Funebris oratio in laudem Basilii Magni Caesareae in Cappadocia episcopi
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Funebris oratio in laudem Basilii Magni Caesareae in Cappadocia episcopi (orat. 43), ed. Boulenger, op. cit., 58–230.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg006.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
1
Ἐπεὶ δὲ νόμιμον αὐτοῖς ἔδει καὶ τὸν ἀγῶνα
γενέσθαι· νόμος δὲ μαρτυρίας μήτε ἐθελοντὰς πρὸς τὸν
ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεσ-
τέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν γὰρ θράσους,
τὸ δὲ ἀνανδρίας ἐστίν· καὶ τοῦτο τιμῶντες ἐκεῖνοι
τὸν νομοθέτην, τί μηχανῶνται; μᾶλλον δέ, πρὸς τί
φέρονται παρὰ τῆς πάντα τὰ ἐκείνων ἀγούσης προνοίας;
Ἐπί τινα τῶν Ποντικῶν ὀρῶν λόχμην, πολλαὶ δὲ αὗται
παρ' αὐτοῖς εἰσι καὶ βαθεῖαι καὶ ἐπὶ πλεῖστον διήκουσαι,
καταφεύγουσι, λίαν ὀλίγοις χρώμενοι καὶ τῆς φυγῆς συνερ-
γοῖς καὶ τῆς τροφῆς ὑπηρέταις.
2
Ἄλλοι μὲν οὖν θαυ-
μαζέτωσαν τὸ τοῦ χρόνου μῆκος· καὶ γὰρ ἐπὶ πλεῖστον
αὐτοῖς, ὥς φασι, τὸ τῆς φυγῆς παρετάθη ἔτος που ἕβδο-
μον, καὶ μικρόν τι πρός· τό τε τῆς διαίτης σώμασιν εὖ γεγο-
νόσι στενόν τε καὶ παρηλλαγμένον, ὡς τὸ εἰκός, καὶ τὸ
ὑπαιθρίοις κρυμοῖς καὶ θάλπεσι καὶ ὄμβροις ταλαιπωρεῖν,
ἥ τε ἄφιλος ἐρημία καὶ τὸ ἀκοινώνητόν τε καὶ ἄμικτον,
ὅσον εἰς κακοπάθειαν τοῖς ὑπὸ πολλῶν δορυφορουμένοις
καὶ τιμωμένοις.
3
Ἐγὼ δέ, ὃ τούτων μεῖζόν ἐστι καὶ
παραδοξότερον, λέξων ἔρχομαι· ἀπιστήσει δ' οὐδεὶς ἢ ὅστις
οὐδὲν μέγα οἴεται τοὺς ὑπὲρ Χριστοῦ διωγμοὺς καὶ κινδύ-
νους, κακῶς γινώσκων καὶ λίαν ἐπικινδύνως.
7
1
Ἐπόθουν τι καὶ τῶν πρὸς ἡδονὴν οἱ γεννάδαι, τῷ
χρόνῳ κάμνοντες καὶ τῶν ἀναγκαίων ὄντες διακορεῖς· καὶ
τὰ μὲν τοῦ Ἰσραὴλ οὐκ ἐφθέγξαντο· οὐ γὰρ ἦσαν γογγυ-
σταὶ κατὰ τοὺς ἐκείνους ἐν τῇ ἐρήμῳ ταλαιπωροῦντας μετὰ
τὴν ἐξ Αἰγύπτου φυγήν, ὡς ἄρα βελτίων Αἴγυπτος αὐτοῖς
εἴη τῆς ἐρημίας, πολλὴν τῶν λεβήτων καὶ τῶν κρεῶν χορη-
γοῦσα τὴν ἀφθονίαν τῶν τε ἄλλων ὅσα ἐκεῖσε ἀπέλιπον·
ἡ γὰρ πλινθεία καὶ ὁ πηλὸς οὐδὲν ἦν αὐτοῖς τότε διὰ τὴν
ἄνοιαν· ἄλλα δέ, ὡς εὐσεβέστερα καὶ πιστότερα!
2
«Τί γάρ ἐστιν, ἔλεγον, τῶν ἀπίστων, εἰ ὁ τῶν θαυ-
μασίων Θεός, ὁ θρέψας πλουσίως ἐν ἐρήμῳ ξένον λαὸν καὶ
φυγάδα, ὥστε καὶ ἄρτον ὀμβρῆσαι καὶ βλύσαι ὄρνιθας,
τρέφων οὐ τοῖς ἀναγκαίοις μόνον, ἀλλὰ καὶ τοῖς περιττοῖς·
εἰ ὁ τεμὼν θάλασσαν καὶ στήσας ἥλιον καὶ ποταμὸν ἀνακό-
ψας, καὶ τἆλλα δὴ ὑπειπόντες ὅσα πεποίηκε (φιλεῖ γὰρ ἐν
τοῖς τοιούτοις φιλιστορεῖν ἡ ψυχὴ καὶ πολλοῖς θαύμασιν
ἀνυμνεῖν τὸν Θεόν)· οὗτος, ἐπῆγον, καὶ ἡμᾶς θρέψειε σήμε-
ρον τοῖς τῆς τρυφῆς τοὺς τῆς εὐσεβείας ἀγωνιστάς;
3
Πολλοὶ μὲν θῆρες τὰς τῶν πλουσίων διαφυγόντες τραπέζας,
ἅπερ ἦν ποτε καὶ ἡμῖν, τοῖς ὄρεσι τούτοις ἐμφωλεύουσι·
πολλοὶ δὲ ὄρνιθες τῶν ἐδωδίμων τοὺς ποθοῦντας ἡμᾶς
ὑπερίπτανται, ὧν τί μὴ θηράσιμόν σοι θελήσαντι μόνον»;
4
Ταῦτ' ἔλεγον, καὶ ἡ θήρα παρῆν, ὄψον αὐτόματον,
ἀπραγμάτευτος πανδαισία, ἔλαφοι τῶν λόφων ποθὲν ὑπερ-
φανέντες ἀθρόως. Ὡς μὲν εὐμεγέθεις, ὡς δὲ πίονες, ὡς
δὲ πρόθυμοι πρὸς σφαγήν! Μονονουχὶ καὶ τοῦτο εἰκά-
ζειν ἦν, ὅτι μὴ τάχιον ἐκλήθησαν ἐδυσχέραινον.
5
Οἱ μὲν
εἷλκον τοῖς νεύμασι, οἱ δὲ ἤγοντο. Τίνος διώκοντος ἢ
συναναγκάζοντος; Οὐδενός. Τίνων ἱππέων; Ποίων κυνῶν;
Τίνος ὑλακῆς ἢ κραυγῆς ἢ νέων προκαταλαβόντων τὰς
διεξόδους τοῖς θήρας νόμοις; Εὐχῆς δέσμιοι καὶ δικαίας
αἰτήσεως. Τίς ἔγνω τοιοῦτον θήραμα τῶν νῦν ἢ τῶν
πώποτε.
8
1
Ὦ τοῦ θαύματος! αὐτοὶ τοῦ θηράματος ἦσαν
ταμίαι. Ὅσον φίλον εἴχετο θελήμασι μόνον· ὅσον περιττὸν
ἀπεπέμφθη ταῖς λόχμαις εἰς δευτέραν τράπεζαν. Οἱ ὀψο-
ποιοὶ σχέδιοι, τὸ δεῖπνον εὐτρεπές, οἱ δαιτύμονες εὐχάρισ-
τοι, προοίμιον ἔχοντες ἤδη τῶν ἐλπιζομένων τὸ παρὸν
θαῦμα. Ἐξ οὗ καὶ πρὸς τὴν ἄθλησιν ὑπὲρ ἧς ταῦτα ἦν
αὐτοῖς, ἐγίνοντο προθυμότεροι. Τοιαῦτα τὰ ἐμὰ διηγήματα.
2
Σὺ δέ μοι λέγε τὰς ἐλαφηβόλους σου καὶ τοὺς Ὠρίω-
νας καὶ τοὺς Ἀκταίωνας, τοὺς κακοδαίμονας θηρευτάς, ὁ
ἐμὸς διώκτης, ὁ τοὺς μύθους θαυμάζων καὶ τὴν ἀντιδο-
θεῖσαν ἔλαφον τῆς παρθένου, εἴ τι τοσοῦτον εἰς φιλοτιμίαν
ἔστι σοι, κἂν δῶμεν μὴ μῦθον εἶναι τὸ ἱστορούμενον.
3
Ὡς τά γε ἑξῆς τοῦ λόγου καὶ λίαν αἰσχρά! Τί γὰρ ὄφε-
λος τῆς ἀντιδόσεως, εἰ σῴζει παρθένον ἵνα ξενοκτονεῖν
διδαχθῇ, ἀπανθρωπίαν μαθοῦσα φιλανθρωπίας ἀντίδοσιν;
4
Τοῦτο μὲν οὖν τοσοῦτον ἐκ πολλῶν ἓν καὶ ἀντὶ
πολλῶν, ὡς ὁ ἐμὸς λόγος. Καὶ τοῦτο διῆλθον, οὐχ ἵν'
ἐκείνῳ προσθῶ τι τῆς εὐδοξίας· οὔτε γὰρ θάλασσα δεῖται
τῶν εἰσρεόντων εἰς αὐτὴν ποταμῶν κἂν εἰσρέωσιν ὅτι
πλεῖστοι καὶ μέγιστοι, οὔτε τῶν εἰσοισόντων τι πρὸς εὐφη-
μίαν ὁ νῦν ἐπαινούμενος·
5
ἀλλ' ἵν' ἐπιδείξαιμι, οἵων
αὐτῷ τῶν ἐξ ἀρχῆς ὑπαρχόντων, καὶ πρὸς ὃ παράδειγμα
βλέπων, ὅσον ὑπερηκόντισεν. Εἰ γὰρ μέγα τοῖς ἄλλοις τὸ
προσλαβεῖν τι παρὰ τῶν ἄνωθεν εἰς φιλοτιμίαν, μεῖζον
ἐκείνῳ τὸ προσθεῖναι τοῖς ἄνω παρ' ἑαυτοῦ, καθάπερ ῥεύ-
ματος ἀνατρέχοντος.
9
1
Τῆς δὲ τῶν πατέρων συζυγίας οὐχ ἧττον κατὰ τὸ
τῆς ἀρετῆς ὁμότιμον ἢ καὶ τὰ σώματα, πολλὰ μὲν καὶ
ἄλλα γνωρίσματα, πτωχοτροφίαι, ξενοδοχίαι, ψυχῆς κάθαρ-
σις ἐξ ἐγκρατείας, ἀπόμοιρα κτήσεως Θεῷ καθιερωθείσης,
πρᾶγμα οὔπω τότε πολλοῖς σπουδαζόμενον, ὥσπερ νῦν
αὐξηθέν τε καὶ τιμηθὲν ἐκ τῶν πρώτων ὑποδειγμάτων, τά
τε ἄλλα, ὅσα Πόντῳ καὶ Καππαδόκαις μερισαμένοις ἤρκεσε
πολλῶν πληροῦν ἀκοάς· ἐμοὶ δὲ μέγιστον δοκεῖ καὶ περι-
φανέστατον ἡ εὐτεκνία.
2
Τοὺς γὰρ αὐτοὺς πολύπαιδας καὶ καλλίπαιδας
μῦθοι μὲν ἴσως ἔχουσιν· ἡμῖν δὲ τούτους ἡ πεῖρα παρέ-
στησε, τοιούτους μὲν αὐτοὺς γεγονότας ὥστε, εἰ καὶ μὴ
τοιούτων ἦσαν πατέρες, ἑαυτοῖς εἰς εὐδοξίαν ἀρκεῖν· τοιού-
των δὲ πεφηνότας πατέρας ὥστε, εἰ καὶ μὴ αὐτοὶ τοσοῦτον
ἦσαν εἰς ἀρετήν, πάντας ὑπεραίρειν τῇ εὐτεκνίᾳ
3
Ἕνα
μὲν γὰρ ἢ δύο γενέσθαι τῶν ἐπαινουμένων, κἂν τῇ φύσει
δοίη τις· ἡ δὲ διὰ πάντων ἀκρότης, σαφὲς τῶν ἀγαγόντων
ἐγκώμιον. Δηλοῖ δὲ ὁ μακαριστὸς τῶν ἱερέων καὶ τῶν
παρθένων ἀριθμὸς καὶ τῶν ἐν γάμῳ, μηδὲν τῇ συζυγίᾳ
βλαβῆναι βιασαμένων πρὸς τὴν ἴσην τῆς ἀρετῆς εὐδοκί-
μησιν, ἀλλὰ βίων αἱρέσεις μᾶλλον ἢ πολιτείας ταῦτα
ποιησαμένων.
10
1
Τίς οὐκ οἶδε τὸν τούτου πατέρα, Βασίλειον, τὸ μέγα
παρὰ πᾶσιν ὄνομα, ὃς πατρικῆς εὐχῆς ἔτυχεν, ἵνα μὴ λέγω
μόνος, εἴπερ τις ἀνθρώπων; Παντὸς γὰρ κρατῶν ἀρετῇ,
παρὰ τοῦ παιδὸς κωλύεται μόνου τὸ πρωτεῖον ἔχειν. Τίς
Ἐμμελίαν, τὴν ὅπερ ἐγένετο προκληθεῖσαν ἢ γενομένην ὃ
προεκλήθη, τὴν τῆς ἐμμελείας ὄντως φερώνυμον, ἣ τοῦτο
ἐν γυναιξὶν ὤφθη, εἰ δεῖ συντόμως εἰπεῖν, ὅπερ ἐν ἀνδράσιν
ἐκεῖνος·
2
ὥστ' εἴπερ ἔδει δουλεύσαντα πάντως τῇ φύσει
τὸν νῦν εὐφημούμενον ἀνθρώποις δοθῆναι ὥσπερ τινὰ τῶν
πάλαι παρὰ Θεοῦ δεδομένων εἰς κοινὸν ὄφελος, μήτε ἐξ
ἄλλων μᾶλλον ἁρμόζειν ἢ ἐκείνων τοῦτον γενέσθαι, μήτε
ἐκείνοις ἑτέρου μᾶλλον ἢ τοῦδε πατράσιν ὀνομασθῆναι·
ὅπερ οὖν καλῶς ποιοῦν καὶ συνέδραμεν.
3
Ἐπεὶ δὲ τὰς ἀπαρχὰς τῶν ἐπαίνων νόμῳ θείῳ πει-
θόμενοι, ὃς πατράσι κελεύει πᾶσαν νέμειν τιμήν, τοῖς μνη-
μονευθεῖσιν ἀποδεδώκαμεν, ἐπ' αὐτὸν ἴωμεν ἤδη, τοσοῦτον
εἰπόντες, ὃ καὶ πᾶσιν ἂν οἶμαι δόξειεν ἀληθῶς λέγεσθαι τοῖς
ἐκεῖνον ἐπισταμένοις, ὅτι μόνης ἡμῖν ἔδει τῆς ἐκείνου φωνῆς
ἐκεῖνον ἐγκωμιάζουσιν.
4
Ὁ γὰρ αὐτὸς ὑπόθεσίς τε λαμ-
πρὰ τοῖς ἐπαινοῦσι, καὶ μόνος τῇ τοῦ λόγου δυνάμει τῆς
ὑποθέσεως ἄξιος. Κάλλους μὲν δὴ καὶ ῥώμης καὶ μεγέθους,
οἷς τοὺς πολλοὺς ὁρῶ χαίροντας, τοῖς βουλομένοις παρα-
χωρήσομεν· οὐχ ὅτι κἀν τούτοις ἔλαττόν τινος ἠνέγκατο τῶν
μικρολόγων καὶ περὶ τὸ σῶμα καλινδουμένων, ἕως ἦν ἔτι
νέος καὶ οὔπω φιλοσοφίᾳ τῶν σαρκῶν κατεκράτησεν·
5
ἀλλ' ἵνα μὴ ταὐτὸν πάθω τοῖς ἀπειροτέροις τῶν ἀθλητῶν,
οἳ τὴν ἰσχὺν ἐν τοῖς εἰκῇ παλαιομένοις καὶ παρέργοις
κενώσαντες, ἥττους ἐν τοῖς καιρίοις εὑρίσκονται, καὶ τοῖς
ἐξ ὧν τὸ νικᾶν ὑπάρχει καὶ στεφανίτας ἀναγορεύεσθαι.
Ἃ δὲ οὐδαμῶς ἂν εἰπὼν οἶμαι περιττὸς δόξειν οὐδὲ ἔξω
τοῦ σκοποῦ βάλλειν τὸν λόγον, ταῦτ' ἐπαινέσομαι.
11
1
Οἶμαι δὲ πᾶσιν ἀνωμολογῆσθαι τὸν νοῦν ἐχόντων,
παίδευσιν τῶν παρ' ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον· οὐ ταύ-
την μόνην τὴν εὐγενεστέραν καὶ ἡμετέραν, ἣ πᾶν τὸ ἐν
λόγοις κομψὸν καὶ φιλότιμον ἀτιμάζουσα μόνης ἔχεται τῆς
σωτηρίας καὶ τοῦ κάλλους τῶν νοουμένων· ἀλλὰ καὶ τὴν
ἔξωθεν, ἣν οἱ πολλοὶ Χριστιανῶν διαπτύουσιν, ὡς ἐπίβουλον
καὶ σφαλερὰν καὶ Θεοῦ πόρρω βάλλουσαν, κακῶς εἰδότες.
2
Ὥσπερ γὰρ οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ ὅσα τούτων,
οὐκ ἐπειδὴ κακῶς τινες ἐξειλήφασιν ἀντὶ Θεοῦ τὰ τοῦ
Θεοῦ σέβοντες, διὰ τοῦτο περιφρονητέον· ἀλλ' ὅσον χρή-
σιμον αὐτῶν καρπούμενοι πρός τε ζωὴν καὶ ἀπόλαυσιν
ὅσον ἐπικίνδυνον διαφεύγομεν, οὐ τῷ κτίστῃ τὴν κτίσιν ἐπαν-
ιστάντες κατὰ τοὺς ἄφρονας, ἀλλ' ἐκ τῶν δημιουργημά-
των τὸν δημιουργὸν καταλαμβάνοντες, καὶ ὅ φησιν ὁ θεῖος
Ἀπόστολος, αἰχμαλωτίζοντες πᾶν νόημα εἰς Χριστόν·
3
ὡς δὲ καὶ πυρὸς καὶ τροφῆς καὶ σιδήρου καὶ τῶν ἄλλων
οὐδὲν καθ' ἑαυτὸ χρησιμώτατον ἴσμεν ἢ βλαβερώτατον,
ἀλλ' ὅπως ἂν δοκῇ τοῖς χρωμένοις· ἤδη δὲ καὶ τῶν ἑρπυσ-
τικῶν θηρίων ἔστιν ἃ τοῖς πρὸς σωτηρίαν φαρμάκοις συνεκε-
ράσαμεν· οὕτω καὶ τούτων τὸ μὲν ἐξεταστικόν τε καὶ
θεωρητικὸν ἐδεξάμεθα, ὅσον δὲ εἰς δαίμονας φέρει καὶ
πλάνην καὶ ἀπωλείας βυθὸν διεπτύσαμεν· ὅτι μὴ κἀκ τού-
των πρὸς θεοσέβειαν ὠφελήμεθα, ἐκ τοῦ χείρονος τὸ κρεῖττον
καταμαθόντες, καὶ τὴν ἀσθένειαν ἐκείνων ἰσχὺν τοῦ καθ'
ἡμᾶς λόγου πεποιημένοι.
4
Οὔκουν ἀτιμαστέον τὴν παίδευσιν, ὅτι τοῦτο δοκεῖ
τισιν· ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς
οὕτως ἔχοντας, οἳ βούλοιντ' ἂν ἅπαντας εἶναι καθ' ἑαυ-
τούς, ἵν' ἐν τῷ κοινῷ τὸ κατ' αὐτοὺς κρύπτηται, καὶ τοὺς
τῆς ἀπαιδευσίας ἐλέγχους διαδιδράσκωσιν. Ἐπεὶ δὲ τοῦτο
ὑπεθέμεθα καὶ ἀνωμολογησάμεθα, φέρε τὰ κατ' αὐτὸν θεω-
ρήσωμεν.
12
1
Τὰ μὲν δὴ πρῶτα τῆς ἡλικίας ὑπὸ τῷ μεγάλῳ
πατρί, ὃν κοινὸν παιδευτὴν ἀρετῆς ὁ Πόντος τηνικαῦτα
προὐβάλλετο, σπαργανοῦται καὶ διαπλάττεται πλάσιν τὴν
ἀρίστην τε καὶ καθαρωτάτην, ἣν ἡμερινὴν ὁ θεῖος Δαβὶδ
καλῶς ὀνομάζει καὶ τῆς νυκτερινῆς ἀντίθετον.
2
Ὑπὸ
δὴ τούτῳ, καὶ βίον καὶ λόγον συναυξανομένους τε καὶ συνα-
νιόντας ἀλλήλοις ὁ θαυμάσιος ἐκπαιδεύεται· οὐ Θεττα-
λικόν τι καὶ ὄρειον ἄντρον αὐχῶν ὡς ἀρετῆς ἐργαστήριον,
οὐδέ τινα Κένταυρον ἀλαζόνα τῶν κατ' αὐτὸν ἡρώων διδάσ-
καλον· οὐδὲ πτῶκας βάλλειν ἢ κατατρέχειν νεβρῶν ἢ
θηρεύειν ἐλάφους ὑπ' αὐτοῦ διδασκόμενος, ἢ τὰ πολεμικὰ
κράτιστος εἶναι ἢ πωλοδαμνεῖν ἄριστα, τῷ αὐτῷ πώλῳ
καὶ διδασκάλῳ χρώμενος, ἢ μυελοῖς ἐλάφων τε καὶ λεόν-
των τοῖς μυθικοῖς ἐκτρεφόμενος· ἀλλὰ τὴν ἐγκύκλιον
παίδευσιν παιδευόμενος καὶ θεοσέβειαν ἐξασκούμενος καί,
συνελόντι φάναι, πρὸς τὴν μέλλουσαν τελειότητα διὰ τῶν
ἐξ ἀρχῆς μαθημάτων ἀγόμενος.
3
Οἱ μὲν γὰρ ἢ βίον μόνον, ἢ λόγον κατωρθωκότες, τῷ
ἑτέρῳ δὲ λείποντες, οὐδὲν τῶν ἑτεροφθάλμων, ἐμοὶ δοκεῖν,
διαφέρουσιν, οἷς μεγάλη μὲν ἡ ζημία, μεῖζον δὲ τὸ αἶσχος
ὁρῶσι καὶ ὁρωμένοις. Οἷς δὲ κατ' ἀμφότερα εὐδοκιμεῖν
ὑπάρχει καὶ εἶναι περιδεξίοις, τούτοις καὶ τὸ εἶναι τελείοις
καὶ βιοτεύειν μετὰ τῆς ἐκεῖθεν μακαριότητος.
4
Ὅπερ
οὖν ἐκείνῳ συμβέβηκεν εὖ ποιοῦν οἴκοθεν ἔχοντι τῆς ἀρετῆς
τὸ παράδειγμα, πρὸς ὃ βλέπων εὐθὺς ἄριστος ἦν. Ὥσπερ
τοὺς πώλους καὶ τοὺς μόσχους ὁρῶμεν ὁμοῦ τῇ γενέσει
ταῖς μητράσιν ἑαυτῶν παρασκαίροντας, οὕτω καὶ αὐτὸς τῷ
πατρὶ παραθέων ἐγγύθεν ἐν πωλικῷ τῷ φρυάγματι καὶ
τῶν ἄκρων τῆς ἀρετῆς κινημάτων οὐ παρὰ πολὺ λειπόμε-
νος· εἰ βούλει δέ, κἀν τῇ σκιαγραφίᾳ τὸ μέλλον τῆς ἀρε-
τῆς κάλλος ὑποσημαίνων καὶ πρὸ τοῦ καιροῦ τῆς ἀκριβείας
τὰ τῆς ἀκριβείας προχαραττόμενος.
13
1
Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως,
ἔδει δ' αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλο-
πόνῳ τῆς μελίσσης ἀπολειφθῆναι συλλεγούσης ἐκ παντὸς
ἄνθους τὰ χρησιμώτατα, ἐπὶ τὴν Καισαρέων πόλιν ἐπείγε-
ται, τῶν τῇδε μεθέξων παιδευτηρίων· ταύτην δὲ λέγω τὴν
περιφανῆ τε καὶ ἡμετέραν, ἐπεὶ καὶ τῶν ἐμῶν λόγων αὕτη
καθηγεμὼν καὶ διδάσκαλος, τὴν οὐχ ἧττον λόγων μητρό-
πολιν ἢ τῶν πόλεων ὧν ὑπέρκειται καὶ καθ' ὧν ἔχει τὴν
δυναστείαν· ἣν εἴ τις τοῦ ἐν λόγοις κράτους ἀποστερήσειεν,
ἀφῃρηκὼς ἔσται αὐτὸ τὸ κάλλιστόν τε καὶ ἰδικώτατον.
2
Ἄλλαι μὲν γὰρ τῶν πόλεων ἄλλοις ἀγάλλονται καλλω-
πίσμασιν ἢ παλαιοῖς ἢ νέοις, ὅπως ἂν οἶμαι τῶν διηγημά-
των ἔχωσιν ἢ τῶν ὁρωμένων· τῇδε λόγοι τὸ γνώρισμα,
ὥσπερ ἐν τοῖς ὅπλοις ἢ τοῖς δράμασι τὰ ἐπίσημα.
3
Τὰ
δὲ ἑξῆς αὐτοὶ διηγείσθωσαν, οἱ καὶ παιδεύσαντες τὸν ἄνδρα
παρ' ἑαυτοῖς καὶ τῆς παιδεύσεως ἀπολαύσαντες· ὅσος μὲν
ἦν διδασκάλοις, ὅσος δὲ ἥλιξι, τοῖς μὲν παρεκτεινόμενος,
τοὺς δὲ ὑπεραίρων κατὰ πᾶν εἶδος παιδεύσεως· ὅσον
κλέος ἐντὸς ὀλίγου χρόνου παρὰ πᾶσιν ἠνέγκατο, καὶ τοῖς
ἐκ τοῦ δήμου καὶ τοῖς πρώτοις τῆς πόλεως, μείζω μὲν τῆς
ἡλικίας τὴν παίδευσιν, μείζω δὲ τῆς παιδεύσεως τὴν τοῦ
ἤθους πῆξιν ἐπιδεικνύμενος· ῥήτωρ ἐν ῥήτορσι καὶ πρὸ
τῶν σοφιστικῶν θρόνων, φιλόσοφος ἐν φιλοσόφοις καὶ πρὸ
τῶν ἐν φιλοσοφίᾳ δογμάτων· τὸ μέγιστον, ἱερεὺς Χριστια-
νοῖς καὶ πρὸ τῆς ἱερωσύνης· τοσοῦτον ἦν αὐτῷ τὸ παρὰ
πάντων συγκεχωρηκὸς ἐν ἅπασιν!
4
Τῷ δὲ λόγοι μὲν
τὸ πάρεργον ἦσαν, τοσοῦτον ἐξ αὐτῶν δρεπομένῳ ὅσον εἰς
τὴν καθ' ἡμᾶς φιλοσοφίαν συνεργοὺς ἔχειν, ἐπειδὴ δεῖ καὶ
τῆς ἐν τούτοις δυνάμεως πρὸς τὴν τῶν νοουμένων δήλω-
σιν· κίνημα γὰρ ναρκώντων ἐστὶ νοῦς ἀνεκλάλητος.
5
Φιλοσοφία δὲ ἡ σπουδή, καὶ τὸ ῥαγῆναι κόσμου καὶ μετὰ
Θεοῦ γενέσθαι, τοῖς κάτω τὰ ἄνω πραγματευόμενον καὶ
τοῖς ἀστάτοις καὶ ῥέουσι τὰ ἑστῶτα καὶ μένοντα κατακτώ-
μενον.
14
1
Ἐντεῦθεν ἐπὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην
τῆς Ἑῴας πόλιν· καὶ γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλο-
σόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ τὰ κράτιστα
συνελέξατο τάχει τε καὶ μεγέθει φύσεως. Ἐντεῦθεν ἐπὶ
τὸ τῶν λόγων ἔδαφος, τὰς Ἀθήνας, ὑπὸ τοῦ Θεοῦ πέμπε-
ται καὶ τῆς καλῆς περὶ τὴν παίδευσιν ἀπληστίας, Ἀθήνας
τὰς χρυσᾶς ὄντως ἐμοὶ καὶ τῶν καλῶν προξένους εἴπερ
τινί!
2
Ἐκεῖναι γάρ μοι τὸν ἄνδρα τοῦτον ἐγνώρισαν
τελεώτερον οὐδὲ πρὶν ἀγνοούμενον· καὶ λόγους ἐπιζη-
τῶν εὐδαιμονίαν ἐκομισάμην· καὶ τρόπον ἕτερον ταὐτὸ
πέπονθα τῷ Σαούλ, ὅς, τὰς ὄνους τοῦ πατρὸς ἐπιζητῶν,
βασιλείαν ηὕρατο, μεῖζον τοῦ ἔργου τὸ πάρεργον ἐμπορευ-
σάμενος.
3
Τὸ μὲν δὴ μέχρι τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ
διὰ λείας τῆς ὁδοῦ φέρων καὶ ἄγαν εὐπόρου καὶ βασιλικῆς
ὄντως τῶν τοῦ ἀνδρὸς ἐγκωμίων· τὸ δ' ἐντεῦθεν, οὐκ οἶδ'
ὅ τι τῷ λόγῳ χρήσωμαι καὶ ποῖ τράπωμαι· ἔχει γάρ τι καὶ
πρόσαντες ἡμῖν ὁ λόγος.
4
Ποθῶ μὲν γάρ, ἐνταῦθα τοῦ
λόγου γενόμενος καὶ τοῦ καιροῦ τούτου λαβόμενος, καὶ τῶν
κατ' ἐμαυτόν τι προσθεῖναι τοῖς εἰρημένοις καὶ μικρόν τι
προσδιατρίψαι τῷ διηγήματι, ὅθεν τε καὶ ὅπως ἡμῖν κἀκ
τίνος τῆς ἀρχῆς συνέστη τὸ τῆς φιλίας, ἤτ' οὖν συμπνοίας
καὶ συμφυΐας, εἰ χρὴ προσειπεῖν οἰκειότερον.
5
Φιλεῖ
γὰρ οὔτε ὄψις ῥᾳδίως ἀναχωρεῖν τῶν τερπνῶν θεαμάτων,
κἂν ἀφέλκῃ τις βίᾳ, πρὸς αὐτὰ πάλιν φέρεσθαι· οὔτε λόγος
τῶν ἡδίστων διηγημάτων. Δέδοικα δὲ τὸ φορτικὸν τῆς
ἐγχειρήσεως. Πειράσομαι μὲν οὖν, ὡς οἷόν τε μετρίως,
τοῦτο ποιεῖν. Ἂν δ' ἄρα τι καὶ βιαζώμεθα ὑπὸ τοῦ πόθου,
συγγνώμη τῷ πάθει, πάντων παθῶν ὄντι δικαιοτάτῳ καὶ ὃ
μὴ παθεῖν ἡ ζημία τοῖς γε νοῦν ἔχουσιν.
15
1
Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον,
ἀπὸ μιᾶς σχισθέντας πηγῆς τῆς πατρίδος εἰς διάφορον
ὑπερορίαν κατ' ἔρωτα τῆς παιδεύσεως καὶ πάλιν εἰς τὸ
αὐτὸ συνελθόντας, ὥσπερ ἀπὸ συνθήματος οὕτω Θεοῦ
κινήσαντος. Εἶχον δὲ μικρῷ μὲν ἐμὲ πρότερον, τὸν δ' εὐ-
θὺς μετ' ἐμέ, μετὰ πολλῆς προσδεχθέντα καὶ περιφανοῦς
τῆς ἐλπίδος.
2
Καὶ γὰρ ἐν πολλῶν γλώσσαις ἔκειτο πρὶν
ἐπιστῆναι, καὶ μέγα ἑκάστοις ἦν προκαταλαβεῖν τὸ σπου-
δαζόμενον. Οὐδὲν δὲ οἷον καὶ ἥδυσμά τι προσθεῖναι τῷ
λόγῳ μικρὸν ἀφήγημα, τοῖς μὲν εἰδόσιν ὑπόμνησιν, τοῖς
δὲ ἀγνοοῦσι διδασκαλίαν.
3
Σοφιστομανοῦσιν Ἀθήνησι τῶν νέων οἱ πλεῖστοι καὶ
ἀφρονέστεροι· οὐ τῶν ἀγεννῶν μόνον καὶ τῶν ἀνωνύμων,
ἀλλ' ἤδη καὶ τῶν εὖ γεγονότων καὶ περιφανεστέρων, ἅτε
πλῆθος σύμμικτον ὄντες καὶ νέοι καὶ δυσκάθεκτοι ταῖς
ὁρμαῖς.
4
Ὅπερ οὖν πάσχοντας ἔστιν ἰδεῖν περὶ τὰς ἀν-
τιθέτους ἱπποδρομίας τοὺς φιλίππους τε καὶ φιλοθεάμονας·
πηδῶσι, βοῶσιν, οὐρανῷ πέμπουσι κόνιν, ἡνιοχοῦσι καθή-
μενοι, παίουσι τὸν ἀέρα, τοὺς ἵππους δὴ τοῖς δακτύλοις
ὡς μάστιξι, ζευγνύουσι, μεταζευγνύουσιν· οὐδενὸς ὄντες
κύριοι ἀντιδιδόασι ἀλλήλοις ῥᾳδίως ἡνιόχους, ἵππους,
ἱπποστασίας, στρατηγούς· καὶ ταῦτα τίνες; οἱ πένητες
πολλάκις καὶ ἄποροι καὶ μηδ' ἂν εἰς μίαν ἡμέραν τροφῆς
εὐπορήσαντες.
5
Τοῦτο καὶ αὐτοὶ πάσχουσι ἀτεχνῶς
περὶ τοὺς ἑαυτῶν διδασκάλους καὶ ἀντιτέχνους, ὅπως
πλείους τε ὦσιν αὐτοὶ κἀκείνους εὐπορωτέρους ποιῶσι
δι' ἑαυτῶν σπουδὴν ἔχοντες· καὶ τὸ πρᾶγμά ἐστιν ἐπιεικῶς
ἄτοπον καὶ δαιμόνιον.
6
Προκαταλαμβάνονται πόλεις,
ὁδοί, λιμένες, ὀρῶν ἄκρα, πεδία, ἐσχατιαί, οὐδὲν ὅ τι μὴ
τῆς Ἀττικῆς μέρος ἢ τῆς λοιπῆς Ἑλλάδος, αὐτῶν τῶν
οἰκητόρων οἱ πλεῖστοι· καὶ γὰρ τούτους μεμερισμένους ταῖς
σπουδαῖς ἔχουσιν.
16
1
Ἐπειδὰν οὖν τις ἐπιστῇ τῶν νέων καὶ ἐν χερσὶ
γένηται τῶν ἑλόντων, γίνεται δὲ ἢ βιασθεὶς ἢ ἑκών, νόμος
οὗτός ἐστιν αὐτοῖς Ἀττικὸς καὶ παιδιὰ σπουδῇ σύμμικτος.
Πρῶτον μὲν ξεναγεῖται παρά τινι τῶν προειληφότων ἢ
φίλων ἢ συγγενῶν ἢ τῶν ἐκ τῆς αὐτῆς πατρίδος ἢ τῶν
ὅσοι περιττοὶ τὰ σοφιστικὰ καὶ προσαγωγοὶ τῶν λημμάτων,
κἀντεῦθεν μάλιστα διὰ τιμῆς ἐκείνοις· ἐπεὶ καὶ τοῦτο μισ-
θός ἐστιν αὐτοῖς τῶν σπουδαστῶν τυγχάνειν.
2
Ἔπειτα
ἐρεσχελεῖται παρὰ τοῦ βουλομένου παντός· βούλεται δὲ
αὐτοῖς, οἶμαι, τοῦτο τῶν νεηλύδων συστέλλειν τὸ φρόνημα
καὶ ὑπὸ χεῖρα σφῶν ἀπ' ἀρχῆς ἄγειν· ἐρεσχελεῖται δέ,
παρὰ μὲν τῶν θρασύτερον, παρὰ δὲ τῶν λογικώτερον,
ὄπως ἂν ἀγροικίας ἢ ἀστειότητος ἔχῃ.
3
Καὶ τὸ πρᾶγμα,
τοῖς μὲν ἀγνοοῦσι λίαν φοβερὸν καὶ ἀνήμερον, τοῖς δὲ
προειδόσι καὶ μάλα ἡδὺ καὶ φιλάνθρωπον· πλείων γάρ
ἐστιν ἡ ἔνδειξις ἢ τὸ ἔργον τῶν ἀπειλουμένων. Ἔπειτα
πομπεύει διὰ τῆς ἀγορᾶς ἐπὶ τὸ λουτρὸν προαγόμενος.
4
Ἡ πομπὴ δέ· διατάξαντες ἑαυτοὺς στοιχηδὸν κατὰ
συζυγίαν ἐκ διαστήματος, οἱ τελοῦντες τῷ νέῳ τὴν πρόο-
δον ἐπὶ τὸ λουτρὸν προπέμπουσιν.
5
Ἐπειδὰν δὲ πλη-
σιάσωσι, βοῇ τε πολλῇ καὶ ἐξάλμασι χρώμενοι καθάπερ
ἐνθουσιῶντες· κελεύει δὲ ἡ βοὴ μὴ προβαίνειν, ἀλλ' ἵστα-
σθαι, ὡς τοῦ λουτροῦ σφᾶς οὐ παραδεχομένου· καὶ ἅμα
τῶν θυρῶν ἀρασσομένων, πατάγῳ τὸν νέον φοβήσαντες,
εἶτα τὴν εἴσοδον συγχωρήσαντες, οὕτως ἤδη τὴν ἐλευθε-
ρίαν διδόασιν, ὁμότιμον ἐκ τοῦ λουτροῦ καὶ ὡς αὐτῶν ἕνα
δεχόμενοι· καὶ τοῦτό ἐστιν αὐτοῖς τῆς τελετῆς τὸ τερπνό-
τατον, ἡ ταχίστη τῶν λυπούντων ἀπαλλαγὴ καὶ κατάλυσις.
6
Τότε τοίνυν ἐγὼ τὸν ἐμὸν καὶ μέγαν Βασίλειον,
οὐκ αὐτὸς δι' αἰδοῦς ἦγον μόνον, τό τε τοῦ ἤθους στάσιμον
καθορῶν καὶ τὸ ἐν λόγοις καίριον, ἀλλὰ καὶ τοὺς ἄλλους
ἔπειθον ὁμοίως ἔχειν, ὅσοι τῶν νέων ἀγνοοῦντες τὸν ἄνδρα
ἐτύγχανον· τοῖς γὰρ πολλοῖς εὐθὺς αἰδέσιμος ἦν, ἀκοῇ
προκατειλημμένος. Ἐξ οὗ τί γίνεται; μόνος σχεδὸν τῶν
ἐπιδημούντων, τὸν κοινὸν διέφυγε νόμον, κρείττονος ἢ κατὰ
νέηλυν ἀξιωθεὶς τῆς τιμῆς.
17
1
Τοῦτο ἡμῖν τῆς φιλίας προοίμιον· ἐντεῦθεν ὁ
τῆς συναφείας σπινθήρ· οὕτως ἐπ' ἀλλήλοις ἐτρώθημεν.
Ἔπειτα συνηνέχθη τι καὶ τοιοῦτον· οὐδὲ γὰρ τοῦτο παραλι-
πεῖν ἄξιον.
2
Οὐχ ἁπλοῦν γένος εὑρίσκω τοὺς Ἀρμενίους, ἀλλὰ
καὶ λίαν κρυπτόν τι καὶ ὕφαλον. Τότε τοίνυν τῶν ἐκ πλείο-
νος αὐτῷ συνήθων καὶ φίλων τινές, ἔτ' ἐκ τοῦ πατρὸς καὶ
τῆς ἄνωθεν ἑταιρίας, [καὶ γὰρ ἐκείνης τῆς διατριβῆς ὄντες
ἐτύγχανον,] προσιόντες αὐτῷ μετὰ φιλικοῦ πλάσματος,
[φθόνος δὲ ἦν, οὐκ εὔνοια τὸ προσάγον,] ἐπηρώτων τε
αὐτὸν φιλονείκως μᾶλλον ἢ λογικῶς, καὶ ὑποκλίνειν ἑαυ-
τοῖς ἐπειρῶντο διὰ τῆς πρώτης ἐπιχειρήσεως, τήν τε ἄνω-
θεν τοῦ ἀνδρὸς εὐφυΐαν εἰδότες καὶ τὴν τότε τιμὴν οὐ
φέροντες· δεινὸν γὰρ εἶναι, εἰ προειληφότες τοὺς τρίβω-
νας καὶ λαρυγγίζειν προμελετήσαντες μὴ πλέον ἔχοιεν
τοῦ ξένου τε καὶ νεήλυδος.
3
Ἐγὼ δὲ ὁ φιλαθήναιος
καὶ μάταιος, οὐ γὰρ ᾐσθόμην τοῦ φθόνου, πιστεύων τῷ
πλάσματι, ἤδη κλινομένων αὐτῶν καὶ τὰ νῶτα μεταβαλ-
λόντων, καὶ γὰρ ἐζηλοτύπουν τὸ τῶν Ἀθηνῶν κλέος ἐν
ἐκείνοις καταλυθῆναι καὶ τάχιστα περιφρονηθῆναι, ὑπήρει-
δόν τε τοὺς νεανίας ἐπανάγων τὸν λόγον· καὶ τὴν παρ'
ἐμαυτοῦ ῥοπὴν χαριζόμενος, δύναται δὲ καὶ ἡ μικρὰ προσ-
θήκη τὸ πᾶν ἐν τοιούτοις, ἴσας ὑσμίνῃ τὰς κεφαλάς, τὸ τοῦ
λόγου, κατέστησα.
4
Ὡς δὲ τὸ τῆς διαλέξεως ἔγνων
ἀπόρρητον, οὐδὲ καθεκτὸν ἔτι τύγχανον, ἀλλὰ σαφῶς ἤδη
παραγυμνούμενον, ἐξαίφνης μεταβαλών, πρύμναν τε ἐκρου-
σάμην ἐκείνῳ θέμενος καὶ ἑτεραλκέα τὴν νίκην ἐποίησα.
5
Ὁ δὲ ἥσθη τε αὐτίκα τῷ γενομένῳ· καὶ γὰρ ἦν ἀγχί-
νους, εἰ καί τις ἄλλος· καὶ προθυμίας πλησθείς, ἵνα τελέως
αὐτὸν καθομηρίσω, ἔφεπε κλονέων τῷ λόγῳ τοὺς γεννάδας
ἐκείνους, καὶ παίων συλλογισμοῖς, οὐ πρὶν ἀνῆκεν ἢ τελέως
τρέψασθαι καὶ τὸ κράτος καθαρῶς ἀναδήσασθαι. Οὗτος
δεύτερος ἡμῖν τῆς φιλίας οὐκ ἔτι σπινθήρ, ἀλλ' ἤδη πυρ-
σὸς ἀνάπτεται περιφανὴς καὶ ἀέριος.
18
1
Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, πολλὰ
μὲν τῆς προπετείας ἑαυτοῖς καταμεμψάμενοι, πολλὰ δὲ τῆς
ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες, ὡς καὶ φανερὰν ἔχθραν
ὁμολογῆσαι καὶ προδοσίαν ἐπικαλεῖν, οὐκ ἐκείνων μόνον,
ἀλλὰ καὶ αὐτῶν Ἀθηνῶν, ὡς διὰ τῆς πρώτης πείρας
ἐληλεγμένων καὶ ᾐσχυμμένων ὑφ' ἑνὸς ἀνδρός, καὶ ταῦτα
μηδὲ τοῦ θαρρεῖν καιρὸν ἔχοντος.
2
Ὁ δέ, καὶ γὰρ
ἀνθρώπινον τὸ πάθος, ὅταν μεγάλα ἐλπίσαντες ἀθρόως
τοῖς ἐλπισθεῖσιν ἐντύχωμεν, ἐλάττω τῆς δόξης ὁρᾶν τὰ
φαινόμενα, τοῦτο καὶ αὐτὸς πάσχων ἐσκυθρώπαζεν, ἐδυσ-
φόρει, τῆς ἐπιδημίας ἑαυτὸν ἐπαινεῖν οὐκ εἶχεν, ἐζήτει τὸ
ἐλπισθέν, κενὴν μακαρίαν τὰς Ἀθήνας ὠνόμαζεν.
3
Ὁ
μὲν δὴ ταῦτα· ἐγὼ δὲ τῆς λύπης ἀφῄρουν τὸ πλεῖστον,
καὶ λογικῶς συγγινόμενος καὶ κατεπᾴδων τοῖς λογισμοῖς
καί, ὅπερ ἦν ἀληθές, οὔτε ἦθος ἀνδρὸς εὐθὺς ἁλωτὸν
εἶναι λέγων, ὅτι μὴ χρόνῳ πολλῷ καὶ συνουσίᾳ τελεω-
τέρᾳ, οὔτε παίδευσιν τοῖς πειρωμένοις ἐξ ὀλίγων τε καὶ
ἐν ὀλίγῳ γνωρίζεσθαι. Ὅθεν ἐπανῆγον αὐτὸν εἰς τὸ εὔθυ-
μον, καὶ πεῖραν διδοὺς καὶ λαμβάνων πλέον ἐμαυτῷ
συνέδησα.
19
1
Ὡς δὲ προϊόντος τοῦ χρόνου τὸν πόθον ἀλλή-
λοις καθωμολογήσαμεν, καὶ φιλοσοφίαν εἶναι τὸ σπουδαζό-
μενον, τηνικαῦτα ἤδη τὰ πάντα ἦμεν ἀλλήλοις, ὁμόστεγοι,
ὁμοδίαιτοι, συμφυεῖς, τὸ ἓν βλέποντες, ἀεὶ τὸν πόθον ἀλλή-
λοις συναύξοντες θερμότερόν τε καὶ βεβαιότερον.
2
Οἱ
μὲν γὰρ τῶν σωμάτων ἔρωτες, ἐπειδὴ ῥεόντων εἰσί, καὶ
ῥέουσιν ἶσα καὶ ἠρινοῖς ἄνθεσιν· οὔτε γὰρ φλὸξ μένει τῆς
ὕλης δαπανηθείσης, ἀλλὰ τῷ ἀνάπτοντι συναπέρχεται, οὔτε
πόθος ὑφίσταται, μαραινομένου τοῦ ὑπεκκαύματος. Οἱ δὲ
κατὰ Θεόν τε καὶ σώφρονες, ἐπειδὴ πράγματος ἑστῶτός
εἰσι, διὰ τοῦτο καὶ μονιμώτεροι, καὶ ὅσῳ πλέον αὐτοῖς τὸ
κάλλος φαντάζεται, τοσούτῳ μᾶλλον ἑαυτῷ τε καὶ ἀλλήλοις
συνδεῖ τοὺς τῶν αὐτῶν ἐραστάς. Οὗτος τοῦ ὑπὲρ ἡμᾶς
ἔρωτος νόμος.
3
Αἰσθάνομαι μὲν οὖν ἔξω τοῦ καιροῦ καὶ τοῦ μέτρου
φερόμενος, καὶ οὐκ οἶδ' ὅπως εἰς τούτους ἐμπίπτω τοὺς
λόγους, οὐκ ἔχω δ' ὅπως ἐμαυτὸν ἐπίσχω τοῦ διηγήματος· ἀεὶ
γάρ μοι τὸ παρεθὲν ἀναγκαῖον φαίνεται καὶ κρεῖττον τοῦ προ-
ληφθέντος·
4
κἄν μέ τις ἀπάγῃ τοῦ πρόσω τυραννικῶς,
τὸ τῶν πολυπόδων πείσομαι, ὧν τῆς θαλάμης ἐξελκομένων
προσέξονται ταῖς κοτύλαις αἱ πέτραι, καὶ οὐ πρὶν ἀφεθή-
σονται ἢ παρ' ἀλλήλων τι προσλαβεῖν ἐκ τῆς βίας. Εἰ μὲν
οὖν συγχωρήσοι τις, ἔχω τὸ ζητούμενον· εἰ δὲ μή, παρ'
ἐμαυτοῦ λήψομαι.
20
1
Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας
ὑποστήσαντες εὐτειχεῖ θαλάμῳ χρυσέας κίονας, ὅ φησι
Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ
συνεργοῖς χρώμενοι. Ὤ! πῶς ἀδακρυτὶ τὴν τούτων ἐνέγκω
μνήμην! Ἶσαι μὲν ἐλπίδες ἦγον ἡμᾶς πράγματος ἐπιφθο-
νωτάτου, τῶν λόγων· φθόνος δὲ ἀπῆν, ζῆλος δὲ ἐσπουδά-
ζετο.
2
Ἀγὼν δὲ ἀμφοτέροις, οὐχ ὅστις αὐτὸς τὸ πρω-
τεῖον ἔχοι, ἀλλ' ὅπως τῷ ἑτέρῳ τούτου παραχωρήσειεν· τὸ
γὰρ ἀλλήλων εὐδόκιμον ἴδιον ἐποιούμεθα. Μία μὲν ἀμφο-
τέροις ἐδόκει ψυχὴ δύο σώματα φέρουσα· καὶ εἰ τό, πάντα
ἐν πᾶσι κεῖσθαι, μὴ πειστέον τοῖς λέγουσιν, ἀλλ' ἡμῖν γε
πειστέον, ὡς ἐν ἀλλήλοις καὶ παρ' ἀλλήλοις ἐκείμεθα.
3
Ἓν δ' ἀμφοτέροις ἔργον ἡ ἀρετή, καὶ τὸ ζῆν πρὸς τὰς
μελλούσας ἐλπίδας, πρὶν ἐνθένδε ἀπελθεῖν ἐνθένδε μεθισ-
ταμένοις· πρὸς ὃ βλέποντες, καὶ βίον καὶ πρᾶξιν ἅπασαν
ἀπηυθύνομεν, παρά τε τῆς ἐντολῆς οὕτως ἀγόμενοι καὶ
ἀλλήλοις τὴν ἀρετὴν παραθήγοντες καί, εἰ μὴ μέγα ἐμοὶ
τοῦτο εἰπεῖν, κανόνες ὄντες ἀλλήλοις καὶ στάθμαι, οἷς
τὸ εὐθὲς καὶ μὴ διακρίνεται.
4
Ἑταίρων τε γὰρ ὡμιλοῦ-
μεν, οὐ τοῖς ἀσελγεστάτοις ἀλλὰ τοῖς σωφρονεστάτοις,
οὐδὲ τοῖς μαχιμωτάτοις ἀλλὰ τοῖς εἰρηνικωτάτοις καὶ
οἷς συνεῖναι λυσιτελέστατον· εἰδότες, ὅτι κακίας ῥᾷον
μεταλαβεῖν ἢ ἀρετῆς μεταδοῦναι, ἐπεὶ καὶ νόσου μετασχεῖν
μᾶλλον ἢ ὑγίειαν χαρίσασθαι. Μαθημάτων δὲ οὐ τοῖς ἡδίσ-
τοις πλέον ἢ τοῖς καλλίστοις ἐχαίρομεν· ἐπειδὴ κἀντεῦθέν
ἐστιν ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους ἢ πρὸς κακίαν.
21
1
Δύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί· ἡ μὲν πρώτη καὶ
τιμιωτέρα, ἡ δὲ δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου· ἥ τε πρὸς
τοὺς ἱεροὺς ἡμῶν οἴκους καὶ τοὺς ἐκεῖσε διδασκάλους
φέρουσα, καὶ ἡ πρὸς τοὺς ἔξωθεν παιδευτάς. Τὰς ἄλλας
δὲ τοῖς βουλομένοις παρήκαμεν ἑορτάς, θέατρα, πανηγύ-
ρεις, συμπόσια.
2
Οὐδὲν γὰρ οἶμαι τίμιον, ὃ μὴ πρὸς
ἀρετὴν φέρει, μηδὲ ποιεῖ βελτίους τοὺς περὶ αὐτὸ σπουδά-
ζοντας. Ἄλλοις μὲν οὖν ἄλλαι προσηγορίαι τινές εἰσιν, ἢ
πατρόθεν ἢ οἴκοθεν, ἐκ τῶν ἰδίων ἐπιτηδευμάτων ἢ πρά-
ξεων· ἡμῖν δὲ τὸ μέγα πρᾶγμα καὶ ὄνομα, Χριστιανοὺς
καὶ εἶναι καὶ ὀνομάζεσθαι·
3
ᾧ πλέον ἐφρονοῦμεν ἢ τῇ
στροφῇ τῆς σφενδονῆς ὁ Γύγης, εἴπερ μὴ μῦθος ἦν, ἐξ ἧς
Λυδῶν ἐτυράννησεν· ἢ τῷ χρυσῷ ποτε Μίδας, δι' ὃν ἀπώ-
λετο, ἐπιτυχὼν τῆς εὐχῆς καὶ πάντα χρυσὸν κτησάμενος,
ἄλλος οὗτος Φρύγιος μῦθος.
4
Τὸν γὰρ Ἀβάριδος ὀϊστὸν
τί ἂν λέγοιμι τοῦ Ὑπερβορέου ἢ τὸν Ἀργεῖον Πήγασον,
οἷς οὐ τοσοῦτον ἦν τὸ δι' ἀέρος φέρεσθαι ὅσον ἡμῖν τὸ πρὸς
Θεὸν αἴρεσθαι δι' ἀλλήλων καὶ σὺν ἀλλήλοις.
5
Εἴπω τι συντομώτερον· βλαβεραὶ μὲν τοῖς ἄλλοις
Ἀθῆναι τὰ εἰς ψυχήν· οὐ γὰρ φαύλως τοῦτο ὑπολαμβά-
νεται τοῖς εὐσεβεστέροις· καὶ γὰρ πλουτοῦσι τὸν κακὸν
πλοῦτον εἴδωλα, μᾶλλον τῆς ἄλλης Ἑλλάδος, καὶ χαλε-
πὸν μὴ συναρπασθῆναι τοῖς τούτων ἐπαινέταις καὶ συνηγό-
ροις· ἡμῖν δ' οὐδεμία παρὰ τούτων ζημία τὴν διάνοιαν
πεπυκνωμένοις καὶ πεφραγμένοις.
6
Τοὐναντίον μὲν οὖν,
εἴ τι χρὴ καὶ παράδοξον εἰπεῖν, εἰς τὴν πίστιν ἐντεῦθεν
ἐβεβαιώθημεν, καταμαθόντες αὐτῶν τὸ ἀπατηλὸν καὶ κίβδη-
λον, ἐνταῦθα δαιμόνων καταφρονήσαντες, οὗ θαυμάζονται
δαίμονες. Καὶ εἴ τις ἔστιν ἢ πιστεύεται ποταμός, δι'
ἅλμης ῥέων γλυκύς, ἢ ζῷον ἐν πυρὶ σκαῖρον, ᾧ τὰ πάντα
ἁλίσκεται, τοῦτο ἦμεν ἡμεῖς ἐν πᾶσι τοῖς ἥλιξι.
22
1
Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς
οὐκ ἀγεννὴς ἦν, ὑπ' ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ
ἀγομένη καὶ τοῖς αὐτοῖς χαίρουσα· εἰ καὶ πεζοὶ παρὰ
Λύδιον ἅρμα ἐθέομεν, τὸν ἐκείνου δρόμον καὶ τρόπον·
ἐξ ὧν ὑπῆρχεν ἡμῖν ἐπισήμοις μὲν εἶναι παρὰ τοῖς ἡμετέ-
ροις παιδευταῖς καὶ συμπράκτορσιν, ἐπισήμοις δὲ παρὰ τῇ
Ἑλλάδι πάσῃ καὶ ταύτης μάλιστα τοῖς γνωριμωτάτοις.
2
Ἤδη δὲ καὶ μέχρι τῆς ὑπερορίας προήλθομεν, ὡς σαφὲς
γέγονεν ἐκ πλειόνων τῶν ταῦτα διηγουμένων. Παρὰ τοσού-
τοις μὲν γὰρ οἱ ἡμέτεροι παιδευταί, παρ' ὅσοις Ἀθῆναι· παρὰ
τοσούτοις δὲ ἡμεῖς, παρ' ὅσοις οἱ παιδευταί, συνακουόμενοί τε
ἀλλήλοις καὶ συλλαλούμενοι, καὶ ξυνωρὶς οὐκ ἀνώνυμος
καὶ ὄντες παρ' αὐτοῖς καὶ ἀκούοντες.
3
Οὐδὲν τοιοῦτον
αὐτοῖς οἱ Ὀρέσται καὶ οἱ Πυλάδαι· οὐδὲν οἱ Μολιονίδαι,
τῆς Ὁμηρικῆς δέλτου τὸ θαῦμα, οὓς κοινωνία συμφορῶν
ἐγνώρισε, καὶ τὸ καλῶς ἅρμα ἐλαύνειν μεριζομένους ἐν
ταὐτῷ ἡνίας καὶ μάστιγας.
4
Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν εἰς τοὺς ἐμοὺς ὑπαχθεὶς
ἐπαίνους, ὁ μηδὲ παρ' ἑτέρου ποτὲ τοῦτο δεξάμενος· καὶ
θαυμαστὸν οὐδέν, εἰ κἀνταῦθα τῆς ἐκείνου φιλίας τι παραπ-
έλαυσα, ὥσπερ ζῶντος εἰς ἀρετήν, οὕτω μεταστάντος εἰς
εὐφημίαν. Ἀλλ' ἐπὶ τὴν νύσσαν ἐπαναγέσθω πάλιν ἡμῖν ὁ
λόγος.
23
1
Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν καὶ πρὸ
τῆς πολιᾶς; ἐπειδὴ τούτῳ καὶ Σολομῶν τὸ γῆρας ὁρίζε-
ται. Τίς δὲ οὕτως αἰδέσιμος ἢ παλαιοῖς ἢ νέοις, μὴ ὅτι
τῶν κατὰ τὸν αὐτὸν ἡμῖν χρόνον, ἀλλὰ καὶ τῶν πλεῖστον
προειληφότων; Τίς μὲν ἧττον ἐδεῖτο λόγων διὰ τὸν τρό-
πον; Τίς δὲ μᾶλλον μετέσχε λόγου καὶ μετὰ τοῦ τρόπου;
2
Ποῖον μὲν εἶδος οὐκ ἐπῆλθε παιδεύσεως; Μᾶλλον δέ,
ποῖον οὐ μεθ' ὑπερβολῆς ὡς μόνον; Οὕτω μὲν ἅπαντα
διελθών, ὡς οὐδεὶς ἕν· οὕτω δὲ εἰς ἄκρον ἕκαστον, ὡς τῶν
ἄλλων οὐδέν· σπουδὴ γὰρ εὐφυΐᾳ συνέδραμεν, ἐξ ὧν ἐπι-
στῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσιν.
3
Ἥκιστα μὲν
τάχους φύσεως διὰ τόνον δεόμενος, ἥκιστα δὲ τόνου διὰ
τάχος· οὕτω δ' ἀμφότερα συλλαβὼν καὶ εἰς ἓν ἀγαγών,
ὥστε ἄδηλον εἶναι ποτέρῳ τούτων ἐκεῖνος θαυμασιώτερος.
4
Τίς μὲν ῥητορικὴν τοσοῦτος, τὴν πυρὸς μένος πνέου-
σαν, εἰ καὶ τὸ ἦθος αὐτῷ μὴ κατὰ ῥήτορας ἦν; Τίς δὲ
γραμματικήν, ἣ γλῶσσαν ἐξελληνίζει καὶ ἱστορίαν συνάγει
καὶ μέτροις ἐπιστατεῖ καὶ νομοθετεῖ ποιήμασιν; Τίς δὲ
φιλοσοφίαν, τὴν ὄντως ὑψηλήν τε καὶ ἄνω βαίνουσαν, ὅση
τε πρακτικὴ καὶ θεωρητική, ὅση τε περὶ τὰς λογικὰς ἀπο-
δείξεις καὶ ἀντιθέσεις ἔχει καὶ τὰ παλαίσματα, ἣν δὴ δια-
λεκτικὴν ὀνομάζουσιν· ὡς ῥᾷον εἶναι τοὺς λαβυρίνθους
διεξελθεῖν, ἢ τὰς ἐκείνου τῶν λόγων ἄρκυς διαφυγεῖν, εἰ
τούτου δεήσειεν;
5
Ἀστρονομίας δὲ καὶ γεωμετρίας
καὶ ἀριθμῶν ἀναλογίας τοσοῦτον λαβών, ὅσον μὴ κλονεῖσθαι
τοῖς περὶ ταῦτα κομψοῖς, τὸ περιττὸν διέπτυσεν ὡς ἄχρησ-
τον τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὥστε μᾶλλον μὲν τὸ αἱρεθὲν
τοῦ παρεθέντος ἐξεῖναι θαυμάζειν, μᾶλλον δὲ τοῦ αἱρεθέν-
τος τὸ παρεθέν.
6
Ἰατρικὴν μὲν γάρ, καὶ ἡ τοῦ σώματος
ἀρρωστία καὶ νοσοκομία, φιλοσοφίας καὶ φιλοπονίας οὖσαν
καρπόν, ἀναγκαίαν αὐτῷ πεποιήκασιν· ὅθεν ἀρξάμενος,
εἰς ἕξιν τῆς τέχνης ἀφίκετο· καὶ ταύτης, οὐχ ὅση περὶ τὸ
φαινόμενον ἔχει καὶ κάτω κείμενον, ἀλλ' ὅσον δογματικὸν
καὶ φιλόσοφον. Ἀλλὰ τί ταῦτα, καίπερ τηλικαῦτα τυγχά-
νοντα, πρὸς τὴν ἐν τῷ ἤθει τοῦ ἀνδρὸς παίδευσιν;
7
Λῆρος
τοῖς τοῦ ἀνδρὸς πεπειραμένοις ὁ Μίνως ἐκεῖνος καὶ ὁ
Ῥαδάμανθυς οὓς ἀσφοδελῶν λειμώνων καὶ Ἠλυσίων
πεδίων ἠξίωσαν Ἕλληνες, ἐν φαντασίᾳ τοῦ καθ' ἡμᾶς Παρα-
δείσου γενόμενοι, ἐκ τῶν Μωσαϊκῶν οἶμαι βιβλίων καὶ ἡμε-
τέρων, εἰ καὶ περὶ τὴν κλῆσίν τι διηνέχθησαν, ἐν ἄλλοις
ὀνόμασι τοῦτο παραδηλώσαντες.
24
1
Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πλήρης παιδεύ-
σεως ἡ φορτίς, ὡς γοῦν ἐφικτὸν ἀνθρωπίνῃ φύσει· τὸ γὰρ
ἐπέκεινα Γαδείρων οὐ περατόν· ἔδει δὲ λοιπὸν ἐπανόδου
καὶ βίου τελεωτέρου καὶ τοῦ λαβέσθαι τῶν ἐλπιζομένων
ἡμῖν καὶ συγκειμένων. Παρῆν ἡ τῆς ἐκδημίας ἡμέρα καὶ
ὅσα τῆς ἐκδημίας· ἐξιτήριοι λόγοι, προπόμπιοι, ἀνακλή-
σεις, οἰμωγαί, περιπλοκαί, δάκρυα.
2
Οὐδὲν γὰρ οὕτως
οὐδενὶ λυπηρόν, ὡς τοῖς ἐκεῖσε συννόμοις Ἀθηνῶν καὶ
ἀλλήλων τέμνεσθαι. Γίνεται δὴ τότε θέαμά τι ἐλεεινὸν καὶ
ἱστορίας ἄξιον. Περιστάντες ἡμᾶς ὁ τῶν ἑταίρων καὶ ἡλί-
κων χορός, ἔστι δὲ ὧν καὶ διδασκάλων, οὐδ' ἂν εἴ τι γένοιτο
μεθήσειν ἔφασκον, ἀντιβολοῦντες, βιαζόμενοι, πείθοντες·
τί γὰρ οὐ λέγοντες; τί δ' οὐ πράττοντες, ὧν τοὺς ἀλγοῦν-
τας εἰκός;
3
Ἐνταῦθά τι κατηγορήσω μὲν ἐμαυτοῦ, κατηγορήσω
δὲ τῆς θείας ἐκείνης καὶ ἀλήπτου ψυχῆς, εἰ καὶ τολμηρόν.
Ὁ μὲν γάρ, τὰς αἰτίας εἰπὼν τῆς περὶ τὴν ἐπάνοδον φιλο-
νεικίας, κρείττων ὤφθη τῶν κατεχόντων· καὶ βίᾳ μέν,
συνεχωρήθη δ' οὖν ὅμως τὴν ἐκδημίαν· ἐγὼ δὲ ὑπελείφθην
Ἀθήνησι· τὸ μέν τι μαλακισθείς, εἰρήσεται γὰρ τἀληθές,
τὸ δέ τι προδοθεὶς παρ' ἐκείνου, πεισθέντος ἀφεῖναι μὴ
ἀφιέντα καὶ παραχωρῆσαι τοῖς ἕλκουσι.
4
Πρᾶγμα, πρὶν
γενέσθαι, μὴ πιστευόμενον· γίνεται γὰρ ὥσπερ ἑνὸς σώμα-
τος εἰς δύο τομὴ καὶ ἀμφοτέρων νέκρωσις, ἢ μόσχων συν-
τρόφων καὶ ὁμοζύγων διάζευξις γοερὸν μυκωμένων ἐπ'
ἀλλήλοις καὶ οὐ φερόντων τὴν ἀλλοτρίωσιν.
5
Οὐ μὴν
μακρότερόν μοι τὸ τῆς ζημίας· οὐ γὰρ ἠνειχόμην ἐπὶ
πλέον ἐλεεινὸς ὁρᾶσθαι καὶ πᾶσι λόγον ὑπέχειν τῆς δια-
στάσεως· ἀλλ' ἐπιμείναντά με ταῖς Ἀθήναις χρόνον οὐχὶ
συχνόν, ποιεῖ τὸν Ὁμηρικὸν ἵππον ὁ πόθος· καὶ τὰ δεσμὰ
ῥήξας τῶν κατεχόντων κροαίνω κατὰ πεδίων καὶ πρὸς τὸν
σύννομον ἐφερόμην.
25
1
Ὡς δ' οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ
σκηνῇ χαρισάμενοι καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώ-
σασθαι· οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς οὐδ' ἐπιδεικ-
τικῶς· τάχιστα ἐγενόμεθα ἡμῶν αὐτῶν καὶ τελοῦμεν εἰς
ἄνδρας ἐξ ἀγενείων, ἀνδρικώτερον τῇ φιλοσοφίᾳ προσβαίνον-
τες· οὐ σὺν ἀλλήλοις μὲν ἔτι, οὐ γὰρ ἀφῆκεν ὁ φθόνος,
τῷ πόθῳ δὲ σὺν ἀλλήλοις.
2
Τὸν μὲν γὰρ ἡ Καισαρέων
κατέχει πόλις, ὥς τινα δεύτερον οἰκιστήν τε καὶ πολιοῦχον·
ἔπειτα ἐκδημίαι τινές, ἐπειδή γε ἡμᾶς οὐκ εἶχε, τῶν ἀναγ-
καίων ὑπολαμβάνουσι, καὶ οὐκ ἀπὸ σκοποῦ τῆς προκειμένης
φιλοσοφίας. Ἐμὲ δὲ πατέρων εὐλάβεια καὶ γηροκομία καὶ
συμφορῶν ἐπανάστασις κατασχοῦσα τοῦ ἀνδρὸς ἀπήγαγεν·
οὐ καλῶς μὲν ἴσως οὐδὲ δικαίως, ἀπήγαγε δ' οὖν.
3
Σκοπῶ δέ, εἰ μὴ κἀντεῦθέν μοι πᾶσα ἡ περὶ τὸν βίον ἀνω-
μαλία καὶ δυσκολία συνέπεσε, καὶ τὸ πρὸς τὴν φιλοσοφίαν
οὐκ εὔοδον οὐδὲ τῆς ἐπιθυμίας καὶ τῆς ὑποθέσεως ἄξιον.
Τὰ μὲν οὖν ἡμέτερα, ὅπη τῷ Θεῷ φίλον, ἀγέσθω· ἄγοιτο
δὲ ταῖς ἐκείνου πρεσβείαις ἄμεινον.
4
Τὸν δέ, ἡ πολύ-
τροπος τοῦ Θεοῦ φιλανθρωπία καὶ περὶ τὸ ἡμέτερον γένος
οἰκονομία, διὰ πολλῶν τῶν ἐν μέσῳ γνωρίσασα καὶ ἀεὶ
λαμπρότερον ἀποδείξασα, λαμπτῆρα τῆς Ἐκκλησίας προ-
τίθησι περιφανῆ τε καὶ περιβόητον, τοῖς ἱεροῖς τοῦ πρεσ-
βυτερίου θρόνοις τέως ἐγκαταλέξασα, καὶ διὰ μιᾶς τῆς
Καισαρέων πόλεως τῇ οἰκουμένῃ πάσῃ πυρσεύουσα.
5
Καὶ τίνα τρόπον; Οὐ σχεδιάσασα τὸν βαθμὸν οὐδὲ ὁμοῦ
τε πλύνασα καὶ σοφίσασα, κατὰ τοὺς πολλοὺς τῶν νῦν τῆς
προστασίας ἐφιεμένων· ἀλλὰ τάξει καὶ νόμῳ πνευματικῆς
ἀναβάσεως τῆς τιμῆς ἀξιώσασα.
26
1
Οὐκ ἐπαινῶ γὰρ ἐγὼ τὴν παρ' ἡμῖν ἀταξίαν
καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ ἐφ' ὧν προεδρευόντων ἐν βήμα-
σιν· οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ δίκαιον.
Ἐπαινῶ τὸν νηΐτην νόμον, ὃς τὴν κώπην πρότερον ἐγχει-
ρίσας τῷ νῦν κυβερνήτῃ κἀκεῖθεν ἐπὶ τὴν πρώραν ἀγαγὼν
καὶ πιστεύσας τὰ ἔμπροσθεν, οὕτως ἐπὶ τῶν οἰάκων καθίζει,
μετὰ τὴν πολλὴν τυφθεῖσαν θάλασσαν καὶ τὴν τῶν ἀνέμων
διάσκεψιν· ὡς δὲ κἀν τοῖς πολεμικοῖς ἔχει· στρατιώτης,
ταξίαρχος, στρατηγός. Αὕτη ἡ τάξις ἀρίστη καὶ λυσιτελεσ-
τάτη τοῖς ἀρχομένοις.
2
Τὸ δ' ἡμέτερον πολλοῦ ἂν ἦν
ἄξιον, εἰ οὕτως εἶχε. Νῦν δὲ κινδυνεύει τὸ πάντων ἁγιώ-
τατον τάγμα τῶν παρ' ἡμῖν πάντων εἶναι καταγελαστότα-
τον. Οὐ γὰρ ἐξ ἀρετῆς μᾶλλον ἢ κακουργίας ἡ προεδρία,
οὐδὲ τῶν ἀξιωτέρων ἀλλὰ τῶν δυνατωτέρων οἱ θρόνοι.
3
Σαμουὴλ ἐν προφήταις, ὁ τὰ ἔμπροσθεν βλέπων·
ἀλλὰ καὶ Σαούλ, ὁ ἀπόβλητος. Ῥοβοὰμ ἐν βασιλεῦσι, ὁ
Σολομῶντος· ἀλλὰ καὶ Ἱεροβοάμ, ὁ δοῦλος καὶ ἀποστά-
της. Καὶ ἰατρὸς μὲν οὐδεὶς οὐδὲ ζωγράφος, ὅστις οὐ φύσεις
ἀρρωστημάτων ἐσκέψατο πρότερον, ἢ πολλὰ χρώματα συνε-
κέρασεν ἢ ἐμόρφωσεν· ὁ δὲ πρόεδρος εὑρίσκεται ῥᾳδίως
μὴ πονηθείς, καὶ πρόσφατος τὴν ἀξίαν, ὁμοῦ τε σπαρεὶς
καὶ ἀναδοθείς, ὡς ὁ μῦθος ποιεῖ τοὺς Γίγαντας.
4
Πλάτ-
τομεν αὐθημερὸν τοὺς ἁγίους, καὶ σοφοὺς εἶναι κελεύομεν,
τοὺς οὐδὲν σοφισθέντας, οὐδὲ τοῦ βαθμοῦ προεισενεγκόντας
τι, πλὴν τοῦ βούλεσθαι. Καὶ ὁ μὲν στέργει τὴν κάτω χώραν
καὶ ταπεινῶς ἕστηκεν, ὁ τῆς ὑψηλῆς ἄξιος, καὶ πολλὰ
μὲν τοῖς θείοις λόγοις ἐμμελετήσας, πολλὰ δὲ τῇ σαρκὶ
νομοθετήσας εἰς ὑποταγὴν πνεύματος·
5
ὁ δὲ σοβαρῶς
προκαθέζεται καὶ τὴν ὀφρὺν αἴρει κατὰ τῶν βελτιόνων, καὶ
οὐκ ἐπιτρέμει τοῖς θρόνοις, οὐδὲ φρίσσει τὴν ὄψιν τὸν
ἐγκρατῆ κάτω βλέπων· ἀλλ' ὁμοῦ τῷ κράτει, καὶ σοφώτε-
ρον ἑαυτὸν ὑπολαμβάνει, κακῶς εἰδὼς καὶ τὸ φρονεῖν ὑπὸ
τῆς ἐξουσίας ἀφῃρημένος.
27
1
Ἀλλ' οὐχ ὁ πολὺς οὕτω καὶ μέγας Βασίλειος·
ἀλλ' ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦ περὶ ταῦτα
κόσμου τοῖς πολλοῖς τύπος καθίσταται. Τὰς γὰρ ἱερὰς
πρότερον ὑπαναγινώσκων τῷ λαῷ βίβλους, ὁ τούτων ἐξη-
γητής, καὶ ταύτην οὐκ ἀπαξιώσας τὴν τάξιν τοῦ βήματος,
οὕτως ἐν καθέδρᾳ πρεσβυτέρων, οὕτως ἐν ἐπισκόπων αἰνεῖ
τὸν Κύριον, οὐ κλέψας τὴν ἐξουσίαν οὐδ' ἁρπάσας, οὐδὲ
διώξας τὴν τιμήν, ἀλλ' ὑπὸ τῆς τιμῆς διωχθείς, οὐδ' ἀνθρω-
πίνην χάριν, ἀλλ' ἐκ Θεοῦ καὶ θείαν δεξάμενος.
2
Ὁ μὲν οὖν τῆς προεδρίας λόγος ἀναμεινάτω· τῷ
δὲ τῆς ὑφεδρίας μικρόν τι προσδιατρίψωμεν. Οἷον γάρ με
καὶ τοῦτο μικροῦ παρέδραμεν, ἐν μέσῳ τῶν εἰρημένων κεί-
μενον!
28
1
Ἐγένετό τις πρὸς τὸν ἄνδρα διαφορὰ τῷ πρὸ
τούτου καθηγεμόνι τῆς Ἐκκλησίας· τὸ μὲν ὅθεν καὶ ὅπως
σιωπᾶν ἄμεινον, πλὴν ἐγένετο· ἀνδρὶ τἆλλα μὲν οὐκ
ἀγεννεῖ καὶ θαυμαστῷ τὴν εὐσέβειαν, ὡς ἔδειξεν ὁ τότε
διωγμός, καὶ ἡ πρὸς αὐτὸν ἔνστασις, ὅμως δέ τι παθόντι
πρὸς ἐκεῖνον ἀνθρώπινον·
2
ἅπτεται γὰρ οὐ τῶν
πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἀρίστων ὁ Μῶμος, ὡς μόνον
ἂν εἶναι τοῦ Θεοῦ τὸ παντελῶς ἄπταιστον καὶ ἀνάλωτον
πάθεσι.
3
Κινεῖται οὖν ἐπ' αὐτὸν τῆς Ἐκκλησίας ὅσον ἔκκριτον
καὶ σοφώτερον, εἴπερ σοφώτεροι τῶν πολλῶν, οἱ κόσμου
χωρίσαντες ἑαυτοὺς καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες·
λέγω δὲ τοὺς καθ' ἡμᾶς Ναζιραίους καὶ περὶ τὰ τοιαῦτα
μάλιστα ἐσπουδακότας· οἳ δεινὸν ποιησάμενοι τὸ σφῶν
κράτος παριδεῖν περιυβρισμένον καὶ ἀπωσμένον, πρᾶγμα
τολμῶσιν ἐπικινδυνότατον· ἀπόστασιν ἐννοοῦσι καὶ ῥῆξιν
τοῦ μεγάλου καὶ ἀστασιάστου τῆς Ἐκκλησίας σώματος, οὐκ
ὀλίγην καὶ τοῦ λαοῦ μοῖραν παρατεμόμενοι, ὅση τε τῶν κάτω
καὶ ὅση τῶν ἐπ' ἀξίας.
4
Ῥᾷστον δὲ τοῦτο ἦν ἐκ τριῶν
τῶν ἰσχυροτάτων. Ὅ τε γὰρ ἀνὴρ αἰδέσιμος, ὡς οὐκ οἶδ' εἴ
τις ἄλλος τῶν καθ' ἡμᾶς φιλοσόφων, καὶ ἱκανὸς θάρσος παρα-
σχεῖν, εἴπερ ἐβούλετο, τῷ συστήματι· τόν τε λυποῦντα δι' ὑπο-
ψίας εἶχεν ἡ πόλις ἐκ τῆς περὶ τὴν κατάστασιν ταραχῆς.
ὡς οὐκ ἔννομον οὐδὲ κανονικῶς μᾶλλον ἢ τυραννικῶς τὴν
προστασίαν δεξάμενον· καὶ παρῆσαν τῶν δυτικῶν ἀρχιε-
ρέων τινές, μεθέλκοντες πρὸς ἑαυτοὺς τῆς Ἐκκλησίας
ὅσον ὀρθόδοξον.
29
1
Τί οὖν ὁ γεννάδας ἐκεῖνος καὶ τοῦ εἰρηνικοῦ
μαθητής; Οὔτε γὰρ ἀντιτείνειν εἶχε πρὸς τοὺς ὑβριστὰς
ἢ τοὺς σπουδαστάς, οὔτε πρὸς αὐτοῦ τὸ μάχεσθαι, ἢ δια-
σπᾶν τὸ σῶμα τῆς Ἐκκλησίας, καὶ ἄλλως πολεμουμένης
καὶ σφαλερῶς διακειμένης ὑπὸ τῆς τότε τῶν αἱρετικῶν
δυναστείας.
2
Καὶ ἅμα συμβούλοις ἡμῖν περὶ τούτου χρη-
σάμενος καὶ παραινέταις γνησίοις, φυγὰς ἐνθένδε σὺν ἡμῖν
πρὸς…
…
The complete text is available when the reading interface loads.