The Greek Library Author

Anonymous

Homilia in Christi resurrectionem

Authority group
Epiphanius Scr. Eccl. (catalogue association; authorship remains anonymous)
Edition reference
Homilia in Christi resurrectionem (inc. Νῦν τὸ πένθος) [Sp.], ed. P. Nautin, Le dossier d'Hippolyte et de Méliton [Patristica 1. Paris: Éditions du Cerf, 1953]: 155–159.
CTS identifier
urn:cts:greekLit:tlg2021.tlg042.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Οὗτοςδὲ ὁμοίως ἐνδυσάμενος ὅλον τὸν ἄνθρωπον ἀνῆλθεν εἰς τὰ ὕψη τῶνοὐρανῶν, ἀναφέρων δῶρον τῷ πατρὶ οὐ χρυσόν, οὐκ ἄργυρον, οὔτε λίθοντίμιον, ἀλλ' ἄνθρωπον ὃν ἔπλασεν <«κατ' εἰκόνα καὶ ὁμοίωσιναὐτοῦ».> Τοῦτον ὁ πατὴρ ὑψώσας ἐν δεξιᾷ αὐτοῦ <«ἐπὶ θρόνουὑψηλοῦ»> κεκάθικεν, <«ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸτοὺς πόδας αὐτοῦ»·> μέλλει γὰρ ἔρχεσθαι κριτὴν ζώντων καὶνεκρῶν, <«οὗ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος»,> ὅτι δόξαἐστὶ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰςτοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τιμόθεος ὁ ἐπίσκοπος Ἐφέσου κατασταθεὶς ὑπὸ τοῦ μακα-ρίου Παύλου ἐξ ἐθνῶν ἦν, οὐκ ἐκ περιτομῆς, ᾧ καὶ πολλὰμαρτυρεῖ Παῦλος νουθετῶν τὴν καλὴν ὁμολογίαν τοῦ δοθέντοςαὐτῷ χαρίσματος φυλάξαι, ὃς καὶ ἐνδόξως ἐκεῖ ἐμαρτύρησεν. Τίτος ἐπίσκοπος Κρήτης αὐτοῖς τοῖς Κρησὶ καὶ ταῖς πέριξνήσοις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου κἀκεῖ θανὼν ἐτάφη. Κρήσκης ἐν Γαλλίαις ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίουκἀκεῖ θάπτεται. Ὁ εὐνοῦχος Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων ἐν Ἀρα-βίᾳ τῇ εὐδαίμονι καὶ ἐν Ταπροβάνῃ νήσῳ καὶ ἐν ὅλῃ τῇἐρυθρᾷ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου Ἰησοῦ Χριστοῦ,λόγος δὲ ἔχει καὶ μεμαρτυρηκέναι αὐτὸν ἐνδόξως καὶ ταφῆ-ναι ἐκεῖ· καί ἐστιν αὐτοῦ τὸ κοιμητήριον ὅπλον ἀκαταμάχη-τον τοῖς πιστοῖς ἀλιτηρίων βαρβάρων, φυγαδευτήριον νόσουςἀπελαῦνον καὶ ἰάματα ἐνεργοῦν ἕως καὶ σήμερον. Ἐκ τῶν ἀποστόλων τοῦ σωτῆρος τῶν οʹ γεγόνασιν, ὡςἱστορεῖ Κλήμης ἐν πέμπτῃ τῶν ὑποτυπόσεων, Βαρνάβας,Σωσθένης, Κηφᾶς ὁμώνυμος Πέτρῳ, Ματθίας ὁ συγκατα-ριθμηθεὶς τοῖς ἕνδεκα, [Εὔβουλος, Πούδης, Κρίσκης, ἐν τῇβʹ,] Βαρσαβᾶς καὶ Λίνος, οὗ μέμνηται Παῦλος Τιμοθέῳγράφων, Θαδδαῖος, Κλεόπας καὶ οἱ σὺν αὐτῷ. Ταῦτα εἰσὶ τὰ ὀνόματα τῶν προχειρισθέντων διακόνων. αʹ. Στέφανος ὁ πρωτομάρτυς. βʹ. Φίλιππος. γʹ. Πρόχωρος.δʹ. Νικάνωρ. εʹ. Τίμων. Ϛʹ. Παρμενᾶς. ζʹ. καὶ Νικόλαος. Τῶν δὲ οʹ οἱ πρόκριτοί εἰσιν οὗτοι; Παῦλος, Μάρκος,Λουκᾶς, Τίτος, Κανδάκης ὁ εὐνοῦχος, Ἰωάννης βαπτιστής. Δεῖ γινώσκειν τὸ πῶς συνεγράφησαν τὰ δʹ εὐαγγέλια.Ὅτι μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦτὸ κατὰ Ματθαῖον μετὰ ἔτη ηʹ, τὸ κατὰ Μάρκον μετὰ ἔτηιβʹ, τὸ κατὰ Ἰωάννην μετὰ ἔτη λʹ ἐπὶ Δομετιανοῦ τοῦ βασι-λέως, τὸ κατὰ Λουκᾶν μετὰ ἔτη ιεʹ. Τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἑβραΐδι διαλέκτῳ γραφὲν ὑπ'αὐτοῦ ἐν Ἱερουσαλὴμ ἐξεδώθη, ἑρμηνεύθη δὲ ὑπὸ Ἰωάννου. Τὸ κατὰ Μάρκον ὑπηγορεύθη ὑπὸ Πέτρου ἐν Ῥώμῃ.[Τὸ κατὰ Λουκᾶν ὑπηγορεύθη ὑπὸ Παύλου ἐν τῇ Ῥώμῃ.] Τὸ κατὰ Ἰωάννην ἐν τοῖς χρόνοις Τραιανοῦ ὑπηγορεύθηὑπὸ Ἰωάννου αὐτοῦ ἐπὶ Κομόδου, ἐν Πάτμῳ τῇ νήσῳἐγράφη. Τοῦ δὲ κατὰ Λουκᾶν ὑπὸ Λουκᾶ μαθητοῦ ὑπάρχοντοςτοῦ ἀποστόλου Παύλου, οὗ μνημονεύων ὁ αὐτὸς ἀπόστολοςἔν τινι ἐπιστολῇ γράφει· ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἀγαπη-τὸς ἰατρός, καὶ τὰς πράξεις δὲ τῶν ἁγίων ἀποστόλων ὁαὐτὸς εὐαγγελιστὴς συνεγράψατο. Οὔτε πλείονα τῶν ἀριθμῶν, οὔτε ἐλάττονα ἐνδέχεταιαὐτὰ γενέσθαι. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην εὐαγγέλιον τὴν ἀπὸ τοῦ πα-τρὸς ἡγεμωνικὴν αὐτοῦ καὶ πρακτικὴν καὶ ἔνδοξον γενεὰνδιηγεῖται· ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸνθεὸν καὶ θεὸς ἦν ὁ λόγος, πάντα δι' αὐτοῦ ἐγένετο· διὰτοῦτο εἰς ὁμοίωμα ἀετοῦ. Τὸ δὲ κατὰ Λουκᾶν ἅτε ἀπὸ ἱερατικοῦ χαρακτῆρος ὑπάρ-χων ἀπὸ Ζαχαρίου ἤρξατο τοῦ ἱερέως λέγων· ἐγένετο ἐν ταῖςἡμέραις Ἡρώδου, τοῦ βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τιςὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβία, ἐπειδὴ κατὰ τὴν πα-λαιὰν τοῦ νόμου παράδοσιν οἱ ἱερεῖς ταύρους ἐκόμιζον· διὰτοῦτο καὶ τὸ εἶδος αὐτοῦ ὡς μοσχόμορφον ἀνιστορίζεται. Ματθαῖος δὲ τὴν κατὰ ἄνθρωπον αὐτοῦ γένεσιν ἐξη-γεῖται, βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Ἀβραάμ, καὶπάλιν τοῦ δὲ Ἰησοῦ Χριστοῦ γέννησις οὕτως ἦν, ὅθεν καὶἀνθρωπόμορφον αὐτοῦ τὸ εὐαγγέλιον ἐξεικονίζεται. Μάρκος δὲ ἀπὸ τοῦ προφητικοῦ πνεύματος τοῦ ἐξ ὕψουςἐπιόντος ἐν τοῖς οὐρανοῖς τὴν ἀρχὴν ἐποιήσατο, ἀρχὴν λέγωντοῦ εὐαγγελίου, καθὼς γέγραπται ἐν τοῖς προφήταις· φωνὴβοῶντος ἐν τῇ ἐρήμῳ, τὴν προφητικὴν εἰκόνα τοῦ εὐαγγε-λίου, διὰ τοῦτο δεικνὺς καὶ τὴν ἐν τῇ ἐρήμῳ τοῦ λέοντοςἀνιστορίζων εἰκόνα· [ἁγία τριὰς ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶςτῇ χάριτί σου]. Μάρκος ὁ εὐαγγελιστής, ἐπίσκοπος Ἀλεξανδρέων. Λου-κᾶς ὁ εὐαγγελιστής, οὗτοι οἱ δ' ἐκ τῶν οʹ τυγχάνουσιν δια-σκορπισθέντες ἐπὶ τῷ κηρύγματι ᾧ εἶπεν ὁ κύριος· ἐὰν μή τιςοὐ φάγῃ μου τὴν σάρκα καὶ πίῃ μου τὸ αἷμα, οὐκ ἔστιμου ἄξιος. Ἀλλ' ὁ μὲν διὰ Πέτρου, ὁ δὲ διὰ Παύλου πά-λιν ἐπανακάμψαντες πρὸς κύριον εὐαγγελίσασθαι καταξιοῦνταιὑπὲρ οὗ καὶ ἐμαρτύρησαν, ὁ μὲν πυρποληθείς, ὁ δὲ σταυ-ρωθεὶς ἐπὶ ἐλαίας.