De mensuris et ponderibus
- Authority group
- Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
- Edition reference
- De mensuris et ponderibus (ap. Chronicon paschale) (excerptum Graecum 7), MPG 92: 617, 644, 652.
- CTS identifier
urn:cts:greekLit:tlg2021.tlg040.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
92
617
σθη, πεισθεὶς ὑπὸ τῶν ἀποστόλων. Ἦν δὲ καὶ ἀστρο-
νόμος, καὶ ἐγκαλούμενος περὶ τούτου ἀπὸ τῶν τῆς
Ἐκκλησίας, καὶ μὴ πεισθεὶς, μετέπειτα τὰ Χριστια-
νῶν ἀθετήσας, προσηλυτεύει τε Ἰουδαίοις
καὶ περιτέμνεται Ἰουδαῖος, καὶ ἐμπόνως μαθὼν τὴν
αὐτῶν διάλεκτον καὶ τὰ στοιχεῖα ἑρμηνείαν ἑαυτῷ
ἑρμήνευσεν οὐκ ὀρθῷ λογισμῷ, ἀλλ' ὅπως διαστρέψῃ
τινὰ τῶν ῥητῶν.
644
Ἐπὶ τῶν προκειμένων ὑπάτων Θεοδοτίων τις
τοῦ Πόντου ἀπὸ τῆς διαδοχῆς Μαρκίωνος τοῦ αἱρε-
σιάρχου τοῦ ἀπ' αὐτῆς Σινώπης ὁρμωμένου, καὶ αὐ-
τὸς μηνίων τῇ αὐτοῦ αἱρέσει καὶ εἰς Ἰου-
δαϊσμὸν ἐκκλίνας καὶ τὰ αὐτῶν στοιχεῖα καὶ γλῶσσαν
μαθὼν, ἰδίως καὶ αὐτὸς ἐξέδωκεν τὰ πλεῖστα τοῖς οβʹ
ἑρμηνευταῖς συνᾴδοντα
652
Ἐν τοῖς χρόνοις τούτοις Σύμμαχός τις Σα-
μαρείτης, τῶν παρ' αὐτοῖς σοφῶν, μὴ τιμηθεὶς
ὑπὸ τοῦ ἰδίου ἔθνους, νοσήσας φιλαρχίαν καὶ ἀγα-
νακτήσας κατὰ τῆς ἰδίας φυλῆς, προσέρχεται Ἰου-
δαίοις καὶ προσηλυτεύει καὶ περιτέμνεται δευτέραν
περιτομήν. Οὗτος τοίνυν πρὸς διαστροφὴν τῶν παρὰ
Σαμαρείταις ἑρμηνειῶν ἑρμηνεύσας τὴν τρίτην
ἐξέδωκεν ἑρμηνείαν.
Ἰστέον δέ, ὡς εἴκοσι δύο βίβλοι εἰσὶ τῆς παλαιᾶς διαθήκης κατὰ τὰστοιχεῖα τῆς Ἑβραΐδος φωνῆς. Εἴκοσι δύο γὰρ στοιχεῖα ἔχουσιν, ἐξ ὧνπέντε διπλοῦνται, ὡς γίνεσθαι αὐτὰ εἴκοσι ἑπτά· διπλοῦν γάρ ἐστι τὸΧὰφ καὶ τὸ Μὲμ καὶ τὸ Νοῦν καὶ τὸ Φὶ καὶ τὸ Σαδί. Διὸ καὶ αἱ βίβλοικατὰ τοῦτον τὸν τρόπον εἴκοσι δύο μὲν ἀριθμοῦνται, εἴκοσι ἑπτὰ δὲεὑρίσκονται διὰ τὸ πέντε ἐξ αὐτῶν διπλοῦσθαι. Συνάπτεται γὰρ ἡ Ῥοὺθτοῖς Κριταῖς καὶ ἀριθμεῖται παρ' Ἑβραίοις μία βίβλος· ἡ πρώτη καὶδευτέρα τῶν Βασιλειῶν μία βίβλος· ἡ τρίτη καὶ ἡ τετάρτη τῶν Βασιλειῶνμία βίβλος· ἡ πρώτη καὶ ἡ δευτέρα τῶν Παραλειπομένων μία βίβλος· ἡπρώτη καὶ ἡ δευτέρα τοῦ Ἔσδρα μία βίβλος. Οὕτως οὖν σύγκεινται αἱβίβλοι ἐν πεντατεύχοις τέτρασι, καὶ μένουσιν ἄλλαι δύο, ὡς εἶναι τὰςἐνδιαθέτους βίβλους οὕτως· πέντε νομικάς· Γένεσιν, Ἔξοδον, Λευιτικόν,Ἀριθμούς, Δευτερονόμιον· αὕτη πρώτη πεντάτευχος, ἣ καὶ νομοθεσία.Εἶτα ἄλλη πεντάτευχος, τὰ καλούμενα Γραφεῖα, παρά τισι δὲ Ἁγιό-γραφα, ἅτινά ἐστιν οὕτως· Ἰησοῦς ὁ τοῦ Ναυῆ, Κριταὶ μετὰ τῆς Ῥούθ,Βασιλειῶν πρώτη μετὰ τῆς δευτέρας, βίβλος μία, Βασιλειῶν τρίτη μετὰτῆς τετάρτης, βίβλος μία, καὶ αἱ δύο τῶν Παραλειπομένων, βίβλος μία·αὕτη δευτέρα πεντάτευχος. Τρίτη πεντάτευχος αἱ στιχήρεις βίβλοι· τοῦἸώβ, τὸ ψαλτήριον, Παροιμίαι Σολομῶντος, Ἐκκλησιαστὴς τοῦ αὐτοῦ,τὰ Ἄισματα τῶν ᾀσμάτων τοῦ αὐτοῦ. Τετάρτη πεντάτευχος, ἡ προφη-τική· τὸ δωδεκαπρόφητον, βίβλος μία, Ἡσαΐας, Ἰερεμίας Ἰεζεκιήλ,Δανιήλ. Εἶτα τοῦ Ἔσδρα, αἱ δύο εἰς μίαν συναπτόμεναι βίβλον, καὶ ἡἘσθήρ. —Ἡ δὲ Πανάρετος, τουτέστιν ἡ Σοφία τοῦ Σολομῶντος, καὶ ἡΣοφία τοῦ Ἰησοῦ, ἣν ὁ πατὴρ μὲν τοῦ Σιρὰχ ἐξέθετο Ἑβραϊστί, Ἑλληνιστὶδὲ ἡρμήνευσεν ὁ τούτου μὲν ἔγγονος Ἰησοῦς, τοῦ δὲ Σιρὰχ υἱός, ἐνάρε-τοι μὲν καὶ καλαί, ἀλλ' οὐκ ἀριθμοῦνται οὐδὲ ἔκειντο ἐν τῇ κιβωτῷ.{Τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου λόγος εἰς τὴν ἁγίαν τοῦ Χριστοῦἀνάστασιν·} Νῦν τὸ πένθος τῶν νεκρῶν πεφυγάδευται καὶ τὸ φέγγος τῆςἀναστάσεως ἐλήλυθεν. Τοῦτο γάρ ἐστιν ἀγάπης ἀπόδειξις, ὅτι ὅνπερὤφειλεν θάνατον ὁ ἄνθρωπος, τοῦτον ἔλυσεν ὁ Χριστὸς ἀποθανών,δοὺς λύτρον ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος, ὅλονἄνθρωπον ἀντὶ ἀνθρώπου, καὶ θάνατον ὑπὲρ θανάτου. Τίς ποτεἀπέθανεν δίκαιος ὢν ὑπὲρ ἀδίκου; Ποῖος πατὴρ ὑπὲρ τέκνου, ποῖοςυἱὸς ὑπὲρ πατρὸς ἀπέθανεν; Ὃ ἐποίησεν κύριος ὑπὲρ ἡμῶν, οὐμόνον ἡμᾶς πλάσας διὰ χειρὸς ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ ἀναγεννήσαςἡμᾶς διὰ πνεύματος ἐν τῷ αὐτοῦ πάθει. Καὶ ὁ ἀσεβὴς λαὸςτῶν Ἰουδαίων ἀπέκτειναν τὸν ἑαυτῶν εὐεργέτην, ἀποδόντες αὐτῷ<«πονηρὰ ἀντὶ ἀγαθῶν»> καὶ θλῖψιν ἀντὶ χαρᾶς καὶ θάνατονἀντὶ ζωῆς· τὸν γὰρ ἐγείροντα τοὺς νεκροὺς αὐτῶν καὶ θεραπεύοντατοὺς χωλοὺς καὶ φωταγωγοῦντα τοὺς τυφλούς, τοῦτον ἀπέκτεισανκρεμάσαντες ἐπὶ ξύλου. Ἴδετε οἱ ἄνθρωποι, ἴδετε πᾶσαι αἱπατριαὶ τὰ καινὰ τολμήματα· ἐκρέμασαν τὸν κρεμάσαντα τὴν γῆν,καὶ προσέπηξαν ξύλῳ τὸν πήξαντα τὸν κόσμον, καὶ ἐμέτρησαν τὸνμετρήσαντα τοὺς οὐρανούς, καὶ ἔδησαν τὸν λύσαντα τοὺς ἁμαρτωλούς,καὶ ἐπότισαν ὄξος τὸν ποτίσαντα δικαιοσύνην, καὶ ἐψώμισαν χολὴντὸν ψωμίσαντα ζωήν, καὶ ἠφάνισαν χεῖρας καὶ πόδας τοῦ θεραπεύσαν-τος αὐτῶν χεῖρας καὶ πόδας, καὶ ἠνέγκασαν καμμύσαι τὸν ποιήσαντααὐτοὺς ἀναβλέψαι, καὶ ἔθαψαν τὸν ἐγείραντα τοὺς νεκροὺς αὐτῶν.Ὢ μυστηρίου καινοῦ καὶ θαύματος παραδόξου· ἐκρίθη ὁ κριτής,καὶ ἐδήθη ὁ λύων τοὺς πεπεδημένους, καὶ προσεπάγη ὁ πήξας τὴνγῆν, καὶ ἐκρεμάσθη ὁ κρεμάσας τὸν κόσμον, καὶ ἐμετρήθη ὁ μετρή-σας τοὺς οὐρανούς, καὶ ἐψωμίσθη χολὴν ὁ ψωμίσας ζωήν, καὶἀπέθανεν ὁ ζωογονῶν τὰ πάντα, καὶ ἐτάφη ὁ ἀνιστῶν τοὺς νεκρούς.Τοῦ γὰρ κυρίου κρεμαμένου ἐπὶ τοῦ ξύλου, ἐρράγησαν οἱ τάφοι,καὶ ὁ ᾅδης ἠνεώχθη, καὶ ἀνέστησαν νεκροί, καὶ ἐξήλλοντο ψυχαί,καὶ ἐνεφανίσθησαν πολλοὶ τῶν ἀνισταμένων ἐν Ἰσραήλ, ὅτεἐπετελεῖτο τὸ τοῦ Χριστοῦ μυστήριον· ἐπὶ γὰρ τοῦ σταυροῦ ὕψωσεντὴν σάρκα, ἵνα φανῇ ἡ σὰρξ ὑψουμένη καὶ θάνατος πεπτωκὼς ὑπὸτοὺς πόδας τῆς σαρκός. Τότε οἱ ἄγγελοι ἐξενίσθησαν καὶ αἱδυνάμεις τῶν οὐρανῶν ἐξεπλάγησαν ἐπὶ τῷ πάθει τοῦ Χριστοῦ,ἐξεπλάγη ἡ κτίσις ξενιζομένη καὶ λέγουσα· Τί ἄρα εἴη τοῦτο τὸ και-νὸν μυστήριον; Ὁ κριτὴς κρίνεται καὶ σιωπᾷ, ὁ ἀόρατος ὁρᾶται καὶοὐκ ἐπαισχύνεται, ὁ ἀκράτητος κρατεῖται καὶ οὐκ ἀγανακτεῖ, ὁ ἀμέτρη-τος μετρεῖται καὶ οὐκ ἀντιτάσσεται, ὁ ἀπαθὴς πάσχει καὶ οὐκ ἀνταποδί-δωσιν, ὁ ἀθάνατος θνῄσκει καὶ καρτερεῖ, ὁ ἐν οὐρανοῖς θάπτεται καὶὑπομένει· τί τοῦτο τὸ καινὸν μυστήριον ἢ πάντως διὰ τὸν ἄνθρωπον;Ἀλλ' ὁ βουλήσει παθὼν κύριος ἀνέστη ἐκ τῶν νεκρῶν, καταπατήσαςτὸν θάνατον, καὶ <δήσας «τὸν ἰσχυρόν»,> καὶ λύσας τὸν ἄνθρωπον·ὁ δὲ θάνατος ἀλλοιωθεὶς ἔπεσεν ὑπὸ τοὺς πόδας τοῦ Χριστοῦ, καὶ ἐσύρθηαἰχμάλωτος θριαμβευόμενος ὁ ᾅδης, καὶ πᾶσαι αἱ δυνάμεις αὐτοῦ ἀνε-στράφησαν ἀκούσασαι τῆς φωνῆς τοῦ Χριστοῦ, καθὼς ἡ γραφή φησιν·«Εἶδος μὲν αὐτοῦ οὐκ εἴδομεν, φωνῆς δὲ αὐτοῦ ἠκούσαμεν». Οὐκεἶδεν γὰρ ὁ ᾅδης τὸ πρόσωπον τοῦ κυρίου, ἀλλὰ φωνῆς αὐτοῦ ἤκουσενλέγοντος· Ἐξέλθατε ψυχαὶ πεπεδημέναι καὶ <καθήμεναι ἐν σκιᾷθανάτου·> ζωὴν ὑμῖν εὐαγγελίζομαι· ἐγώ εἰμι ὁ Χριστὸς ἡ ζωὴὑμῶν. Τότε ὁ ᾅδης ἀκούσας κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ αἱχαλκαὶ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ οἱ σιδηροῖ συνεθλάσθησαν,καὶ ἐξήλλοντο αἱ τῶν ἁγίων ψυχαὶ ἀκολουθοῦσαι τοῖς ἴχνεσι τοῦΧριστοῦ· τότε ἐπληρώθη τὸ γεγραμμένον· <«Ἐκεῖ συνέτριψενπύλας χαλκάς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν».>Ἐβόησε δὲ καὶ ἡ γῆ λέγουσα· Δέσποτα, φεῖσαί μου τῶν κακῶν,κούφισόν με τῆς ὀργῆς, λῦσόν με τῆς κατάρας, ἀνθ' ὧν ἐδεξάμηναἵματα καὶ ἀνθρώπων σώματα, ἔτι δὲ καὶ τὸ σὸν σῶμα· δέσποτα,ἀπολάμβανέ σου τὸν Ἀδάμ. Ἀνέστη γοῦν ὁ κύριος διὰ τριῶνἡμερῶν, διδάσκων ἡμᾶς τριάδα ἐν μονάδι προσκυνεῖν· πᾶσαι δὲ αἱπατριαὶ τῶν ἐθνῶν ἐσώθησαν ἐν τῷ Χριστῷ· εἷς γὰρ ἐκρίθη καὶμυριάδες ἐσώθησαν· ὁ γὰρ κύριος ἀπέθανεν ὑπὲρ πάντων.