The Greek Library Author

Anonymous

De mensuris et ponderibus

Authority group
Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
De mensuris et ponderibus (excerptum Graecum 3), ed. I. Sakkelion, Πατμιακὴ βιβλιοθήκη, Ἀθήνα: Ἐκδόσεις Παπαγεωργίου, 1890: 131–133.
CTS identifier
urn:cts:greekLit:tlg2021.tlg037.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ἔχουσα γράμματα γʹ. Τὴν τρίχα τοῦ Ἀβεσσαλὼμ ἐν τούτῳ τῷ σίκλῳ ἐστάθμιζον κατὰκαιρὸν ὅταν ἐκείρετο τὴν κεφαλήν, σίκλους ρκεʹ. Ἔστιν οὖν ὀγκίαι τριάκοντα καὶμία, γράμματα Ϛʹ· τῷ σίκλῳ τῷ βασιλικῷ γίνονται λίτρα αʹ γράμματα γʹ. Ὁ σίκλος ὁἅγιός ἐστιν ὀβολῶν δʹ, γραμμάτων ιʹ· ὁ δὲ ὀβολὸς ἄγει γράμματα γʹ. Τὸν σταθμὸν δὲἐν ἀργυρίοις ποτὲ ἐτυποῦντο· οὐκ ἐξ ἀργύρου δὲ [ἦν;] πεποιημένος, ἀλλὰ ἀπὸ σιδή-ρου· ὀβολὸς οὖν· τοῦτο ἦν. Μνᾶ ἀντὶ τοῦ μάνη· τὸ μὲν γὰρ τῇ ἑβραΐδι μάνη ὁ ἄργυροςκαλεῖται· ἡ δὲ μνᾶ ἡ ἰταλικὴ τεσσαράκοντα· στατήρ ἐστι [γρ. τεσσαράκοντα στατήρωνἐστί], τουτέστι ὀγκιῶν κʹ, λίτρας αʹ ὀγκιῶν ηʹ. Ἕως ἐνταῦθα, φιλοκαλώτατε, ἀρκεσθέντεςτοῖς προειρημένοις ἅπασι τὴν τῶν ἑρμηνευτῶν ὑπό-θεσιν ἐδηλώσαμεν· εἶθ' ἑξῆς εἰς τὰ ἐπίλοιπα, καθὼςὑπευχόμεθα, σαῖς εὐχαῖς, ἄνθρωπε τοῦ θεοῦ, τὸννοῦν ἐπιδῶμεν περὶ τῶν ἐν ταῖς θείαις γραφαῖς στα-θμῶν τε καὶ μέτρων καὶ ἀριθμῶν δηλώσοντες, πόθενἕκαστον ὠνόμασται καὶ τίνος ἕνεκα οὕτως κέκληταικαὶ πόθεν τὴν πρόφασιν τῆς ὀνομασίας εἴληφε καὶτίς ἑκάστου τούτων ἡ ποιότης καὶ ἡ ὁλκὴ καὶ ἡ δύ-ναμις. Μέτρον οὖν ἐστι κόρος, κεῖται δὲ ἐν τῷ κατὰΛουκᾶν Εὐαγγελίῳ, ὅθεν ὁ Σωτὴρ ἐπαινεῖ τὸν φρό-νιμον οἰκονόμον τοῖς χρεωφειλέταις ἀντὶ κόρων το-σούτων ἐν τοῖς σφῶν αὐτῶν χειρογράφοις τοσούτουςμεταγραψάμενον, ἀντὶ δὲ τοσούτων βάθων ἐλαίουτοσαῦτα ποιήσαντα. Ὀνόματα γάρ εἰσι μέτρων τάδε· λεθέκ, γόμορ,βάθος, σάτον, μόδιος, κάβος, χοῖνιξ, ὑφή [σεμιδά-λεως], δρὰξ ἀλεύρου, ἀρτάβη, τρία μέτρα σεμιδάλεως,τρία κανᾶ χονδριτῶν, νέβελ οἴνου, κόλλαθον, ἀλά-βαστρον μύρου, καμψάκης ὕδατος, κοτύλη ἐλαίου,κύαθος, μετρητὴς οἴνου, μετρητὴς ἐλαίου, τρυβλίον,ξέστης, ἀμφορεύς, ἀπόρρυμα, σαβιθά, ἴν, χοῦς, στά-μνος χρυσῆ ἐν ᾗ ἀπέκειτο τὸ μάννα, μάρης, κύπρος,κογγιάριον. Εἴληπται τοίνυν ὁ κόρος ἐκ τῆς Ἑβραϊκῆς δια-λέκτου, ὃς καλεῖται χόρ. εἰσὶ δὲ μόδιοι λʹ. χὸρ δὲλέγεται ἀπὸ τοῦ βουνοῦ ὑποθέσεως. χορία γὰρ κα-λεῖται βουνός. βουνισθέντες δὲ καὶ οἱ τριάκοντα μό-διοι ποιοῦσι φορτίον καμήλου. Λεθὲκ δὲ ὡς ἐν τῷ Ὠσηὲ τῷ προφήτῃ εἴρηται,ὅτι ἐμισθωσάμην ἐμαυτῷ λεθὲκ κριθῶν. ἐν ἀντιγρά-φοις δὲ γόμορ κριθῶν τὸ αὐτό ἐστι. δέκα γὰρ καὶπέντε μόδιοι σημαίνονται οὗτοι. λεθὲκ δὲ κατὰ τὴντῶν Ἑβραίων φωνὴν κέκληται, ὅ ἐστιν ἔπαρμα, ἀπὸτοῦ δύνασθαι τῷ νεανίᾳ ἐπαρθῆναι τοὺς δέκα πέντεμοδίους καὶ ἐπιτεθῆναι τῷ ὄνῳ. Τὸ δὲ αὐτὸ καὶ τὸ γόμορ καλεῖται. δύο δέ εἰσιγόμορ, μέγα καὶ μικρόν· ὧν τὸ μέγα ἰσόμετρόν ἐστιτῷ λεθὲκ δέκα πέντε καὶ αὐτὸ ὂν μοδίων, τὸ δὲ μι-κρὸν δώδεκα. Βάθος. καὶ τοῦτο ἀπὸ τῆς Ἑβραϊκῆς δια-λέκτου παρῆκται συνωνύμως τῷ ἐλαιοτριβείῳ κα-λούμενον βίθ. βάθος γὰρ ἑρμηνεύεται ἐλαιοτριβεῖον,ἔστι δὲ ξεστῶν πεντήκοντα. τὸ δὲ μέτρον ἐστὶ τῆςτοῦ ἐλαιοτριβείου ἐργασίας. Μνασὶς ἢ μέδιμνος οἶμαι ἐκ τῆς Ῥωμαϊκῆςγλώσσης παρήχθησαν. τὸ γὰρ μεδιοὺμ μέσον ἑρμη-νεύεται ἐν αὐτῇ τῇ γλώσσῃ. μανασὴς τοίνυν παρὰΚυπρίοις μετρεῖται καὶ παρ' ἄλλοις ἔθνεσιν. εἰσὶ δὲδέκα μόδιοι σίτου ἢ κριθῶν εἰς τὸν τῶν δέκα καὶ ἑπτὰξεστῶν παρὰ Κυπρίοις μόδιον. μέδιμνος δὲ παρ'αὐτοῖς τοῖς Κυπρίοις διάφορος. τὸν γὰρ μέδιμνονΣαλαμίνιοι εἴτουν Κωνστάντιοι ἐκ πέντε μοδίωνἔχουσι, Πάφιοι δὲ καὶ Σικελοὶ τεσσάρων ἡμίσεος μο-δίων αὐτὸν μετροῦσιν. Σάτον καλεῖται ἐξ αὐτῆς τῆς Ἑβραΐδος διαλη-φθέν, θηλυκῶς δὲ ἐκφωνούμενον. ἐν δὲ τῇ Ἑλληνίδιοὐδετέρως· σάτον γὰρ λέγεται καὶ οὐχὶ σάτος. ἔστι δὲμόδιος ὑπέργομος ὥστε πληροῦσθαι μὲν τὸν μόδιον,δεῖν δὲ ἔτι ὑπεργίνεσθαι τὸ τέταρτον τοῦ μοδίου. κέ-κληται δὲ σάτα κατὰ τὴν αὐτὴν διάλεκτον ἐκφωνού-μενον λῆψις καὶ ἄρσις, ἀπὸ τοῦ τὸν μετροῦντα ἕξειτινὶ τὸ μέτρον λαμβάνειν τε καὶ κουφίζειν. Τοῦ δὲ μοδίου τὸ ὄνομα διὰ πολλῆς ἀκριβείαςὑπὸ τῶν Ἑβραίων εὑρέθη εἴκοσι δύο ξεστῶν ὑπάρ-χον· οὐχ ἁπλῶς δὲ οὐδ' ὡς ἔτυχεν, ἀλλὰ διὰ πολλὴνἀκρίβειαν. ὁ γὰρ δίκαιος μόδιος, καθὼς εἴωθεν ὁνόμος λέγειν, κατὰ τὸ μέτρον τὸ ἅγιον ἐμετρήθη. τὸδὲ ἅγιον μέτρον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ κβʹ ἔργα, ἃἐποίησεν ὁ Θεὸς ἐν ταῖς ἓξ ἡμέραις τῆς ἑβδομάδος. Οὗτοι οἱ εἴκοσι δύο ἀριθμοὶ πανταχοῦ εὑρισκό-μενοι καὶ ἐν διαφόροις εἴδεσιν ἀριθμούμενοι, ἔν τετοῖς εἴκοσι δύο ἔργοις οἷς ἐποίησεν ὁ Θεὸς ἐν ταῖςἓξ ἡμέραις τῆς κοσμοποιίας, καὶ ἐν εἴκοσι δύο γενεαῖςἀπὸ Ἀδὰμ ἄχρι τοῦ Ἰσραήλ, καὶ ἐν τοῖς εἴκοσι δύοστοιχείοις τῶν γραμμάτων ἀπὸ τοῦ ἄλεφ ἄχρι τοῦθαῦ, καὶ ἐν τοῖς κβʹ βιβλίοις ἀπὸ τῆς Γενέσεως ἄχριτῆς Ἐσθήρ, μέτρον ἡμῖν * ἐγεννήθησαν κβʹ ξεστῶν,ὃ καλεῖται παρ' Ἑβραίοις μόδη, παρ' Ἕλλησι δὲ μό-δια διὰ τὴν τρανότητα. παραπλησίως δὲ καὶ Αἰγύπτιοιμέντοι τοῦτο καλοῦσιν, ὁμοίως δὲ καὶ Σύροι καὶἌραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία.πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ ὅτι πεπλήρωμαι.καλεῖται δὲ καὶ γνώμων. Κάβος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορονμέτρον ἐστίν, ἤγουν τὸ τέταρτον μοδίου. Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν ἐστι, διττῷ δὲ ὀνό-ματι κέκληται. ἔστι δὲ δύο ξεστῶν καὶ ποστημορίου. Δρὰξ ἀλεύρου. τοῦτο ἀπερίεργόν ἐστι καὶπᾶσι δῆλον. Ἀρτάβη. τοῦτο τὸ μέτρον παρ' Αἰγυπτίοιςἐκλήθη. ἔστι δὲ ἑβδομήκοντα δύο ξεστῶν. ἐκ πολλῆςδὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη. ἑβδομήκονταδύο ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰςἑβδομήκοντα δύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν. ὅθενκαὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμερισμένην φωνήν.τὸ δ' αὐτὸ τὸ μέτρον καὶ ὁ μετρητὴς ἔχει κατὰ τὸμέτρον τὸ ἅγιον. Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοιςἈβραὰμ τῇ Σάρρᾳ ἑτοιμάζειν προσέταττεν, ἐξ ὧνμέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο. ταῦταδὲ τὰ μέτρα ἕκαστον γόμορ ἐχώρει. Τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου,τουτέστι τῆς ἀρτάβης, ὃ γίνεται ἑπτὰ ξέσται καὶ πέμ-πτον. Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἀπο-τίθεσθαι τοὺς χονδρίτας. ἔστι δὲ εἶδος ἄρτου εἰς δύοτεμνομένου. Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρνʹ. Τὸ σάτον νϚʹ ξεστῶν ὑπάρχει. Ἀλάβαστρον μύρου βικίον μέν ἐστιν ὑέλινονχωροῦν λίτραν ἐλαίου. τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸἥμισυ. ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔθρυπτον. Καμψάκης ὕδατος ιβʹ ξεστῶν ὕδατός ἐστι τὸμέτρον. ὁ δὲ τῷ Ἠλίᾳ ἑτοιμασθεὶς καμψάκης τεσσά-ρων ἐστὶ ξεστῶν. Ἔστι τι μέτρον κοτύλη. ἥμισυ ξέστου ὑπάρχει.κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κό-πτεσθαι. Κύαθός ἐστιν ἕκτον ξέστου. μεθεκὼθ δὲ λέγειτοὺς κυάθους ἡ γραφή· τὰ δὲ μασμαρὼθ λέγει τοὺςδιυλιστῆρας, οὓς καὶ ἠθμοὺς καλοῦμεν. τῷ αὐτῷ δὲὀνόματι ἀμφότεροι κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴνἐνέργειαν ἔχουσι. Τρυβλίον ὀψόβαφόν ἐστι τὴν πλάσιν ἤτοι πα-ροψίς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει. Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλ-κὴν ἐν τῷ ἐλαίῳ. Ἀπόρρυμα δὲ παρὰ μόνοις Θηβαίοις μετρεῖται.ἥμισυ γὰρ τοῦ σαΐτου ἐστίν. ὁ δὲ ἀληθινὸς σαΐτηςξεστῶν ἐστιν κβʹ. Σαβιθά. τοῦτο Συριακόν ἐστι τὸ ὄνομα, ὃ ἑρ-μηνεύεται ληνιαῖον ἄντλημα. παρὰ Ἀσκαλωνίταιςξεστῶν κβʹ. Ἴν. τὸ ἲν μέγα ξεστῶν ἐστι ιηʹ, τὸ δὲ ἅγιον ἲνξεστῶν θʹ. Χοῦς ἐστι ξεστῶν ηʹ. τὸ δὲ καλούμενον ἅγιον