The Greek Library Author

Gregory of Nazianzus

Christus patiens [Dub.] (fort. auctore Constantino Manasse)

Author namesGrégoire de Nazianze · Gregoire de Nazianze · Grégoire le Théologien · Gregory of Nazianzus · Gregorius Nazianzenus

Scientific editors
Johann Georg Brambs
Edition reference
Christus Patiens · Leipzig · Teubner · 1885
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Στίχοι Γρηγορίου τοῦ θεολόγου εἰς τὸ σωτήριον πάθος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν μαθητὴν Ἰούδαν, πῶς φιλήματι δολίῳ παρέδωκε τὸν κύριον.

1Ἐπείδ’ ἀκούσας εὐσεβῶς ποιημάτων

2ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις,

3πρόφρων ἄκουε· νῦν τε κατ’ Εὐριπίδην

Titulum edo ex Μ, ubi rubris literis scriptus est. — Post Στίχοι eadem manus atramento superscripsit τοῦ αὐτοῦ. — δολίω codex. Sic per totum Μ ι nusquam subscriptum est. — In C a manu secunda: Γρηγορίου τοῦ θεολόγου τραγῳδία εἰς τὸ σωτήριον πάθος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ε priore eius titulo eraso Duebnerus eruit: Στι . . . εἰς τὸν μιαρὸν ἰούδαν π. φιλήματι δολίῳ παρ.δ.τεπον (?) κύριον. — Α Β Matritensis Schwarzianus sic: Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν (ἡμῶν om. Schwarz.) Γρηγορίου τοῦ θεολόγου ὑπόθεσις δραματικὴ κατ’ Εὐριπίδην περιέχουσα τὴν δι’ ἡμᾶς γενομένην σάρκωσιν (pro σάρκωσιν Matr. ἄρρητον γέννησιν) τοῦ σωτῆρος ἡμῶν (om. Schwarz.) Ἰησοῦ Χριστοῦ καὶ τὸ ἐν αὐτῷ κοσμοσωτήριον (Matr. αὐτῇ κοινοσωτ.) πάθος. — Ita etiam cod. Paris. 994. De hoc et de V vide pag. 5 — 6. D sic: Τὸ κοσμοσωτηρίου πάθος τοῦ ἐναγίοις πατρός ἡμῶν Γρηγορίου Ἀρχιἐπισκόπου Κῶνσταντινουπόλεως τοῦ Θεολόγου ὑπόθεσις δράματη (cum μ super μ) κατ’ Εὐριπίδην. — Bladus: Τοῦ ἁγίου Γρηγορίου Ναζιανζηνοῦ τοῦ θεολόγου τραγῳδία Χριστὸς πάσχων.

Prologus et tragoediae versus 1 — 108 desunt in CM. 1 Ἐπείδ’ ΑΒ, cf. ν. 1206, ἐπεὶ δ’ V et Matrit. et b, ἐπειδ’ sine acc. D. 3 ἄκοῦ D, sed rubicator ε superscripsit. τε om. V. κατ’ εὐριπίδη D.

4τὸ κοσμοσωτήριον ἐξερῶ πάθος,

5ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων,

6ὡς ἐκ στόματος μητροπαρθένου κόρης

7μύστου πεφιλμένου τε τῷ Διδασκάλῳ.

8Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος

9μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους

10πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ’ ἄκρης

11στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν

12τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι

13καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως·

14εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ,

15οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον·

16κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ,

17μηδ’ ἡ φθορά τ’ εἰσῆλθε θηρὸς ἀπάτῃ,

18καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει,

19ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ,

20οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον

21τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,

22ἀφθαρτίσοντα τὸ φθαρὲν φιλαγάθως

23καὶ ζωοποιήσοντα τὸ βροτῶν γένος·

24μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου

25ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου

26καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως

27θρηνοῦσ’ ἀνηλάλαζε τετρυχωμένη.

28Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·

29μήτηρ πάναγνος, παρθένος μύστης, κόραι

30αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.

(Τὰ τοῦ δράματος πρόσωπα· Θεοτόκος χορὸς παρθένων ὁ ἄγγελος ἡμιχόριον ἕτερον ᾐμιχόριον ὁ Χριστός ὁ θεόλογός ὁ Ἰωσήφ ὁ Νικόδημος ἡ Μαγδαληνή [ὁ νεανίσκος] ἡ κουστωδία 26 Act, Pilati Β 10, 4. 24 ἀκεν. corr. ex αμεν. V. 25 ἡ δ᾿ VD. μήτερ D. 27 θρηνούσαν ἐλάλαζε τετρεχωμένη D. 28 δάτε D. 30 τοῦ om. Matrit. et Bladus. Personarum elenchum edo ex V. Νοη est poëtae ipsius. Deest in ceteris, etiam in Matrit. et apud Bladum. Codex δράματις et μαγδαλινή et προλογίζι. Non unus nuntius, sed plures loquuntur, ὁ νεανίσος addidi ex v. 2128. Elenchi loco B: ὐπόθεσις τοῦ δράματος. Προλογίξει ὑπεράγιος μήτηρ τοῦ ἀληθινοῦ ἡμῶν φῶτος τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ.—D rubro: ἀρχὴ τοῦδου δράματος. Προ- συναγωγὴ ἀρχιερέων καὶ ὁ Πιλᾶτος. Προλογίζει ἡ μητροπάρθενος.)

ΘΕΟΤΟΚΟΣ.

1Εἴθ᾿ ὤφελ’ ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις,

2μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων

3ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φῦμα,

4μήτηρ γένους δύστηνος ἠπατημένη,

5τόλμημα τολμᾶν παντάτολμον ἀνέτλη,

6ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη,

7θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν,

8οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν

9τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι

10λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου,

11λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον,

12μήτηρ τέκνων τ’ ἤκουσεν ἐκ δυσκοιτίας

13μογοστοκοῦσ’ ὠδῖσί τ’ ἐμπαρειμένη

14ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν

15σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης,

16ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις,

17διαδοχάς τε παραπέμπειν τῷ βίῳ

18διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους,

19οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν,

20καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως

21ἀγαθότητι δαπέδῳ κατιέναι

22καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος,

23οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος

24καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει,

25οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς,

26ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον,

27ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα,

28ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ

29καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα,

30ὡς νητρεκῶς ἤυσε Συμεὼν γέρων,

31τηλεσκόποις ὄμμασι πάντως προβλέπων.

32Ἠ που μεγέστη γίνεται σωτηρία,

33ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ,

34τὰ πάντα συμφέρουσα τῷδ’, ὥσπερ θέμις,

35μηδὲ πρὸς ἄλλου πάρφασίν τινα κλύῃ,

36ἀλλ’ ἐστι συμφρονοῦσα γνησίῳ πόσει.

37Νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ καίρια,

38αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος.

39Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν·

40ἐκ δακρύων δάκρυα καταλείβεται,

41ὧν οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί τις·

42κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

43Ὅθεν πότνια φύσις ἠτιμωμένη

44στένει κλάουσα συμφορὰς πεφυρμένας

45διαδοχάς τε τῶν ἀφερτάτων πόνων,

46τὸν πάντα συντήκουσα δακρύοις χρόνον,

47ἐπεὶ πρὸς ἐχθροῖς ᾔσθετ’ ἠδικημένη

48καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ

49πατρός θ’ ὑποκλίναντος οὖας μητέρι,

50ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.

51βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιὰς,

52πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται·

53ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,

54οἱον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα·

55στυγεῖ δὲ κόσμον οὐδ’ ὁρῶσ’ εὐφραίνεται.

56Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος,

57ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ

58λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.

59Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων,

60τίκτουσα μὴ τίκτουσα, φεύγουσ’ αὖ τόκους.

61Δύστην’· ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ,

62τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον.

63τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω;

64πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.

65Οὐκ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν

66τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς·

67οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις.

68Καὶ παῖδα πῶς ἔτικτον; ὦ θάμβος μέγα·

69ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν;

70πόνους φυγοῦσα πῶς ὀδυνῶμαι κέαρ;

71Ἀνηλάλαξα πῶς πάλαι χαρᾶς ὕπο,

72ὅτ’ ἦλθεν εὐάγγελος ἀγγέλων τόκον,

73φράζων ἄλυξιν δυσμενῶν βροτῶν γένει

74καὶ γηθόσυνον χάρμα μοι φέρων μέγα;

75λόγοις δὲ τοῦδ’ εὔπλαγκτος οὐκ ἐφαινόμην

76πεισθεῖσα τῷ φέροντι θέσκελον φάτιν

77οὐχὶ σφάγιον μηνύουσαν μ’ ἐκτεκεῖν,

78ἀλλ’ ὡς ἄνακτα γῆς τε καὶ παντὸς πόλου.

79Ὅμως δ’ ἔθυον καὶ γυναικείῳ νόμῳ

80ψυχῆς ἔπεμπον ἀλαλαγμὸν ἐκ μέσης,

81λάσκουσ’, ἀνευφημοῦσα τὴν ἀγγελίαν,

82θυηφάγον φέρουσά τ’ εὐώδη φλόγα,

83οἵαν θύειν φράζουσιν οἱ θεοπρόποι,

84ζῆλον ζάπυρον, πνεῦμα συντετριμμένον,

85ἔρωτά τ’ ἀκάθεκτον, ἔνθερμον λίαν,

86ἃ θυσίαν οἴδαμεν εὐφημουμένην.

87Καὶ πῶς στροβεῖ μου σπλάγχνα νῦν δριμὺ βέλος;

88κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν

89ἰδεῖν τε Παιδὸς ἣν κακωσύνην πάθοι,

90αὗται δ’ ἔπεισάν μ’ ἡμέρας μίμνειν φάος.

ΧΟΡΟΣ.

91Δέσποινα, νῦν πύκαζε σὸν δέμας τάχει.

92Ἄνδρες τρέχουσιν ἐμφανεῖς ἔξω πύλης.

ΘΕΟΤΟΚΟΣ.

93Τί δ’ ἐστί; μῶν τι δυσμενῶν ἀγγέλλεται

94λόχος κρυφαῖος ἑστάναι κατ’ εὐφρόνην;

ΧΟΡΟΣ.

95Ἔννυχος ὄχλος ἐν θορύβῳ συρρέει,

96στρατὸν πολύν τε πᾶσαν ἀν’ ὄρφναν βλέπω

97λαμπτῆρας εἰσφέροντα καὶ πολλὰ ξίφη.

ΘΕΟΤΟΚΟΣ.

98Καὶ μὴν πρὸς ἡμᾶς νῦν τις ἐν σπουδῇ ποδὸς

99στείχει, νέον τι πρᾶγμ’ ἔχων ἴσως φράσαι.

ΧΟΡΟΣ.

100Ἴδω, τί λέξει καὶ τίν’ ἀγγελεῖ λόγον. —

101Πότνια, πότνα, σεμνοτάτη παρθένε·

102αἰ αἰ, αἰ αἰ·

103Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος

104ἁγνὴ κέκλησαι, τῆσδε γῆς ὅσοι πέδον

105ναίουσι, λαμπρὸν φῶς ὁρῶντες ἡλίου·

106τανῦν δὲ τάλαιν’ ἡ πάλαι μακαρία.

ΘΕΟΤΟΚΟΣ.

107Τί δ’ ἐστίν; ἦ πω τὶς μ’ ἀποκτεῖναι θέλει;

ΧΟΡΟΣ.

108Οὒκ, ἀλλὰ Παῖς θνήσκει σὸς ὑπ’ ἀλαστόρων.

ΘΕΟΤΟΚΟΣ.

109οἴμοι, τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι.

ΧΟΡΟΣ.

110Ὡς οὐκέτ’ ὄντος Υἱέος φρόντιζε δή.

ΘΕΟΤΟΚΟΣ.

111Ὠ δεινὰ λέξασ’, οὐχὶ συγκλείσεις στόμα

112καὶ πᾶν μεθήσεις ἀπρεπὲς ῥῆμ’ ἐκφέρειν;

113Τὸν ὄντ’ ἀεὶ γὰρ μηκέτ’ εἶναι πῶς λέγεις;

114Εὔφημος ἴσθι, κἄν τί σοι χρεία λέγειν,

115λέγ’, ὡς προσήκει, μηδ’ ἀτιμάσῃς Θεὸν.

116Γονὰς γὰρ ἀπὸ χρυσέας ἔβλαστε μοι·

117καινὸν δὲ πίτνειν αἷμ’ ὑπ’ ἀνέρων Θεοῦ·

118θανεῖν τὸν ἀθάνατον οὐκ ἔχει λόγον.

119Ἔτικτον αὐτὸν, οἶδα δ’, ὡς ἐγεινάμην.

ΧΟΡΟΣ.

120Ὠ τλῆμον, οὐκ οἶσθ’, οἷ κακῶν ἐλήλυθας,

121καὶ τούσδε κινεῖς κἀναμοχλεύεις λόγους.

122Ἠοῦς φανείσης Υἱέος γ’ ὄψει μόρον,

123ὡς πάννυχον κρίνουσιν οἱ μιαιφόνοι.

124Καίτοι δέδορκ’ ἐνθάδε τῶν Παιδὸς τινὰ

125στείχονθ’ ὀπαδῶν, πνεῦμά τ’ ἠρεθισμένον,

126σπουδῇ πρὸς ἡμᾶς τόνδ’ ἰθύνοντα δρόμον·

127δείκνυσι δ’, ὥς τι καινὸν ἀγγείλῃ παρών.

ΘΕΟΤΟΚΟΣ.

128Τί δήποτ’ ἄρα σημᾶναι νέον θέλει;

ΧΟΡΟΣ.

129Ἴδω, τί λέξαι πνευστιῶν οὗτος θέλει.

ΑΓΓΕΛΟΣ.

130Ὀττοτοτοί·

131Καλλίστα, πότνα , σεμνοτάτη Μαρία,

132αἲ αἲ αἲ αἲ

133ἀπωλόμεσθ’ οὐ δυσμενῶν τάχ’ ὑπό του.

ΘΕΟΤΟΚΟΣ.

134Τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;

135Ἄγ’ εἰπὲ, τίς φοβεῖ σε φήμ’ αὖθις νέα;

ΧΟΡΟΣ.

136Ἔκλυες, ὤ· ἄιες, ὤ· ἤκουσας, ὃς

137ὃς Παῖδα σὸν προὔδωκε τοῖς μιαιφόνοις;

ΘΕΟΤΟΚΟΣ.

138Πρὸς τοῦ τόδ’ ἄλλο καινὸν ἀγγελεῖς κακόν;

139Τίς ἐστι; μῶν τις τῶν φιλεῖν ἠλπισμένων;

ΧΟΡΟΣ.

140Ἀργυροδέκτης, δύστροπος μύστης, λέγει,

141ἀργυροφύλαξ, ἀργυροτρώκτης πλέον.

ΘΕΟΤΟΚΟΣ.

142οἶμοι, τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακὸν,

143εἰ τοῖς φιλεῖν δοκοῦσι κατειργάσμεθα·

144Ἠ που τετόλμηκ’ ἔργον ἄτολμον τάλας;

145Τί δ’ ἐγκαλῶν προὔδωκε παντευεργέτην;

146ἢ τίς λαβὴ δράματος ἦν τῷ μαινόλῃ;

ΧΟΡΟΣ.

147Ἄκουε τοῦδ’, ὅς σοι τρανῶς πάντ’ ἀγγελεῖ.

ΑΓΓΕΛΟΣ.

148Ἄκουε, τλῆμον, ἡ τὸ πρὶν πανολβία,

149ἄκουσον, οὕς σοι δυστυχεῖς φέρω λόγους.

ΘΕΟΤΟΚΟΣ.

150Αἲ αἱ· διοιχόμεσθα· δῆλος εἶ λόγῳ·

151κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.

ΑΓΓΕΛΟΣ.

152κακῶν μὲν, ἀληθῶν δ’ ὅμως· τί γὰρ φράσω;

153Ἐπεὶ τὸ πάσχα καινὸν, ὡς ἔφη, φάγοι,

154μύσταις ἄριστον παραθεὶς, δεῖπνον μέγα,

155δείξας δ’ ἐν αἰνιγμοῖσι τὸν λογοπράτην,

156ἔπειτα νίψας τῶν μαθητῶν τοὺς πόδας

157ἔξεισιν, ὡς εἴθιστ᾿, ἐλαιῶν εἰς ὄρος,

158εἰπών τε μύσταις πάνθ᾿, ἅπερ τανῦν πάθοι,

159καταρτίσας πάντας τε μυσταγωγίαις

160πολλοῖς ξὺν ἄλλοις καὶ τάδ’ εἶπε πρὸς Θεὸν·

161Πάτερ, μέγιστον νῦν πάρασχέ μοι κλέος·

162τὸ παρὰ σοὶ γὰρ μὴ λιπὼν ποτὲ κλέος

163εἰς μεῖζον ἥξω, δυσμενῆ κτανὼν βροτῶν·

164ἔθνη τε διδοῖς πάντ’ ἔχοντι πρὸς σέθεν·

165λαβὼν δὲ πάντας, χὠς ἀριστεῖον σφέων

166ὑπερκρεμασθεὶς, αὐγε σαῖν χεροῖν νέμω.

167Κυδρούμενος δὲ τοῖς ἀριστεύμασί μου

168κάλει φίλους εἰς δαῖτα. Μακάριος εἶ,

169μακάριος τοιάδε διειργασμένος.“

170Ὅδ᾿ αὗθις ἀφίησιν ὡς βροτῶν ὄπα

171δηλῶν κλεϊσμὸν αἰθεροδρόμῳ βοῇ·

172„Καὶ πρὶν κλείσας νῦν ελεΐσω σε πλέον.“

173Ἐπεὶ δὲ μύσταις ταῦτ’ ἐνηχήθη ξένως,

174ἥκει πρὸς αὐτοῖς ἐν τόπῳ τοῦ χειμάρου

175πρὸς κῆπον, ᾗχι πολλάκις συνήγετο,

176ὃν οὐδ’ ὁ πράτης ἀγνοῶν νύκτωρ μέσον

177ἔφθασεν ὄχλον τῶν μιαιφόνων ἐγὼν,

178ξιφηφοροῦντας καὶ φονῶντας ἐν θράσει·

179ὃς δὲ προσιὼν ὡς φίλος Διδασκάλῳ

180„Ῥαββὶ,“ προσειπὼν, „χαῖρ᾿,“ ἐφίλει δυστρόπως.

ΘΕΟΤΟΚΟΣ.

181Φεῦ, φεῦ, τί χεῖρον τοῦδε τολμήσειε τις;

182Τί γοῦν πρὸς αὐτὸν ἀντέφησε Παῖς ἐμός;

ΑΓΓΕΛΟΣ.

183Οὐκ εἶπεν οὐδὲν πλήν· Ἑταῖρ’, ἐφ’ ᾧ πάρει;“

184Ἄφαρ δ’ ἔβαλλον χεῖρας οἱ μιαιφόνοι·

185ἄμμες δ’ ἀφέντες ἄλλος ἄλλῃ φεύγομεν.

186Πέτρος δ’ ὁ κλεινὸς καὶ λόγοις ἀπείπατο,

187μόνος δ’ ἐπιστήθιος εἵπετ’ ἀτρέμας.

188Ἔδοξα δ’ αὐτὸς ὑπό του πεπυθέναι

189σιγῇ λέγοντος ὡς πρὸς αὐτὸν ἠρέμα

190τὸν δύστροπον πράτην γε τοῦ Διδασκάλου·

191Τῆς ἀσεβείας· ὦ τάλ’, οὐ φοβῇ Θεὸν;

192οὐ θεσμὸν αἰδῇ τῶν βροτῶν τῆς οὐσίας

193Ἀδάμ τε τὸν σπείραντα γηγενῆ στάχυν

194καὶ πατριάρχας ἐκλελεγμένου γένους;

195Μύστης φανεὶς σὺ συμμαθητάς αἰσχύνεις

196τὸν μυσταγωγὸν, φεῦ, προδοὺς ἀργυρίου,

197προύδωκας αὐτὸν εἰς φόνον μιαιφόνοις.

198Οὐκ εἶπεν; οὐ σῆς προὐνοήσατο φρενὸς

199σκοπεῖν, ἐφ’ οἷσι νῦν ἑκὼν ἀλγύνεται;

200Σὺ δ’ οὐκ ἀνέσχου· τοιγαροῦν γνοίης τάχει,

201εὖ δ’ ἴσθι, πατρὸς δ’ εὐσεβὲς θάλπει γένος.

202Εἰ μὴ γὰρ ὅρκοις Ἀβραὰμ ἐπεσχέθη,

203οὐκ ἄν ποτ’ ἔσχε μὴ τάδ’ ὑπεξιέναι

204κἀντεῦθεν ὑμῖν ἀποδοῦναι τὴν δίκην.

205Δοκεῖς γὰρ αὐτὸν τάδ’ ὑποστῆναι πάθη,

206εἰ μή τι κερδαίνοντα κἀντεῦθεν μέγα;

207Νῦν δ’ ἐκ χθονὸς μὲν, ἔστ’ ἂν ἔρχηται πάλιν,

208καινῶς ἄνεισι, σίγα δ’ ἕξεται κρίσιν

209ἐρῶν καθ’ ὑμῶν Πατρὶ σὴν ἁμαρτίαν

210λαοῦ τε τοῦδε μαινόλου τολμηρίαν,

211ὡς καὶ προεῖπε Δαυΐδου γλώσσῃ πάλαι

212οὐκ ἀγνοοῦντι καὶ πρὸ τῆς τολμηρίας,

213πλήσει τε πᾶσαν γαῖαν εὐδόξων λόγων

214ἔργων τε κλεινῶν, μυρίων, θαυμασίων,

215ὄψεσθε δ’ ἐν Πατρός μολοῦντ’ αὖθις κλέει,

216κρίσιν φέροντα ζῶσι καὶ τεθνηκόσι

217καὶ πᾶσι παρέχοντα τὰ κατ’ ἀξίαν.

218Πῶς γοῦν προσόψει σύ τε καὶ μιαιφόνοι,

219ἢ ποίαν οὐκ ἐκτίσετ’ ἔνδικον τίσιν,.

220Πλὴν καὶ πρὸ τοῦδε τίσετ’ ἔνδικον τίσιν,

221εἰ μὴ χέρας νίψεσθε τὰς μιαιφόνους,

222ἃς, ἢν θέλητε κἂν τανῦν ξυνιέναι,

223αὐτὸς ῥυτοῖς νασμοῖσιν ἀπομόρξεται.

224Ἢ σῆς γε τόλμης νῦν μάθῃς γεγευμένος,

225σὺν σοὶ δὲ καὶ πᾶς τῶν ἀλαστόρων ὄχλος.

226Νῦν δ’ εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν,

227εἰ μή τι πάθῃς, ὧν φόβος πολὺς κρατεῖ,

228κἀγὼ προφήτης τῶν λόγων γενήσομαι.

229Ἀλλ’ ἐκποδὼν ἄπιθι καὶ σαυτοῦ πέρι

230φρόντιζε· ταὐτοῦ δ’ αὐτὸς εὖ γε θήσεται,

231σὺ δ’, ὥσπερ εἰκὸς, κατθανῇ κακὸς κακῶς,

232πρῶτα κρεμαστοῖς ἐν βρόχοις ἠρτημένος,

233πήδημ’ ἐς ᾄδην κραιπνὸν ὁρμήσας τάχος,

234λύπῃ παχνωθεὶς, ὡς προδοὺς ἀργυρίου,

235καὶ νᾶμα πυρὸς παμφάγου σε δέξεται.

236Οὐ γὰρ θέλεις νῦν ἐκφυγεῖν τιμωρίαν,

237καὶ τῶνδε τεύξῃ, προὐνέπω δέ σοι τάδε·

238Οὔ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται Θεοῦ,

239οὐ νεκρεγέρτου νεκρέγερσιν κατίδῃς.

240Ἐς γὰρ τοσοῦτον μωρίας ἀφικάνεις,

241ὥστ’ ἐξὸν αὖθις δείν’ ἑλεῖν βουλεύματα

242καὶ πάντ’ ἀφέντα προσπεσεῖν Διδασκάλῳ

243κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα

244βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης,

245ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων.

246Ὅμως δὲ κἀν τοῖσδ’ οὐκ ἀπειρηκὼς, σέ πως

247σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ·

248οὐ γὰρ δύναιτ’ ἂν ἀγαθός που μὴ μένειν.

249Ἀλλ’ οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει·

250οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν·

251ἥκιστα τοῦδε λῆμ’ ἔφυ τυραννικόν·

252ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ.

253Αλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει·

254ἔτ’ εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι,

255καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι.

256Αἴσθοιτο δ’ αὐτῶν δῆμος ὑβριστὴς ἅπας

257ἤτοι θανόντες ἢ φάος δεδορκότες,

258οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται.

259Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε,

260ἄκου’, Ἰούδα, σῶν κακῶν κατάστασιν.

261Καίτοι προκόψω γ’ οὐδὲν ἢ σκῆψιν μόνην·

262οὐ γὰρ Θεὸς σε σωφρονεῖν ἀναγκάσει·

263ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν

264τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ’ ἀεί.“

265Ταῦτ’ εἶπεν οὐκ οἶδ’ ἄγγελός τις ἢ βροτὸς

266πρὸς αὐτὸν, ὡς εἴρηκα, τὸν λογοπράτην.

ΘΕΟΤΟΚΟΣ.

267Ὠ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί·

268οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα·

269Τάχ’ ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη,

270ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις·

271οὐ γίρ σ’ ἔλαθε, τῶνδ’ ὃς αἴτιος κακῶν.

272Ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω,

273σὺ ταῦτ’ ἔδρασας, σὸν προδοὺς εὐεργέτην ·

274σὰ ταῦτα, δαῖμον · τίς γὰρ ἂν ἄλλος ποτὲ

275ἔδρασεν ἢ ’βούλευσε δυσμενὴς ἀνήρ ;

276Ὄλοιθ’ ὁ δράσας· ἡ δίκη δ’ ἐπίσταται,

277αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην.

278Ἀργυραμοιβὲ, ποῦ συνῄδη σῷ δόλῳ ;

279̓Αρ’ εἰσέτι ζῇς δεινὰ ταῦτ’ εἰργασμένος

280οὐδ’ ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας;

281Δεῖ γὰρ τανῦν ἢ γῆς σε κρυβῆναι κάτω

282ἢ πυρὸς ἐν ῥιπαῖσιν αἰθέρος θανεῖν.

283Ὦ μῖσος, ὦ μέγιστον, ἔχθιστον κακόν·

284τὴν Δεσπότην προδοῦσαν ἐξαυδῶ κάραν,)

285ἔτλης προσελθεῖν ὡς φίλος Διδασκάλῳ·

286ἦλθες πρὸς αὐτὸν, ἦλθες ἔχθιστος γεγὼς

287καὶ Πατρὶ καὐτῷ παντί τ’ ἀνθρώπων γένει.

288Πῶς πῶς προσεῖπας, πῶς κατησπάσω προδούς;

289Γλώσσῃ προσηύδας, καρδίᾳ μίασμ’ ἔχων.

290Καὶ ταῦτα δράσας ἥλιόν τε προσβλέπειν

291καὶ γαῖαν, ὦ κάκιστε, τολμᾷς εἰσέτι;

292Ταῦτ’ οὔτι θάρσους ἐστὶν οὐδ’ εὐτολμίας

293εὐεργέτην προδόντα τολμᾶν προσβλέπειν,

294ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων

295πασῶν, ἀναίδει’. Εὖ δ’ ἐπεμνήσθην σέθεν,

296καίτοι πρὸς οὐδὲν κέρδος, αἰσχύνην δέ σου,

297καὶ μὴ παρόντος, κἂν θάνῃς, κἂν φῶς βλέπῃς·

298ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι

299ψυχὴν τἀληθῆ, σύ τε κοὐ κλύων μάθῃς·

300μάθῃς γὰρ εὑρὼν τὴν κατ’ ἀξίαν τίσιν.

301Ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν.

302Ἄκου’, Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι·

303Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας,

304ἔσωσέ σ’, ὑπέδειξε φῶς σωτηρίας,

305δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων,

306μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι

307κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους.

308Ἔθηκεν ἀργύρια πάντα χερσί σου,

309ἔκοψε σου πρόφασιν ἀναργυρίας.

310Ἔκλεπτες ἀεὶ, μὴ δόκει λεληθέναι,

311ὅδ’, ἅτε πανάγαθος, οὐκ ἤλεγχε σε

312λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος,

313εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας,

314ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας

315ἄρτου τρύφος τ’ ἔδωκε μυστικωτάτου.

316Καὶ ταῦθ’ ὑπ’ αὐτοῦ, παγκάκιστ’ ἀνδρῶν, παθὼν

317προύδωκας αὐτὸν, δῶρα δ’ ἐκτήσω φόνου

318πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ’ ἀνάργυρος,

319λαβὴν ἂν εἶχες τῶνδ’ ἐρασθῆναι τάχα,

320νῦν δ’ οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον

321χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν.

322Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε,

323οὐδ’ εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ

324καὶ γῆν ἅπασαν ῥημάτων πλήσει κακῶν,

325ἐπεί μιν ἐσθλὸν ἐπίσταται κτίσις,

326καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων.

327Ἀλλ’ ἦγξεν ἀγχόνη σε φιλαργυρίας,

328ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως,

329φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλε σοι.

330τοιόσδε φανεὶς φῶς ὁρᾶν τολμᾷς, τάλα;

331ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι

332ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν;

333Ὦ κακὸν ἔρνος, οὔποτ᾿ ῥίζης βροτῶν,

334πικρῶν δὲ ῥιζῶν φημί σ’ ἐκπεφυκέναι,

335ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου,

336φθόνου πότμου θ’, ὅσα τε γῆ τρέφει κακά·

337οὐ γὰρ ἐρῶ ποτ’ ἐκ Θεοῦ φῦναί σ’ ἐγὼ,

338εἰδυῖα καίπερ, ὡς τὸ πᾶν προαίρεσις·

339Θεὸς γὰρ οὐκ ἄκοντα σαώζει βίᾳ.

340Ω δύστροπ’, ὦ κάκιστε καὶ μιαιφόνε,

341οἷον πέπραχας πεπρακὼς εὐεργέτην.

342Αὐτός σ’, ἵν ἐλπὶς Παιδὸς εἶναι Πατέρα,

343πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.

344Ἔρρ’, αἰσχροποιέ, φιλίας διαφθορεῦ·

345ἀπέπτυσ’, οὐδ’ ἀπόντι σοι δεῖ συλλαλεῖν·

346τὸν γὰρ δόλιον καὶ Θεὸς βδελύσσεται.

347Ὠ Παῖ, τί δὴ χρυσοῦ μὲν, ὃς κίβδηλος ᾖ,

348τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ,

349ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι,

350οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματος,

351ἀλλ’ αὐτὸς εἰδὼς ἀγνοεῖν πάντας θέλεις;

352Ὄλοιτ᾿ ὄλοιτο πανδίκως κακεργάτης·

353ἔρρ’ ἔρρε, παγκάκιστε καὶ μιαιφόνε,

354ὄλοι’· ἐγὼ δὲ ζῶντα Παῖδ’ ἐπόψομαι,

355κἂν νῦν στένουσα πολλὰ καὶ πεπληγμένη

356κέντροις ἀνίας ἡ παντλάμων δακρύω·

357γυνὴ γάρ εἰμι κἀπὶ δακρύοις ἔφυν.

ΧΟΡΟΣ.

358Αἲ αἲ αἴ·

359σίγα, σίγα, Παῖδ’ οὐκέτ᾿ ὄψει ζῶντα σόν.

ΘΕΟΤΟΚΟΣ.

360οἴμοι, τί θρηνεῖς; τίς δὲ δράματος λαβὴ;

ΧΟΡΟΣ.

361Οὐκ οἶδ’· ἔοικε δ’ οὐ μακρὰν ὅδ’ ἄγγελος

362λέξειν τἀκεῖθεν σοῦ φίλου Παιδὸς πέρι.

ΑΓΓΕΛΟΣ.

363Ἔδοξε θανεῖν Παῖδα σὸν τῇδ’ ἡμέρᾳ

364γραμματέων ψήφῳ τε καὶ πρεσβυτέρων.

ΘΕΟΤΟΚΟΣ.

365οἴμοι, προσῆλθεν ἐλπὶς, ἣν φοβουμένη

366πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις

ΧΟΡΟΣ.

367Ἀτὰρ τίς ἀγὼν, τίνες Ἑβραίων…

368κ…

The complete text is available when the reading interface loads.