The Greek Library Author

Anonymous

De mensuris et ponderibus

Authority group
Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
De mensuris et ponderibus (excerptum Graecum 4), ed. F. Hultsch, Metrologicorum scriptorum reliquiae, vol. 1, Leipzig: Teubner, 1864: 259–276.
CTS identifier
urn:cts:greekLit:tlg2021.tlg038.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

82

29

ξεστῶν Ϛʹ, ὅ ἐστι δωδέκατον μετρήτου.

30

Μάρης μέτρον ἐστὶ παρὰ τοῖς Ποντικοῖς δύο

ὑδριῶν. ἡ δὲ ὑδρία αὐτοῖς δέκα ξεστῶν ἐστιν· ὥστε

εἶναι τὸν κύπρον εἴκοσι ξεστῶν Ἀλεξανδρινῶν.

31

Κύπρος παρὰ τοῖς αὐτοῖς Ποντικοῖς μέτρον

ἐστὶ ξηρῶν γεννημάτων, μόδιοι δύο, ὃ λέγεται εἶναι

παρ' αὐτοῖς χοινίκων πέντε. ὁ δὲ χοῖνιξ παρ' αὐτοῖς

ξεστῶν ἐστι πέντε· ὥστε εἶναι τὸν κύπρον ξεστῶν κʹ.

ὁ γὰρ μέγας παρ' αὐτοῖς μόδιος ξεστῶν κδʹ.

32

Κόλλαθόν ἐστι παρὰ τοῖς Σύροις τὸ ἥμισυ τοῦ

ὑγροῦ σάτου. ἔστι δὲ ξεστῶν κεʹ.

33

Κογγιάριον δὲ μέτρον ἐστὶν ὑγροῦ καὶ αὐτὸ

παρ' Ἑβραίοις ἐκφωνούμενον. τοῦτο τὸ μέτρον ἐστὶν

ἐν χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονο-

γράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων

κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν

ἐχαρίζοντο· ὃ ἑρμηνεύεται συνημμένον ἢ συνεστραμ-

μένον.

34

Τάλαντόν ἐστι τὸ ὑπερβάλλον πᾶν σταθμού-

μενον μέτρον. κατὰ δὲ τὸν λιτρισμὸν ρκεʹ λιτρῶν

ὑπάρχει.

35

†Ἓξ λεπτὰ ταλάντου ἑπτὰ ἀσσάρια. τὰ δὲ ἑπτὰ

λεπτὰ τῶν ἀσσαρίων ρʹ ὑπάρχει δηνάρια†.

36

Ὁ ἀργυροῦς δὲ ἐτυπώθη ἀπ' ἀρχῆς τὸ νόμι-

σμα. ἐκ δὲ τῶν Ἀσσυρίων τοῦτο ἐτυπώθη. φασὶ δὲ

τὸν Ἀβραὰμ εἰς τὴν Χαναναίαν τὸν τύπον ἐνηνο-

χέναι.

37

Τοῦ δὲ ταλάντου τὸ ρκεʹʹ λίτρα μία. ἡ δὲ λίτρα

δέκα δύο οὐγγιῶν ὑπάρχει.

38

Ἡ δὲ οὐγγία ἔχει στατῆρας δύο.

39

Ὁ δὲ στατὴρ ἥμισυ μὲν οὐγγίας, ἔχων δύο δί-

δραγμα.

40

Περὶ σίκλου. Σίκλον ὃ λέγεται καὶ κοδράντης

τέταρτον μέν ἐστι τῆς οὐγγίας, ἥμισυ δὲ τοῦ στατῆ-

ρος, δύο δραγμὰς ἔχον. τῆς γὰρ οὐγγίας ηʹʹ ἦν ἡ

δραγμή.

41

Ἐκαλεῖτο δὲ ὁλκὴ ἡ δραγμὴ τοῦ αὐτοῦ στα-

θμοῦ τῷ σίκλῳ τῷ σταθμίζοντι κατὰ καιρὸν τὴν τρίχα

τοῦ Ἀβεσαλώμ, ὅτε ἐκουρεύετο, ὁλκὴν ἔχουσα ρκεʹ

σίκλων, ὅ ἐστιν οὐγγία σίκλου ἑνὸς προσγινομένου

λίτραι δύο ἥμισυ.

42

Ὀβολὸς καὶ αὐτὸς ἐν ἀργυρίοις τετύπωτο.

μέρος δὲ εἶχε καὶ οὗτος ηʹʹ τῆς οὐγγίας, οὐκ ἐξ ἀρ-

γύρου πεποιημένος, ἀλλὰ ἀπὸ σιδήρου. ἦν δὲ καὶ

ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπούμενος, νόμισμα ὤν,

ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν τῆς οὐγγίας. λέγει

γὰρ ἐν τῷ Λευιτικῷ· τὸ δὲ δίδραχμον εἴκοσι ὀβολοί.

ὅτι δὲ τέταρτόν ἐστι τῆς οὐγγίας τὸ δίδραγμον, ἤδη

ἐδιδάξαμεν.

43

Χαλκοῖ. τούτους οἱ Αἰγύπτιοι ἐφεύροντο. ἀρ-

γύρια δέ ἐστι τετυπωμένα δύο. καὶ παρὰ Ἀλεξαν-

δρεῦσι τὰ ἀργύρια καλοῦνται χάλκινα. ἔστι δὲ ὁ χαλ-

κοῦς τῷ σταθμῷ ὄγδοον οὐγγίας, ὡς ἡ δραγμή.

44

Μνᾶ, ἥτις τῇ Ἑβραΐδι μάνη καλεῖται. ἡ δὲ

Ἰταλικὴ μνᾶ τεσσαράκοντα στατήρων ἐστίν, ὅπερ

οὐγγιῶν κʹ, λίτρας μιᾶς καὶ διμοίρου.

45

Ἀργυρίων δὲ πολλοὶ τύποι κατὰ καιροὺς γε-

γόνασι.

46

Τὸ δὲ νουμίον τετύπωται ἀπὸ τοῦ Νουμᾶ τινος

βασιλέως τῶν Ῥωμαίων.

47

Δίχρυσον δὲ ἐκάλουν οἱ παλαιοὶ τὸ ἥμισυ τοῦ

ἀργυροῦ. τὸ δὲ ἀργυροῦν τοῦτό ἐστιν ὃ οἱ Ῥωμαῖοι

μιλιαρίσιον καλοῦσιν, ὃ ἑρμηνεύεται στρατιωτικὸν

δόμα.

48

Τὸ δὲ δίχρυσον καὶ τοῦτο ἀργύριον ἦν, ὅπερ

ὕστερον κίβδηλον ἐκλήθη ἐξ αἰτίας τοῦ ἀναιρεθῆναι

τὸν κατὰ καιρὸν βασιλέα καὶ ἐκβληθῆναι τὸν αὐτοῦ

χαρακτῆρα ἐκ τοῦ διχρύσου, ὃς ἦν αὐτῷ ἐμφερόμε-

νος. ἔκτοτε γὰρ ἔνθα ἂν εὑρέθη τὴν τοῦ ἀναιρεθέν-

τος βασιλέως φέρων εἰκόνα, κίβδηλος ὠνομάζετο

ἤγουν ἀδόκιμος.

49

Φόλλις ὃ καὶ βαλάντιον καλεῖται. διπλοῦν δέ

ἐστιν ὑπὸ δύο ἀργύρων συγκείμενον, οἳ γίνονται σηʹ

δηνάρια. καὶ φόλλις δύο λεπτὰ κατὰ τὸν δηναρισμόν,

ἀλλ' οὐ κατὰ τὸν ἀργυρισμόν.

83

t

{Περὶ ταλάντων.}

1

Τάλαντον. τοῦτο ρκεʹ λιτρῶν ὑπάρχει, κατὰ

δὲ τὰς λεπτότητας ἐν τῷ νομίσματι εἰς λεπτὸν κο-

πείσας εἰς ͵Ϛ λεπτὰ διαιρεῖται· ἃ καλεῖται ἀσσάρια· ὃ

ἑρμηνεύεται ἐκ τῆς Ἑβραΐδος ἠλαττωμένον. ξʹ δὲ

ἀσσάρια ὑπῆρχεν ὁ ἀργυροῦς· δηνάρια δὲ ἦσαν ἐκεῖνα

βʹ τὰ ὑπὸ τῆς χήρας εἰς τὸ γαζοφυλάκιον βεβλημένα.

ἃ καὶ δύο λεπτὰ ἐκαλεῖτο· τὰ γὰρ ἀσσάρια λεπτεπί-

λεπτα ἦν.

2

Κεντινάριον ἀπὸ τοῦ παρὰ Ῥωμαίοις κεντούμ,

ὅ ἐστιν ρʹ.

3

Λίτρα δὲ ἐξ Ἑβραΐδος· λὶ γὰρ λέγεται ἐμοί,

τρὰ δὲ τὸ διαφέρει.

4

Ἡ οὐγκία ἔχει στατῆρας βʹ· ἑβραϊστὶ δὲ λέγεται

χουτρά· ἔστι δὲ ὁ στατὴρ Σ μὲν 𐆄, δύο δὲ δίδραγμα,

ἃ καλεῖται ἐπικεφάλαια, κατὰ δὲ Ῥωμαϊκὴν διάλεκτον

καπίτιον· καποὺτ γὰρ τὴν κεφαλὴν καλοῦσιν. ἔστι δὲ

τὸ δίδραγμον δύο δράγμαι.

5

Σίκλον ἀπὸ τῆς σεκὲλ Ἑβραΐδος, ὅ ἐστι ῥοπή.

ἔχει δὲ δύο τὰ λεπτὰ καλούμενα, ἅ εἰσι δράγμαι δύο.

6

Δύο δὲ δίδραγμά εἰσι δύο σίκλοι κατὰ τὸ σίκλον

τὸ ἅγιον, οἳ ποιοῦσι στατῆρα ἕνα.

7

Ὁ στατὴρ ἢ ὁλκὴ βʹ διδράγμων ἀποτελεῖ μέ-

τρον.

8

* καλεῖται δὲ κοδράντης [τὸ σίκλον γάρ, τουτ-

έστιν αʹ Σ ἐξάγιον]· ἑρμηνεύεται δὲ ἐκ τῆς Ἑβραΐδος

κοδράντης ἤγουν ἀπόδεσμος.

9

Αὐτὸ δὲ σίκλον δʹʹ μὲν τῆς 𐆄 ἐστίν, Σ δὲ τοῦ

στατῆρος. δύο δὲ δράχμας ἔχει· ηʹʹ γὰρ τῆς 𐆄 ἐστὶν

ἡ δράγμη. καλεῖται δὲ ἡ δράχμη καὶ ὁλκή.

10

Ἡ θρὶξ δὲ τοῦ κουρεύματος τοῦ Ἀβεσσαλὼμ

ἦν ὁλκῆς σίκλων ρκεʹ· ὅ ἐστιν 𐆄 λαʹ καὶ σίκλου αʹ ἢ

βʹ Σ λιτρῶν ... καὶ σίκλου ἑνός.

11

Ὀβολός. τοῦτο ὀγδοόν ἐστι τῆς 𐆄 ἀπὸ σιδή-

ρου πεποιημένον. βέλος δὲ τοῦτο ἦν· πρὸ γὰρ τῆς

Χριστοῦ παρουσίας διὰ τὸ ἐν πολέμῳ συγκεῖσθαι τὴν

ζωὴν αὐτῶν χρείαν εἶχον πρὸς τοὺς ὑπεναντίους,

καὶ διὰ τῶν τοιούτων τὰς διοικήσεις ἐποιοῦντο, ἑκά-

στου εʹ βέλη καὶ ιʹ καὶ ἄρτον ἀγοράζοντος ἤ τι ἄλλο.

ἔστι δὲ τοῦτο κατὰ μὲν τὴν ὁλκὴν ηʹʹ τῆς 𐆄. ἦν δὲ

καὶ ἕτερος ὀβολὸς ἐξ ἀργύρου τυπτόμενον νόμισμα,

ὃ ἦν λεπτότατον, ὀγδοηκοστὸν δὲ τῆς 𐆄. τὸ δὲ δί-

δραγμον κʹ ὀβολοί, ὅ ἐστι δʹʹ τῆς 𐆄.

12

Ὁ δὲ χαλκὸς ἀργύριόν ἐστι τετυμμένον, ὅθεν

παρ' Ἀλεξανδρεῦσι τὰ ἀργύρια χαλκινὰ καλεῖται.

13

Ἔστι δὲ ηʹʹ τῆς 𐆄 ἡ δράχμη.

14

Μνᾶ ἀντὶ τοῦ μανή· τῇ γὰρ Ἑβραΐδι μανὴ ὁ

ἄργυρος καλεῖται. ἡ μὲν Ἰταλικὴ μʹ στατήρων ἐστί,

τουτέστιν 𐆄 κʹ Λ αʹ καὶ διμοίρου. ἡ δὲ Θηβαϊκὴ στα-

τήρων ξʹ, τουτέστι λιτρῶν βʹ Σ.

15

Πολλοὶ δὲ τύποι ἀργυρίων τοπάλαι, οὓς νουμ-

μοὶ ἐκάλουν ἀπὸ Νούμμα, ἐξ οὗ καὶ τὸ νόμισμα.

16

Μιλιαρίσιον δὲ τὸ ἀργυροῦν, ὅ ἐστι [καὶ ἀ]στρα-

τιωτικὸν δόμα· μιλίτια γὰρ ἡ στρατεία.

17

Ὁ φόλλις ρκεʹ ἀργύρια πληροῖ· καλεῖται δὲ

παρὰ Ῥωμαίοις θύλακος.

18

Μάρις μέτρον ἐστὶ Ποντικὸν βʹ ὑδριῶν. ἡ δὲ

ὑδρία παρ' αὐτοῖς ιʹ ξεστῶν ἐστιν, ὡς εἶναι τὸν κύ-

προν κʹ ξεστῶν Ἀλεξανδρινῶν.

19

Ὁ κύπρος μέτρον ἐστὶ μοδίων βʹ, λέγεται δὲ

εἶναι παρὰ τοῖς Ποντικοῖς χοινίκων εʹ. ἡ δὲ χοῖνίξ

ἐστι ξεστῶν βʹ· ὡς εἶναι τὸν κύπρον κʹ. ὁ γὰρ μέγας

παρ' αὐτοῖς μόδιος ξεστῶν ἐστι κδʹ.

20

Λίτρα παρὰ Ῥωμαίοις ἑρμηνεύεται λίβρα, ἥτις

ἐτυμολογεῖται παρ' αὐτοῖς ἰσότης ἤγουν ἰσοκανονία.

ἔχει δὲ οὐγκίας ιβʹ. παρήχθη δὲ τὸ τῆς 𐆄 ὄνομα ἐξ

Ἑλληνίδος ἀπὸ τοῦ ὄγκου.

21

Ἡ δὲ λίτρα ἐστὶ σπηʹ γραμμάτων. ἕκαστον δὲ

γράμμα κερατίων ἐστὶν Ϛʹ· ταῦτα δέ ἐστιν ὀστᾶ ἀπὸ

κεραταίας καρποῦ. ὁ δὲ ὀστῶν οὗτος ἂν ᾖ τέλειος,

ὁλκὴν ποιεῖ κριθῆς εὐκάρπου β̅· ὡς εἶναι τὴν μὲν

λίτραν κριθῆς κόκκων ͵γυνϚʹ, κερατίων ͵αψκηʹ, γραμ-

μάτων σπηʹ, οὐγκιῶν ͵βʹ. ἡ δὲ οὐγκία ἐστὶ γραμμά-

των κδʹ.

22

Ἄλλως δὲ πάλιν μερίζεται ἡ οὐγκία παρὰ

Ἑβραίοις εἰς στατῆρας βʹ. ὁ δὲ στατὴρ ἔχει σίκλους

βʹ· τὸ δὲ σίκλον ἔχει λεπτὰ δύο. τὸ δὲ λεπτὸν ὁλκὴ

αʹ ἐστί, ηʹʹ τῆς 𐆄.

23

Παρά τισι δὲ καὶ ὀβολὸς νόμισμα ἀπὸ τοῦ παρὰ

τῶν βασιλέων ἐν τούτῳ τῷ νομίσματι τὸν κόσμον

διοικεῖσθαι. ἀργύριον καλοῦμεν διὰ τὸ ἐξ ἀργύρου

τετύφθαι. μέγα δέ ἐστιν, ὃς ἐκλήθη ἀργυροῦς, δηνα-

ρίων ρʹ. ἕκαστον δὲ δηνάριον ἀσσαρίων ἐστὶν ξʹ.

24

Ὁ δὲ ἀργυροῦς μανὴ παρ' Ἑβραίοις λέγεται.

25

Ξέστης Ἑλληνικὸς ἀπὸ τοῦ ξέεσθαι τὰ μεγάλα

μέτρα εἰς λεπτότητα.

84

t

{Περὶ μέτρων.}

1

Κόρος μόδιοι λʹ· παρ' Ἑβραίοις δὲ χὸρ λέγεται.

2

Λεθὲκ μόδιοι ιεʹ.

3

Γόμορ ὁμοίως μόδιοι ιεʹ.

4

Βάτον μέτρον ξεστῶν νʹ.

5

Μνασὶς δέκα μόδιοι σίτου ἢ κριθῆς εἴληπται ἐκ

τοῦ μεδιοὺμ Ῥωμαίου, ὅ ἐστι μέσον.

6

Μέδιμνος· Σαλαμινοὶ μοδίους εʹ, Σικελοὶ δὲ δʹΣ.

7

Σάτον μόδιον κουμουλάτον· παρ' Ἑβραίοις

θηλυκῶς, παρ' Ἕλλησι δὲ οὐδετέρως. ἔστι δὲ μό-

διος κουμουλάτος παρ' Ἑβραίοις, καὶ διὰ τοῦ κου-

μουλάτου τὸ δʹʹ τοῦ μοδίου τὸ ὑπέρχυμα εἴρηται σαώ,

ἤγουν λῆψις ἢ ἄρσις· μόδιον παρ' Ἑβραίοις ξεστῶν

κβʹ.

8

Κάβος πῇ μὲν τὸ δʹʹ τοῦ μοδίου, πῇ δὲ τὸ εʹʹ,

πῇ δὲ τὸ Ϛʹʹ· καβὰ δέ ἐστιν ἑβραϊστὶ τὸ ἔτεμεν, ὡς

διὰ τὸ τέμνεσθαι εἰς μικρὰ τὸ μόδιον οὕτως ὠνομά-

σθη. παρὰ δὲ Ἕλλησιν ἐλέχθη κάβος διὰ τὴν τρανό-

τητα.

9

Χοῖνιξ καὶ ὑφεὶ ἓν μέν ἐστι μέτρον, διττὸν δὲ

ὄνομα κέκληται, ἐν μὲν τῇ Ἑβραΐδι ἀρσενικῶς, ἐν δὲ

τῇ Ἑλληνίδι θηλυκῶς. ἔστι δ ηʹʹ τοῦ παρὰ Κυπρίοις

μοδίου, ὅς ἐστι μόδιος παρ' αὐτῶν ξεστῶν ιζʹ καὶ

†ποτηρίου. τὸ δὲ ὑφεὶ ἐξ αὐτῆς τῆς Ἑβραΐδος λέγε-

ται ὀφεί, ὅ ἐστι τῶν βʹ δρακῶν τῆς χειρὸς τὸ μέτρον.

10

Δρὰξ τὸ χειρόπληθες τῆς μιᾶς χειρός.

11

Ἀρτάβη παρ' Ἑβραίοις ξεστῶν οβʹ. ὁμοίως δὲ

καὶ ὁ μετρητὴς οβʹ ἐστὶ ξεστῶν· καὶ τὸ μέτρον τὸ

ἅγιον, ὅ τε ὑγρὸς μετρητὴς καὶ ἡ ἀρτάβη τοῦ γεννή-

ματος· ἀρτάβη δὲ ἐκλήθη ἀπὸ τοῦ παρ' Αἰγυπτίοις

ὀρτόβ, ὅ ἐστι καλῶς συγκείμενον.

12

Μέτρα γʹ τὸ μικρὸν γομόρ, ὅ ἐστι ξεστῶν Ϛʹ·

ὥστε εἶναι τὸ ιʹʹ τῆς ἀρτάβης.

13

Τρία μέτρα σεμιδάλεως. ταῦτα τὰ τρία μέτρα

ἕκαστον γομὸρ ἐχώρει. τὸ δὲ γομὸρ δέκατον ἦν τοῦ

μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης· ὃ γίνεται ζʹ

ξέσται καὶ εʹʹ· ὥστε εἶναι τὸ αὐτὸ μέτρον τοῦ γομόρ.

τρία μέτρα πάλιν ὑπῆρχεν, ἃ ἐγίνοντο ἀπὸ ξεστῶν

βʹ· καὶ γίνονται ιεʹ. καὶ τὸ μὲν μέτρον τοῦτον ἔχει

τὸν τρόπον.

85

1

{Περὶ κόρου, ὃς καὶ χὸρ λέγεται.}

Ὁ κόρος εἴληπται ἐκ τῆς Ἑβραΐδος διαλέκτου, ὃς

καλεῖται χόρ· εἰσὶ δὲ μόδιοι λʹ. χὸρ δὲ λέγεται ἀπὸ

τῆς τοῦ βουνοῦ ὑποθέσεως· χορίον γὰρ λέγεται βου-

νός· βουνισθέντες γὰρ οἱ λʹ μόδιοι φορτίον ποιοῦσι

καμήλου.

2

{Περὶ τοῦ λεκὲθ ἢ θεκέλ.}

Λεκέθ, ὡς ἐν τῷ Ὡσηὲ τῷ προφήτῃ εἴρηται ὅτι

ἐμισθωσάμην ἐμαυτῷ λεκὲθ κριθῆς. ἐν ἀντιστροφῇ δὲ

γομὸρ κριθῶν τὸ αὐτὸ μέν ἐστι, πεντεκαίδεκα δὲ μό-

διοι σημαίνονται. λεκὲθ δὲ ἀπὸ τῆς τῶν Ἑβραίων

φωνῆς εἴρηται, ὅ ἐστιν ἔπαρμα ἀπὸ τοῦ δύνασθαι

νεανίαν ἐπάραντα ιεʹ μοδίους σίτου ἢ κριθῆς καὶ ἐπι-

τιθέναι τῷ ὄνῳ. τὸ δ' αὐτὸ καὶ γομὸρ καλεῖται· ἔστι

γὰρ τὸ μέγα, ὅπερ ἐκ τῆς Ἑβραΐδος διαλέκτου γομὸρ

καλεῖται. ἔστι δὲ καὶ μικρὸν γομὸρ μοδίων δώδεκα.

3

{Περὶ βάδου ἢ βάτου.}

Βάδον καλεῖται ὑγρὸν ξεστῶν πεντήκοντα, καὶ

αὐτὸ ἀπὸ τῆς Ἑβραΐδος διαλέκτου παρηγμένον, συν-

ωνύμως τῷ ἐλαιοτριβίῳ καλουμένῳ βήθ· βάδα γὰρ

ἑρμηνεύεται ἐλαιοτριβίον· ἔστι δὲ ξεστῶν πεντήκοντα·

τὸ δὲ μέτρον ἐστὶ τοῦ ἐλαίου ἐργασίου.

4

{Περὶ μνασίδος ἢ μεδίμνου.}

Μνασὶς καὶ μέδιμνος, οἶμαι, ἐκ Ῥωμαϊκῆς γλώσ-

σης παρήχθησαν· τὸ γὰρ μεδιοὺμ μέσον ἑρμηνεύεται

ἐν αὐτῇ τῇ γλώσσῃ. μνασὶς τοίνυν παρὰ Κυπρίοις

μετρηταῖον καὶ παρ' ἄλλοις ἔθνεσι. εἰσὶ δὲ δέκα μό-

διοι σίτου ἢ κριθῆς.

5

{Περὶ μέτρων καὶ σταθμῶν.}

Σάτον δέ ἐστι μόδιος κουμουλάτος· καὶ διὰ τὸ

ὑπέρχυμα καλεῖται σάτον.

6

Τάλαντον λίτρα λεπτὴ ἐλέγετο. λεπτὰ δὲ ἐκα-

λοῦντο τὰ ἀσσάρια, ἤγουν τὰ δέκα νουμμία· ἑξήκοντα

δὲ ἀσσαρίων ὑπῆρχε τότε τὸ δηνάριον, τουτέστι τὸ

κεράτιον. ἑκατὸν δὲ δηναρίων ὑπῆρχεν ὁ ἄργυρος.

†ἀργύρου δὲ ἀπ' ἀρχῆς ἐτυπώθη τὸ νόμισμα. τάλαν-

τον δὲ κατὰ λιτρισμὸν ρκεʹ λίτραι εἰσί. τάλαντον δὲ

πάλιν ἐστὶ τὸ ὑπερβάλλον πᾶν σταθμιζόμενον μέτρον.

7

Ἀλάβαστρόν ἐστι βισσίον ὑελοῦν, χωροῦν ἐλαίου

λίτραν μίαν. ἀλάβαστρον δὲ λέγεται ἀλιπαρεὶ κομι-

ζόμενον διὰ τὸ εὔθρυπτον.

8

Δραχμὴ δὲ οὐγγίας ηʹʹ· καλεῖται δὲ καὶ ὁλκή·

ἔχει δὲ γράμματα τρία. ὁ ὀβολὸς ἔχει γράμματα αʹ 𐅶.

καὶ τὸ ἥμισυ τῆς δραχμῆς ὁ κύαθος ὀγγίαι βʹ.

86

t

{Τοῦ ἁγίου Ἐπιφανίου Κύπρου.}

1

Τάλαντόν ἐστι ρκεʹ λιτρῶν.

2

Κοδράντης ἐστὶ νομίσματος ͵γʹʹ.

3

Τὸ ἀσσάριον, ὥς φασί τινες, δεκάνουμμον εἶ-

ναι καὶ λεπτὸν τὸ αὐτό.

4

Τὸ δίδραχμον τὸ τέταρτον τῆς οὐγγίας ἐστίν.

5

Ὁ στατὴρ ἥμισυ τῆς οὐγγίας ἐστίν, ὡς παρα-

δίδωσιν Ἐπιφάνιος ὁ Κύπρου.

6

Δηνάριον τὸ ηʹʹ οὐγγίας.

7

Ἀλάβαστρόν ἐστιν ἀγγεῖον στενόμηκες πρὸς

πολυποσίαν ἐπιτήδειον τερπνὸν εἰς πόσιν.

8

Τρυβλίον τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον δι-

σκάριον.

9

Κορβανῶν ἑρμηνεύεται δωροδοχεῖον.

10

Γολγοθᾶ, ἔνθα φασὶν Ἑβραῖοι τὸν Ἀδὰμ τα-

φῆναι, ὅθεν καὶ τὸ ἐπώνυμον ἔχει· ἢ ὅσον ὁ τόπος

ὑψηλότερος πάσης τῆς οἰκουμένης.

11

Τὸν Βεελζεβοὺλ ἄρχοντα τῶν νεκρῶν οἱ περὶ

Ἀκύλαν τὸν ἑρμηνευτὴν ἐκδεδώκασιν, ὡς ἐν βʹ εὕ-

ρομεν.

12

Τὸ μίλιον ἔχει στάδια ἑπτά, πόδας δὲ ͵δςʹ

Φιλεταιρείους καλουμένους παρ' ἡμῖν.

13

Ὁ πῆχυς ἕνα ἥμισυν πόδα ἔχει. [τὸ καλούμε-

νον παρ' ἡμῖν στερεόν.]

87

t

{Περὶ τῶν ὑποκειμένων σταθμῶν Ἑβραίων.}

1

Νέβελ ξέσται κδʹ.

2

Ἲν ξέσται ιϚʹ.

3

Γόμορ ξέσται ιγʹ ἤγουν τὸ δέκατον τῶν τριῶν

σάτων.

4

Σάτον δέ ἐστι μέτρον ἔχον σίκλους ιϚʹ.

5

Σίκλος δέ ἐστι σταθμὸς εἷς, πρὸς δὲ τὸ ἀργύ-

ριον δύο. καὶ γίνονται ὀβολοὶ κʹ. ὁ γὰρ σίκλος ὁ

βασιλικὸς κʹ ὀβολοί εἰσι καὶ παρ' ἄλλοις τὸ τέταρτον

τῆς οὐγκίας.

6

Ἀσσάριον χάλκεον ἦν νόμισμα βάρος ἕλκον

τριλιτραῖον.

7

Τάλαντόν ἐστιν αἱ ξʹ μναῖ.

8

Μνᾶ δέ ἐστιν αἱ ρʹ δραχμαί.

9

Δραχμὴ δέ ἐστιν οἱ ἓξ ὀβολοί.

10

Ὁ στατὴρ ἔχει δίδραγμα δύο.

11

Δηνάριον ἦν τὰ ἑξήκοντα ἀσσάρια, ἃ καὶ λεπτὰ

λέγονται.

12

Τὸ σάτον πάλιν παρ' ἄλλοις μόδιός ἐστι †κού-

μουλος.

13

Τὸ δὲ μέδιμνον μέτρα ρηʹ.

14

Καὶ τὸ τάλαντον νόμισμα αʹ.

{Ἐπιφανίου, ἐπισκόπου Κύπρου,ἐκ τοῦ λόγου τοῦ Περὶ μέτρων καὶ σταθμῶν} Εἴκοσι γὰρ καὶ δύο ἔργα, ὦ φιλόκαλε, ὁ Θεὸς ἐποίη-σεν ἀπ' ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε· τῇπρώτῃ ἡμέρᾳ τὸν οὐρανὸν τὸν ἀνώτερον, τὴν γῆν, τὰ ὕδατα,ἐξ ὧν ἐστι χιών, κρύσταλλος καὶ χάλαζα, πάγος καὶ δρόσος,τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστιτάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης, καὶἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνων καὶ χαλάζης καὶπάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοιψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου, καὶ πάντωντῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ, τῶν ἐν οὐρανοῖς καὶἐπὶ γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶνὑδάτων τῶν ποτὲ ἐπάνω τῆς γῆς, ἐξ οὗπερ σκότους ἑσπέρακαὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου. Ταῦτα τὰ ἑπτὰμέγιστα σημεῖα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ, τῇ δὲδευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων· ἐν αὐτῇτῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὰ ἡμίση αὐτῶν ἀνέβη ἐπάνωτοῦ στερεώματος, καὶ τὰ ἡμίση αὐτῶν ὑποκάτω τοῦ στερεώ-ματος ἐν μέσῳ, ἐπὶ πρόσωπον πάσης τῆς γῆς· τοῦτο μόνον τὸἔργον ἐποίησεν ὁ Θεὸς τῇ δευτέρᾳ ἡμέρᾳ. Ἀκύλας ἐγνωρίζετο, ὃς ἦν πενθερὸς Ἀδρια-νοῦ τοῦ βασιλέως. Ἦν δὲ Ἕλλην, ὡς Ἀδριανὸς, ἀπὸΣινώπης τοῦ Πόντου ὁρμώμενος, ὕστερον δὲ ἐβαπτί-