De mensuris et ponderibus
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- De mensuris et ponderibus, ed. E. Moutsoulas, "Τὸ ‘Περὶ μέτρων καὶ σταθμῶν’ ἔργον Ἐπιφανίου τοῦ Σαλαμῖνος," Θεολογία 44 (1973) 157–198.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg033.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
64
ἐστιν ὁ παρακείμενος →· παραπλησίως γὰρ γράφεται τῇ καλουμένῃ γραμμῇ.
65
Ὀβελὸς δὲ κέκληται κατὰ ἀττικὴν χρῆσιν, ἄλλοις δὲ καλεῖται δόρυ, ὅ ἐστι
66
λόγχη, παρετέθη δὲ ταῖς τῆς θείας γραφῆς λέξεσι ταῖς παρὰ μὲν τοῖς ἑβδο-
67
μήκοντα δύο ἑρμηνευταῖς κειμέναις παρὰ δὲ τοῖς περὶ Ἀκύλαν καὶ Σύμμα-
68
χον μὴ ἐμφερομέναις. Ἀφ' ἑαυτῶν γὰρ οἱ ἑβδομήκοντα δύο ἑρμηνευταὶ
69
ταύτας τὰς λέξεις προσέθηκαν, οὐκ εἰς μάτην, ἀλλὰ μᾶλλον εἰς ὠφέλειαν.
70
Ταῖς γὰρ ἐλλιπῶς ἐχούσαις λέξεσι προστεθεικότες εἰς σαφήνειαν τὴν
71
ἀνάγνωσιν παρήγαγον, ὥσθ' ὑπολαμβάνειν ἡμᾶς οὐκ ἀμοίρους αὐτοὺς γεγε-
72
νῆσθαι πνεύματος ἁγίου. Ὧν γὰρ οὐκ ἦν χρεία δισσολογεῖν παρῆκαν·
73
ὅπου δὲ χωλὸν ἐδόκει τὸ ῥῆμα εἶναι εἰς ἑλληνικὴν διάλεκτον μεταφερό-
74
μενον, ἐκεῖ τὴν προσθήκην ἐποιήσαντο. Θαυμάσαι δέ ἔστιν ἐπὶ τούτῳ καὶ
75
μὴ τολμᾶν μέμψιν ἐπάγειν, ἀλλὰ μᾶλλον ἔπαινον, ὡς ἐκ βουλῆς Θεοῦ
76
γεγενημένον συνιέναι τὸν εὐλαβῆ. Ἑβδομήκοντα δύο γὰρ ὄντες τὸν ἀρι-
77
θμὸν καὶ ἐν τῇ Φαρίᾳ νήσῳ, καλουμένῃ δὲ ἄνω γῇ, ἄντικρυ τῆς Ἀλεξαν-
78
δρείας ἐν τριάκοντα καὶ ἓξ οἰκίσκοις, ζυγὴ ζυγὴ κατὰ οἰκίσκον, ἀφ' ἕωθεν
79
ἕως ἑσπέρας συγκλειόμενοι, καὶ τὸ ἑσπέρας ἐν τριάκοντα ἓξ σκαφιδίοις
80
περαιούμενοι καὶ ἀντιπεραιούμενοι εἰς τὸ τοῦ Πτολεμαίου τοῦ Φιλαδέλ-
81
φου παλάτιον καὶ μετ' αὐτοῦ ἑστιώμενοι καὶ κατὰ ζυγὴν ἐν κοιτῶσι τριά-
82
κοντα ἓξ καθεύδοντες εἰς τὸ μὴ συνδυάσαι μετ' ἀλλήλων ἀλλ' ἀνοθεύτως
83
ἑρμηνεῦσαι, οὕτω διετέλουν. Τοὺς γὰρ προειρημένους τριάκοντα ἓξ οἰκί-
84
σκους ὁ Πτολεμαῖος κατασκευάσας ἐν τῷ πέραν εἰς τὴν νῆσον διπλοῦς τε
85
αὐτοὺς ποιήσας δύο δύο ἐνέκλεισεν, ὡς ἔφην, καὶ παῖδας δύο ὑπηρετεῖν
86
αὐτοῖς ἅμα ἐνέκλειεν ὀψοποιίας ἕνεκεν καὶ ὑπηρεσίας μετὰ καὶ ταχυγρά-
87
φων. Ἀλλ' οὔτε θυρίδας τοῖς οἰκίσκοις ἐκείνοις ἐκ τῶν τοίχων ἐποίησεν,
88
ἀλλ' ἄνωθεν ἐκ τῶν δωμάτων τὰς καλουμένας ἀναφωτίδας ἀνέῳξεν. Οἱ δὲ
89
οὕτω διάγοντες ἀπὸ πρωίθεν ἕως ἑσπέρας ὑπὸ κλεῖδα συγκεκλεισμένοι
90
οὕτως ἡρμήνευσαν. Ἑκάστῃ δὲ ζυγῇ βίβλος μία ἐπεδίδοτο, ὡς εἰπεῖν ἡ βί-
91
βλος τῆς τοῦ κόσμου Γενέσεως μιᾷ ζυγῇ, ἡ Ἔξοδος τῶν υἱῶν Ἰσραὴλ τῇ
92
ἄλλῃ ζυγῇ, 〈τὸ〉 Λευιτικὸν τῇ ἄλλῃ καὶ καθ' ἑξῆς ἄλλη βίβλος τῇ ἄλλῃ. Καὶ
93
οὕτως αἱ εἴκοσι ἑπτὰ βίβλοι αἱ ῥηταὶ καὶ ἐνδιάθετοι, εἴκοσι δὲ καὶ δύο κατὰ
94
τὴν τοῦ ἀλφαβήτου παρ' Ἑβραίοις στοιχείωσιν ἀριθμούμεναι ἡρμηνεύθη-
95
σαν.
96
Εἴκοσι γὰρ καὶ δύο ἔχουσι στοιχείων ὀνόματα, πέντε δέ εἰσιν ἐξ
97
αὐτῶν διπλούμεναι. Τὸ γὰρ χὰφ ἔστι διπλοῦν καὶ τὸ μὲμ καὶ τὸ νοῦν καὶ
98
τὸ φὶ καὶ τὸ σαδέ. Διὸ καὶ αἱ βίβλοι κατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν
99
ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲ εὑρίσκονται, διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι.
100
Συνάπτεται γὰρ ἡ Ῥοὺθ τοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ' Ἑβραίοις μία βί-
101
βλος. Συνάπτεται ἡ πρώτη τῶν Παραλειπομένων τῇ δευτέρᾳ καὶ λέγεται
102
μία βίβλος. Συνάπτεται ἡ πρώτη τῶν Βασιλειῶν τῇ δευτέρᾳ καὶ λέγεται μία
103
βίβλος. Συνάπτεται ἡ τρίτη τῇ τετάρτῃ καὶ λέγεται μία βίβλος. Συνάπτεται
104
ἡ πρώτη τοῦ Ἔσδρα τῇ δευτέρᾳ καὶ γίνεται μία βίβλος. Οὕτως οὖν σύγκειν-
105
ται αἱ βίβλοι ἐν πεντατεύχοις τέτταρσι καὶ μένουσιν ἄλλαι δύο ὑστεροῦσαι,
106
ὡς εἶναι τὰς ἐνδιαθέτους βίβλους οὕτως· πέντε μὲν νομικάς, Γένεσιν, Ἔξο-
107
δον, Λευιτικόν, Ἀριθμούς, Δευτερονόμιον· αὕτη ἡ πεντάτευχος ἡ καὶ νο-
108
μοθεσία· πέντε δὲ στιχήρεις· ἡ τοῦ Ἰὼβ βίβλος, εἶτα τὸ Ψαλτήριον, Παροι-
109
μίαι Σολομῶντος, Ἐκκλησιαστής, Ἆ|σμα Ἀ|σμάτων. Εἶτα ἄλλη πεντάτευ-
110
χος τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιόγραφα λεγόμενα, ἅτινά ἐστιν
111
οὕτως· Ἰησοῦ τοῦ Ναυῆ βίβλος, Κριτῶν μετὰ τῆς Ῥούθ, Παραλειπομένων
112
πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, Βασιλειῶν
113
τρίτη μετὰ τῆς τετάρτης. Αὕτη τρίτη πεντάτευχος. Ἄλλη πεντάτευχος τὸ
114
δωδεκαπρόφητον, Ἡσαΐας, Ἱερεμίας, Ἰεζεκιήλ, Δανιήλ. Καὶ εἶτα ἐπλη-
115
ρώθη ἡ προφητικὴ πεντάτευχος. Ἔμειναν δὲ ἄλλαι δύο, αἵτινές εἰσι
116
τοῦ Ἔσδρα, δύο εἰς μίαν λογιζόμεναι, καὶ ἡ ἄλλη βίβλος ἡ τῆς
117
Ἐσθήρ. Καὶ ἐκπληρώθησαν αἱ εἴκοσι δύο βίβλοι κατὰ τὸν ἀριθμὸν
118
τῶν εἴκοσι δύο στοιχείων παρ' Ἑβραίοις. Αἱ γὰρ στιχήρεις δύο βίβλοι, ἥ
119
τε τοῦ Σολομῶντος, ἡ Πανάρετος λεγομένη, καὶ ἡ τοῦ Ἰησοῦ τοῦ υἱοῦ Σει-
120
ράχ, ἐκγόνου δὲ τοῦ Ἰησοῦ, (ὁ γὰρ πάππος αὐτοῦ Ἰησοῦς ἐκαλεῖτο), τοῦ
121
καὶ τὴν σοφίαν ἑβραϊστὶ γράψαντος, ἣν ὁ ἔκγονος αὐτοῦ Ἰησοῦς ἑρμηνεύ-
122
σας ἑλληνιστὶ ἔγραψε. Καὶ αὗται χρήσιμοι μέν εἰσι καὶ ὠφέλιμοι, ἀλλ' εἰς
123
ἀριθμὸν τῶν ῥητῶν οὐκ ἀναφέρονται. Διὸ οὐδὲ ἐν τῷ ἀαρὼν ἐνετέθησαν,
124
τουτέστιν ἐν τῇ τῆς διαθήκης κιβωτῷ.
125
Ἀλλὰ καὶ ἔτι τοῦτό σε μὴ παρέλθῃ, ὦ φιλόκαλε, ὅτι καὶ τὸ Ψαλτή-
126
ριον διεῖλον εἰς πέντε βιβλία οἱ Ἑβραῖοι, ὥστε εἶναι καὶ αὐτὸ ἄλλην πεν-
127
τάτευχον. Ἀπὸ γὰρ πρώτου ψαλμοῦ ἄχρι τεσσαρακοστοῦ μίαν ἐλογίσαν-
128
το βίβλον ἀπὸ δὲ τεσσαρακοστοῦ πρώτου ἄχρι τοῦ ἑβδομηκοστοῦ πρώ-
129
του δευτέραν ἡγήσαντο· ἀπὸ ἑβδομηκοστοῦ δευτέρου ἕως ὀγδοηκοστοῦ
130
ὀγδόου τρίτην βίβλον ἐποιήσαντο· ἀπὸ δὲ ὀγδοηκοστοῦ ἐνάτου ἕως
131
ἑκατοστοῦ πέμπτου τετάρτην ἐποίησαν· ἀπὸ δὲ ἑκατοστοῦ ἕκτου ἕως
132
τοῦ ἑκατοστοῦ πεντηκοστοῦ τὴν πέμπτην συνέθηκαν. Ἕκαστον γὰρ
133
ψαλμὸν ἔχοντα ἐν τῷ τέλει τὸ εὐλογητὸς Κύριος, γένοιτο, γένοιτο,
134
τέλος εἶναι βιβλίου ἐδικαίωσαν. Εὑρίσκεται δὲ τοῦτο ἔν τε τῷ τεσσαρα-
135
κοστῷ καὶ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ καὶ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ καὶ
136
ἐν τῷ ἑκατοστῷ πέμπτῳ. Καὶ ἐπληρώθησαν αἱ τέσσαρες βίβλοι. Ἐν δὲ
137
τῷ τέλει τῆς πέμπτης βίβλου ἀντὶ τοῦ εὐλογητὸς Κύριος γένοιτο γένοιτο
138
τὸ «πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον, ἀλληλούια». Οὕτω γὰρ λογι-
139
σάμενοι τὴν περὶ τούτου πᾶσαν ὑπόθεσιν ἀνεπλήρωσαν. Αὗται τοίνυν αἱ
140
εἴκοσι καὶ ἑπτὰ εἴκοσι δύο δὲ ἀριθμούμεναι μετὰ καὶ τοῦ Ψαλτηρίου καὶ
141
τῶν ὄντων ἐν τῷ Ἱερεμίᾳ φημὶ δὲ καὶ τῶν Θρήνων καὶ τῶν ἐπιστολῶν
142
Βαρούχ τε καὶ Ἱερεμίου, εἰ καὶ οὐ κεῖνται αἱ ἐπιστολαὶ παρ' Ἑβραίοις, ἢ
143
μόνον ἡ τῶν Θρήνων τῷ Ἱερεμίᾳ συναφθεῖσα, τὸν τρόπον ὃν εἴπομεν
144
ἡρμηνεύθησαν κατὰ περίοδον ἑκάστῃ ζυγῇ ἑρμηνευτῶν ἐπιδιδόμεναι καὶ
145
ἀπὸ τῆς πρώτης ζυγῆς τῇ δευτέρᾳ καὶ πάλιν ἀπὸ τῆς δευτέρας τῇ τρίτῃ καὶ
146
οὕτω παρῆλθον κυκλεύουσαι ἑκάστη τριακοντάκις καὶ ἑξάκις ἑρμηνευ-
147
θεῖσαι, ὡς δ' ᾄδεται λόγος καὶ αἱ εἴκοσι δύο καὶ ἑβδομήκοντα δύο τῶν
148
ἀποκρύφων.
149
Ὅτε δὲ ἐτελειώθησαν ἐκαθέσθη ὁ βασιλεὺς ἐπὶ θρόνου ὑψηλοῦ καὶ
150
τριάκοντα ἓξ ἀναγνῶσται καὶ αὐτοὶ ἐκαθέσθησαν ταπεινότερον, ἔχοντες
151
ἑκάστης βίβλου τὰ τριάκοντα ἓξ ἰσότυπα καὶ εἷς ἔχων τῆς βίβλου τῆς ἑβρα-
152
ικῆς ἀντίγραφον. Ἑνὸς δὲ ἀναγινώσκοντος ἀναγνώστου καὶ τῶν ἄλλων ἐπε-
153
χόντων οὐχ εὑρέθη διαφωνία, ἀλλὰ Θεοῦ θαυμάσιον ἔργον εἰς τὸ γνωσθῆ-
154
ναι, ὅτι πνεύματος ἁγίου ἔσχον δωρεὰν ἐκεῖνοι οἱ ἄνδρες ὁμοφωνήσαντες
155
ἐν τῇ ἑρμηνείᾳ καὶ ὅπου μὲν προσέθεντο λόγον πάντες ὁμοῦ προσέθεντο,
156
ὅπου δὲ ἀφείλοντο πάντες ἐπ' ἴσης ἀφείλοντο. Καὶ ὧν μὲν ἀφείλοντο οὐκ
157
ἔστι χρεία, ὧν δὲ προσέθεντο ἔστι χρεία. Εἰς δὲ τὸ γενέσθαι σοι σαφὲς
158
τὸ εἰρημένον, ὅτι θαυμαστῶς κατὰ Θεοῦ οἰκονομίαν καὶ ἐκ συμφωνίας
159
πνεύματος ἁγίου συμφώνως ἡρμήνευσαν, καὶ πρὸς ἀλλήλους οὐ διηνέχθη-
160
σαν, ὅπως ἂν ἐκ τούτου γνοὺς καὶ πεισθεὶς συναινέσῃς τῷ ἡμετέρῳ λόγῳ
161
παρέξω σοι ἐνταῦθα διὰ μικροῦ λόγου τὴν τούτων ἀπόδειξιν. Ἐν τῷ ἑκα-
162
τοστῷ τεσσαρακοστῷ ψαλμῷ ἔκειτο ἐν τῷ ἑβραϊκῷ οὕτως «Ἀδωναῒ ἐλὰχ
163
καριθὶ ἰσμαὴλ ἰεββητὰ ἀκὼλ», ἅ ἐστιν ἑρμηνευόμενα «Κύριε ἐκέκραξα πρὸς
164
σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ». Οὐκ ἔχει δὲ τὸ ἑβραϊκὸν «τῆς
165
δεήσεώς μου». Ὅρα οὖν, πῶς χωλὸν εὑρίσκεται. Οἱ δὲ ἑβδομήκοντα δύο
166
ἑρμηνευταὶ προστεθεικότες τὸ «τῆς δεήσεώς μου» ἀχώλαντον ἐποίησαν
167
τὸν στίχον καὶ ἡρμήνευσαν «Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου·
168
πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου». Καὶ ὅρα πῶς εὐδιόρθωτος ᾄδεται ὁ
169
ψαλμός. Ἐπίστηθι τοίνυν ἀπὸ τοῦ βραχυτάτου λόγου τοῖς ὁμοίοις αὐτῶν
170
κατὰ τὴν προσθήκην πανταχοῦ ὑπὸ τῶν αὐτῶν ἑρμηνευτῶν κειμένοις, ὅτι
171
καλῶς οἱ λόγοι προσετέθησαν εἰς φράσιν καὶ ὠφέλειαν τῶν μελλόντων
172
ἐθνῶν εἰς τὴν τοῦ Θεοῦ πίστιν ἄγεσθαι καὶ τὴν ἐκ τῶν θείων λόγων τῆς πα-
173
λαιᾶς καὶ νέας διαθήκης κτᾶσθαι ζωῆς κληρονομίαν.
174
Τῷ δ' αὐτῷ τρόπῳ ὁ Ὠριγένης καλῶς ποιῶν, ὡς περὶ τοῦ ἀστερίσκου
175
ἐποίησεν, οὕτως καὶ περὶ τοῦ ὀβελοῦ τὴν σημείωσιν ἐποιήσατο. Εἴθε οὖν
176
καὶ τὰ ἄλλα οὕτω καλῶς ἐποίησε. Τὰς γὰρ ἓξ ἑρμηνείας καὶ τὴν ἑβραϊκὴν
177
γραφὴν ἑβραϊκοῖς στοιχείοις καὶ ῥήμασιν αὐτοῖς ἐν σελίδι μιᾷ συντεθει-
178
κώς, ἄλλην σελίδα ἀντιπαρέθετο δι' ἑλληνικῶν μὲν γραμμάτων ἑβραϊκῶν
179
δὲ λέξεων πρὸς κατάληψιν τῶν μὴ εἰδότων ἑβραϊκὰ στοιχεῖα εἰς τὸ διὰ τῶν
180
ἑλληνικῶν εἰδέναι τῶν ἑβραϊκῶν λογίων τὴν δύναμιν. Καὶ οὕτω τοῖς λεγο-
181
μένοις ὑπ' αὐτοῦ ἑξαπλοῖς ἢ ὀκταπλοῖς τὰς μὲν δύο ἑβραϊκὰς σελίδας καὶ
182
τὰς ἓξ τῶν ἑρμηνευτῶν ἐκ παραλλήλου ἀντιπαραθεὶς μεγάλην ὠφέλειαν
183
γνώσεως ἔδωκε τοῖς φιλοκάλοις. Εἴθε δὲ καὶ ἐν τοῖς αὐτοῦ συντάγμασι μὴ
184
παρέπεσε καὶ τὸν κόσμον καὶ ἑαυτὸν ἠδίκησε κακῶς δογματίσας τὰ περὶ
185
πίστεως καὶ τὰ πλεῖστα τῶν γραφῶν κακῶς φράσας. Ἀλλὰ περὶ τοῦ ὀβελοῦ
186
αὖθις ἐπιλήψομαι τῆς διηγήσεως. Ἔφαμεν οὖν, ὅτι ὁ ὀβελὸς λόγχη λέγεται·
187
ξίφος δέ ἐστι τοῦτο ἀναιρετικόν. Ἔνθα τοίνυν ἡ λέξις εὑρίσκεται παρὰ μὲν
188
τοῖς ἑβδομήκοντα δύο κειμένη ἐν δὲ τῷ ἑβραϊκῷ μὴ ἐμφερομένη, ἐκ τῆς
189
τοῦ ὀβελοῦ σημειώσεως τοῦ τῇ λέξει παρακειμένου δηλοῦται ὅτι ἀνῄρηται
190
ὁ λόγος ἀπὸ τοῦ γεννητικοῦ τόπου, ἤτοι τοῦ ἐδάφους τῆς γραφῆς, ὡς μὴ
191
ὑπάρχων ἐν τῷ τόπῳ τῆς βίβλου. Καὶ ταῦτα μὲν περὶ τοῦ ἀστερίσκου καὶ
192
τοῦ ὀβελοῦ διηγησάμην.
193
Λοιπὸν καὶ περὶ τοῦ λιμνίσκου καὶ ὑπολιμνίσκου διηγητέον. Λιμνί-
194
σκον γοῦν, τὸν οὕτω γραφόμενον ὡς ἔχει τὸ προκείμενον σημεῖον ⁝, ὅ
195
ἐστι γραμμὴ μία μεσολαβουμένη ὑπὸ κεντημάτων δύο, εἴτ' οὖν στιγμῶν, μιᾶς
196
μὲν ἐπάνω οὔσης, τῆς δὲ ἄλλης ὑποκάτω, παρὰ ἰατροῖς φυσιολογικῶς ηὑ-
197
ρῆσθαί φασι, καὶ ὠνομάσθαι ἀπὸ τῆς κατὰ τὸ σῶμα χειρουργίας, δύο μὲν
198
ἁπλῶν τομῶν διαιρουμένων εἴτ' οὖν τεμνομένων, μέσον δὲ τῶν δύο διαιρέ-
199
σεων τοῦ τμηθέντος τόπου διὰ τὰς παρ' ἑκατέρας ἁπλᾶς δύο τομὰς ὀβελοῦ
200
σχῆμα τοῦ σώματος ἀποτελοῦντος. Μοτοῦ δὲ (ὅ ἐστι λινοῦν ῥάκος, εἰς λε-
201
πτὸν καὶ μακρὸν σχῆμα ἀποτμηθὲν) ἐμβαλλομένου ἀπὸ τῆς μιᾶς διαιρέ-
202
σεως καὶ εἰς τὴν ἄλλην διαπερῶντος, λιμνίσκος ὑπ' αὐτῶν τῶν ἰατρῶν καλῶς
203
ἐκλήθη διὰ τὸ λιμνάζειν κλυζόμενον τὸν μοτὸν ἐν τοῖς τοῦ τόπου ὑγροῖς.
204
Διὸ καὶ τοῦτο τὸ τοῦ σημείου σχῆμα τοῖς θείοις λόγοις παρέθετο, ἵν', ὅτε
205
σπανίως που εὕροις ἐν τῇ τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ διαφωνοῦσαν λέ-
206
ξιν, οὐ μὴν δὲ ἐλλείπουσαν οὐδὲ προστεθειμένην ταῖς ὁμοίαις αὐτῇ λέξεσι,
207
γνοίης ὅτι ὑπὸ μιᾶς ζυγῆς ἢ δύο αὕτη ἡρμηνεύθη ἡ λέξις διὰ τὰ παρακείμε-
208
να δύο κεντήματα. Καλεῖται δὲ ταῦτα συναμφότερα ἢ ὅμοια. Ἵνα δὲ καὶ
209
τοῦτο λεῖόν σοι εἴη καὶ εὐπερίδρακτον καὶ περὶ τούτου ἐρῶ. Ὅταν εὕρῃς
210
ὡς ἐν ἑβδομηκοστῷ ψαλμῷ ἐμφέρεται «τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιο-
211
σύνην σου» ἀντὶ τοῦ «ἀναγγελεῖ τὴν δικαιοσύνην σου», «ἀναγγελεῖ τὰς δι-
212
καιοσύνας σου». Πάλιν δὲ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ «καὶ ἔντιμον
213
τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ». Ἀντὶ δὲ τούτου πρόκειται, καὶ «ἔντιμον
214
τὸ ὄνομα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ». Καὶ οὕτως εἰς πολλοὺς τόπους εὕ-
215
ροις οὐδὲν μὲν ἐλλιπὲς ὑπάρχον οὐδὲ παρηλλαγμένον, ἀλλὰ τὸ αὐτὸ μὲν
216
ὑπάρχον διαφόρως δὲ ὀνομαζόμενον, ὡς εἶναι οὐ παρὰ ταῦτα ἄλλα συναμφο-
217
τέρως ἐκφωνούμενα. Οὕτω διὰ τὸν λιμνίσκον ἐσημειώθη ὡς παρὰ μιᾷ
218
ζυγῇ ἢ δυσὶ ζυγαῖς εὑρεθέντος τοῦ οὕτως ἐκφωνηθέντος λόγου. Καὶ ταῦτα
219
πάλιν περὶ λιμνίσκου εἴπομεν. Τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ ὑπολιμνί-
220
σκου δηλώσομεν, ὅπως γνῷς, ὅτι ὅπου εὑρίσκεται τὸ σημεῖον τοῦτο ὑπο-
221
κείμενον, ὃ ἐστὶν ἁπλῆ γραμμή, ὀβελοῦ τὸ σχῆμα ἔχουσα, ὑποκειμένην δὲ
222
ἔχουσα στιγμὴν ἤγουν κέντημα, τοῦτο τὸ σημεῖον τοῦ ὑπολιμνίσκου τύπον
223
δηλοῖ. Ὅπου οὖν εὑρεθῇ λέξει τινὶ παρακείμενος, δηλοῦται ὑπὸ μιᾶς που
224
ζυγῆς ἑρμηνευτῶν ἐξενεχθεὶς ὁ λόγος, καθ' ὃ ἡ μία στιγμὴ ὑποφαίνει. Καί
225
ἐστι καὶ αὐτὸ συναμφότερον ἢ συνάδελφον τῇ λέξει, ᾗ ἐπίκειται. Αὕτη
226
ἐστὶν ἡ ἡμῶν περὶ ἀστερίσκου καὶ ὀβελοῦ καὶ λιμνίσκου καὶ ὑπολιμνίσκου
227
φράσις, φιλοκαλώτατε.
228
Δεῖ δὲ ἡμᾶς καὶ αὐτῶν τῶν εἰρημένων τὴν ὑπόθεσιν δηλῶσαι.
229
Χρησιμεύσει γάρ σοι καὶ ἡ περὶ τούτων γνῶσις ἐξ αὐτῆς τῆς ἐπιβολῆς
230
τῆς περὶ αὐτῶν διηγήσεως, ὑποδεικνύουσα τίς, πόθεν καὶ πότε καὶ γένους
231
ποίου ἕκαστος αὐτῶν ὑπῆρξε, καὶ τοῦ ἑρμηνεῦσαι τίς αὐτῷ γέγονεν ἡ αἰ-
232
τία. Καὶ πρῶτοι μὲν ἑρμηνευταὶ γεγόνασι τῆς αὐτῆς θείας γραφῆς ἀπὸ
233
ἑβραϊκῆς διαλέκτου εἰς ἑλληνίδα ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν,
234
τὴν αὐτὴν πρώτην ἑρμηνείαν ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου ἑρμηνεύ-
235
σαντες, οἵτινες ἐξελέγησαν ἐκ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ἓξ ἄνδρες
236
κατὰ φυλήν, ὡς ἐξέδωκεν Ἀρισταῖος ἐν τῷ αὐτοῦ συντάγματι. † Τὰ δὲ
237
ὀνόματα αὐτῶν ἐστι τάδε. Πρῶτον ἐκ φυλῆς Ῥουβὴν Ἰωσῆ, Ἐζεκίας, Ζα-
238
χαρίας, Ἰωάννης, Ἐζεκίας, Ἐλισσαῖος. Δεύτερον ἐκ φυλῆς Συμεὼν
239
Ἰούδας, Σίμων, Σαμούηλος, Ἀδαῖος, Ματταθίας, Σελεμίας. Τρίτον ἐκ
240
φυλῆς Λευὶ Νεεμίας, Ἰώσηφος, Θεοδόσιος, Βασαῖος, Ὀρνίας, Δάκις.
241
Τέταρτον ἐκ φυλῆς Ἰούδα Ἰωνάθαν, Ἀβραῖος, Ἐλισσαῖος, Ἀνανίας,
242
Ζαχαρίας, Χελκίας. Πέμπτον ἐκ φυλῆς Ἰσσάχαρ Ἴσακος, Ἰάκωβος, Ἰη-
243
σοῦς, Σαμβαταῖος, Σίμων, Λευίς. Ἕκτον ἐκ φυλῆς Ζαβουλὼν Ἰούδας,
244
Ἰώσηφος, Σίμων, Ζαχαρίας, Ζαμούηλος, Σελεμίας. Ἕβδομον ἐκ φυλῆς
245
Γὰδ Σαμβαταῖος, Σεδεκίας, Ἰάκωβος, Ἴσακος, Ἰεισίας, Ματθαῖος. Ὄγδοον
246
ἐκ φυλῆς Ἀσὴρ Θεοδόσιος, Ἰάσων, Ἰησοῦς, Θεόδοτος, Ἰωάννης,
247
Ἰωνάθαν. Ἔνατον ἐκ φυλῆς Δὰν Θεόφιλος, Ἄβραμος, Ἄρσαμος, Ἰάσων,
248
Ἐνδεμίας, Δανίηλος. Δέκατον ἐκ φυλῆς Νεφθαλεὶμ Ἱερεμίας, Ἐλιέζερος,
249
Ζαχαρίας, Βαναίας, Ἐλισσαῖος, Δαθαῖος. Ἑνδέκατον ἐκ φυλῆς Ἰωσὴφ
250
Σαμούηλος, Ἰώσηφος, Ἰούδας, Ἰωνάθαν, Χαλέβ, Δοσίθεος. Δωδέκατον ἐκ
251
φυλῆς Βενιαμὶν Ἴσαλος, Ἰωάννης, Θεοδόσιος, Ἄρσαμος, Ἀβῖτος, Ἐζε-
252
κιήλ. Ταῦτά ἐστι τὰ ὀνόματα, ὧν προείπομεν ἑβδομήκοντα δύο ἑρμηνευ-
253
τῶν. † Περὶ ὧν ἀνωτέρω διὰ τῶν ἀστερίσκων καὶ τῶν ὀβελῶν καὶ περὶ τῶν
254
ἄλλων ἑρμηνευτῶν, τοῦτ' ἔστιν Ἀκύλα καὶ Συμμάχου καὶ λοιπῶν ἀπὸ μέ-
255
ρους διηγησάμεθα, ἐνταῦθα δὲ καὶ τὰς αἰτίας σοι δηλώσομεν φιλοκαλώτατε.
256
Ὁ γὰρ μετὰ τὸν πρῶτον Πτολεμαῖον δεύτερος βασιλεύσας Ἀλεξανδρείας
257
Πτολεμαῖος, ὁ ἐπικληθεὶς Φιλάδελφος, ὡς προείρηται, φιλόκαλός τις
258
ἀνὴρ καὶ φιλόλογος γεγένηται, ὅστις βιβλιοθήκην κατασκευάσας ἐπὶ τῆς
259
αὐτῆς Ἀλεξάνδρου πόλεως ἐν τῷ Βρουχίῳ καλουμένῳ (κλῖμα δὲ ἔστι τοῦτο
260
τῆς αὐτῆς πόλεως ἔρημον τανῦν ὑπάρχον) ἐνεχείρισε Δημητρίῳ τινὶ τῷ
261
Φαλαρηνῷ τὴν αὐτὴν βιβλιοθήκην, προστάξας συναγαγεῖν τὰς πανταχοῦ
262
γῆς βίβλους, γράψας ἐπιστολὰς καὶ προσλιπαρήσας ἕκαστον τῶν ἐπὶ γῆς
263
βασιλέων τε καὶ ἀρχόντων τοὺς ὑπὸ τὴν αὐτοῦ βασιλείαν τε καὶ ἀρχὴν
264
μὴ κατοκνῆσαι ἀποστεῖλαι ποιητῶν τε λέγω καὶ λογογράφων, ῥητόρων τε
265
καὶ σοφιστῶν καὶ ἰατρῶν καὶ ἰατροσοφιστῶν καὶ ἱστοριογράφων καὶ λοι-
266
πῶν βίβλους. Τοῦ δὲ ἔργου προκόπτοντος καὶ τῶν βιβλίων πανταχόθεν
267
συναγομένων, ἠρώτησεν ὁ βασιλεὺς τὸν τὴν βιβλιοθήκην πεπιστευμένον
268
ἐν μιᾷ τῶν ἡμερῶν, ὅτι πόσαι δ' ἂν εἶεν βίβλοι αἱ ἤδη ἐν τῇ βιβλιοθήκῃ συν-
269
αχθεῖσαι. Ὁ δὲ ἀπεκρίθη τῷ βασιλεῖ λέγων ὅτι ἤδη μέν εἰσι μυριάδες πέντε
270
βιβλίων καὶ τετρακισχίλιαι ὀκτακόσιαι πλεῖον ἢ ἔλασσον. Ἀκούομεν δὲ
271
ἔτι πολὺ πλῆθος ἐν τῷ κόσμῳ ὑπάρχειν, παρά τε Αἰθίοψι καὶ Ἰνδοῖς, Πέρ-
272
σαις τε καὶ Ἐλαμίταις καὶ Βαβυλωνίοις, Ἀσσυρίοις τε καὶ Χαλδαίοις, παρὰ
273
Ῥωμαίοις τε καὶ Φοίνιξι, Σύροις τε καὶ τοῖς ἐν τῇ Ἑλλάδι Ῥωμαίοις οὔπω
274
Ῥωμαίοις καλουμένοις ἀκμὴν ἀλλὰ Λατίνοις. Ἀλλὰ καὶ παρὰ τοῖς ἐν Ἱε-
275
ροσολύμοις τε καὶ ἐν τῇ Ἰουδαίᾳ ὑπάρχουσι βίβλοι θεϊκαὶ τῶν προφητῶν,
276
διηγούμεναι περὶ Θεοῦ καὶ τῆς κοσμοποιίας, καὶ τῆς ἄλλης πάσης κοινω-
277
φελοῦς διδασκαλίας. Εἰ οὖν δοκεῖ τῷ κράτει σου, βασιλεῦ, καὶ αὐτὰς με-
278
ταστείλασθαι, γράψον τοῖς ἐν Ἱεροσολύμοις διδασκάλοις καὶ ἀποστελοῦ-
279
σί σοι, ὅπως καὶ τὰς αὐτὰς βίβλους καταθῶ ἐν τῇ αὐτῇ τῆς σῆς εὐσεβείας
280
βιβλιοθήκῃ. Τότε τοίνυν γράφει ὁ βασιλεὺς ἐπιστολὴν ἔχουσαν τάδε.
281
Βασιλεὺς Πτολεμαῖος τοῖς ἐν Ἱεροσολύμοις τῶν Ἰουδαίων διδα-
282
σκάλοις πλεῖστα χαίρειν. Βιβλιοθήκην κατασκευάσας καὶ πλῆθος συν-
283
αγαγὼν βιβλίων ἐξ ἑκάστου ἔθνους, ἐν αὐτῇ ἀπεθέμην. Ἀκούσας δὲ ὡς καὶ
284
παρ' ὑμῖν ἐμφέρονται βίβλοι προφητῶν περὶ Θεοῦ τε καὶ κοσμοποιίας δη-
285
λοῦσαι, καὶ ταύτας ἅμα ταῖς ἄλλαις ἀφιερῶσαι ἐπιθυμῶν, γέγραφα, ὅπως
286
ταύτας ἡμῖν ἀποστείλητε. Ὅτι γὰρ τιμῆς ἕνεκεν καὶ οὐ περιεργείας χάριν
287
οὐδὲ κακονοίας τῆς τοιαύτης αἰτίας εἰμὶ ἐπιθυμητής, ἀλλὰ πίστεως ἕνεκα
288
καὶ τῆς περὶ ὑμᾶς φιλίας τὴν τούτων αἴτησιν ποιοῦμαι ἐκ τῆς πάλαι ὑφ'
289
ἡμῶν περὶ ὑμᾶς γενομένης εὐνοίας ἀναμνησθέντες εἴσεσθε. Μέμνησθε γάρ
290
που ὡς αἰχμαλώτων πολλῶν ἐκ τῆς ὑμετέρας πατρίδος ληφθέντων καὶ εἰς
291
Αἴγυπτον τὴν ἡμετέραν πατρίδα ἀχθέντων ἀνῆκα, καὶ μετ' ἐφοδίων πολλῶν
292
καὶ θεραπείας οὐ τῆς τυχούσης ἐπιμελησάμενος αὐτῶν ἐλευθέρους ἀπέπεμ-
293
ψα. Ἀλλὰ καὶ τοὺς ἐν αὐτοῖς πεπληγμένους ἰασάμενος ὡσαύτως ἀνῆκα
294
καὶ τοὺς γυμνοὺς ἐνέδυσα. Καὶ νῦν δὲ τράπεζαν χρυσῆν μετὰ πολυτελεστά-
295
της λιθίας κεκοσμημένην ἐξ ὁλκῆς ταλάντων ἑκατὸν ἀντὶ τῆς τραπέζης
296
τῆς ληφθείσης ἀπὸ τοῦ ἁγίου τόπου Ἱεροσολύμων ἀπέστειλα, μετὰ καὶ δώ-
297
ρων καὶ κειμηλίων τῷ ἱερῷ τόπῳ. Τούτων τοίνυν τὴν διήγησιν ἐποιησάμην,
298
ὅπως γνῶτε ὅτι ὑπὲρ εὐχῆς καὶ εὐσεβείας τὰς βίβλους αἰτῶ. Καὶ ἡ μὲν ἐπι-
299
στολὴ ἀπεστάλη καὶ τὰ ἀπεσταλμένα δῶρα ὡσαύτως. Αὐτοὶ δὲ δεξάμενοι
300
τὴν ἐπιστολὴν καὶ ἀναγνόντες καὶ τὰ ἀπεσταλμένα θεασάμενοι διὰ χαρᾶς
301
ἔσχον σφόδρα καὶ ἀμελλητὶ χρυσέοις γράμμασιν ἑβραϊκοῖς τὰς βίβλους
302
μεταγραψάμενοι τὰς ἤδη μοι προτεταγμένας ἀπέστειλαν, εἴκοσι δύο μὲν
303
τὰς ἐνδιαθέτους, ἑβδομήκοντα δύο δὲ τὰς ἀποκρύφους. Ὁ δὲ βασιλεὺς κο-
304
μισάμενος καὶ ἐντυχὼν καὶ μὴ δυνάμενος ἀναγνῶναι τῶν στοιχείων ἑβραϊ-
305
κῶν ὑπαρχόντων καὶ διαλέκτῳ τῇ ἑβραϊκῇ γεγραμμένων, δευτέραν ἐπιστο-
306
λὴν ἀναγκάζεται αὐτοῖς γράψαι καὶ αἰτῆσαι ἑρμηνευτὰς τοὺς δυναμένους
307
αὐτῷ φράσαι εἰς τὴν ἑλληνικὴν διάλεκτον τὰ τῆς ἑβραΐδος. Περιεῖχε δὲ ἡ
308
ἐπιστολὴ τάδε.
309
Ὁ βασιλεὺς Πτολεμαῖος τοῖς τῆς εὐσεβείας διδασκάλοις τοῖς ἐν
310
Ἱεροσολύμοις πλεῖστα χαίρειν. Θησαυροῦ κεκρυμμένου καὶ πηγῆς ἐσφρα-
311
γισμένης τίς ὠφέλεια ἐν ἀμφοτέροις; οὕτω καὶ ἡ παρ' ὑμῶν ἀπεσταλμένη ἡμῖν
312
τῶν βιβλίων ὑπόθεσις. Ἡμῶν γὰρ μὴ δυναμένων ἀναγνῶναι τὰ παρ' ὑμῶν ἡμῖν
313
ἀπεσταλμένα εἰς οὐδὲν ὄφελος γενήσεται ἡμῖν τὸ τοιοῦτον. Ἀλλὰ καταξιώσατε
314
ἑρμηνευτὰς ἡμῖν ἀποστεῖλαι τοὺς ἀπὸ νέας ὑμῖν ἡλικίας ἀκριβῶς τήν τε τῶν
315
Ἑβραίων καὶ τῶν Ἑλλήνων πεπαιδευμένους γλῶσσαν. Τότε τοὺς προγεγραμ-
316
μένους ἑβδομήκοντα δύο ἑρμηνευτὰς ἐκλεξάμενοι οἱ τῶν Ἑβραίων διδάσκα-
317
λοι ἀποστέλλουσι κατὰ τὸν τύπον, ὅν ποτε ἐποίησε Μωυσῆς, ἡνίκα ἀνῆλθεν
318
εἰς τὸ ὄρος διὰ προστάγματος Κυρίου, ἀκούσας ὅτι «παράλαβε μετὰ σεαυ-
319
τοῦ ἄνδρας ἑβδομήκοντα καὶ ἀνάβηθι εἰς τὸ ὄρος». Αὐτὸς δὲ διὰ τὴν πρὸς
320
τὰς φυλὰς εἰρήνην, ἵνα μὴ ἐξ ἐνίων λάβῃ πέντε ἄνδρας, ἐξ ἄλλων ἓξ καὶ
321
ποιήσῃ στάσιν ἐν ταῖς φυλαῖς, διενοήθη μᾶλλον ἑβδομήκοντα δύο παραλα-
322
βεῖν καὶ τῷ ἀριθμῷ προσθεῖναι. Τῷ αὐτῷ δὴ τρόπῳ, ὡς ἔφην, καὶ τούτους
323
ἀπέστειλαν, οἵτινες ἡρμήνευσαν τὰς βίβλους ἐν τῇ Φαρίᾳ καλουμένῃ νήσῳ,
324
καθάπερ ἄνω προείπομεν, ᾧ τρόπῳ ὑπεδείξαμεν. Καὶ οὕτως αἱ βίβλοι εἰς ἑλ-
325
ληνίδα μετενεχθεῖσαι ἀπετέθησαν ἐν τῇ πρώτῃ βιβλιοθήκῃ τῇ ἐν τῷ Βρου-
326
χίῳ οἰκοδομηθείσῃ, ὡς ἤδη ἔφην. Ἐγένετο δὲ αὐτῇ τῇ βιβλιοθήκῃ ἑτέρα, ἡ
327
θυγάτηρ αὐτῆς ὀνομασθεῖσα ἄνω ἐν τῷ Σεραπείῳ. Καὶ παρῆλθεν ὁ χρόνος
328
τῶν δέκα Πτολεμαίων καὶ Κλεοπάτρας ἐτῶν διακοσίων καὶ πεντήκοντα
329
καὶ ἐννέα.
330
Μετὰ δὲ τὸν πρῶτον Πτολεμαῖον τὸν Λάγου τὸν βασιλεύσαντα
331
ἔτη τεσσαράκοντα καὶ μετὰ τὸ ἕβδομον ἔτος τοῦ δευτέρου Πτολεμαίου τοῦ
332
καὶ Φιλαδέλφου ὁ ἀριθμὸς τῶν Πτολεμαίων καὶ τῶν ἐτῶν οὕτως. Πτολεμαῖος
333
Φιλάδελφος ἔτη ληʹ, ἐφ' οὗ ἐν τῷ ζʹ ἔτει αὐτοῦ πλείω ἢ ἐλάσσω οἱ προειρη-
334
μένοι οβʹ ἑρμηνευταὶ τὰς γραφὰς ἡρμήνευσαν. Μετὰ δὲ τὸν χρόνον τῆς ἑρ-
335
μηνείας τῶν γραφῶν τὰ ἔτη καὶ οἱ βασιλεῖς οὕτως. Πτολεμαῖος ὁ προειρη-
336
μένος Φιλάδελφος ἔτη λοιπὰ λαʹ. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κδʹ. Πτολε-
337
μαῖος ὁ Φιλοπάτωρ ἔτη καʹ. Πτολεμαῖος Ἐπιφανὴς ἔτη κβʹ Πτολεμαῖος
338
Φιλομήτωρ ἔτη λδʹ. Πτολεμαῖος ὁ Φιλόλογος καὶ Εὐεργέτης ἔτη κθʹ.
339
Πτολεμαῖος ὁ Σωτὴρ ἔτη ιεʹ. Πτολεμαῖος ὁ καὶ Ἀλεξᾶς ἔτη ιβʹ. Πτο-
340
λεμαῖος ὁ τοῦ Ἀλεξᾶ ἀδελφός, ὁ ὑπὸ τῆς μητρὸς ἐξωσθεὶς ἔτη ηʹ. Πτολε-
341
μαῖος ὁ Διόνυσος ἔτη λαʹ. Κλεοπάτρα Πτολεμαίου θυγάτηρ ἔτη λβʹ, ἥτις
342
Ἀντωνίῳ συνήφθη τῷ βασιλεῖ τῷ καὶ Ὀκταβίῳ. Ὁμοῦ ἔτη σνθʹ, ὡς ἄνω
343
πρόκειται. Καὶ ἐπαύσαντο αἱ Λαγίδαι βασιλεῖς οἱ ἀπὸ τοῦ Λάγου καταγό-
344
μενοι Πτολεμαῖοι, ὑφ' οὗ ἱππικὸν ἐν Ἀλεξανδρείᾳ κατασκευασθὲν μόνῃ
345
Λάγιον ὠνομάσθη.
346
Εἶτα βασιλεῖς Ῥωμαίων. Αὔγουστος ἔτη νϚʹ, μῆνας Ϛʹ, οὗτινος ἐν
347
τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ σάρ-
348
κα γεγέννηται. Τιβέριος ἔτη κγʹ, οὗ τῷ ὀκτωκαιδεκάτῳ ἔτει ὁ Χριστὸς ἐσταύ-
349
ρωται. Ἀπὸ δὲ τοῦ σταυροῦ ἕως τῆς καταστροφῆς Ἱεροσολύμων ἔτη οὕτως.
350
Τὰ λοιπὰ Τιβερίου ἔτη εʹ. Γάϊος ἔτη γʹ, μῆνας θʹ, ἡμέρας κθʹ. Κλαύδιος ἔτη
351
ιγʹ, μῆνας δύο παρ' ἡμέρας δύο. Νέρων ἔτη ιγʹ, μῆνας ζʹ, ἡμέρας κζʹ. Γάλβας
352
μῆνας ζʹ, ἡμέρας κϚʹ. Ὄθων μῆνας γʹ, ἡμέρας εʹ. Βιτέλλιος μῆνας ηʹ, ἡμέ-
353
ρας ιβʹ. Οὐεσπασιανὸς ἔτη θʹ, μῆνας ζʹ, ἡμέρας ιβʹ. Τίτος ἔτη δύο, μῆνας
354
δύο, ἡμέρας δύο. Ἐν τούτῳ τῷ χρόνῳ γέγονεν ἡ ἐρήμωσις Ἱεροσολύμων,
355
μετὰ πεντηκοστὸν ἔτος τῆς Χριστοῦ σταυρώσεως παρὰ μῆνας τρεῖς. Δομε-
356
τιανὸς ἔτη ιεʹ, μῆνας εʹ. Νερούας ἔτος αʹ, μῆνας δʹ. Τραϊανὸς ἔτη ιθʹ.
357
Ἀδριανὸς ἔτη καʹ, οὗτινος τῷ δωδεκάτῳ ἔτει Ἀκύλας ἐγνωρίζετο. Ἀπὸ
358
οὖν Αὐγούστου ἕως Ἀδριανοῦ ἔτη ρπʹ, μῆνες δʹ παρὰ ἡμέρας θʹ, ὡς εἶναι
359
ἀπὸ τοῦ χρόνου τῆς ἑρμηνείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν ἕως
360
Ἀκύλα τοῦ ἑρμηνευτοῦ καὶ δωδεκάτου ἔτους Ἀδριανοῦ ἔτη υλʹ καὶ
361
μῆνας δʹ παρὰ ἡμέρας θʹ.
362
Οὗτος ὁ Ἀδριανὸς λωβηθεὶς τῷ σώματι καὶ μεταστειλάμενος ἅπαν
363
τὸ πλῆθος τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ ἰατρῶν, ᾔτησε παρ' αὐτῶν ἰατρεί-
364
αν τοῦ σώματος αὐτοῦ. Οἱ δὲ πολλὰ κεκμηκότες καὶ πολλὰ ποιήσαντες
365
καὶ μηδὲν ἀνύσαντες ὑπ' αὐτοῦ ἐσκώφθησαν, ὃς καὶ ἐπιστολὴν ὀνειδιστι-
366
κὴν ἔγραψε κατ' αὐτῶν, τὴν τέχνην αὐτῶν αἰτιώμενος ὡς μηδὲν εἰδυῖαν.
367
Τῆς δὲ προκειμένης αὐτῷ νόσου ἕνεκα στέλλεται τὴν πορείαν ἐπὶ τὴν τῶν
368
Αἰγυπτίων γῆν. Ἔδει δὲ αὐτὸν ἀπὸ τῆς Ῥωμαίων ἐπὶ τὰς ἑξῆς προβαίνοντα
369
πόλεις ταύτας κατοπτεύειν. Ἦν γὰρ ὁ ἀνὴρ φιλοΐστωρ. Διέρχεται οὖν τὴν
370
Ἀντιόχου πόλιν, ὑπερβαίνει τε τὴν Κοίλην καὶ τὴν Φοινίκην, καὶ ἔρχε-
371
ται εἰς τὴν Παλαιστίνην, τὴν καὶ Ἰουδαίαν καλουμένην μετὰ ἔτη μζʹ τῆς
372
τῶν Ἱεροσολύμων ἐρημώσεως. Καὶ ἄνεισιν ἐπὶ τὰ Ἱεροσόλυμα, τὴν περί-
373
πυστον πόλιν καὶ ὀνομαστήν, ἣν κατέστρεψε Τίτος Οὐεσπασιανοῦ παῖς τῷ
374
δευτέρῳ ἔτει τῆς αὐτοῦ βασιλείας. Καὶ εὗρε τὴν πόλιν πᾶσαν ἠδαφισμένην,
375
καὶ τὸ ἱερὸν τοῦ Θεοῦ κατεπεπατημένον, παρεκτὸς ὀλίγων οἰκημάτων καὶ
376
τῆς τοῦ Θεοῦ ἐκκλησίας μικρᾶς οὔσης, ἔνθα ὑποστρέψαντες οἱ μαθηταί,
377
ὅτε ὁ Σωτὴρ ἀνελήφθη ἀπὸ τοῦ ἐλαιῶνος ἀνέβησαν εἰς τὸ ὑπερῷον. Ἐκεῖ
378
γὰρ ὠκοδόμητο· τοῦτ' ἐστὶν ἐν τῷ μέρει Σιών, ἥτις ἀπὸ τῆς ἐρημώσεως περι-
379
ελήφθη· καὶ μέρη οἰκήσεων περὶ αὐτὴν τὴν Σιὼν καὶ ἑπτὰ συναγωγαί, αἳ
380
ἐν τῇ Σιὼν μόναι ἑστήκεσαν, ὡς καλύβαι μόνον, ἐξ ὧν μία περιελείφθη
381
ἕως χρόνου Μαξιμωνᾶ τοῦ ἐπισκόπου καὶ Κωνσταντίνου τοῦ βασιλέως «ὡς
382
σκηνὴ ἐν ἀμπελῶνι» κατὰ τὸ γεγραμμένον. Διανοεῖται οὖν ὁ Ἀδριανὸς
383
τὴν πόλιν κτίσαι, οὐ μὴν τὸ ἱερόν. Καὶ λαβὼν τὸν Ἀκύλαν τοῦτον τὸν
384
προγεγραμμένον, ἑρμηνευτὴν Ἕλληνα ὄντα, ὡς καὶ αὐτὸς ὁ Ἀδριανὸς
385
Ἕλλην ὑπῆρχεν· ἦν δὲ ὁ Ἀκύλας αὐτοῦ τοῦ βασιλέως πενθερίδης, ἀπὸ
386
Σινώπης δὲ τῆς Πόντου ὁρμώμενος καθίστησιν αὐτὸν ἐκεῖσε ἐν Ἱεροσολύ-
387
μοις ἐπιστάτην τοῖς ἔργοις τῶν τῆς πόλεως κτισμάτων, ἐπιτεθεικὼς τῇ
388
οἰκοδομουμένῃ πόλει τὸ ἴδιον ὄνομα καὶ τοῦ βασιλικοῦ ὀνόματος τὸν
389
χρηματισμόν. Ὡς γὰρ ὠνόμαστο Αἴλιος Ἀδριανός, οὕτω καὶ τὴν πόλιν
390
ὠνόμασεν Αἰλίαν.
391
Ὁ τοίνυν Ἀκύλας διάγων ἐν τῇ Ἱερουσαλὴμ καὶ ὁρῶν τοὺς μαθη-
392
τὰς [τῶν μαθητῶν] τῶν ἀποστόλων ἀνθοῦντας τῇ πίστει καὶ σημεῖα μεγά-
393
λα ἐργαζομένους ἰάσεων καὶ ἄλλων θαυμάτων· —ἦσαν γὰρ ὑποστρέψαντες
394
ἀπὸ Πέλλης τῆς πόλεως εἰς Ἱερουσαλὴμ καὶ ἐν αὐτῇ διατρίβοντες καὶ δι-
395
δάσκοντες. Ἡνίκα γὰρ ἔμελλεν ἡ πόλις ἁλίσκεσθαι ὑπὸ τῶν Ῥωμαίων καὶ
396
ἐρημοῦσθαι προεχρηματίσθησαν ὑπὸ ἀγγέλου τοῦ Θεοῦ πάντες οἱ μαθη-
397
ταὶ μεταστῆναι ἀπὸ τῆς πόλεως, μελλούσης ἄρδην ἀπόλλυσθαι. Οἵτινες με-
398
τανάσται γενόμενοι ᾤκησαν ἐν Πέλλῃ τῇ προγεγραμμένῃ πόλει, πέραν τοῦ
399
Ἰορδάνου· ἡ δὲ πόλις ἐκ Δεκαπόλεως λέγεται εἶναι. Μετὰ δὲ τὴν ἐρήμωσιν
400
Ἱερουσαλὴμ ἐπαναστρέψαντες, ὡς ἔφην, εἰς τὰ Ἱεροσόλυμα σημεῖα μεγάλα,
401
ὡς προεῖπον, ἐπετέλουν. Ὁ οὖν Ἀκύλας κατανυγεὶς τὴν διάνοιαν τῷ χριστια-
402
νισμῷ ἐπίστευσε καὶ μετὰ χρόνον αἰτήσας τὴν ἐν Χριστῷ σφραγῖδα ἐκομί-
403
σατο. Ἀπὸ δὲ τῆς πρώτης αὐτοῦ ἕξεως ὅτε τὰ τῶν Ἑλλήνων ἐφρόνει μὴ με-
404
ταθέμενος τοῦ πιστεύειν δηλονότι τῇ ματαίᾳ ἀστρονομίᾳ, ἣν ἀκριβῶς ἐκπε-
405
παίδευτο, ἀλλὰ καθ' ἑκάστην ἡμέραν τὸ θέμα τῆς αὐτοῦ γενέσεως σκεπτό-
406
μενος, ἐλεγχόμενός τε ὑπὸ τῶν διδασκάλων καὶ ἐπιτιμώμενος ἕνεκα τού-
407
του καθ' ἡμέραν, μὴ διορθούμενος δέ, ἀλλὰ καὶ φιλονείκως μᾶλλον ἀντι-
408
τιθέμενος καὶ σπεύδων συνιστᾶν τὰ ἀσύστατα, τὴν εἱμαρμένην δηλονότι
409
καὶ τὰ περὶ αὐτῆς διηγήματα, ἐξεώσθη πάλιν τῆς ἐκκλησίας ὡς ἄχρηστος
410
πρὸς σωτηρίαν. Πικρανθεὶς δὲ τὴν διάνοιαν ὡς ἠτιμωμένος εἰς ζῆλον μά-
411
ταιον αἴρεται καὶ τὸν χριστιανισμὸν ἀναθεματίσας καὶ τὴν αὐτοῦ ζωὴν ἀρ-
412
νησάμενος προσηλυτεύει καὶ περιτέμνεται Ἰουδαῖος καὶ ἐπιπόνως φιλο-
413
τιμησάμενος ἐξέδωκεν ἑαυτὸν μαθεῖν τὴν Ἑβραίων διάλεκτον καὶ τὰ αὐ-
414
τῶν στοιχεῖα. Ταύτην δὲ ἀκρότατα παιδευθεὶς ἡρμήνευσεν οὐκ ὀρθῷ λο-
415
γισμῷ χρησάμενος, ἀλλ' ὅπως διαστρέψῃ τινὰ τῶν ῥητῶν, ἐνσκήψας τῇ
416
τῶν ἑβδομήκοντα δύο ἑρμηνείᾳ, ἵνα τὰ περὶ Χριστοῦ ἐν ταῖς γραφαῖς με-
417
μαρτυρημένα ἄλλως ἐκδώσῃ, δι' ἣν εἶχεν αἰδῶ εἰς ἄλογον αὐτοῦ ἀπο-
418
λογίαν.
419
Καὶ γίνεται οὕτω δευτέρα ἡ τούτου ἑρμηνεία, μετὰ ἀριθμὸν το-
420
σούτων χρόνων, ὡς ἀνωτέρω γεγράφαμεν. Ἠδυνάμεθα δὲ εἰπεῖν καὶ τὰς
421
παραπεποιημένας αὐτῷ καὶ ἐνδιαστρόφως ἑρμηνευθείσας λέξεις, ἀγαπητέ,
422
τὸν ἔλεγχον κατ' αὐτοῦ ἐχούσας ἐκ τῶν ὑπ' αὐτοῦ ἡρμηνευμένων. Ἀλλ'
423
ἤδη περὶ τῆς τούτων διαφορᾶς ἄνω διηγησάμενοι ἱκανῶς ἔχειν ἕως τῶν ὧ-
424
δε ἐδικαιώσαμεν. Μετὰ τοῦτον δὲ τὸν Ἀκύλαν καὶ τὴν αὐτοῦ ἑρμηνείαν
425
διαδέχεται Ἀδριανὸν τὸν βασιλέα Ἀντωνῖνος ὁ ἐπικληθεὶς Πῖος, ἑρμη-
426
νευόμενος εὐσεβής, καὶ βασιλεύει χρόνους κβʹ. Τοῦτον διαδέχεται Καρά-
427
καλλος ὁ καὶ Γέτας, ὃς καὶ Μᾶρκος Αὐρήλιος Σουῆρος ἐλέγετο καὶ βα-
428
σιλεύει ἔτη ζʹ. Ἐν τοῖς αὐτοῦ χρόνοις καὶ Λούκιος Αὐρήλιος Κόμοδος
429
βασιλεύει τὰ αὐτὰ ἑπτὰ ἔτη. Περτίναξ μῆνας ἕξ. Σευῆρος ἔτη ιηʹ. Ἐν τοῖς
430
τοῦ Σευήρου χρόνοις Σύμμαχός τις Σαμαρείτης τῶν παρ' αὐτοῖς σοφῶν μὴ
431
τιμηθεὶς ὑπὸ τοῦ οἰκείου ἔθνους νοσήσας φιλαρχίαν καὶ ἀγανακτήσας κα-
432
τὰ τῆς ἰδίας φυλῆς προσέρχεται Ἰουδαίοις καὶ προσηλυτεύει καὶ περι-
433
τέμνεται δευτέραν περιτομήν. Καὶ μὴ θαύμαζε περὶ τούτου, ὦ ἀκροατά·
434
γίγνεται γάρ. Ὅσοι γὰρ ἀπὸ Ἰουδαίων Σαμαρείταις προσφεύγουσιν
435
ἀντιπεριτέμνονται· ὡσαύτως καὶ οἱ ἀπὸ Σαμαρειτῶν πρὸς Ἰουδαίους
436
ἐρχόμενοι. Τὸ δὲ ἔτι τούτων χαλεπώτερον, ὅτι καὶ ἀπὸ περιτομῆς ἀκρό-
437
βυστοι γίνονται, τέχνῃ τινὶ ἰατρικῇ διὰ τοῦ καλουμένου σπαθιστῆρος τὴν
438
τῶν μελῶν ὑποδερματίδα ὑποσπαθισθέντες, ῥαφέντες τε καὶ κολλητικοῖς πε-
439
ριδεθέντες ἀκροβυστίαν αὖθις αὐτοῖς ἐπιτελοῦσιν. Ἔχεις καὶ τὴν μαρτυρίαν
440
παρὰ τῷ ἁγίῳ ἀποστόλῳ, ὦ φιλοκαλώτατε, δι' ὧν αὐτοῖς ῥήμασιν ὧδέ πως
441
λέγει «περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. Ἐν ἀκροβυστίᾳ τις ὑ-
442
πάρχει; μὴ περιτεμνέσθω». Ταύτην δὲ τὴν παράδοσιν τῆς κακοδαίμονος
443
ἐννοίας φασὶ τὸν Ἠσαῦ τὸν ἀδελφὸν τοῦ Ἰακὼβ εὑρηκέναι πρὸς ἀπαρνη-
444
σιθεΐαν καὶ πρὸς ἀφανισμὸν τοῦ τῶν πατέρων αὐτοῦ χαρακτῆρος. Δι' ὅ φα-
445
σι τὸν Θεὸν εἰρηκέναι «τὸν Ἠσαῦ ἐμίσησα, τὸν δὲ Ἰακὼβ ἠγάπησα». Οὗ-
446
τος τοίνυν ὁ Σύμμαχος πρὸς διαστροφὴν τῶν παρὰ Σαμαρείταις ἑρμηνει-
447
ῶν ἑρμηνεύσας τὴν τρίτην ἐξέδωκεν ἑρμηνείαν.
448
Μετὰ τοῦτον δὲ κατὰ πόδας ἐν τῷ ἑξῆς χρόνῳ, τοῦτ' ἔστι περὶ τὴν
449
τοῦ Κομόδου βασιλείαν, φημὶ δὲ τοῦ δευτέρου Κομόδου τοῦ βασιλεύσαν-
450
τος μετὰ τὸν προειρημένον Κόμοδον Αὐρήλιον ἔτη ιγʹ, Θεοδοτίων τις
451
Ποντικὸς ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρεσιάρχου τοῦ ἀπ' αὐτῆς τῆς
452
Σινώπης ὁρμωμένου καὶ αὐτὸς μηνιῶν τῇ ἑαυτοῦ αἱρέσει καὶ εἰς Ἰουδαϊ-
453
σμὸν ἀποκλίνας καὶ περιτμηθείς, καὶ τὴν τῶν Ἑβραίων φωνὴν καὶ τὰ αὐτῶν
454
στοιχεῖα παιδευθείς, ἰδίως καὶ αὐτὸς ἐξέδωκε. Διὸ τὰ πλεῖστα τοῖς ἑβδο-
455
μήκοντα δύο συνᾳδόντως ἐξέδωκε. Τριβὰς γὰρ εἶχε καὶ οὗτος τὰς πλεί-
456
στας ἀπὸ τῆς συνηθείας τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν. Κριτὴς τοίνυν
457
γένοιο, ὦ φιλοκαλώτατε, τῆς τοιαύτης ὑποθέσεως, παρὰ τίσι μᾶλλον εὑ-
458
ρεθήσεται ἡ ἀλήθεια, παρὰ τοῖς τρισὶ τούτοις, Ἀκύλᾳ λέγω καὶ Συμμάχῳ
459
καὶ Θεοδοτίωνι, τοῖς μὴ ἐπὶ τὸ αὐτὸ γενομένοις, ἀλλ' ἰδίᾳ ἑκάστῳ καὶ ἐν
460
καιρῷ καὶ τόποις ἀλλήλων διεστῶσι, καὶ οὐ πολλοῖς, ἀλλὰ τρισὶ μόνοις,
461
καὶ μὴ δυνηθεῖσιν ἀλλήλοις συμφωνῆσαι, ἢ παρὰ τοῖς ἑβδομήκοντα δύο,
462
τοῖς πρώτοις ἑρμηνεύσασι καὶ ὑφ' ἕνα καιρὸν γεγονόσι καὶ εἰς τριάκοντα
463
ἓξ μέρη κατὰ πρόσταγμα τοῦ βασιλέως διαιρεθεῖσι καὶ ἄνευ τοῦ πρὸς ἀλ-
464
λήλους συνδυάσαι ἐκ πνεύματος δὲ ἁγίου ὑπὸ μίαν συμφωνίαν τὴν πᾶσαν
465
ἑρμηνείαν ἐκδεδωκόσι καὶ ὅπου προσθήκης γέγονε χρεία σαφηνείας ἕνε-
466
κα τοῦ λόγου τὸ αὐτὸ προσθεῖσι καὶ συμφώνως ἀλλήλοις συμφωνήσασι
467
καὶ ἐκδοῦσι καὶ ταῦτα ἀγνοοῦσι τὶ ἕκαστος καθ' ἑαυτὸν ἑρμηνεύει· ὅπου
468
δὲ πάλιν ἐκβολῆς λόγων τινῶν χρεία, ἐπ' ἴσης ἐκβαλοῦσι καὶ συνᾳδόντως
469
ἑρμηνεύσασιν, ὥσπερ εἰ ἐν τῷ ἅμα πάντες ἐκάθηντο καὶ συμβουλευτικῶς
470
ἀλλήλοις ἡρμήνευον. Εὔδηλον ὅτι ἐν τοῖς ἑβδομήκοντα δύο εὑρεθήσεται
471
ἡ ἀλήθεια. Ὥστε γνωστὸν τοῦτον τοῖς φιλαλήθως ἐξετάζειν βουλομένοις,
472
ὅτι οὐ μόνον ἑρμηνευταὶ ἐκεῖνοι γεγόνασιν, ἀλλὰ καὶ ἀπὸ μέρους προφῆται.
473
Ὧν γὰρ οὐκ ἦν χρεία εἰς ἑρμηνείαν παρῆκαν, ἅτινα εἰς ὕστερον ἐν τοῖς
474
σφῶν αὐτῶν τόποις μετὰ ἀστερίσκων Ὠριγένης συνέθηκεν. Ὡσαύτως δὲ
475
καὶ τὰ προστεθέντα οὐκ ἀφείλατο, εἰδὼς ὅτι αὐτῶν μᾶλλόν ἐστι χρεία, ἀλ-
476
λὰ μετὰ ὀβελῶν ἔνθα ἕκαστον τῶν εἰρημένων εὗρεν εἴασε, μόνον σημειω-
477
σάμενος διὰ τοῦ ὀβελοῦ τὴν περὶ τῆς τοῦ τόπου ἀναγνώσεως εἴδησιν. Διὰ δὲ
478
τῶν λιμνίσκων ὡσαύτως ἐδήλωσε τῶν παρά τισιν ἐκ τῶν ἑβδομήκοντα δύο
479
ἑρμηνευτῶν συναμφοτέρως εὑρεθεισῶν, ὡς ἐν σπάνει ὀλίγων λέξεων οὐκ
480
ἀνομοίων οὐσῶν, ἀλλ' ὁμοίων μὲν καὶ τὴν αὐτὴν δύναμιν ἐχουσῶν, ὡς ἂν
481
εἴποι τις ἀντὶ τοῦ «ἐλάλησεν» «ἐφθέγξατο», ἢ ἀντὶ τοῦ «ἦλθεν» «ἐλήλυθε».
482
Καὶ ταῦτα μὲν περὶ τῶν τεσσάρων ἑρμηνειῶν σοι γεγράφαμεν.
483
Περὶ δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως οὐκ ἔχω εἰπεῖν τίνες ἢ
484
πόθεν ἑρμηνεύσαντες, ἢ μόνον ὅτι μετὰ τὸν διωγμὸν τοῦ βασιλέως Σευήρου
485
εὑρέθη ἡ πέμπτη ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμένη ἐν χρόνοις Ἀντωνίνου
486
τοῦ υἱοῦ Σευήρου τοῦ ἐπικληθέντος Καρακάλλου τε καὶ Γέτα. Καθ' ἑξῆς γὰρ
487
ὁ τῶν ἀπὸ Ἀντωνίνου τοῦ Πίου, τοῦ εὐσεβοῦς ἑρμηνευομένου χρόνος τῶν
488
βασιλευσάντων ταύτην ἔσχε τὴν διαδοχήν. Μετὰ Ἀντωνῖνον τὸν Πῖον
489
βασιλεύει Μᾶρκος Αὐρήλιος Ἀντωνῖνος, ὁ καὶ Οὐῆρος, ἔτη ιθʹ. Ἐλέγετο
490
δὲ ὁ αὐτὸς Κόμοδος Λούκιος. Ἐν δὲ τῷ χρόνῳ τούτου, ὡς προεῖπον, Σύμ-
491
μαχος ἐγνωρίζετο ὁ ἑρμηνευτής. Μετὰ τοῦτον Κόμοδος ἄλλος βασιλεύει
492
ἔτη ιγʹ, περὶ οὗ χρόνον γνωρισθῆναι Θεοδοτίωνα εἴδομεν, τὸν ἐκ Μαρκι-
493
ωνιστῶν Ἰουδαῖον γεγονότα καὶ τὴν τετάρτην ἑρμηνείαν ἑρμηνεύσαντα.
494
Κόμοδον δὲ τοῦτον διαδέχεται Περτίναξ καὶ βασιλεύει μῆνας ἕξ. Τοῦτον
495
διαδέχεται Σευῆρος καὶ βασιλεύει σὺν τῷ υἱῷ αὐτοῦ Ἀντωνίνῳ τῷ καὶ Γέ-
496
τᾳ ἔτη ιηʹ. Τελευτήσαντος δὲ τοῦ Σευήρου διαδέχεται τὴν ἀρχὴν αὐτοῦ
497
Ἀντωνῖνος Γέτας ὁ υἱὸς αὐτοῦ ὁ ἐπικληθεὶς Καράκαλλος καὶ ποιεῖ ἔτη
498
ζʹ. Ἐν ταῖς ἡμέραις τούτου, ὡς προεῖπον, εὑρέθησαν αἱ βίβλοι τῆς πέμ-
499
πτης ἐκδόσεως ἐν πίθοις ἐν Ἱεριχῷ κεκρυμμέναι μετὰ ἄλλων βιβλίων
500
ἑβραϊκῶν καὶ ἑλληνικῶν. Τὸν δὲ Καράκαλλον διαδέχεται Μακρῖνος καὶ
501
βασιλεύει ἔτος ἕν. Τοῦτον διαδέχεται Ἀντωνῖνος ἕτερος, βασιλεύσας
502
ἔτη δʹ. Μετὰ τοῦτον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας παῖς, ἔτη ιγʹ.
503
Ἐν μέσῳ τῶν χρόνων τούτων εὑρέθη ἕκτη ἔκδοσις καὶ αὐτὴ ἐν πίθοις
504
κεκρυμμένη ἐν Νικοπόλει τῇ πρὸς Ἀκτίᾳ. Μετὰ τοῦτον βασιλεύει Μαξι-
505
μιανὸς ἔτη γʹ. Τοῦτον διαδέχεται Γορδιανὸς καὶ βασιλεύει ἔτη ἕξ. Μετὰ
506
τοῦτον βασιλεύει Φίλιππος ἐπὶ ἔτεσιν ἑπτά. Τοῦτον διεδέξατο Δέκιος καὶ
507
ἐβασίλευσεν ἐνιαυτὸν ἕνα καὶ μῆνας γʹ. Ἐν τοῖς χρόνοις Δεκίου Ὠριγένης
508
ἐγνωρίζετο ἀπὸ χρόνων Δεκίου ἀκμάσας ἕως χρόνων Γαλιήνου καὶ Οὐο-
509
λουσιανοῦ καὶ ἐπέκεινα. Ἐπὶ δὲ τοῦ διωγμοῦ τοῦ προειρημένου Δεκίου
510
γεγονότος ἐμαρτύρησε Βαβύλας μὲν ἐν Ἀντιοχείᾳ, Φλαβιανὸς δὲ ἐπὶ
511
Ῥώμης, Ἀλέξανδρος ἐπίσκοπος Ἱεροσολύμων ἐν Καισαρείᾳ. Καὶ αὐτὸς
512
δὲ Ὠριγένης ὁ καὶ Ἀδαμάντιος κληθεὶς πολλὰ πεπονθὼς εἰς τέλος τοῦ
513
μαρτυρίου οὐκ ἔφθασεν. Ἐλθὼν δὲ εἰς Καισάρειαν τὴν Στράτωνος καὶ δια-
514
τρίψας εἰς Ἱεροσόλυμα χρόνον ὀλίγον, εἶτα ἐλθὼν εἰς Τύρον ἐπὶ ἔτη κηʹ,
515
ὡς ὁ λόγος ἔχει, τὴν μὲν πολιτείαν ἐνησκεῖτο, τὰς δὲ γραφὰς ἡρμήνευσεν,
516
ὅτε καὶ τὰ ἑξαπλᾶ καὶ τὰς δύο τῶν ἑβραϊκῶν σελίδας ἄντικρυ ἐκ παραλλήλου
517
μιᾶς ἑρμηνείας πρὸς τὴν ἑτέραν συνέθηκεν ἑξαπλᾶ τὰς βίβλους ὀνομάσας,
518
καθ' ἅπερ ἄνω διὰ πλάτους εἴρηται.
519
Εὑρὼν δὲ τῆς πέμπτης καὶ ἕκτης ἐκδόσεως τὰς βίβλους καθ' ὃν
520
εἴπομεν τρόπον, καὶ μὴ γνοὺς τίνες εἶεν οἱ ἑρμηνεύσαντες αὐτάς, καθ' οὓς
521
εὑρέθησαν χρόνους ταῖς πρὸ αὐτῶν τέσσαρσιν ἀκολούθως τῇ παραθέσει
522
συνυφήνας, τὴν μίαν πέμπτην ὠνόμασεν, ἐπιγράψας διὰ τοῦ πέμπτου στοι-
523
χείου τῆς πέμπτης τὸν ἀριθμὸν καὶ δηλώσας τὸ ὄνομα· ὡσαύτως δὲ καὶ τῇ
524
μετ' αὐτὴν τὸ ἐπίσημον ἐπιγράψας τὸ τῆς ἕκτης ἑρμηνείας ὄνομα ἐδήλωσεν.
525
Ἀλλὰ καὶ τεχνικῶς τοῦτο εἰργάσατο, ὅπερ τῶν φιλολόγων τινὰς λανθάνει.
526
Ἐντυγχάνοντες γάρ τινες τοῖς ἑξαπλοῖς ἢ ὀκταπλοῖς—τετραπλᾶ γάρ εἰσι
527
τὰ ἑλληνικά, ὅταν αἱ τοῦ Ἀκύλα καὶ Συμμάχου καὶ τῶν ἑβδομήκοντα δύο
528
καὶ Θεοδοτίωνος ἑρμηνεῖαι συντεταγμέναι ὦσι· τῶν τεσσάρων δὲ τούτων
529
σελίδων ταῖς δυσὶ ταῖς ἑβραϊκαῖς συναφθεισῶν ἑξαπλᾶ καλεῖται· ἐὰν δὲ καὶ
530
ἡ πέμπτη καὶ ἡ ἕκτη ἑρμηνεία συναφθῶσιν ἀκολούθως τούτοις ὀκταπλᾶ
531
καλεῖται· φημὶ δὴ ταῖς ἓξ ἑρμηνείαις καὶ ταῖς ἄλλαις δυσὶ τῇ μὲν ἑβραϊκοῖς
532
στοιχείοις καὶ ῥήμασιν αὐτοῖς γεγραμμένῃ, τῇ δὲ ἑλληνικοῖς μὲν στοιχείοις
533
ῥήμασι δὲ ἑβραϊκοῖς. Τινὲς τοίνυν, ὡς ἔφην, ταύταις ταῖς βίβλοις ἐντυγχά-
534
νοντες καὶ εὑρίσκοντες τὰς δύο ἑβραϊκὰς πρώτας κειμένας, μετὰ ταύτας δὲ
535
πρώτην τὴν τοῦ Ἀκύλα τεταγμένην, μεθ' ἣν καὶ τὴν τοῦ Συμμάχου, ἔπειτα
536
τὴν τῶν ἑβδομήκοντα δύο, μεθ' ἃς ἡ τοῦ Θεοδοτίωνος συντέτακται καὶ ἑξῆς
537
ἡ πέμπτη τε καὶ ἕκτη, δοκοῦσι πρώτους ἑρμηνεῦσαι τὸν Ἀκύλαν καὶ τὸν
538
Σύμμαχον τῶν ἑβδομήκοντα δύο κατὰ τὴν τάξιν τῆς θέσεως, ὅπερ οὐκ ἔστιν.
539
Ἀλλ' Ὠριγένης πυθόμενος τὴν τῶν ἑβδομήκοντα δύο ἔκδοσιν ἀκριβῆ εἶναι,
540
μέσην ταύτην συνέθηκεν, ὅπως τὰς ἐντεῦθεν καὶ ἐντεῦθεν ἑρμηνείας διε-
541
λέγχῃ. Τοῦτο δὲ μόνον Ὠριγένης χρησίμως ἐποίησεν. Ἵνα δὲ καὶ τῶν
542
Ῥωμαίων βασιλέων τὴν ἀκολουθίαν, ἣν ἠρξάμεθα ποιεῖν, μὴ παραλείψωμεν,
543
αὖθις τὰς τῶν ἄλλων βασιλέων διαδοχάς, καθὼς ἕκαστος ἐβασίλευσεν,
544
ὑποτάξωμεν.
545
Μετὰ Γαλίηνον καὶ Οὐολουσιανὸν τοὺς προγεγραμμένους βασι-
546
λεύσαντας ἐπὶ ἔτεσι δύο καὶ μησὶ τέσσαρσιν ἐβασίλευσεν Οὐαλεριανὸς καὶ
547
Γαλίηνος ἐπὶ ἔτεσι ιβʹ. Ἐν τῷ ἐνάτῳ ἔτει τῆς τούτων βασιλείας ἀνέβη
548
Μάνης ἀπὸ τῆς Περσίδος, ὅτε καὶ πρὸς Ἀρχέλαον τὸν ἐπίσκοπον Κασχά-
549
ρων τῆς Μεσοποταμίας συζητήσας καὶ τὸ ἧττον ἀπενεγκάμενος λεληθότως
550
ἀπέδρα καὶ ἐλθὼν εἰς Διοδωρίδα κώμην τῆς Κασχάρων περιοικίδος καὶ
551
συζητήσας Τρύφωνι τῷ ἁγίῳ πρεσβυτέρῳ, τελείως ὑπ' αὐτοῦ κατῃσχύνθη.
552
Ἀκούσαντος γὰρ τοῦ ἁγίου Ἀρχελάου ὡς ἐκεῖνος ἔφθασε πρὸς Τρύφωνα
553
καὶ διάλεξιν πρὸς αὐτὸν ποιεῖται καὶ ἐπικαταλαβόντος καὶ συνάψαντος
554
πρὸς αὐτὸν τὸν Μάνην τὴν ζήτησιν καὶ τέλεον αὐτὸν ἡττήσαντος κατῃ-
555
σχύνθη. Δι' ὃ ἔμελλεν ὁ Μάνης λίθοις ὑπὸ τῶν λαῶν θανατοῦσθαι· λυτρω-
556
θεὶς δὲ ὑπὸ τοῦ ἐπισκόπου Ἀρχελάου καὶ ἀνακάμψας εἰς τὴν Περσίδα,
557
ἀκούσαντος τοῦ βασιλέως τῶν Περσῶν τὴν αὐτοῦ παρουσίαν καὶ μεταστει-
558
λαμένου αὐτὸν ἐκελεύσθη καλάμῳ ἐκδαρῆναι καὶ οὕτω τὸ τέλος τοῦ βίου
559
κατέστρεψε. Μετὰ Οὐαλεριανὸν δὲ καὶ Γαλίηνον βασιλεύει Κλαύδιος
560
ἐνιαυτὸν ἕνα καὶ μῆνας θʹ. Τοῦτον διαδέχεται Αὐρηλιανός, καὶ βασιλεύει
561
ἔτη πέντε καὶ μῆνας ἕξ. Μετὰ τοῦτον ἐβασίλευσε Τάκιτος μῆνας ἕξ. Μετὰ
562
τοῦτον ἐβασίλευσε Πρόβος ἔτη ἓξ καὶ μῆνας δʹ. Μετὰ τοῦτον ἐβασίλευσε
563
Κᾶρος ἅμα τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη δύο. Μετὰ τοῦτον
564
Διοκλητιανὸς ἅμα Μαξιμιανῷ καὶ Κωνσταντίῳ ἔτη κʹ, Μαξιμῖνον κοινωνὸν
565
τῆς βασιλείας ἀποδείξας, ἐφ' ὧν ὁ κρατικὸς διωγμὸς γεγένηται, διαρκέσας
566
ἀπὸ ζʹ ἔτους Διοκλητιανοῦ ἕως ιθʹ ἔτους αὐτοῦ ἐπὶ ὅλοις δώδεκα ἔτεσι
567
συνάψας. Παυσαμένου δὲ τοῦ διωγμοῦ βασιλεύει Διοκλητιανὸς ἄλλον ἕνα
568
ἐνιαυτὸν καὶ παύεται τῆς βασιλείας οὐαιτρανίσας. Μαξιμιανὸς δὲ κακῷ
569
μόρῳ ὀφθαλμίᾳ τε καὶ πάθει σωματικῷ περιπεσὼν ἐξεβολβήθη τοὺς ὀφθαλ-
570
μοὺς αὐτομάτῳ νόσῳ, καθ' ὃν τρόπον διέθετο τοὺς τοῦ Χριστοῦ μάρτυρας
571
καὶ οὕτω τὸν βίον κατέστρεψε, καταλείψας Λικίνιον καὶ Κωνστάντιον
572
βασιλεύοντας. Ἀπὸ δὲ Διοκλητιανοῦ καὶ δεῦρο τὰ ἔτη Μαξιμιανοῦ καὶ
573
Λικινίου καὶ Κωνσταντίου τοῦ μακαρίτου βασιλεύσαντος μετὰ τῶν ἰδίων
574
παίδων ἐπὶ λʹ καὶ δυσὶ ἔτεσι καὶ καταλείψαντος τοὺς τρεῖς παῖδας
575
βασιλεύοντας Κώνσταντα καὶ Κωνσταντῖνον καὶ Κωνστάντιον. Μετὰ δὲ
576
τὰ λβʹ Κωνσταντίνου τὰ ἔτη τῶν αὐτὸν διαδεξαμένων παίδων Κώνσταντος
577
καὶ…
578
Οὐαλεντ…
The complete text is available when the reading interface loads.