The Greek Library Author

Anonymous

De vita sua

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
De vita sua, ed. C. Jungck, Gregor von Nazianz. De vita sua, Heidelberg: Winter, 1974: 54–148.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

62

τῷ τοῦτο δῆλον; πῶς τεκμηριῶ λόγον;

63

αὐτὴν ἐπάξομ', ὧνπερ εἶπον, μάρτυρα,

64

ἐμὴν τεκοῦσαν, τῆς ἀληθείας στόμα,

65

κρῦψαί τι μᾶλλον τῶν φανερῶν εἰθισμένην

66

ἢ τῶν ἀδήλων κομπάσαι δόξης χάριν.

67

φόβος γὰρ ἦγεν, ὃς μέγας διδάσκαλος.

68

Αὕτη ποθοῦσα παιδὸς ἄρρενος γόνον

69

ἰδεῖν ἐν οἴκῳ, πρᾶγμα ὂν πολλοῖς φίλον,

70

θεῷ προσωμίλησε καὶ δεῖται πόθου

71

τυχεῖν. ἐπεὶ δ' ἦν δυσκάθεκτος τὴν φρένα,

72

δῶρον δίδωσιν, ὅνπερ ἠξίου λαβεῖν,

73

καὶ τὴν δόσιν φθάνουσα τῇ προθυμίᾳ.

74

καὶ τοίνυν εὐχῆς οὐχ ἁμαρτάνει φίλης,

75

ἀλλ' ἧκεν αὐτῇ δεξιὸν προοίμιον

76

ὄψις σκιὰν φέρουσα τῶν αἰτουμένων.

77

ἐμὸν γὰρ εἶδος ἐμφανῶς παρίσταται

78

καὶ κλῆσις· ἠδ' ἦν ἔργον ἡ νυκτὸς χάρις.

79

ἐγὼ γὰρ αὐτοῖς γίνομ', εἰ μὲν ἄξιος

80

εὐχῆς, τὸ δῶρον τοῦ δεδωκότος θεοῦ·

81

εἰ δ' οὖν ἀπευκτός, τῆς ἐμῆς ἁμαρτίας.

82

Οὕτω μὲν οὖν παρῆλθον εἰς τοῦτον βίον,

83

πηλῷ κερασθείς—φεῦ τάλας—καὶ συνθέσει,

84

ὑφ' ὧν κρατούμεθ' ἢ κρατοῦμεν ὧν μόγις·

85

πλὴν παντὸς ἀρραβῶνα καλλίστου λαβών

86

τὴν γένεσιν αὐτήν· οὐ γὰρ ἀχαριστεῖν θέμις.

87

ὡς δ' ἧκον, εὐθὺς γίνομαι ἀλλότριος

88

ἀλλοτρίωσιν τὴν καλήν. τῷ γὰρ θεῷ

89

παρίσταμ' ὡς ἀμνός τις ἢ μόσχος φίλος,

90

θῦμ' εὐγενές τε καὶ λόγῳ τιμώμενον—

91

ὀκνῶ γὰρ εἰπεῖν, ὡς Σαμουήλ τις νέος,

92

πλὴν εἰ βλέποιμι πρὸς πόθον δεδωκότων.

93

Τραφεὶς δ' ἐν ἅπασι τοῖς καλοῖς ἐκ σπαργάνων

94

(τύπους γὰρ εἶχον τοὺς ἀρίστους οἴκοθεν)

95

ἤδη τιν' αἰδῶ τοῦ γέρως ἐλάμβανον,

96

καί μοι κατὰ μικρόν, ὥσπερ ἐκ γνόφου νέφος,

97

συνήγεθ' ἡ τοῦ κρείσσονος προθυμία.

98

πρόσω δ' ἔβαινον συντρέχοντος καὶ λόγου,

99

βίβλων τ' ἔχαιρον ταῖς θεοῦ συνηγόροις,

100

ἀνδρῶν θ' ὡμίλουν τοῖς ἀρίστοις τὸν τρόπον.

101

Τοιαῦτα μὲν δὴ ταῦτα· τἀπίλοιπα δέ

102

οὐκ οἶδ', ὁποίαν τοῦ λόγου τέμω τρίβον.

103

κρύψω τὰ θαύμαθ', οἷς με προύτρεψεν θεός,

104

ἀρχὴν ἀρίστην τὴν προθυμίαν λαβών

105

(οὕτω γὰρ ἕλκειν οἶδεν εἰς σωτηρίαν),

106

ἢ θῶ προθύμως ἐκλαλήσας εἰς μέσον;

107

τὸ μὲν γὰρ ἀχάριστον, τὸ δ' οὐκ ἔξω τύφου.

108

σιγᾶν ἄμεινον—ἀρκέσει τό μ' εἰδέναι—,

109

μὴ καὶ μάχεσθαι τῷ λόγῳ τὰ νῦν δοκῇ

110

πλεῖστον δέοντα τῆς τότε προθυμίας.

111

Ὃ δ' οὖν ἀνάγκη, γνωρίσω τοῖς πλείοσιν.

112

ἄχνους παρειά, τῶν λόγων δ' ἔρως ἐμέ

113

θερμός τις εἶχε. καὶ γὰρ ἐζήτουν λόγους

114

δοῦναι βοηθοὺς τοὺς νόθους τοῖς γνησίοις,

115

ὡς μήτ' ἐπαίροινθ' οἱ μαθόντες οὐδὲ ἕν

116

πλὴν τῆς ματαίας καὶ κενῆς εὐγλωττίας,

117

τῆς ἐν ψόφοις τε καὶ λάρυγξι κειμένης,

118

μήτ' ἐνδεοίμην πλεκτάναις σοφισμάτων.

119

ἐκεῖνο δ' οὔποτ' εἰς ἐμὴν ἦλθε φρένα,

120

πρόσω τι θεῖναι τῶν ἐμῶν παιδευμάτων.

121

ὅπερ δὲ πάσχει θερμότης ἀεὶ νέων,

122

ὁρμαῖς ἀτάκτοις εὐκόλως ῥιπίζεται,

123

ὡς πῶλος ᾄττων εἰς δρόμους θυμοῦ πλέως,

124

πέπονθα τοῦτο. τῆς γὰρ ὥρας παντελῶς

125

ἔξω, θαλάσσης οὐκέθ' ἡμερουμένης—

126

Ταύρου τιν' οὐρὰν οὐκ ἀκίνδυνόν φασιν

127

οἱ ταῦτα δεινοί, πλοῦν θράσους, ἀλλ' οὐ φρενός—

128

τότ' οὖν Ἀλεξάνδρειαν ἐκλιπὼν ἐγώ

129

(κἀνθένδε γάρ τι τῶν λόγων ἐδρεψάμην)

130

ἄρας ἔτεμνον πόντον εὐθὺς Ἑλλάδος.

131

Κύπρου τὰ πλευρά· καὶ στάσις τῶν πνευμάτων

132

ἔβραζε τὴν ναῦν καὶ τὰ πάντ' ἦν νὺξ μία·

133

γῆ, πόντος, αἰθήρ, οὐρανὸς ζοφούμενος·

134

βρονταὶ δ' ἐπήχουν ἀστραπῶν τινάγμασιν,

135

κάλοι δ' ἐρόχθουν ἱστίων πληρουμένων.

136

ἔκλινεν ἱστός, οἰάκων δ' οὐδὲν σθένος·

137

βίᾳ γὰρ ἡρπάζοντο χειρὸς αὐχένες.

138

πλῆρες δ' ὑπερτοιχοῦντος ὕδατος σκάφος.

139

βοὴ δὲ συμμιγής τε καὶ θρήνων πλέως

140

ναυτῶν, κελευστῶν, δεσποτῶν, †ἐπηβόλων†

141

Χριστὸν καλούντων ἐκ μιᾶς συμφωνίας,

142

καὶ τῶν, ὅσοι τὸ πρόσθεν ἠγνόουν θεόν·

143

ὁ γὰρ φόβος δίδαγμα καιριώτερον.

144

ὃ δ' ἦν ἁπάντων σχετλιώτατον κακῶν,

145

ἄνυδρος ἡ ναῦς· εὐθὺ γὰρ στροβουμένης

146

νεὼς ῥαγεῖσα σπείρετ' ἐν βυθῷ σκάφη,

147

ἣ τὸν γλυκὺν θησαυρὸν εἶχεν ὕδατος.

148

λιμοῦ δ' ἀγὼν ἦν καὶ ζάλης καὶ πνευμάτων

149

νεκροὺς γενέσθαι. τοῦδε μὲν λύσιν θεός

150

εἶδεν ταχεῖαν. ἔμποροι γὰρ Φοινίκης

151

ἄφνω φανέντες, καίπερ ὄντες ἐν φόβῳ,

152

λιταῖς μαθόντες τὸ στενὸν τοῦ κινδύνου,

153

κοντῶν ἐρεισμοῖς καὶ χερῶν ἀράγματα

154

νεῶν φυγόντες (καὶ γὰρ ἦσαν εὐσθενεῖς)

155

σῴζουσιν ἡμᾶς ποντίους ἤδη νεκρούς,

156

ὡς ἐκ θαλάσσης ἐκλιπόντας ἰχθύας

157

ἢ λαμπάδα θνῄσκουσαν οὐκ οὔσης τροφῆς.

158

Ὁ δ' ἠγριοῦτο καὶ πλέον βρυχώμενος

159

πόντος καθ' ἡμῶν ἡμέραις ἐν πλείοσιν

160

οὔθ' οἷ πλέοιμεν εἰδότων πολλαῖς στροφαῖς

161

οὔτε τιν' ὁρώντων ἐκ θεοῦ σωτηρίαν.

162

πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων

163

ὁ κρυπτὸς ἦν ἔμοιγε φρικωδέστερος.

164

καθαρσίων γάρ, οἷς θεούμεθ', ὑδάτων

165

ἠλλοτριούμην ὕδασι ξενοκτόνοις.

166

τοῦτ' ἦν ὀδυρμός, τοῦτ' ἔμοιγε συμφορά,

167

τούτῳ βοὰς ἔπεμπον, ἐκτείνων χέρας,

168

ὑπερκτυπούσας κυμάτων πολὺν ῥόθον,

169

ῥήξας χιτῶνα, κείμενος πρηνὴς τάλας.

170

ὃ δ' ἐστὶν οὐ πιστὸν μέν, ἀψευδὲς δ' ἄγαν,

171

πάντες παρέντες τὴν ἑαυτῶν συμφοράν

172

ἐμοὶ συνῆγον ἐκβοὰς εὐκτηρίους,

173

πλωτῆρες εὐσεβοῦντες ἐν κοινοῖς κακοῖς·

174

οὕτω συνήλγουν τοῖς ἐμοῖς παθήμασιν.

175

Σὺ καὶ τότ' ἦσθα, Χριστέ μου, σωτὴρ μέγας,

176

καὶ νῦν ἐλευθερῶν με κυμάτων βίου.

177

ἐπεὶ γὰρ οὐδὲν ἐλπίδος χρηστῆς ὑπῆν,

178

οὐ νῆσος, οὐκ ἤπειρος, οὐκ ὀρῶν ἄκρα,

179

οὐ πυρσός, οὐ πλωτῆρσιν ἀστέρες σκοποί,

180

οὐ μικρόν, οὐ μεῖζόν τι τῶν ὁρωμένων,

181

τί μηχανῶμαι; τίς πόρος τῶν δυσχερῶν;

182

πάντων ἀπογνοὺς τῶν κάτω πρὸς σὲ βλέπω,

183

ζωή, πνοή μου, φῶς, κράτος, σωτηρία,

184

φοβῶν, πατάσσων, μειδιῶν, ἰώμενε,

185

πλέκων τὸ χρηστὸν τοῖς ἐναντίοις ἀεί.

186

πάντων δ' ὑπομνήσας σε τῶν πρὶν θαυμάτων,

187

οἷς τὴν μεγίστην χεῖρά σου γνωρίζομεν,

190

Αἰγυπτίων μάστιξιν ἐκτετριμμένων,

188

πόντου ῥαγέντος Ἰσραὴλ ὡδευκότος,

189

χειρῶν ἐπάρσει δυσμενῶν ἡττημένων,

191

αὐτῆς στρατάρχαις τῆς κτίσεως δουλουμένης,

192

σάλπιγξι τειχῶν καὶ δρόμῳ πορθουμένων,

193

προσθείς τε τἀμὰ τοῖς πάλαι βοωμένοις,

194

„σός“, εἶπον, ”εἰμί, καὶ τὸ πρὶν καὶ νῦν ἔτι.

195

σὺ δίς με λήψῃ, κτῆμα τῶν σοι τιμίων,

196

γῆς καὶ θαλάσσης δῶρον, ἐξηγνισμένον

197

εὐχῇ τε μητρὸς καὶ φόβοις ἐξαισίοις.

198

σοὶ ζήσομ', εἰ φύγοιμι δισσὸν κίνδυνον.

199

σὺ ζημιώσῃ λάτριν, εἰ προοῖό με.

200

καὶ νῦν μαθητὴς ἐν σάλῳ· τίνασσέ μοι

201

τὸν ὕπνον ἢ πέζευε, καὶ στήτω φόβος.”

202

Ταῦτ' εἶπον· ἡ δ' ἔληξε πνευμάτων στάσις,

203

πίπτει δὲ πόντος, ἡ δὲ ναῦς εὐθύπλοος.

204

καὶ τοῦτο δ' ἐστὶν ἐμπόρευμα τῆς ἐμῆς

205

εὐχῆς· τὸ γὰρ πλήρωμα τῆς νεὼς ἅπαν

206

ἀπῆλθον εὐσεβοῦντες εἰς Χριστὸν μέγαν,

207

διπλῆν λαβόντες ἐκ θεοῦ σωτηρίαν.

208

Ῥόδον δ' ὑπερβαλόντες μικρὸν ὕστερον

209

εἰς Αἰγινήτην ὅρμον (Αἰγιναία γάρ

210

ἡ ναῦς) πλέοντες οὐρίᾳ κατήραμεν.

211

Ἔπειτ' Ἀθῆναι καὶ λόγοι. τἀκεῖσε δέ

212

ἄλλοι λεγόντων, ὡς μὲν ἐν φόβῳ θεοῦ

213

ἀνεστράφημεν πρῶτα τὰ πρῶτ' εἰδότες·

214

ὡς δ' ἐν νέων ἀκμῇ τε καὶ φορᾷ θράσους,

215

ἄλλων σὺν ἄλλαις φατρίαις οἰστρουμένων,

216

οὕτω διεξῄειμεν ἥσυχον βίον

217

—πηγή τις, οἶμαι, πόντιος καθ' ὑδάτων

218

γλυκεῖα πικρῶν, ὥσπερ οὖν πιστεύεται—

219

οὔθ' ἑλκόμενοι πρὸς τῶν φερόντων εἰς βλάβην,

220

ἕλκοντες αὐτοί τ' εἰς τὰ κρείσσω τοὺς φίλους.

221

Καὶ γάρ με καὶ τοῦτ' εὖ πεποίηκεν θεός·

222

συνῆψεν ἀνδρὶ τῷ σοφωτάτῳ φέρων,

223

μόνῳ βίον τε καὶ λόγον πάντων ἄνω.

224

τίς οὗτος; ἦ γνώσεσθε ῥᾳδίως λίαν.

225

Βασίλειος ἦν, τὸ μέγ' ὄφελος τοῦ νῦν βίου.

226

τοῦτον λόγου τε καὶ στέγης καὶ σκεμμάτων

227

κοινωνὸν εἶχον. εἴ τι δεῖ καὶ κομπάσαι·

228

ξυνωρὶς ἦμεν οὐκ ἄσημος Ἑλλάδι.

229

τὰ πάντα μὲν δὴ κοινά, καὶ ψυχὴ μία

230

δυοῖν δέουσα σωμάτων διάστασιν.

231

ὃ δ' εἰς ἓν ἡμᾶς διαφερόντως ἤγαγεν,

232

τοῦτ' ἦν· θεός τε καὶ πόθος τῶν κρεισσόνων.

233

ἐξ οὗ γὰρ εἰς τοσοῦτο θάρσους ἤλθομεν,

234

ὥστ' ἐκλαλῆσαι καὶ τὰ καρδίας βάθη,

235

πλέον συνεσφίγγημεν ἀλλήλοις πόθῳ.

236

τὸ γὰρ ὁμόγνωμον πιστὸν εἰς συμφυΐαν.

237

Τί λοιπόν; ἡ πατρίς τε καὶ βίου τύποι.

238

καὶ γὰρ πολὺς τέτριπτο τοῖς λόγοις χρόνος·

239

ἤδη τριακοστόν μοι σχεδὸν τοῦτ' ἦν ἔτος.

240

ἐνταῦθ' ἐπέγνων, οἷον εἰς ἡμᾶς πόθον

241

οἵαν τε δόξαν εἶχον οἱ συμπαίστορες.

242

παρῆν ὁ καιρός—καὶ παρῆν πολὺς πόνος.

243

ἔδει περιπλοκῶν τε καὶ στυγνῶν λόγων,

244

τῶν ἐξοδίων μνήμης τ' ἐμπυρευμάτων.

245

τῷ μὲν βίᾳ τε καὶ μόγις, εἶξαν δ' ὅμως,

246

εἰπόντι πολλὰς αἰτίας τῆς ἐξόδου.

247

ἐμοὶ δὲ καὶ νῦν προτρέχει τὸ δάκρυον

248

τῆς τηνικαῦτα συγχύσεως μεμνημένῳ.

249

πάντες περιστάντες με σὺν πολλῷ τάχει,

250

ξένοι, συνήθεις, ἥλικες, διδάσκαλοι,

251

ὅρκοις, ὀδυρμοῖς, καί τι μιγνύντες βίας

252

(τὸ γὰρ φιλεῖν ἔπειθε τολμᾶν καὶ τόδε)

253

ἀπρὶξ κατεῖχον μηδ' ἄν, εἰ γένοιτό τι,

254

πέμψειν λέγοντες ἐκεῖθεν—οὐδὲ γὰρ πρέπειν

255

ἡμῶν Ἀθήνας ἐκπεσεῖν τὰς τιμίας—

256

ὡς δὴ λόγων δώσοντες ἐκ ψήφου κράτος·

257

ἕως ἔκαμψαν—καὶ γὰρ ἦν δρυὸς μόνης

258

θρήνοις τοσούτοις ἀντιβῆναι καὶ λόγοις—,

259

οὐ μὴν τελείως· καὶ γὰρ ἀνθεῖλκεν πατρίς

260

πίστει κρατοῦσα τῶν ὑφ' ἡλίῳ σχεδόν,

261

ἐν ᾗ φιλοσοφεῖν τῶν καλῶν ἐφαίνετο,

262

γονεῖς τε γήρᾳ καὶ χρόνῳ κεκμηκότες.

263

Ἔτ' οὖν Ἀθήναις μικρὸν ἐμμείνας χρόνον

264

ἔκλεψα μικροῦ λάθρᾳ τὴν ἐκδημίαν·

265

ἦλθον, λόγους ἔδειξα, τήν τινων νόσον

266

ἔπλης' ἀπαιτούντων με τοῦθ' ὥς τι χρέος.

267

οὐ γὰρ κρότων ἔμοιγε καὶ ψόφων λόγος

268

οὐδὲ βλακευμάτων τε καὶ λυγισμάτων,

269

οἷς οἱ σοφοὶ χαίρουσιν ἐν πλήθει νέων.

270

πρῶτον δὲ τοῦτο φιλοσοφῆσαι προυθέμην,

271

ῥῖψαι θεῷ καὶ τἆλλα καὶ πόνους λόγων,

272

ὡς οἱ παρέντες μηλοβότους τὰς οὐσίας

273

ἢ χρυσὸν ἀθροίσαντες εἰς ἅλμης βυθούς.

274

ἀλλ' ὃ προεῖπον, τοῖς φίλοις ὠρχησάμην.

275

ταῦτ' ἦν ἀγώνων ὥσπερ ἐγγυμνάσματα

276

ἢ καὶ προτέλεια μειζόνων μυστηρίων.

277

Ἔδει δὲ λοιπὸν ἀνδρικῶν βουλευμάτων.

278

ἔνδον καθίζω τῶν φίλων κριτήριον,

279

ἐμῶν λογισμῶν γνησίων παραινετῶν.

280

στρόμβος κατεῖχε τὴν ἐμὴν δεινὸς φρένα

281

τὸ κρεῖσσον ἐκζητοῦντος ἐν τοῖς κρείσσοσι.

282

τὸ μὲν τὰ σαρκὸς εἰς βυθοὺς ῥῖψαι πάλαι

283

δεδογμένον τ' ἦν καὶ τότ' ἤρεσκεν πλέον.

284

αὐτῶν δέ μοι σκοποῦντι τῶν θείων ὁδῶν

285

οὐ ῥᾷστον εὑρεῖν τὴν ἀμείνω καὶ λίαν.

286

ἄλλων γὰρ εἵνεκ' ἄλλο καλὸν ἢ κακόν

287

ἐφαίνεθ' ὥσπερ πολλαχοῦ τῶν πρακτέων.

288

τοιοῦτο τοὐμόν, ὥς τινι προσεικάσαι,

289

μακράν τιν' οἷον ἐννοῶν ἐκδημίαν

290

πλοῦν μὲν πεφεύγειν καὶ πόνους θαλασσίους,

291

ὁδὸν δ' ἀνίχνευον, ἥτις εὐπορωτέρα.

292

Ἠλίαν εἶχον ἐν λόγῳ τὸν Θεσπίτην

293

καὶ τὸν μέγαν Κάρμηλον ἢ ξένην τροφήν,

294

τοῦ Προδρόμου τὸ κτῆμα, τὴν ἐρημίαν,

295

παίδων Ἰωναδάβ τε ἄσκευον βίον·

296

θείων τε βίβλων αὖθις ἐκράτει πόθος

297

καὶ πνεύματος φῶς ἐν λόγου θεωρίᾳ,

298

πρᾶγμ' οὐκ ἐρήμης ἔργον οὐδ' ἡσυχίας—

299

ἕως ἐπ' ἄμφω πολλάκις μετακλιθείς

300

τέλος διαιτῶ τοῖς πόθοις τοῦτον τρόπον

301

καὶ τὴν πλάνην ἔστησα τοῦ νοῦ μετρίως.

302

ὁρῶν γάρ, οὓς μὲν πρακτικὸς τέρπει βίος,

303

ἄλλοις μὲν ὄντας χρησίμους τῶν ἐν μέσῳ,

304

αὑτοῖς δ' ἀχρήστους καὶ κακοῖς στροβουμένους,

305

ἐξ ὧν τὸ λεῖον ἦθος ἐκκυμαίνεται,

306

τοὺς δ' ἐκτὸς ὄντας εὐσταθεῖς μέν πως πλέον

307

καὶ πρὸς θεὸν βλέποντας ἡσύχῳ νοΐ,

308

αὑτοῖς μόνοις δὲ χρησίμους φίλτρῳ στενῷ

309

καὶ ζῶντας ἔξαλλόν τε καὶ τραχὺν βίον,

310

μέσην τιν' ἦλθον ἐρημικῶν καὶ μιγάδων,

311

τῶν μὲν τὸ σύννουν, τῶν δὲ τὸ χρηστὸν φέρων.

312

Προσῆν δὲ μεῖζον καὶ χάρις τῶν τιμίων,

313

λέγω δὲ τοὺς φύσαντας, οἷς ὑπόχρεως.

314

τούτων τὸ γῆρας (καὶ γὰρ εὐσεβέστατον

315

γονεῦσι πρώτην ἐκ θεοῦ τιμὴν νέμειν,

316

ἐξ ὧν ὑπάρχει καὶ τὸ γινώσκειν θεόν)

317

ἔθαλπον, ἐστήριζον ἐκ παντὸς σθένους,

318

ἐχειραγώγουν, ὡς ἐμαυτῷ δεξιόν

319

θεῖναι τὸ γῆρας, γῆρας ἱλεούμενος.

320

θερίζομεν γάρ, οἷά περ καὶ σπείρομεν.

321

Τοῦτ' ἦν μέρος μοι φιλοσόφου παιδεύσεως·

322

τὸ μὴ δοκεῖν τὸν πρῶτον ἐκπονεῖν βίον,

323

εἶναι δὲ μᾶλλον ἢ δοκεῖν θεῷ φίλον.

324

στέργειν μὲν οὖν δεῖν ᾠόμην καὶ πρακτικούς,

325

ὅσοι λελόγχας' ἐκ θεοῦ τιμήν τινα

326

λαοὺς ἄγοντες ἐνθέοις τελέσμασιν.

327

πλείων δέ μ' εἶχε τῶν μοναστικῶν πόθος,

328

καίπερ δοκοῦντα συντετάχθαι πλείοσιν·

329

τρόπων γὰρ εἶναι τὴν μονήν, οὐ σωμάτων.

330

τὸ βῆμα δ' ἦν μοι σεπτόν, ἀλλ' ἑστηκότι

331

πόρρωθεν, ὡς φῶς ἡλίου τῶν ὄψεων

332

ταῖς ἀσθενούσαις. πάντ' ἂν ἤλπισα πλέον

333

ἢ τοῦτο δέξασθ' ἐν πολλαῖς στροφαῖς βίου.

334

μηδὲν μέγ' εἴπῃς, συντόμως, ἄνθρωπος ὤν.

335

ἀεὶ κολούει τὰς ἐπάρσεις ὁ φθόνος.

336

μηδὲν λάβῃς ἔξωθεν, τἀμὰ δὲ σκόπει.

337

Οὕτω φρονοῦντι δεινὸς ἐμπίπτει κλόνος.

338

ὁ γὰρ πατήρ με, καίπερ ἀκριβέστατα

339

γνώμην γινώσκων τὴν ἐμήν, οὐκ οἶδ' ὅθεν,

340

ἴσως δὲ φίλτρῳ πατρικῷ κινούμενος

341

(δεινὸν δὲ φίλτρον ἐστὶ σὺν ἐξουσίᾳ),

342

ὡς ἂν κατάσχοι ταῖς πέδαις τοῦ πνεύματος

343

ὧν τ' εἶχε τιμήσειε τοῖς ἀμείνοσιν,

344

κάμπτει βιαίως εἰς θρόνων τοὺς δευτέρους.

345

οὕτω μὲν οὖν ἤλγησα τῇ τυραννίδι

346

—οὔπω γὰρ ἄλλως τοῦτ' ὀνομάζειν ἰσχύω,

347

καί μοι τὸ θεῖον πνεῦμα συγγιγνωσκέτω

348

οὕτως ἔχοντι—, ὥστε πάντων ἀθρόως,

349

φίλων, φυσάντων, πατρίδος, γένους λυθείς,

350

ὡς οἱ μύωπι τῶν βοῶν πεπληγότες,

351

εἰς Πόντον ἦλθον τῆς ἀνίας φάρμακον

352

θήσων ἐμαυτῷ τῶν φίλων τὸν ἔνθεον.

353

ἐκεῖ γὰρ ἤσκει τὴν θεοῦ συνουσίαν,

354

νέφει καλυφθεὶς ὡς σοφῶν τις τῶν πάλαι·

355

Βασίλειος οὗτος ἦν, ὃς ἐν ἀγγέλοις τὰ νῦν.

356

τούτῳ τὸ λυποῦν ἐξεμάλθασσον φρενός.

357

Ἐπεὶ δ' ὁ μὲν γήρᾳ τε κάμνων καὶ πόθῳ

358

ἐδεῖτο πολλὰ παιδὸς ὁ χρηστὸς πατήρ

359

τιμὴν παρασχεῖν ταῖς τελευταίαις πνοαῖς,

360

ἐμοὶ δ' ἔπεσσεν ὁ χρόνος τὴν συμφοράν,

361

ὡς μήποτ' ἐχρῆν, αὖθις εἰς βυθὸν τρέχω

362

δείσας στεναγμὸν πατρικῶν κινημάτων,

363

μή μοι τὸ φίλτρον εἰς κατάραν ἐκπέσῃ·

364

τοιοῦτόν ἐστιν ἁπλότης ὠργισμένη.

365

Μικρὸν μέσον τι, καὶ πάλιν τρικυμία,

366

οὐκ ἔστιν εἰπεῖν ὅσσον ἀγριωτέρα.

367

οὐδὲν δὲ χεῖρον πάντα γνωρίσαι φίλοις.

368

ἀρχήν τιν' ἔπραττ' οὑμὸς ἀδελφὸς κοσμικήν

369

—ἀδελφὸς οὑμός, ὦ κάκισθ', ὅσον σθένεις—

370

ἡ δ' ἦν ταμείων πίστις. ἐν δ' ἀρχῇ μέσῃ

371

θνῄσκει, κυνῶν δὲ πλῆθος ἐξανίσταται

372

τοῖς τοῦ θανόντος χρήμασιν καὶ λειψάνοις.

373

πάντ' ἐσπάρασσον οἰκέται, ξένοι, φίλοι.

374

τίς γὰρ πεσούσης οὐ ξυλεύεται δρυός;

375

Ἐγὼ δ', ὅσον μὲν ἧκεν εἰς ἐμὸν λόγον,

376

οὔποτ' ἂν ἔδεισα πραγμάτων ἐπιδρομάς·

377

πτηνὸν γάρ εἰμι ῥᾳδίως μετάρσιον.

378

ὅμως δ' ἀνάγκη πάντα τῷ καλῷ πατρί

379

συνδιαφέρειν, καὶ χρηστὰ καὶ τἀναντία,

380

κοινωνὸν ὄντα πραγμάτων, οὐ χρημάτων.

381

ὡς δ' οἱ βάσιν τὸ πρῶτον οὐ πεπηγότες

382

ἅπαξ ὀλισθήσαντες εἰς κρημνοῦ βάθος

383

πίπτουσιν, οὐκέτ' ὄντες αὑτῶν ἐγκρατεῖς,

384

οὕτως ἔμοιγε τῶν κακῶν γεγευμένῳ

385

ἄλλοις ἔπ' ἄλλο δεινὸν ἐξηγείρετο.

386

Ἧκέν ποθ' ἡμῖν—τἀμμέσῳ σιγήσομαι,

387

τοῦ μὴ δοκεῖν βλάσφημον ἐκφέρειν λόγον

388

κατ' ἀνδρός, ὃν νῦν εὐλογῶν ἐπαυσάμην—

389

ἀλλ' ἧκεν ἡμῖν τῶν φίλων ὁ φίλτατος,

390

Βασίλειος—οἴμοι τῶν λόγων· ἐρῶ δ' ὅμως—,

391

ἄλλος πατήρ μοι φορτικώτερος πολύ·

392

τὸν μὲν γὰρ ἐχρῆν καὶ τυραννοῦντα στέγειν,

393

τὸν δ' οὐκ ἀνάγκη τῆς ἑταιρίας χάριν

394

βλάβην φερούσης, οὐκ ἀπαλλαγὴν κακῶν.

395

οὐκ οἶδ' ἐμαυτοῦ τὰς ἁμαρτίας πλέον,

396

αἳ πολλὰ δή με πολλάκις δεδήχασιν,

397

μέμψωμ', ὑπερζέοντος ὡς ἀεὶ νέου

398

τοῦ συμπεσόντος, ἢ σὲ τῆς ἐπάρσεως,

399

ἀνδρῶν ἄριστε, ἣν δέδωκεν ὁ θρόνος;

400

ὡς τῶν γε λοιπῶν εἵνεχ', ἱλήκοις λόγῳ,

401

τάχ' οὐδ' ἂν αὐτὸς ἠξίους ὑπερζυγεῖν·

402

οὔκουν τὸ πρόσθεν, ὦ φέριστ', οὐδ' ἠξίους·

403

εἰ δ' ἠξίους, τυχόν σε τῶν εὖ εἰδότων

404

ἄμφω κατέσχεν ἄν τις εὐγνώμων κριτής.

405

τί οὖν πέπονθας; πῶς τοσοῦτον ἀθρόως

406

ἔρριψας ἡμᾶς; ὡς ὄλοιτ' ἐκ τοῦ βίου

407

νόμος φιλίας οὕτω σεβούσης τοὺς φίλους.

408

λέοντες ἦμεν ἐχθές, ἀλλὰ σήμερον

409

πίθων ἔγωγε· σοὶ δὲ μικρὸν καὶ λέων.

410

εἴ τοί γε πάντας—φθέγξομ' ὑψηλὸν λόγον—

411

οὕτως ἑώρας τοὺς φίλους, οὐ χρῆν γ' ἐμέ,

412

ὃν καὶ φίλων ἔμπροσθεν ἦγες ἦν ὅτε,

413

πρὶν ἦς ὑπερνεφῶν τὰ πάντ' ἔχων κάτω.

414

Τί, θυμέ, βράζεις; εἶργε τὸν πῶλον βίᾳ.

415

πρὸς νύσσαν αὖθις οἱ λόγοι. ἐκεῖνος ἦν

416

ψεύστης ἔμοιγε, τἆλλα δ' ἀψευδέστατος,

417

ὅς μου λέγοντος ταῦτ' ἀκούσας πολλάκις,

418

ὡς νῦν μὲν οἰστὰ πάντα, κἂν χείρω πέσῃ,

419

εἰ δ' ἐκλίποιεν οἱ τεκόντες τὸν βίον,

420

κἀμοὶ τὰ πράγματ' ἐκλιπεῖν ἅπας λόγος,

421

ὡς ἄν τι κερδάναιμι τῆς ἀνεστίου

422

ζωῆς πολίτης ῥᾷστα ὢν παντὸς τόπου—

423

ταῦτ' οὖν ἀκούων καὶ συναινῶν τῷ λόγῳ

424

ὅμως βιάζετ' εἰς ἐπισκοπῆς θρόνον,

425

αὐτὸς πατήρ τε δίς με τοῦτο πτερνίσας.

426

Μήπω ταραχθῇς, πρὶν ἂν ἐκμάθῃς τὸ πᾶν.

427

εἰ πλεῖστον ἐσκέψαντο δυσμενεῖς χρόνον,

428

ὅπως ἀτιμάσαιεν, οὐκ ἄλλον τινά

429

εὑρεῖν ἂν αὐτοὺς οἴομ' ἢ τὸν νῦν τρόπον.

430

ποθεῖς ἀκοῦσαι; πάντες οὐκ ἐροῦσί σοι,

431

ὅσοις τὸ πρᾶγμ' ἔδοξε τῶν οὐκ ἐνδίκων;

432

ἐγὼ μὲν οἷον ἐμπαρέσχον τῷ φίλῳ

433

ἐμαυτόν, οἶδε Πόντος, οἶδε καὶ πόλις

434

ἡ Καισαρέων καὶ πάντες οἱ κοινοὶ φίλοι.

435

μικροπρεπὲς γὰρ ταῦτ' ὀνειδίζειν ἐμέ.

436

τὸν μὲν γὰρ εὖ παθόντα μεμνῆσθαι πρέπει,

437

ὧν εὖ πέπονθε, τὸν δράσαντα δ' οὐδαμῶς.

438

ὁ δ' οἷος ἡμῖν, πειθέτω τὰ πράγματα.

439

Σταθμός τίς ἐστιν ἐν μέσῃ λεωφόρῳ

440

τῆς Καππαδοκῶν, ὃς σχίζετ' εἰς τρισσὴν ὁδόν,

441

ἄνυδρος, ἄχλους, οὐδ' ὅλως ἐλεύθερος,

442

δεινῶς ἀπευκτὸν καὶ στενὸν κωμύδριον.

443

κόνις τὰ πάντα καὶ ψόφοι καὶ ἅρματα,

444

θρῆνοι, στεναγμοί, πράκτορες, στρέβλαι, πέδαι,

445

λαὸς δ' ὅσοι ξένοι τε καὶ πλανώμενοι.

446

αὕτη Σασίμων τῶν ἐμῶν ἐκκλησία·

447

τούτοις μ' ὁ πεντήκοντα χωρεπισκόποις

448

στενούμενος δέδωκε—τῆς εὐψυχίας—

449

καὶ ταῦθ', ἵν' ἁρπάζοντος ἄλλου πρὸς βίαν

450

περικρατήσῃ τὴν καθέδραν καινίσας.

451

ἡμεῖς γὰρ αὐτῷ τῶν ἀρηΐων φίλων

452

τὰ πρῶτα—καὶ γὰρ ἦμεν ἄλκιμοί ποτε,

453

καὶ δεινὸν οὐδὲν τραύματ' ηὐλογημένα.

454

πρὸς τοῖς γὰρ ἄλλοις, οἷς ἀπηριθμησάμην,

455

οὐδ' ἦν ἀναιμωτί γε τοῦ θρόνου κρατεῖν·

456

μεταίχμιον γὰρ ἀντεπισκόπων δύο

457

τοῦτ' ἦν, συνερρώγει τε δεινός τις μόθος,

458

οὗ δημιουργὸς ἡ τομὴ τῆς πατρίδος

459

δύω πόλεις τάξασα μικρῶν μητέρας.

460

ψυχαὶ πρόφασις, τὸ δ' ἔστιν ἡ φιλαρχία·

461

ὀκνῶ γὰρ εἰπεῖν, οἱ πόροι τε καὶ φόροι,

462

ἐξ ὧν δονεῖται πᾶς ὁ κόσμος ἀθλίως.

463

Τί οὖν με ποιεῖν, πρὸς θεοῦ, δίκαιον ἦν;

464

στέργειν; δέχεσθαι τῶν κακῶν τὰς ἐμβολάς;

465

βάλλεσθ' ἀωρί; συμπνίγεσθαι βορβόρῳ;

466

μηδ' ἔνθα θείην εὐπορεῖν γῆρας τόδε

467

ἀεὶ βιαίως ἐκ σκέπης ὠθούμενον;

468

μηδ' ἄρτον ἕξων τῷ ξένῳ διακλάσαι,

469

πένης πένητα λαὸν εὐθύνειν λαχών,

470

ὧν μὲν κατορθώσαιμι, μηδὲ ἓν βλέπων,

471

ὧν δ' αἱ πόλεις ἔχουσιν, εὐπορῶν κακῶν,

472

τρυγῶν ἀκάνθας, οὐκ ἀπανθίζων ῥόδα,

473

τὰ δεινὰ γυμνὰ τῶν καλῶν καρπούμενος;

474

ἄλλην ἀπαίτει μ', ἣν θέλεις, εὐψυχίαν,

475

τὴν δὲ πρότεινε τοῖς ἐμοῦ σοφωτέροις.

476

Τοιαῦτ' Ἀθῆναι καὶ πόνοι κοινοὶ λόγων,

477

ὁμόστεγός τε καὶ συνέστιος βίος,

478

νοῦς εἷς ἐν ἀμφοῖν, οὐ δύω, θαῦμ' Ἑλλάδος·

479

καὶ δεξιαί, κόσμον μὲν ὡς πόρρω βαλεῖν,

480

αὐτοὺς δὲ κοινὸν τῷ θεῷ ζῆσαι βίον

481

λόγους τε δοῦναι τῷ μόνῳ σοφῷ λόγῳ.

482

διεσκέδασται πάντα, ἔρριπται χαμαί,

483

αὖραι φέρουσι τὰς παλαιὰς ἐλπίδας.

484

ποῦ τις πλανηθῇ; θῆρες, οὐ δέξεσθέ με,

485

παρ' οἷς τὸ πιστὸν πλεῖον, ὡς γ' ἐμοὶ δοκεῖ;

486

Ἔσχεν μὲν οὕτω ταῦτα, συντόμως φράσαι.

487

ἐπεὶ δ' ἐκάμφθην, οὐ φρόνημ', ἀλλ' αὐχένα—

488

τί φῶ; πόθεν δὲ τὴν ἐμὴν ὠδῖνά σοι

489

πᾶσαν παραστήσαιμι; κέντρα μοι πάλιν,

490

πάλιν φυγάς τις καὶ δρομαῖος εἰς ὄρος

491

κλέπτων φίλην δίαιταν, ἐντρύφημ' ἐμόν.

492

τί μοι τὸ κέρδος; οὐ γὰρ εὔτονος φυγάς

493

ἦν, ὡς ἔοικε. πάντα δ' εἰδὼς καρτερεῖν

494

ἓν τοῦτ' ἀγεννής· πατρὸς οὐ φέρω χόλον.

495

πρῶτον μὲν οὖν ἀγῶνα ποιεῖται πατήρ

496

ἐνιδρῦσαί με Σασίμοις· ὡς δ' ἠσθένει,

497

ὁ δεύτερος πλοῦς ἀλλὰ μὴ κάτω μένειν,

498

αὐτῷ δὲ συμπονοῦντα (καὶ γὰρ ἦν βαρύς

499

ταῖς σαρξὶν ἤδη) συνελαφρίζειν πόνους,

500

χεῖρας προτείνων, τῆσδε τῆς γενειάδος

501

ἁπτόμενος, οἵοις πρός με χρώμενος λόγοις.

502

„Πατήρ σε λίσσεθ', υἱέων ὦ φίλτατε,

503

πατὴρ ὁ πρέσβυς τὸν νέον, τὸν οἰκέτην

504

ὁ δεσπότης φύσει τε καὶ διπλῷ νόμῳ.

505

οὐ χρυσὸν αἰτῶ ς', οὐ λίθους οὐδ' ἄργυρον,

506

οὐ γῆς ἀρούρας, τέκνον, οὐδ' ὅσα τρυφῆς.

507

ζητῶ ς' Ἀαρὼν καὶ Σαμουὴλ πλησίον

508

θεῖναι θεῷ τε τίμιον παραστάτην.

509

ὁ δοὺς ἔχει σε· τέκνον, μή μ' ἀτιμάσῃς,

510

ὡς ἵλεώ γε τοῦ μόνου τύχοις πατρός.

511

καλὸν τὸ αἴτημ', εἰ δὲ μή γε, πατρικόν.

512

οὔπω τοσοῦτον ἐκμεμέτρηκας βίον,

513

ὅσος διῆλθε θυσιῶν ἐμοὶ χρόνος.

514

δὸς τὴν χάριν, δός—ἢ τάφῳ μ' ἄλλος δότω.

515

ταύτην ὁρίζω τῆς ἀπειθείας δίκην.

516

δὸς τὰς βραχείας ἡμέρας τῷ λειψάνῳ.

517

τὰ δ' εἰσέπειτα σοὶ φίλως βουλευτέα.“

518

Ἐπεὶ δ' ἤκουσα ταῦτα καὶ ψυχὴ βάρους

519

μικρὸν διέσχεν ὥσπερ ἥλιος νέφους—

520

τί γίνεται; ποῖ τἀμὰ καταστρέφει πάθη;

521

ἐνουθέτης' ἐμαυτόν, ὡς οὐδὲν βλάβος

522

ἕως καθέδρας πατρὸς ἐκπλῆσαι πόθον.

523

”οὐ γὰρ καθέξει τοῦτ'”, ἔφην, „ἄκοντά με,

524

ὃν οὔτε κήρυγμ' οὔθ' ὑπόσχεσις κρατεῖ.“

525

οὕτως ἀνήγαγέν με νικήσας φόβος.

526

Ἐπεὶ δ' ὑπεξῆλθον μὲν οἱ γονεῖς βίου

527

κλῆρον λαχόντες, εἰς ὃν ἔσπευδον πάλαι,

528

ἐγὼ δ' ἐλείφθην οὐ καλῶς ἐλεύθερος,

529

τῆς μὲν δοθείσης οὐδ' ὅλως ἐκκλησίας

530

προσηψάμην, οὐδ' ὅσσον λατρείαν μίαν

531

θεῷ προσενεγκεῖν ἢ συνεύξασθαι λεῴ

532

ἢ χεῖρα θεῖναι κληρικῶν ἑνί γέ τῳ·

533

τῆς πατρικῆς δέ—καὶ γὰρ οὐκ ἀνίεσαν

534

ὁρκοῦντες, ἐμπίπτοντες εὐλαβῶν τινες,

535

πολλῶν ἀτελέστων μηνύοντες ἐξόδους—

536

χρόνον βραχὺν μὲν ὡς ξένος ἀλλοτρίας

537

ἔσχον τιν' ἐπιμέλειαν, οὐκ ἀρνήσομαι,

538

τοῦτ' αὐτὸ φάσκων τοῖς ἐπισκόποις ἀεί

539

αἰτῶν τε δῶρον ἐκ βάθους τῆς καρδίας,

540

στῆσαί τιν' ἄνδρα τῷ πτολίσματι σκοπόν,

541

λέγων ἀληθῆ, ἓν μέν, ὡς οὔπω τινά

542

εἰληφὸς εἴη γνωρίμῳ κηρύγματι,

543

τὸ δεύτερον δέ, ὡς πάλαι δεδογμένον

544

εἴη φυγεῖν με καὶ φίλους καὶ πράγματα.

545

Ὡς δ' οὐκ ἔπειθον τοὺς μὲν ἐκ πολλοῦ πόθου

546

κρατεῖν θέλοντας, τοὺς δ' ἴσως ὑπέρφρονας,

547

πρῶτον μὲν ἦλθον εἰς Σελεύκειαν φυγάς,

548

τὸν παρθενῶνα τῆς ἀοιδίμου κόρης

549

Θέκλας· ”τάχ' ἂν πεισθεῖεν ἀλλ' οὕτω”, λέγων,

550

„χρόνῳ καμόντες ἡνίας δοῦναί τινι.“

551

καί μοι διῆλθεν οὐ βραχὺς τῇδε χρόνος.

552

Ἐπεὶ δ' ἐπιστὰς τοῖς ἐμοῖς αὖθις κακοῖς,

553

ὧν μὲν ἐνόμιζον, εὗρον οὐδὲ ἓν καλῶν,

554

ὧν δ' ἐκπεφεύγειν πραγμάτων, πολὺ στῖφος,

555

ὑπερφανέντων ὥσπερ ἐκ προθεσμίας,

556

ἐνταῦθα δή μοι τοῦ λόγου τὸ σύντονον.

557

ἐρῶ δ', ἃ λέξω, καίπερ εὖ ἐγνωκόσιν,

558

ἵν' ἡμᾶς οὐκ ἔχοντες ἀλλὰ τὸν λόγον

559

ἔχητε τοῦτον, τῆς ἀνίας φάρμακον,

560

ἐχθροῖς ὄνειδος, μαρτυρίαν δὲ τοῖς φίλοις

561

ὧν ἠδικήμεθ' οὐδὲν ἠδικηκότες.

562

Δύω μὲν οὐ δέδωκεν ἡλίους φύσις,

563

δισσὰς δὲ Ῥώμας, τῆς ὅλης οἰκουμένης

564

λαμπτῆρας, ἀρχαῖόν τε καὶ νέον κράτος,

565

τοσοῦτο διαφέροντε ἀλλήλων, ὅσον

566

τὴν μὲν προλάμπειν ἡλίου, τὴν δ' ἑσπέρας,

567

κάλλει δὲ κάλλος ἀντανίσχειν συζύγως.

568

τούτων δὲ πίστιν ἡ μὲν ἦν ἐκ πλείονος

569

καὶ νῦν ἔτ' ἐστὶν εὔδρομος, τὴν ἑσπέραν

570

πᾶσαν δέουσα τῷ σωτηρίῳ λόγῳ,

571

καθὼς δίκαιον τὴν πρόεδρον τῶν ὅλων

572

ὅλην σέβουσα τὴν θεοῦ συμφωνίαν·

573

ἡ δ' ἦν τὸ πρόσθεν ὀρθόπους, νῦν δ' οὐκέτι

574

—ταύτην λέγω δὴ τὴν ἐμήν, εἶτ' οὐκ ἐμήν—,

575

ἀλλ' ἐν βυθοῖς ἔκειτο τῆς ἀπωλείας,

576

ἐξ οὗ τὸ κοῦφον ἄστυ καὶ πλῆρες κακῶν

577

πάντων Ἀλεξάνδρεια, θερμότης ἄνους,

578

ἔπεμψ' Ἄρειον, τὸ βδέλυγμ' ἐρημίας,

579

ὃς πρῶτος εἶπεν· ”ἡ τριὰς οὐ σεπτέα”,

580

ὅρους δ' ἔθηκεν ἀξίας φύσει μιᾷ

581

τεμὼν ἀνίσως τὴν ἀμέριστον οὐσίαν,

582

ἕως κατετμήθημεν εἰς πολλὰς ὁδούς.

583

Ὅμως δὲ καίπερ ἀθλιωτάτη πόλις

584

οὕτως ἔχουσα κατὰ τὸν ἐκ χρόνου νόμον

585

—ἔθος γὰρ ἐγχρονίζον εἰς νόμον τελεῖ—

586

θανοῦσά τ' οἰκτρὸν ἐξ ἀπιστίας μόρον

587

εἶχέν τι μικρὸν ζωτικῆς σπέρμα πνοῆς,

588

ψυχὰς τελείας τῷ λόγῳ τῆς πίστεως,

589

λαὸν βραχὺν μέν, τῷ θεῷ δὲ πλείονα,

590

ὃς οὐκ ἀριθμεῖ πλῆθος, ἀλλὰ καρδίας,

591

πιστὸν φύτευμα, κλῆμα τιμιώτατον.

592

τούτοις—ἐδόξαμεν γὰρ ἐν θεῷ τινες

593

εἶναι βίῳ τε καὶ λόγῳ τῶν γνωρίμων

594

καίπερ ἀεὶ ζήσαντες ἄγροικον βίον—

595

ἔπεμψεν ἡμᾶς ἡ χάρις τοῦ πνεύματος

596

πολλῶν καλούντων ποιμένων καὶ θρεμμάτων

597

λαοῦ βοηθοὺς καὶ λόγου συλλήπτορας,

598

ὡς ἂν καταψύξαιμεν εὐσεβεῖ ῥοῇ

599

ψυχὰς ἀνύδρους καὶ χλοαζούσας ἔτι

600

τροφῇ τ' ἐλαίου συγκραθῇ λύχνῳ τὸ φῶς,

601

γλῶσσαι δὲ λάβροι καὶ πολύστροφοι πλοκαί,

602

ἐξ ὧν τὸ ἁπλοῦν οἴχεται τῆς πίστεως,

603

ἱστοί τ' ἀράχνης, σαθρὰ δεσμωτήρια,

604

τὰ κοῦφα συνδέοντες, ἰσχυροῖς γέλως,

605

ῥαγεῖεν ἢ λυθεῖεν ἐν στερροῖς λόγοις,

606

οἵ τ' ἐμπεσόντες ἐκφύγοιεν τοὺς βρόχους.

607

Οὕτω μὲν ἦλθον, οὐχ ἑκών, ἀλλ' ἀνδράσιν

608

κλαπεὶς βιαίοις, ὡς λόγου συνήγορος.

609

καὶ γάρ τις ἐθρυλεῖτο καὶ συνήλυσις

610

ἐπισκόπων νέηλυν αἵρεσιν, λόγον

611

ἐπεισαγόντων ταῖς φίλαις ἐκκλησίαις,

612

ὃς τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου κρᾶσιν,

613

ἣν οὐ τραπεὶς ἐδέξατ' ἄνθρωπον λαβών

614

ἔμψυχον, ἔννουν, ἐμπαθῆ τὰ σώματος,

615

Ἀδὰμ ὅλον τὸν πρόσθε πλὴν ἁμαρτίας,

616

ταύτην τεμὼν ἄνουν τιν' εἰσάγει θεόν

617

ὥσπερ δεδοικώς, μὴ θεῷ μάχηθ' ὁ νοῦς

618

—οὕτω γὰρ ἂν δείσαιμι καὶ σαρκὸς φύσιν,

619

μᾶλλον γὰρ αὕτη, καὶ θεοῦ πορρωτάτω—

620

ἢ τῶν μὲν ἄλλων δεομένων σωτηρίας

621

τὸν νοῦν δ' ὀλέσθαι παντελῶς δεδογμένου,

622

ὃς δὴ μάλιστα τῷ θεῷ μου σωστέος,

623

ὃς καὶ μάλιστ' ὤλισθεν ἐν πρώτου πλάσει·

624

ὃ γὰρ δέδεκτο, καὶ παρεῖδε τὸν νόμον,

625

ὃ δ' ἦν 〈τὸ〉 παριδόν, τοῦτο καὶ προσλήψιμον.

626

μὴ τοίνυν ἥμισύν με σῳζέτω λόγος

627

ὅλον παθόντα, μηδ' ἀτιμούσθω θεός

628

ὡς οὐχ ὅλον λαβών με, πηλὸν δὲ μόνον,

629

ψυχὴν δ' ἄνουν τε κἀλόγου ζῴου τινός,

630

ὃ καὶ σέσωσται δηλαδὴ τῷ σῷ λόγῳ.

631

Καὶ ληξάτω τοιαῦτα εὐσεβῶν ἅπας.

632

ἴσον τι γὰρ πταίουσιν ἐξ ἐναντίας

633

τοῖς εἰσάγουσιν ἀσκόπως υἱοὺς δύο,

634

τὸν ἐκ θεοῦ τε καὶ τὸν ἐκ τῆς παρθένου,

635

οἱ τὴν κάτω τέμνοντες εὐαρμοστίαν,

636

οἱ μὲν ξέοντες, οἱ δὲ διπλοῦντες κακῶς.

637

εἰ γὰρ δύω, δέδοικα μὴ ἓν τῶν δύο,

638

ἢ προσκυνῶμεν ἀνθ' ἑνὸς δύω θεούς,

639

ἢ τοῦτο μὴ πάθωμεν εὐλαβούμενοι

640

πέμπωμεν ἔξω τοῦ θεοῦ τὸ σύνθετον.

641

ὧν μὲν γὰρ ἡ σάρξ, οὐδὲν ἂν πάθοι θεός.

642

θεοῦ δ' ὅλου μετέσχεν ἀνθρώπου φύσις,

643

οὐχ ὡς προφήτης ἤ τις ἄλλος ἐνθέων

644

—ὃς οὐ θεοῦ μετέσχε, τῶν θεοῦ δέ γε—,

645

ἀλλ' οὐσιωθεῖς' ὥσπερ αὐγαῖς ἥλιος.

646

οὗτοι μὲν οὖν ἔρροιεν ἐκ μέσου λόγου,

647

εἰ μὴ σέβοιεν ὡς ἓν ἄνθρωπον θεόν,

648

τὸν προσλαβόντα σύν γε τῷ προσλήμματι,

649

τὸν ἄχρονόν τε καὶ τὸ συμμιγὲς χρόνῳ,

650

τὸν ἐκ μόνου πατρός τε καὶ μητρὸς μόνης,

651

δύω φύσεις εἰς Χριστὸν ἐλθούσας ἕνα.

652

Τὰ δ' ἡμέτερα πῶς καὶ τίν' ἔσχε τὸν τρόπον;

653

πολλοῖς συνηνέχθημεν ἐλθόντες κακοῖς.

654

πρῶτον μὲν ἐξέζεσε καθ' ἡμῶν ἡ πόλις

655

ὡς εἰσαγόντων ἀνθ' ἑνὸς πλείους θεούς.

656

θαυμαστὸν οὐδέν· ἦσαν οὕτως ἠγμένοι,

657

ὥστ' ἀγνοεῖν παντάπασιν εὐσεβῆ λόγον,

658

πῶς ἡ μονὰς τριάζεθ', ἡ τριὰς πάλιν

659

ἑνίζετ' ἀμφοῖν ἐνθέως νοουμένοιν.

660

καὶ πρός γε τοῖς πάσχουσι δῆμος ἕλκεται,

661

ὡς τῷ τότε σφῶν προστάτῃ καὶ ποιμένι

662

οἶκτον λαβόντι τοῦ πάθους ὑπέρμαχον,

663

δῆμος τοσοῦτος καὶ φρονήματος πλέως,

664

ᾧ μὴ τὸ νικᾶν πάντα ἔσχατος ψόγος.

665

λίθους παρήσω τὴν ἐμὴν πανδαισίαν,

666

ὧν ἕν τι μέμφομ'· οὐ γὰρ ἦσαν εὔστοχοι

667

τούτων τυχόντες, ὧν τυχεῖν κενὸς φόνος.

668

ἔπειθ' ὑπάρχοις ὡς φονεὺς εἰσηγόμην

669

βλέπουσιν ὑψηλόν τι καὶ μετάρσιον,

670

οἷς εἷς νόμος τὸν δῆμον ἵλεων ἔχειν,

671

ὁ δεινὸν οὐδὲν πώποτ' οὐδ' εἰργασμένος

672

οὐδ' ἐννοήσας ὡς μαθητὴς τοῦ λόγου.

673

καί μοι παρέστη τοῦ λόγου συνήγορος

674

Χριστὸς βοηθῶν τῷ συνηγόρῳ λόγων,

675

ὃς καὶ λεόντων οἶδεν ἐκσῴζειν ξένους

676

καὶ πῦρ δροσίζειν εἰς ἀναψυχὴν νέων,

677

κῆτος δὲ ποιεῖν εὐσεβῶν εὐκτήριον·

678

οὗτός μ' ἐδόξας' ἐν ξένῳ κριτηρίῳ.

679

Ἔπειτα δεινὸς τῶν ἐμῶν οἰδεῖ φθόνος

680

εἰς Παῦλον ἑλκόντων με κἀπολλώ τινα,

681

τοὺς μήτε σαρκωθέντας ἡμῖν πώποτε

682

μήτ' ἐκχέαντας αἷμα τιμίου πάθους·

683

ἀφ' ὧν καλούμεθ', οὐχὶ τοῦ σεσωκότος·

684

οἷς συνδονεῖται πάντα καὶ συσσείεται—

685

ὡς εὐδρομούσης τἆλλα τῆς ἐκκλησίας.

686

πῶς δ' ἄν ποτ' ἢ ναῦς ἢ πόλις, πῶς δ' ἂν στρατός

687

ἢ καὶ χοροῦ πλήρωμα, πῶς δ' οἶκος φίλος

688

σταίη πλέον τὸ βλάπτον ἢ κρατοῦν ἔχων;

689

τοῦτ' οὖν ἔπασχε τηνίχ' ὁ Χριστοῦ λεώς·

690

πρὶν γὰρ παγῆναι καὶ τυχεῖν παρρησίας,

691

πρὶν ἐκλυθῆναι σπαργάνων τῶν παιδικῶν,

692

οὔπω τελείως τὴν βάσιν ἐρηρεισμένος,

693

ἐκόπτετ', ἐρριπτεῖτο, ἐσπαράσσετο

694

ἐν ὄψεσιν τεκόντων εὐγενὴς τόκος

695

ἀτεκνίαν πεινῶσι τὴν ἐμὴν λύκοις.

696

οὐ γὰρ φορητὸν ἄνδρα τὸν πενέστατον,

697

ῥικνόν, κάτω νεύοντα καὶ δυσείμονα,

698

γαστρὸς χαλινοῖς, δάκρυσιν τετηκότα

699

φόβῳ τε τοῦ μέλλοντος, ὡς δ' ἄλλων κακοῖς,

700

οὐδ' εὐφυῶς ἔχοντα τῆς προσόψεως,

701

ξένον, πλανήτην, γῆς σκότῳ κεκρυμμένον

702

τῶν εὐσθενούντων καὶ καλῶν πλέον φέρειν.

703

Σχεδὸν γὰρ αὐτῶν ταῦτα ἐξηκούετο·

704

„θωπεύομεν, σὺ δ' οὐχί· τιμῶμεν θρόνους,

705

σὺ δ' εὐλάβειαν· ἀρτύσεις ἡμῖν φίλαι,

706

σοὶ δ' εὐτέλεια, καὶ τρυφῆς ἔσθων ἅλας

707

τῆς ὀφρυώδους ἁλμυρὸν καταπτύεις.

708

δουλεύομεν καιροῖς τε καὶ λαῶν πόθοις

709

ἀεὶ διδόντες τῷ πνέοντι τὸ σκάφος,

710

χαμαιλεόντων τε τρόπον καὶ πολυπόδων

711

πολλὰς τιθέντες τοῖς λόγοις ἀεὶ χρόας.

712

σὺ δ' ἡμὶν ἄκμων ἀνήλατος, τῆς ὀφρύος.

713

ὥσπερ μιᾶς γε πίστεως οὔσης ἀεί

714

στενοῖς τὸ δόγμα τῆς ἀληθείας σφόδρα,

715

σκαιὰν βαδίζων πάντοτε τοῦ λόγου τρίβον.

716

πόθεν δέ σοι, βέλτιστε, καὶ γλώσσῃ λάλῳ

717

τὸν λαὸν ἕλκειν, τοὺς δὲ βάλλειν εὐστόχως

718

κακῶς φρονοῦντας ἐν πολυσχιδεῖ πλάνῃ,

719

διπλοῦν τιν' ὄντα τοῖς φίλοις καὶ τοῖς ξένοις,

720

τοῖς μὲν λίθον μάγνητα, τοῖς δὲ σφενδόνην;“

721

Ταῦτ' εἰ μὲν οὐκ' ἔσθ', ὥσπερ οὐκ' ἔστιν, κακά,

722

τί δυσχεραίνεις ὥς τι πάσχων ἔκτοπον;

723

εἰ δ' ἔστι καὶ σοὶ τοῦτο φαίνεται μόνῳ,

724

κρῖνον δικαίως ὡς θεοῦ παραστάτης

725

ξαίνειν με τὸν πταίοντα, τὸν λαὸν δ' ἔα,

726

ὃς οὐδὲν ἠδίκηκεν ἢ στέργων ἐμέ

727

ἡττημένος τε τῶν ἐμῶν διδαγμάτων.

728

Τὰ πρῶτα μὲν δὴ καὶ φέρειν οἷός τε ἦν.

729

εἰ γάρ με καὶ τὸ καινὸν ἐπτόει βραχύ,

730

ὡς ἀθρόως τις ὠσὶν ἐμπεσὼν ψόφος

731

ἢ τοῖς ἀπείροις ἀστραπῆς αὐγῆς τάχος,

732

ἀλλ' ἦν ἔτ' ἀπλὴξ καὶ φέρειν πάντα σθένων·

733

ἥ τ' ἐλπὶς οὖσα πραγμάτων ἐλευθέρων,

734

τοῦ μὴ πάλιν μοι ταὐτὸ συμπεσεῖν πάθος,

735

ἔπειθε ῥᾷον διαφέρειν τὴν συμφοράν.

736

ἃ δ' ἦλθεν ἡμῖν αὖθις ἐκ τούτων κακά—

737

ὢ πῶς ἂν ἐκφράσαιμι τοὺς ἐμοὺς πόνους;

738

ὢ τῶν κακῶν ποριστά, δαῖμον βάσκανε,

739

πῶς ἴσχυσας τοσοῦτον ἐκπλῆσαι κακόν;

740

οὐχ αἷμά μ' οὐδὲ βάτραχος, οὐ σκνιπῶν νέφος

741

οὐδὲ κυνόμυια οὔτε τις κτηνῶν φθορά,

742

οὐ φλυκτίς, οὐ χάλαζ', οὐκ ἀκρίς, οὐ σκότος,

743

οὐ πρωτοτόκων ὄλεθρος, ἔσχατον κακῶν,

744

ἔκαμψεν ἡμᾶς (ταῦτα γὰρ τῶν ἀγρίων

745

Αἰγυπτίων μάστιγες ἐκβοώμεναι).

746

{καὶ πρός γ' Ἐρυθρᾶς κῦμα συγκλύσαν λεών.}

747

τί δ' ὦσεν ἡμᾶς; κουφότης Αἰγυπτίων.

748

ὡς δ' ὦσεν, εἰπεῖν ἄξιον· στήλη γὰρ ἄν

749

αὕτη γένοιτο τῶν κακῶν αἰωνία.

750

Ἦν τίς ποθ' ἡμῖν ἐν πόλει θηλυδρίας,

751

Αἰγύπτιον φάντασμα, λυσσῶδες κακόν,

752

κύων, κυνίσκος, ἀμφόδων ὑπηρέτης,

753

ἄρις, ἄφωνον πῆμα, κητῶδες τέρας,

754

ξανθὸς μελάνθριξ, οὖλος ἁπλοῦς τὴν τρίχα—

755

τὰ μὲν παλαιά, τὰ δ' ἀρτίως εὑρημένα·

756

τέχνη γάρ ἐστι δημιουργὸς δευτέρα.

757

πλεῖστον γυναικῶν ἔργον, εἴτ' οὖν ἀρρένων,

758

χρυσοῦν, ἑλίσσειν τὴν φιλόσοφον σισόην.

759

τὰ τῶν γυναικῶν ἐν προσώποις φάρμακα

760

σοφοὶ φερόντων· εἰς τί γὰρ μόναι σοφαί

761

τὴν ἀπρεπῆ τε καὶ κακὴν εὐμορφίαν,

762

ἣ πρόγραμμ' ἐστὶ καὶ σιωπῶν τοῦ τρόπου,

763

ὡς οὐκ ἐχόντων Μαξίμους καὶ ἀρρένων;

764

ἡ κουρὰ τοῦτ' ἔδειξε λανθάνον τέως.

765

τοιαῦτα θαύμαθ' ἡμὶν ἐκ τῶν νῦν σοφῶν,

766

διπλοῦν τιν' εἶναι τὴν φύσιν τὸ σχῆμά τε

767

ἀμφοῖν μερίζειν τοῖν γενοῖν τρισαθλίως,

768

κόμην γυναιξίν, ἀνδράσιν βακτηρίαν.

769

ἐξ ὧν ἐκόμπαζ' ὥς τι τῇ πόλει δοκῶν,

770

ὤμους σκιάζων βοστρύχοις ἀεὶ φίλοις,

771

πέμπων λογισμοὺς σφενδονωμέναις κόμαις,

772

πᾶσαν φέρων παίδευσιν ἐν τῷ σώματι.

773

Πολλὰς διελθὼν οὗτος, ὡς ἀκούομεν,

774

ὁδοὺς πονηράς—ἅστινας δ' ἄλλοις μέλοι,

775

οὐ γὰρ τὰ πάντ' ἔμοιγε ἐκζητεῖν σχολή·

776

βίβλοι δ' ὅμως φέρουσιν ἀρχόντων ὅσαι—

777

ταύτῃ τελευτῶν ἐγκαθέζεται πόλει.

778

οὐδὲν γὰρ εἶχε βρῶμα τῶν εἰωθότων·

779

ὀξὺ βλέπων δὲ καὶ σοφῶς ὀσφρώμενος—

780

σοφὸν γὰρ ἔστω καὶ τὸ πικρῶς συντεθέν,

781

τὸ δ' ἐστὶν ἡμᾶς τῆς καθέδρας ἐκβαλεῖν

782

τοὺς οὔτ' ἔχοντας, οὔθ' ὅλως τιμωμένους,

783

πλὴν τοῦ φυλάξαι καὶ καταρτίσαι λεών·

784

σοφώτερον δέ, καὶ γὰρ οὐ διὰ ξένων,

785

αὐτῶν δ' ἀφ' ἡμῶν συμπλέκει τὸ δρᾶμ' ὅλον,

786

ὡς ἂν σοφιστὴς τῶν κακῶν καὶ συνθέτης,

787

τῶν ταῦτ' ἀήθων καὶ πλοκῆς πάντῃ ξένων,

788

ἄλλην δὲ τιμᾶν δεινότητ' εἰθισμένων·

789

εἰπεῖν σοφόν τι καὶ λέγοντα θαυμάσαι

790

βίβλων τε θείων ἐκλέγειν τὴν καρδίαν.

791

Καινόν τιν' εἰπεῖν ἐν κακοῖς λόγον θέλω·

792

ἐχρῆν τὸν αὐτὸν πᾶσιν εἶναι δὴ τρόπον,

793

ἢ τὸν κακῶν ἄπειρον ἢ τὸν ποικίλον.

794

ἧττον γὰρ ἐβλάπτοντ' ἂν ἔκ τινών τινες

795

ἀντιζυγούντων ἢ συνεστώτων τρόπων·

796

νῦν δ' εἰσὶ θήρα τῶν κακῶν οἱ βελτίους.

797

τίς ἡ τοσαύτη σύγχυσις τοῦ πλάσματος;

798

ὡς σφόδρ' ἀνίσως ἐζύγημεν ἐκ θεοῦ.

799

τίς τὸν κάκιστον ὄψεται τῶν μετρίων

800

δολοῦντα, συμπλέκοντα, μηχανώμενον,

801

κλέπτονθ' ἑαυτὸν μυρίαις ἀεὶ στροφαῖς;

802

τὸ μὲν γὰρ εὐκίνητον εἰς μοχθηρίαν

803

τηρεῖ τὰ πάντα καὶ βλέπει τὰ καίρια·

804

τὸ δ' εἰς ἀρετὴν πρόχειρον εἰς ὑποψίαν

805

τῶν χειρόνων ἀργόν τε καὶ νωθὲς φύσει.

806

οὕτως ἁλίσκετ' εὐχερῶς ἡ χρηστότης.

807

Πῶς τοῦτο ποιεῖ καί—σκοπεῖθ'—ὡς ποικίλως.

808

Αἰγύπτιόν τιν' ἄλλον ὄψει Πρωτέα.

809

τῶν εὐνοούντων γίνεται καὶ τῶν σφόδρα

810

πιστῶν. τίς οὕτως ὡς ἔμοιγε Μάξιμος

811

στέγης, τραπέζης, δογμάτων, βουλευμάτων

812

κοινωνός; οὐδὲν θαῦμα· καὶ γὰρ ἦν μέγα·

813

κύων ὑλακτῶν δῆθεν τοὺς κακόφρονας

814

καὶ τῶν ἐμῶν πρόθυμος αἰνετὴς λόγων.

815

ὁμοῦ δὲ ταῦτα, καί τι τῶν ἐν βήματι

816

λαβὼν νόσημα, λεῖμμα τῆς πρώτης νόσου,

817

τὸ δ' ἦν ἄπαυστος ζῆλος, ἔμφυτον κακόν—

818

οὐ ῥᾳδίως γὰρ κάμπτεται πονηρία—,

819

τούτοις βραβεύων ἀνίσως, αὑτῷ φίλως,

820

δύω συνεργοῖς χρώμενος τῆς πικρίας,

821

πρώτῳ τε δευτέρῳ τε ἀνθρωποκτόνοις,

822

μόγις ποτ' ἐξέρρηξεν ἀσπίδος τόκον.

823

ὁ πρῶτος ἦν Βελίας, ἄγγελός ποτε,

824

ὁ δεύτερος δὲ τοῦδε λαοῦ πρεσβύτης

825

τὸν νοῦν τι μᾶλλον ἢ τὸ σῶμα βάρβαρος,

826

ὃς οὐ παροφθείς, οὐδὲν ἐκμελὲς παθών,

827

τὰ πρῶτ' ἔχων τιμῆς τε καὶ θρόνων ἀεί—

828

ἄκουε, Χριστέ, καὶ Δίκης ὄμμ' ἀπλανές,

829

εἰ δὴ καλεῖν ἐνταῦθα Χριστὸν ἄξιον—

830

μῖσος πονηρὸν καὶ κακότροπον ἀθρόως

831

ὤδινεν. οἴ μοι· πῶς ἀποκλαύσω; σκότος

832

αἰθρία λαμπρά, καὶ τὸ συντεθὲν κακόν

833

πόρρωθεν ἦλθεν ἡμίν, Αἰγύπτου νέφος.

834

Κατάσκοποι μὲν πρῶτον, οὓς τῆς ἐκκρίτου

835

γῆς Ἰσραήλ ποτ' ἐξέπεμψ' ὁ γεννάδας·

836

πλὴν οὐκ Ἰησοῦς οὐδὲ Χάλεβ οἱ σοφοί,

837

ἀλλ' εἴ τις ὕβρις ἐν νέοις καὶ πρεσβύταις,

838

Ἄμμων, Ἀπάμμων, Ἁρποκρᾶς, Στίππας, Ῥόδων,

839

Ἄνουβις, Ἑρμάνουβις, Αἰγύπτου θεοί,

840

πιθηκόμορφοι καὶ κυνώδεις δαίμονες,

841

δύστηνα ναυταρίδια καὶ παράφθορα,

842

εὔωνα, μικροῦ κέρματος πολλοὺς θεούς

843

ῥᾷστ' ἂν προθέντα, εἴπερ ἦσαν πλείονες.

844

Ἔπειτα μικρὸν ὕστερον οἱ πεπομφότες

845

τούτους, στρατηγοὶ τῆς φάλαγγος ἄξιοι

846

ἤ, τῶν κυνῶν εἰπεῖν τι προσφυέστερον,

847

οἱ ποιμένες. πλέον γὰρ οὐδὲν φθέγξομαι

848

—καίπερ σφαδᾴζων ἔνδοθεν πολλοῖς λόγοις

849

ὥσπερ τις ἀσκὸς δέσμιος γλεύκους ζέων

850

ἢ καὶ φυσητὴρ χαλκέως γέμων πνοῆς—

851

αἰδοῖ τε τοῦ πέμψαντος, εἰ καὶ κουφόνους,

852

αὐτῶν τ' ἐκείνων, οἷς τι συγγνώμης τυχόν

853

μετῆν ὑποσπασθεῖσιν ἐξ ἀγροικίας,

854

ὅποι φέροιεν οἱ κακοί, κινουμένοις,

855

οὓς ἐνθάδ' ἡμὶν ἐδημιούργησε φθόνος.

856

σοφοί, τὸ πρόβλημ' εἴπατ'—οὐκ ἔμοιγε γάρ

857

τοῦτ' εὐσύνοπτον, πλήν τις εἰ φράζοι σοφῶν—·

858

πῶς Πέτρος αὐτός, ὁ βραβεὺς τῶν ποιμένων,

859

πρώην μὲν ἡμᾶς ἐγκαθίστη γράμμασιν

860

οὕτω προδήλως διπλόης ἐλευθέροις,

861

ὡς αὐτὰ πείσει τὰ πρὸς ἡμᾶς γράμματα,

862

καὶ συμβόλοις ἐτίμα τῆς ἱδρύσεως,

863

νῦν δ' ἧκεν ἡμῖν ἔλαφος ἀντὶ παρθένου;

864

ταῦτ' οὐ πρόδηλα, ταῦτα δεῖθ' ἑρμηνέως.

865

Ὤφθη τι τούτων σκηνικώτερόν ποτε

866

πολλῶν πονηρῶς ἐν βίῳ πεπαισμένων;

867

ὀφθήσεται δὲ ἄλλο παιγνικώτερον;

868

οἶνόν τις εἶπε συμπότης πάντων κρατεῖν,

869

ἄλλος γυναῖκα, τὴν δ' ἀλήθειαν σοφός·

870

ἐγὼ δ' ἂν εἶπον χρυσόν, ὡς ἔχει κράτος.

871

τούτῳ τὰ πάντα ῥᾳδίως πεσσεύεται.

872

οὔπω τὸ δεινόν, εἰ τὰ τοῦ κόσμου μόνα

873

πλέον παρ' ἡμῖν ἰσχύει τοῦ πνεύματος.

874

πόθεν δ' ὁ χρυσὸς τῷ κυνί, ζητητέον.

875

πρεσβύτερον ἐκ Θάσου τιν' ἥκοντ' ἐνθάδε

876

χρυσὸν φέροντα τῆς ἐκεῖς' ἐκκλησίας,

877

ἐφ' ᾧ πρίασθαι Προικονησίας πλάκας,

878

τοῦτον περισήνας καὶ λαβὼν συμπράκτορα

879

πολλαῖς τε δήσας ἐλπίσιν τὸν ἄθλιον—

880

οἱ γὰρ κακοὶ τάχιστα μίγνυνται κακοῖς—

881

τὸν χρυσὸν εἶχεν εἰς ἅπανθ' ὑπηρέτην,

882

πιστὸν συνεργόν, γνήσιον συνέμπορον.

883

τεκμήριον δέ· καὶ γὰρ οἱ πρώην ἐμέ

884

σέβοντες, ὡς ἄχρηστον, ἄχρυσον φίλον

885

περιφρονοῦσι φίλτατοι καὶ ῥᾳδίως

886

κλίνουσι πρὸς τὸ χεῖρον ὡς ῥοπὴ ζυγοῦ.

887

Νὺξ ἦν· ἐγὼ δ' ἔκαμνον· οἱ δ' ὥσπερ λύκοι

888

κλέπται φανέντες ἀθρόως μάνδρας ἔσω,

889

πολλοὺς ἔχοντες μισθίους ἐκ τοῦ στόλου,

890

ἐξ ὧν Ἀλεξάνδρεια ῥᾷστ' ἀνάπτεται—

891

καὶ γὰρ συνεμπίπτουσι τῷ στόλῳ σαφῶς—,

892

κεῖραι προθυμοῦντ' εἰς καθέδραν τὸν κύνα,

893

πρὶν ἤ τι λαῷ, πρὶν κτίλοις ἐκκλησίας,

894

πρὶν ἡμὶν αὐτοῖς, ὡς κυσὶν γοῦν, γνωρίσαι.

895

οὕτω φασὶν καὶ ταῦτα προστεταγμένοι.

896

οὕτως Ἀλεξάνδρεια τιμᾷ τοὺς πόνους.

897

οὕτω δικάσαι τις ὑμὶν ἄλλος εὐμενής.

898

Ἦν ὄρθρος· ὁ κλῆρος δέ—καὶ γὰρ ἐγγύθεν

899

ᾤκουν—ἀνήφθη καὶ τάχιστα τὸν λόγον

900

ἄλλῳ δίδωσιν ἄλλος. εἶτ' ἐγείρεται

901

φλὸξ λαμπρὰ λίαν· ὢ πόσων μὲν ἐν τέλει,

902

πόσων ξένων δὲ συρρυέντων καὶ νόθων.

903

οὐκ ἦν γὰρ ὅστις οὐκ ἐμεμήνει τοῖς τότε

904

τοιαῦθ' ὁρῶντες τἀπίχειρα τῶν πόνων.

905

τί μακρὰ τείνω; ἐκ μὲν ἡμῶν αὐτίκα

906

χωροῦσιν ὀργῇ, τοῦ σκοποῦ τῷ μὴ τυχεῖν

907

ἀλγοῦντες. ὡς δ' ἂν μὴ μάτην ὦσιν κακοί,

908

τὸ λεῖπον ἐκπληροῦσι τῇ σκηνῇ τέλος.

909

εἰς γὰρ χοραύλου λυπρὸν οἰκητήριον

910

ἀχθέντες οἱ σεμνοί τε καὶ θεῷ φίλοι

911

λαόν τ' ἔχοντες τῶν ἀποβλήτων τινάς

912

κυνῶν τυποῦσι τὸν κάκιστον ποιμένα,

913

κείραντες οὐ δήσαντες οὐδὲ σὺν βίᾳ·

914

κύων γὰρ ἦν πρόθυμος εἰς τὰ κρείσσονα.

915

τομὴ δ' ὑπῆλθε βοστρύχους εὐφορβίους

916

λύους' ἀμόχθως τὸν πολὺν χειρῶν πόνον,

917

τοσοῦτον αὐτῷ καὶ μόνον δεδωκυῖα,

918

ὅσον γυμνῶσαι τὸ τριχῶν μυστήριον,

919

τριχῶν, ἐν αἷς ἔκειτο τὸ σθένειν ἅπαν,

920

ὥσπερ λέγουσι τῷ κριτῇ Σαμψών ποτε,

921

ὃν ἡ κόμη προὔδωκεν ἐξυρημένη,

922

τριχῶν, ἀώρου κἀνεμοφθόρου θέρους,

923

ἅς τις γυνὴ τέτμηκεν εἰς ἐχθρῶν χάριν.

924

Ποιμὴν δὲ δειχθεὶς ἐκ κυνῶν ἐκ ποιμένων

925

πάλιν κύων πέφηνε· τῆς ἀτιμίας.

926

κύων ἔρημος, μήτε τῆς κόμης ἔτι

927

φέρων τὸ κάλλος, μήτε τὴν ποίμνην στρέφων,

928

αὖθις μακέλλων ὀστέοις ἐπιτρέχων.

929

δράσεις δὲ δὴ τί τὴν καλὴν κόμην; πάλιν

930

θρέψεις φιλεργῶν; ἢ μενεῖς τοῖος γέλως;

931

ἄμφω γὰρ αἰσχρά, καί τι τοῖν δυοῖν μέσον

932

οὐκ ἔστιν εὑρεῖν οὐδὲ ἕν—πλὴν ἀγχόνης.

933

θήσεις δὲ ποῦ μοι τὰς τρίχας, πέμψεις δὲ ποῦ;

934

σκηναῖς θεάτρων, εἰπέ μοι, ἢ παρθένοις;

935

τίσιν δὲ τούτων αὖθις; ἦ Κορινθίαις

936

ταῖς σαῖς, μεθ' ὧν τὰ θεῖα ἐξησκοῦ ποτε

937

μόνος μόναις τε πανσόφως κοινούμενος;

938

ἀνθ' ὧν σε θήσω μᾶλλον οὐρανοῦ κύνα.

939

Εὐθὺς μὲν οὖν τοσοῦτον ἤλγησεν πόλις

940

τοῖς τηνικαῦτα συμβεβηκόσιν κακοῖς,

941

ὥστ' ἐπρίοντο πάντες· ἐξέχει θ' ἅπας

942

λόγους ἀηδεῖς τοῦ βίου κατηγόρους,

943

θυμοῦ φέροντος ἃ φρένες συνεκρότουν.

944

ἄλλος τι δ' ἄλλο ἠράνιζεν εἰς ἑνός

945

κακοῦ τελείου πάντοθεν συμφωνίαν.

946

ὥσπερ γὰρ ἐν τοῖς σώμασιν συνανίσταται

947

πάθη τὰ μικρὰ ταῖς μεγάλαις ἀρρωστίαις,

948

κἂν ἠρεμοῦντα τῷ σθένειν τέως τύχῃ,

949

οὕτως ἐκείνου πάντα τὰ πρόσθεν κακά

950

ἐστηλίτευσεν ἡ τελευταία στάσις.

951

ἀλλ' οὐκ ἐμοῦ γε ταῦτ' ἂν ἐξέλθοι ποτέ.

952

ἴσασιν οἱ λέγοντες· ἐνδάκνω δ' ἐγώ

953

τῶν πρόσθεν αἰδοῖ καίπερ ἠδικημένος.

954

”Τί οὖν; σὺ τοῦτον οὐ χθὲς εἶχες ἐν φίλοις

955

καὶ τῶν μεγίστων ἠξίους ἐγκωμίων;”

956

τάχ' ἄν τις ἀπαντήσειε τῶν ταῦτ' εἰδότων

957

καὶ τὴν τότ' εὐχέρειαν αἰτιωμένων,

958

ὑφ' ἧς ἐτίμων καὶ κυνῶν τοὺς χείρονας.

959

ἄγνοιαν ἠγνόησα μίσους ἀξίαν.

960

ἐξηπατήθην ὡς Ἀδὰμ γεύσει κακῇ.

961

ὡραῖον ἦν τὸ πικρὸν εἰς ὄψιν ξύλον.

962

τὸ σχῆμά μ' ἠπάτησε τῆς ὁρωμένης

963

ἄχρι προσώπου πίστεως καὶ ῥημάτων.

964

πιστοῦ γὰρ ἀνδρὸς οὐδὲν εὐπειθέστερον

965

πρὸς εὐλάβειαν ῥᾳδίως ὁρμωμένου

966

ἢ οὖσαν ἢ δοκοῦσαν, ὢ χρηστοῦ πάθους·

967

ὃ βούλεται γάρ, τοῦθ' ἕκαστος οἴεται.

968

Τί χρῆν με ποιεῖν; εἴπατ', ὦ σοφώτατοι.

969

τί δ' ἄν τις ὑμῶν ἄλλο τι πρᾶξαι δοκεῖ

970

οὕτως ἔτι στενῆς τε τῆς ἐκκλησίας

971

οὔσης τόθ', ὥστε καὶ καλάμης τι συλλέγειν;

972

ἐξουσίαν γὰρ οὐ τοσαύτην ὁ στενός,

973

ὅσην δίδωσι καιρὸς ὁ πλάτους γέμων.

974

μέγιστον ἦν μοι καὶ πατῶν αὐλὴν κύων

975

ἐμὴν σέβων τε Χριστὸν ἀνθ' Ἡρακλέους.

976

τῷ δ' ἦν τι μεῖζον· τὴν ἐπ' αἰσχίστοις φυγήν

977

πίστιν πεποίηθ' ὡς θεοῦ πάσχων χάριν.

978

μαστιγίας ἦν, ἀλλ' ἐμοὶ νικηφόρος.

979

εἰ τοῦτο δεινόν, οἶδα πολλὰ πολλάκις

980

τοιαῦθ' ἁμαρτών. ἆρα συγγνώσεσθέ μοι,

981

ἄνδρες δικασταί, τῆς καλῆς ἁμαρτίας;

982

ἦν μὲν κάκιστος, ἀλλ' ἐτίμων ὡς καλόν.

983

Ἦ φθέγξομαί τι καὶ νεανικώτερον;

984

ἰδού, προτείνω τὴν ἄκαιρον καὶ λάλον

985

γλῶσσαν· ὁ θέλων ἀνηλεῶς ἐκτεμνέτω.

986

τί δ' οὐχὶ τέτμητ'; ἢ δοκεῖ σοι καὶ σφόδρα,

987

ἣ μακρὰ σιγᾷ καὶ πλέον σιγήσεται,

988

ἴσως δίκας τίνουσα τῆς ἀκαιρίας,

989

ὡς ἂν μάθῃ μὴ πᾶσιν εἶναι δεξιά;

990

κἀκεῖνο δ' οἷον· προστεθήτω γὰρ μόνον·

991

ὄντως…

992

ὃν…

The complete text is available when the reading interface loads.