... Ὑπὲρ τῶν προτεθέντων...
Ε. Εὐχὴ μετὰ τὸ Νῦν αἱ δυνάμεις, ἣν ποιεῖ ὁ ἱερεύς.
Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, Δέσποτα Κύριε καὶ
χαρισάμενος ἡμῖν παρρησίαν τοῖς ταπεινοῖς καὶ ἀναξίοις δούλοις σου, παρα-
στῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ καὶ προσφέρειν σοι τὴν λογικὴν ταύτην καὶ
ἀναίμακτον λατρείαν ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν
ἀχρεῖον δοῦλόν σου καὶ ἐξάλειψόν μου τὰ παραπτώματα διὰ τὴν σὴν εὐσπλαγ-
χνίαν καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ
σαρκὸς καὶ πνεύματος καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου σου πνεύματος
εἰς τὴν λειτουργίαν ταύτην. Καὶ πρόσδεξαί με διὰ τὴν ἀγαθότητά σου προσ-
εγγίζοντα τῷ ἁγίῳ σου θυσιαστηρίῳ. Εὐδόκησον δή, Κύριε, δεκτὰ γενέσθαι
τὰ προσαγόμενά σοι δῶρα τοῦτα διὰ τῶν ἡμετέρων χειρῶν, συγκαταβαίνων
ἡμῖν ταῖς ἀσθενείαις. Καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, μηδὲ
βδελύξῃ τὴν ἐμὴν ἀναξιότητα, ἀλλ' ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου
καὶ παρένεγκε τὰ ἀνομήματά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον
τῆς δόξης σου, ἀξιωθῶ τῆς σκέπης τοῦ μονογενοῦς σου υἱοῦ καὶ μὴ ὡς δοῦ-
λος ἁμαρτίας ἀδόκιμος γένωμαι. Ναί, δέσποτα παντοδύναμε κύριε, εἰσάκου-
σον τῆς δεήσεώς μου. Σὺ γὰρ εἶ ὁ πάντα ἐνεργῶν ἐν πᾶσι καὶ τὴν παρὰ σοῦ
πάντες ἐπιζητοῦμεν βοήθειαν.
Γ Εὐχὴ μετὰ τὸ ἀποτεθῆναι τὰ ἅγια δῶρα· Ὁ τῶν ἀρρήτων (σελ. 55—56)
Η Ἀντιλαβοῦ, σῶσον. Τὴν ἑσπέραν πᾶσαν.
Καὶ καταξίωσον ἡμᾶς, δέσποτα, μετὰ παρρησίας κλπ. (σελ. 56, στ. 60—67)
Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος (σελ. 57, στ. 68—72)
{Ε Εὐχὴ}
Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου
σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς
ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὦδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίω-
σον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ
τοῦ τιμίου αἵματος καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.
[Η Ὁ ἱερεὺς ὑψοῖ τὸν ἄρτον].
Ὁ διάκονος [Η λέγει]· Πρόσχωμεν (σελ. 57, στ. 77—79)
[Γ Καὶ μετὰ τὸ πάντας μεταλαβεῖν ἐπεύχεται ὁ ἱερεὺς]
Εὐχαριστοῦμέν σοι τῷ σωτῆρι τῶν ὅλων Θεῷ (σελ. 57—58, στ. 81—86)
Ε Εἶτα λέγει· Ὑψώθητι ἐπὶ τὸν οὐρανὸν ὁ Υἱός, ὁ Θεός.
Ὁ λαός· Εὐχαριστοῦμέν σοι.
Η Ὁ διάκονος· Ὀρθοὶ οἱ μεταλαβόντες.
Ἐκφώνησις· Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν.
Ἐν εἰρήνῃ προέλθωμεν.
Γ Ὁ λαός· Ἐν ὀνόματι Κυρίου.
Ὁ διάκονος· Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ λαός· Κύριε ἐλέησον.
{Εὐχὴ ὀπισθάμβωνος [Η ἣν λέγει ὁ ἱερεύς]}.
Δέσποτα (Κύριε) ὁ Θεὸς ὁ παντοκράτωρ (σελ. 58)
Γ, Ζ Εὐχὴ λεγομένη ἐν τῷ διακονικῷ [Η, Ν, Ξ ἐν τῷ σκευοφυλακίῳ]
Γ, Ζ, Ι Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ταύ-
τας ἡμέρας καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύνα-
ψον τῇ λογικῇ σου ποίμνῃ καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
3
{[Λειτουργία τῶν κατηχουμένων]
[Αʹ Προπαρασκευὴ—Σύνδεσις πρὸς τὸν ἑσπερινόν. Ἔναρξις]}.
Μ, Σ 〈Εἰσελθόντος τοῦ ἱερέως ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τὴν ἱερὰν
ἐνδυσαμένου στολὴν καὶ τὸν εὐλογητὸν εὐλογήσαντος〉
Κ Ὁ διάκονος· Εὐλόγησον, δέσποτα
Ὁ ἱερεύς· Εὐλογημένη ἡ βασιλεία
Μ 〈ψάλλεται συνήθως ὁ προοιμιακὸς ψαλμός· οὗτος δὲ ἱστάμενος ἔν-
δοθεν λέγει μυστικῶς τὰς εὐχὰς τοῦ λυχνικοῦ〉
{[Βʹ Εὐχαὶ λυχνικοῦ].
Κ Εὐχὴ αʹ}
Κύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν
τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν. Ποίησον μεθ'
ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν
τῇ ἀληθείᾳ σου. Εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου
τὸ ἅγιον· διότι μέγας εἶ καὶ ποιῶν θαυμάσια. Σὺ εἶ ὁ Θεὸς μόνος καὶ οὐκ
ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς
τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σώζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομα
τὸ ἅγιόν σου.
Ἐκφώνως· ὅτι πρέπει σοι πᾶσα ...
{Εὐχὴ βʹ}
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς·
ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου. ἰατρὲ καὶ θεραπευτὰ τῶν
ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλ-
μοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ δώρησαι ἡμῖν
τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν
χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν ἁγίων
σου. Ἀμήν.
Ἐκφώνως· Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἔστιν ἡ βασιλεία ...
{Εὐχὴ γʹ}
Κύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δού-
λων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον καὶ προσκυνητὸν ὄνομά σου· καὶ
μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου· ἀλλὰ χάρισαι ἡμῖν.
Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ καταξίωσον ἡμᾶς ἀγαπᾶν καὶ
φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
Ἐκφ. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς (ὑπάρχεις καὶ σοὶ τὴν δό-
ξαν ἀναπέμπομεν ...)
Μ Εἶτα τοῦ ψαλμοῦ τελεσθέντος, ἄρχεται τοῦ θυμιᾶν.
{[Γʹ Συναπτή]}.
Ι Εἶτα ἡ συναπτή. Ὁ διάκονος·
Ἐν εἰρήνῃ τοῦ Κυρίου
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ
Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν, τοῦ τιμίου
Ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων
Ὑπὲρ τοῦ συμπολεμῆσαι καὶ ὑποτάξαι
Ὑπὲρ τῆς ἁγίας μονῆς ταύτης, πάσης πόλεως
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρ
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον.
Τῆς Παναγίας ἀχράντου, ὑπερευλογημένης.
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ
Υἱῷ καὶ τῷ ἁγίῳ
Ἔπειτα (;) στιχολογοῦνται τὰ προκείμενα. Ἐν ἑκάστῳ δὲ ἀντιφώνῳ
ποιεῖ ὁ ἱερεὺς μικρὰν συναπτήν·
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ. Ἀντιλαβοῦ, σῶσον. Τῆς Παναγίας ἀχράντου.
Ὅτι σὸν τὸ κράτος. Τοῦ βʹ Ὅτι ἀγαθός. Τοῦ γ' Ὅτι ηὐλόγηται καὶ
δεδόξασται.
{[Δ' Πρόθεσις. Θυμίασις.]}
Κ Καὶ ψαλλομένου συνήθως τοῦ καθίσματος τοῦ ψαλτηρίου, ὁ ἱερεὺς
ἀπέρχεται ἐν τῇ ἁγίᾳ προθέσει καὶ ἐξενεγκὼν ἐκ τοῦ ἀρτοφυρίου τὸν ζωο-
ποιὸν ἄρτον, προτίθησιν αὐτὸν ἐν τῷ ἁγίῳ δίσκῳ μετὰ πάσης προσοχῆς καὶ
εὐλαβείας, ποιῶν καὶ ἕνωσιν ἐν τῷ ἁγίῳ ποτηρίῳ. Οὐ μέντοι λέγων τι τῶν ἐν
τῇ προθέσει συνήθων, οὔτε κἂν εὐχὴν προθέσεως. Προηγιασμένη γὰρ καὶ προ-
τετελειωμένη καὶ προεισδεδεγμένη θυσία ἐστί, κἂν καὶ ἔν τισι τῶν κοντακίων
εὐχὴ προθέσεως εὕρηται. Ἀλλὰ μόνον περικαλύπτων ταῦτα ἀστερίσκῳ καὶ
τοῖς θείοις καλύμμασι, θυμιᾶ συνήθως καὶ ἀπέρχεται.
Ἐν δὲ τῷ ψάλλεσθαι τὸ Κύριε ἐκέκραξα, θυμιᾷ κατὰ τὸν τύπον.
{[Εʹ Μικρὰ εἴσοδος.]}
Κ, Μ Εἶθ' ὑποστρέψας εἰσοδεύει μετὰ τοῦ θυμιατοῦ.
{Εὐχὴ τῆς εἰσόδου.}
Θ (Ι) Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν καὶ
δεόμεθά σου, δέσποτα τῶν ἁπάντων, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς
θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους πονη-
ρίας. ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν, ὅτι
πρὸς σέ, κύριε, κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν. Μὴ καται-
σχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.
Ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ (καὶ προσκύνησις τῷ
Πατρὶ καὶ τῷ Υἱῷ).
[Λ, Μ. Εἶτα· Κύριε ἐκέκραζα. Τὰ στιχηρά].
Λ Ὁ δὲ ἱερεὺς εἰσοδεύων λέγει·
Κ, Λ, Μ Σοφία· ὀρθοί. Λ, Μ Φῶς ἱλαρὸν [Ι Μετὰ τὴν εἴσοδον τὸ
Φῶς ἱλαρόν].
{[Στ' Ἀναγνώσματα].}
Κ, Μ Καὶ εἰσελθὼν ἐν τῷ ἀγίῳ βήμασι, ἄπεισιν εἰς τὴν καθέδραν
καὶ λέγει·
(Ι, Κ Ὁ διάκονος)· Πρόσχωμεν.
(Ι, Κ Ὁ ἱερεύς)· Εἰρήνη πᾶσι.
(Ι, Κ Ὁ διάκονος)· Σοφία.
Κ Ὁ ἀναγνώστης· Τὸ προκείμενον καὶ τὴν προφητείαν.
Ι Καὶ ἀνάγνωσις εἶτα εἰς Γένεσιν. Μετὰ τὴν προφητείαν·
Ὁ ἱερεύς· Εἰρήνη σοι. Ὁ διάκονος· Σοφία.
[Μ καὶ ἀναγινώσκει τὸν Νʹ ψαλμόν].
Χ Καὶ τῶν ἀναγνωσμάτων ἀναγνωσκομένων οἱ ἀδελφοὶ ἐφιζάνουσι.
{[Ζʹ Σταυροειδὴς φωτισμὸς καὶ σφράγισις τοῦ λαοῦ].}
Ι Εἶτα λαβὼν ὁ ἱερεὺς μετὰ τῆς δεξιᾶς αὐτοῦ χειρὸς τὸν θυμιατὸν καὶ
κηρὸν ἅπτοντα, ἐκφωνεῖ·
Σοφία, ὀρθοί. Φῶς Χριστοῦ φαίνει πᾶσι(ν).
Εἶτα ἡ παροιμία, μεθ' ἥν·
Ὁ ἱερεύς· Εἰρήνη σοι.
Ὁ διάκονος· Σοφία.
Καὶ εὐθὺς τὸ Κατευθυνθήτω.
{[Ηʹ Ἐκτενής].}
Θ. Καὶ μετὰ τὴν εἴσοδον καὶ τὰ ἀναγνώσματα καὶ τὸ Κατευθυνθήτω
λέγει· Εἴπωμεν πάντες ἐξ ὅλης ψυχῆς (καὶ ἐξ ὅλης τῆς διανοίας, Κ εἴπωμεν)
Κύριε παντοκράτορ (ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου ἐπάκου-
σον καὶ ἐλέησον).
Ὑπὲρ τοῦ ἁγίου. Ὑπὲρ τοῦ ῥυσθῆναι.
Ἐλέησον ἡμᾶς, ὁ Θεός, (κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου (Κ, Κύ-
ριε) ἐπάκουσον καὶ ἐλέησον).
Ι, Κ κλπ. Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων βα-
σιλέων (ἡμῶν), κράτους, νίκης (Κ διαμονῆς, εἰρήνης, ὑγείας, σωτηρίας αὐτῶν
καὶ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι, κατευοδῶσαι αὐτοὺς
ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον).
Ι Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβεστάτων καὶ φιλοχρίστων βασιλέων ἡμῶν
τοῦ δεῖνος καὶ τῆς δείνα, ὑγείας καὶ
Ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν τοῦ Δ (δεῖνος) ὑγείας.
Ὑπὲρ ἀφέσεως τῶν ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ τοῦ Δ (δεῖνος) καὶ
πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Καὶ ὑπὲρ τῶν διακονούντων.
[Ἐκφ. Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις].
{Ι Εὐχὴ τῆς ἐκτενοῦς ἱκεσίας.}
Θ Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ
τῶν δούλων σου καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τοὺς
οἰκτιρμούς σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδε-
χόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως· Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς (ὑπάρχεις καὶ σοὶ
τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρί ...)
{[Θ' Εὐχαὶ ὑπὲρ τῶν κατηχουμένων καὶ τῶν φωτιζομένων]}
Κ. Ὁ διάκονος.
Θ, Ι, Κ, Λ κλπ. Εὔξασθαι οἱ κατηχούμενοι (τῷ Κυρίῳ).
Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων (δεηθῶμεν, ἵνα ὁ Κύριος αὐτοὺς
ἐλεήσῃ), κατηχήσῃ αὐτοῖς τὸν λόγον τῆς ἀληθείας, ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγ-
γέλιον (τῆς δικαιοσύνης), ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καθολικῇ καὶ ἀπο-
στολικῇ Ἐκκλησίᾳ.
Ι, Κ, Μ, α Σῶσον, ἐλέησον, ἀντιλαβοῦ (καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς
τῇ σῇ χάριτι).
Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν (τῷ Κυρίῳ κλίνατε).
Θ Ὁ ἱερεὺς εὔχεται· Ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης ... (σελ. 53).
Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον.
Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν (τῷ Κυρίῳ κλίνατε).
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι.
Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε·
Ταῦτα τὰ διακονικὰ λέγονται ἀπὸ τῆς αʹ ἑβδομάδος ἕως τῆς μεσονη-
στίμου· ἀπὸ δὲ τῆς δʹ τῆς μεσονηστίμου λέγονται ταῦτα τὰ ὑποτεταγμένα·
Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε· ὅσοι πρὸς τὸ φώ-
τισμα προέλθετε.
Εὔξασθαι οἱ πρὸς τὸ φώτισμα.
Οἱ πιστοὶ ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων ἀδελφῶν
ἡμῶν καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν·
ὅπως Κύριος ὁ Θεὸς ἡμῶν στηρίξῃ αὐτοὺς καὶ ἐνδυναμώσῃ·
φωτίσῃ αὐτοὺς φωτισμῷ γνώσεως καὶ ἀληθείας·
καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς
ἀφέσεως τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας·
ἀναγεννήσῃ αὐτοὺς δι' ὕδατος καὶ πνεύματος·
χαρίσῃ αὐτοῖς τὴν τελειότητα τῆς πίστεως·
συγκαταριθμήσῃ αὐτοὺς τῇ ἁγίᾳ αὑτοῦ καὶ ἐκλεκτῇ ποίμνῃ.
Σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον αὐτοὺς ὁ Θεὸς (τῇ σῇ χάριτι).
Οἱ πρὸς τὸ φώτισμα τὰς κεφαλὰς ὑμῶν (τῷ Κυρίῳ κλίνατε).
Αὕτη ἡ εὐχὴ λέγεται ἀπὸ τῆς δʹ τῆς μεσονηστίμου· Ἐπίφανον, δέσποτα,
τὸ πρόσωπόν σου κλπ. (βλ. σελ. 54)· Ἐκφώνως· Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν
καὶ σοὶ τὴν δόξαν·
Ὁ λαός· Ἀμήν.
Ὅσοι πρὸς τὸ φώτισμα προέλθετε, οἱ πρὸς τὸ φώτισμα προέλθετε·
Ὅσοι κατηχούμενοι προέλθετε· μή τις τῶν κατηχουμένων.
Ὅσοι πιστοὶ ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
{[Λειτουργία τῶν πιστῶν]
[Ιʹ. Εὐχαὶ ὑπὲρ τῶν πιστῶν]}
Θ Εὐχὴ πιστῶν αʹ μετὰ τὸ ἁπλῶσαι τὸ εἰλητόν.
Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετὸς κλπ. (σελ. 54).
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον.
Ἐκφώνως· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή. Ἔτι καὶ ἔτι.
Ὁ ἱερεὺς εὔχεται·
Δέσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε ... (σελ. 55).
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, ἀνάστησον καὶ διαφύλαξον.
Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ' οὗ εὐλογητὸς εἶ σὺν τῷ
παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι, νῦν (καὶ ἀεί ...)
{[ΙΑʹ Μεγάλη εἴσοδος]}
Θ Οἱ ψάλται (Κ, Λ, Μ, Φ, μ, Τρ. Ὁ λαὸς)· Νῦν αἱ δυνάμεις (Κ,
Μ τῶν οὐρανῶν)·
Κ, Μ. Εὐχὴ δὲ χερουβικοῦ οὐ λέγεται·
Ι Μετὰ τὸ εἰσοδεῦσαι τὸν ἱερέα ἀπὸ τῆς προθέσεως καὶ θῆναι τὰ
ἅγια ἐν τῇ ἁγίᾳ τραπέζῃ λέγει·
Θ, Κ, Μ, Π, Τρ. κλπ. Πληρώσωμεν τὴν ἑσπερινὴν (δέησιν ἡμῶν τῷ
Κυρίῳ).
Θ, Ι Ὑπὲρ τῶν προσκομισθέντων καὶ προαγιασθέντων (τιμίων δώ-
ρων τοῦ Κυρίου δεηθῶμεν)·
[Κ, Μ, Π Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν]
Θ, Ι, Κ, Π, Τρ. κλπ. Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν. Ι, Κ, Π ὁ
προσδεξάμενος αὐτά. Κ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ
(θυσιαστήριον). Θ, Π ἀντικαταπέμψῃ ἡμῖν·
Ι, Κ, Μ, Π, Τρ. κλπ. Ὑπὲρ τοῦ ῥυσθῆναι (ἡμᾶς ἀπὸ πάσης) ...
Θ Εὐχὴ τῶν προηγιασμένων μετὰ τὸ ἀποτεθῆναι τὰ δῶρα ἐν τῇ τρα-
πέζῃ καὶ πληρῶσαι τὸν λαὸν τὸν μυστικόν.
Ὁ τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων (σελ. 55—56).
{[ΙΒʹ Διακονικὰ—Κυριακὴ προσευχὴ—Μετάληψις]}.
Θ, Ι, Κ, Μ, Π, Π, α κλπ. Ἀντιλαβοῦ (σῶσον, ἐλέησον καὶ διαφύλαξον ...).
Τὴν ἑσπέραν πᾶσαν (τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ)
Ἄγγελον εἰρήνης, (πιστὸν ὁδηγόν, φύλακα).
Συγγνώμην καὶ ἄφεσιν τῶν (ἁμαρτιῶν)·
Τὰ καλὰ καὶ συμφέροντα (ταῖς ψυχαῖς)·
Τὸν ὑπόλοιπον χρόνον τῆς (ζωῆς)·
Χριστιανὰ τὰ τέλη (τῆς ζωῆς ἡμῶν, ἀνώ ...)
Τὴν ἑνότητα τῆς πίστεως (καὶ τὴν κοινωνίαν· τοῦ ἁγίου πνεύματος ...)
Καὶ καταξίωσον ἡμᾶς κλπ. (σελ. 56—57, στ. 60—76)·
Ι Ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται· Πρόσχες, Κύριε (σελ. 62, στ. 51—55):
Θ, Ι Ὁ διάκονος· Πρόσχωμεν·
Ὁ ἱερεύς· Τὰ προηγιασμένα (ἅγια τοῖς ἁγίοις)·
Ὁ λαός· Εἷς ἅγιος, εἷς Κύριος·
Φ Γεύσασθε καὶ ἴδεται (ἴδετε) ὅτι Χριστὸς ὁ Κύριος.
[Κ Ἰστέον ὅτι ὅταν μέλλῃ ὑψῶσαι, κεκαλυμμένων ὄντων τῶν ἁγίων,
εἰσάγει τὰς χεῖρας αὐτοῦ· ἐκφώ· Κ, μ Εἴτα τῆς μεταλήψεως τελειωθεί-
σης καὶ τῶν ἁγίων λειψάνων ἀπὸ τῆς ἱερᾶς ἀρθέντων τραπέζης, ὁ ἱερεὺς
ἐπεύχεται·]
[Θ Εἴτα τῆς μεταλήψεως]· Εὐχαριστοῦμέν σοι (σελ. 57—58)
{[ΙΓʹ Ἐπίλογος καὶ Ἀπόλυσις].}
Ι [Ἔπειτα θυμιάσας καὶ εἰπὼν καθ' ἑαυτὸν ὁ ἱερεύς·] Εὐλογητὸς ὁ
Θεὸς ἡμῶν [αἴρει τὰ ἅγια ἐκφωνῶν]·
Πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας·
Ὁ διάκονος· Ὀρθοὶ οἱ μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων,
ἀθανάτων καὶ ἐπουρανίων τοῦ Χριστοῦ μυστηρίων, εὐχαριστήσωμεν τῷ Κυρίῳ
Ἀντιλαβοῦ, σῶσον (ἐλέησον καὶ διαφύλαξον)
Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτη-
σάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους·
(Κ Ἐκφώνως)· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀνα-
πέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ·
(Κ, Φ Ὁ διάκονος)· Ἐν εἰρήνῃ (προέλθωμεν). Τοῦ Κυρίου δεηθῶμεν·
Εὐχὴ ὀπισθάμβωνος· Δέσποτα ὁ Θεὸς ὁ παντοκράτωρ (σελ. 58)
Ι Εὐχὴ εἰς τὸ συστεῖλαι τὰ ἅγια·
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς ... (σελ. 63, στ. 71—74)·
«Ἄξιον καὶ δίκαιόνἐστιν ὁ Θεὸς ἡμῶν, εὐχαριστεῖν σοι ἀδιαλείπτως ὑπὲρ πασῶντῶν εὐεργεσιῶν σου ὧν ἐδωρήσω ἡμῖν, πρῶτον μὲν ὅτι ἀπέστει-λας ἡμῖν ἐξ οὐρανοῦ τὸν ἅγιον παῖδά σου, τὸν σύνθρονον τῆςβασιλείας σου, τὸν συναΐδιόν σου υἱόν, τὸν Θεὸν λόγον, ὃςἐλθὼν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, λαβὼν τὴν ἡμετέραν ἀνθρωπό-τητα ὁ λόγος σὰρξ γενόμενος μὴ ὑπομείνας τροπήν, διὰ Πνεύ-ματος ἁγίου σάρκα καὶ ψυχὴν ἔννουν ἀνθρώπου ἔχων καὶ πάντατὰ τοῦ ἀνθρώπου χωρὶς ἁμαρτίας, οὐχ ὡς ἐν ἀνθρώπῳ τινὶἐνοικήσας, ἀλλὰ αὐτὸς ὅλως ὁ Θεὸς λόγος τέλειος τελείως βρω-θείς, οὐκ ἀλλοιώσας τὴν ἀνθρωπότητα, οὐχὶ δύο ὑπάρχων,ἀλλ' εἷς βασιλεύς, εἷς Χριστός, εἷς Κύριος θεότητι καὶ ἀνθρω-πότητι, ἀφύρτως καὶ ἀδιαιρέτως τὴν θείαν καὶ τὴν ἀνθρωπίνηνπιστούμενος φύσιν τοῖς θεοσημείοις καὶ τοῖς πάθεσι τοῖς ἀνθρω-πίνοις, μέλλων ἔρχεσθαι ἐπὶ τὸν ἑκούσιον καὶ ἀοίδιμον καὶζωοποιὸν τὸν ὑπὲρ ἡμῶν θάνατον, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίωναὐτοῦ καὶ ἀχράντων χειρῶν καὶ ἀναδείξας σοι τῷ Θεῷ καὶ Πατρί,εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦτοῖς ἁγίοις ἀποστόλοις εἰπών· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸσῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ὡσαύτωςμετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον καὶ κεράσας ἐκ δύοστοιχείων, ἐκ γεννήματος ἀμπέλου καὶ ὕδατος, ἐσφράγισεποτήριον ἀθανασίας καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ εἰπών·Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆςδιαθήκης τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσινἁμαρτιῶν». «Ἵνα ὁ ἄρτος οὗτος μετατρα-πεὶς γένηται σῶμα Χριστοῦ, σῶμα θεῖον, σῶμα σωτήριον ψυχῶνκαὶ σωμάτων, καὶ τὸ ἐν τῷ ποτηρίῳ τούτῳ κερασθὲν ἐπὶ τὸαὐτὸ αἷμα Χριστοῦ, αἷμα καινῆς διαθήκης, αἷμα σωτήριόν ἐστινἡμῖν, εἰς τὸ μετέχειν ἡμᾶς ὅλους τῶν ἁγίων σου μυστηρίων ἐνκαινότητι τοῦ πνεύματος καὶ οὐχὶ παλαιότητι τοῦ γράμματος».{Τὸ «Περὶ μέτρων καὶ σταθμῶν» ἔργονἘπιφανίου τοῦ Σαλαμῖνος} Εἴ τις ἐθέλει τῶν ἐν ταῖς θείαις γραφαῖς εἰδέναι τὰ πρὸς πολυπει-ρίαν μέρη, λέγω δὴ περὶ μέτρων καὶ σταθμῶν, τούτῳ τῷ ὑπομνηστικῷ ἐν-τυγχάνειν μὴ κατοκνείτω. Καὶ πρῶτον μὲν δεῖ εἰδέναι τὸν φιλόλογον, πόσατυγχάνει ἐν ταῖς προφητείαις μέρη. Εἰς δέκα γὰρ διῄρηνται θεωρίας αἱ προ-φητεῖαι, οὕτω περιέχουσαι διδασκαλίας, θεωρίας, προτροπάς, ἐλέγχους,ἀπειλάς, ὀλοφυρμούς, θρήνους, εὐχάς, ἱστορίας, προρρήσεις. Παράκεινταιδὲ ταῖς αὐταῖς προφητείαις σημεῖα ταῦτα· צ περὶ τῆς ἀποβολῆς τοῦ προτέ-ρου λαοῦ· ב περὶ τῆς ἀποβολῆς τοῦ κατὰ σάρκα νόμου· ⊻ περὶ τῆς και-νῆς διαθήκης· ∈ περὶ τῆς τῶν ἐθνῶν κλήσεως. ☩ περὶ Χριστοῦ. # περὶἐπαγγελιῶν τοῦ προτέρου λαοῦ. # περὶ τῆς ἐν ταῖς θείαις γραφαῖς ἀσα-φείας· # περὶ μελλόντων προγνώσεως. Ἐπειδὴ δέ τινες κατὰ προσῳδίαν ἔστιξαν τὰς γραφὰς καὶ περὶ τῆςπροσῳδίας τάδε· ὀξεῖα ´, βαρεῖα `, περισπωμένη ῀, μακρά –, βραχεῖα ⏑, δασεῖαʽ, ψιλή ʼ, ἀπόστροφος ', ὑφέν ͜, ὑποδιαστολή ⸒. Περὶ ἀστερίσκου καὶ ὀβελοῦκαὶ λιμνίσκου καὶ ὑπολιμνίσκου ἤγουν τῶν ἐν ταῖς θείαις γραφαῖς σημείων.Ὁ ἀστερίσκος οὗτος ※, ἔνθα παράκειται, σημαίνει τὸ ἐμφερόμενον ῥῆμα ἐντῷ ἑβραϊκῷ κεῖσθαι καὶ ἐμφέρεσθαι παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ, σπανίως δὲκαὶ παρὰ Θεοδοτίωνι· οἱ δὲ ἑβδομήκοντα δύο ἑρμηνευταὶ παρῆκαν καὶ οὐχἡρμήνευσαν, ὡς δισσολογουμένων τῶν τοιούτων λογίων καὶ ὡς ἐκ περισ-σοῦ ἀναγινωσκομένων. Εἰς παράστασιν δὲ τῶν εἰρημένων λεκτέον διὰβραχείας λέξεως εἰς τὸ ἀπὸ τῆς μιᾶς λέξεως περὶ τῶν λοιπῶν σε γνῶναι.Κεῖται ἐν ἀρχῇ τῆς Γενέσεως «οὐαεεεὶ Ἀδὰμ σαλωεὶμ σανᾶ οὐαθεσὰ μηὼθσανᾶ», ὃ ἑρμηνεύεται, ὡς καὶ Ἀκύλας ἠκολούθησε, «καὶ ἔζησεν Ἀδὰμ τριά-κοντα ἔτος καὶ ἐνακόσια ἔτος». Ὅθεν οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ ἐξἙβραίων ὁρμώμενοι καὶ ἐξ ἁπαλῶν ὀνύχων τήν τε τῶν Ἑβραίων, οὐ μὴνἀλλὰ καὶ τῶν Ἑλλήνων ἀκριβῶς πεπαιδευμένοι φωνήν, οὐ μόνον τὴν ἐκτῆς ἑβραΐδος εἰς ἑλληνίδα ἡρμήνευσαν γραφήν, ἀλλὰ καὶ τὴν ἐν τῇ ἑβραΐ-δι διὰ δισσολογίας ἐκφωνουμένην διάλεκτον τῇ τρανότητι ἑρμηνεύσαντεςπαρήγαγον. Καὶ ἀντὶ τοῦ εἰς δύο τόπους κεῖσθαι τὸ ὄνομα τοῦ ἔτους ἑνὶ τόπῳχρησάμενοι τὴν δοκοῦσαν εἶναι βόμβησιν εἰς λειότητα μετέβαλον φήσαν-τες «ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη», οὔτε ἐλλιπές τι ποιή-σαντες τῷ λόγῳ, ἀλλὰ καὶ εἰς τρανότητα κατέστησαν τὴν ἀνάγνωσιν, ὅπερἐν μὲν τῇ ἑβραΐδι οὐ δύναται διὰ τῆς συντομίας λέγεσθαι οὕτως, ὡς οἱ ἑβδο-μήκοντα δύο λέγουσιν, ὅτι «ἔζησεν Ἀδὰμ τριάκοντα καὶ ἐνακόσια ἔτη»,οὔτε ἐν τῇ ἑλληνίδι, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἐξ ἐπιπολῆς λέγων «ἔζησενἈδὰμ ἐνακόσια ἔτος καὶ τριάκοντα ἔτος». Ὁρᾷς γάρ, ὦ φιλόλογε, ὡς ἀπρέ-πειαν παρέχει τῷ λόγῳ, οὐ τῇ τρανότητι τοῦ λόγου προσέχων, ἀλλὰ τῇτῆς δευτερολογίας ἀκριβείᾳ. Καὶ ἔδοξε τοῦτό τισι παρὰ μὲν τοῖς ἑβδομήκον-τα δύο ἐλλιπῶς κεῖσθαι, παρὰ δὲ Ἀκύλᾳ καὶ Συμμάχῳ καὶ ἄλλαις ἐκδόσε-σιν ἀνελλιπῶς ἡρμηνεῦσθαι, ὅπερ οὐδὲ παρὰ τοῖς ἑβδομήκοντα δύο ἐνέ-λιπεν, ἀλλὰ καὶ ὑπὸ τῶν περὶ Ἀκύλαν μετὰ καὶ τῆς κακοφωνίας περισσῶςκεῖται ἐν δυσὶ τόποις ἀνθ' ἑνός, τουτέστιν ἀντὶ τοῦ ἔτη ἔτος καὶ ἔτος. Διὰτοῦτο ἐν ἑνὶ τόπῳ τὸ τοῦ ἔτους ὄνομα οἱ ἑβδομήκοντα δύο παρέλιπον. Ἐλ-θόντων δὲ μετ' ἔπειτα τῶν περὶ Ἀκύλαν καὶ τὰ ὑπὸ τῶν ἑβδομήκοντα δύοπαραλειφθέντα ἐκδεδωκότων, ἐδόκουν εἶναι περιττότερα. Ὠριγένης μετὰταῦτα ἐλθὼν ἀποκατέστησε μὲν ἑκάστῳ τόπῳ τὸν ἐλλείποντα λόγον, παρέ-θετο δὲ αὐτῷ τὸν ἀστερίσκον, οὐχ ὡς χρείας οὔσης τοῦ πάντως ζητηθῆναιτὸν λόγον, περιττὸς γάρ ἐστιν, ἀλλ' ἵνα μὴ παραλείψῃ Ἰουδαίοις καὶ Σα-μαρείταις ἐπιλαμβάνεσθαι τῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις θείων γραφῶν,μηδενὸς ἐπιληψίμου πράγματος ὑπάρχοντος κατὰ τῆς πίστεως ἐν τοῖςἀπηστερισμένοις λόγοις· περιττοὶ γάρ εἰσι καὶ δισσολογούμενοι, ὡς ἀπὸτῆς ἀναγνώσεως ἐδείξαμεν περὶ τοῦ Ἀδὰμ καὶ τῆς αὐτοῦ ζωῆς· ὡς καὶ ἀπὸτοῦ βραχυτάτου λόγου δυνατόν σε τοῖς λοιποῖς ἐπιστῆναι λόγοις, ἔνθαοἱ ἀστερίσκοι παράκεινται. Ἵνα δὲ καὶ τοῦτο μάθῃς, διὰ τί ἀστερίσκουςπαρέθετο τοῖς λόγοις τούτοις, ἀφθόνως καὶ τοῦτο λέξομεν. Ἐπίστασαι τοῦ-το, ὦ ἀκροατά, ὅτι ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ οἱ ἀστέρες εἰσί, κἄν τεὑπὸ νεφελῶν ἢ ἡλίου καλυφθῶσι. Τούτῳ τῷ νοήματι ὁ τοὺς ἀστερίσκουςπαραθεὶς ἐποίησεν, ἵνα σοι δείξῃ ὅτι οἱ λόγοι, οἷς παράκεινται οἱ ἀστερί-σκοι, πεπήγασι μὲν ἐν ταῖς ἑβραϊκαῖς λέξεσιν, ὡς οἱ ἀστέρες ἐν τῷ στερεώ-ματι τοῦ οὐρανοῦ, ἐκαλύφθησαν δὲ ὑπὸ τῆς τῶν ἑβδομήκοντα δύο ἑρμηνείας,ὡς οἱ ἀστέρες ὑπὸ τῶν νεφελῶν καλύπτονται. Αὕτη ἡ ὑπόθεσις τοῦ ἀστερί-σκου. Τοῦ δὲ ὀβελοῦ τὸ διήγημα τοῦτον ἔχει τὸν τρόπον. Ὀβελὸς οὗτός