The Greek Library Author

Anonymous

Comparatio vitarum

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Comparatio vitarum (= carmen morale 8), ed. H. M. Werhahn, Gregorii Nazianzeni Σύγκρισις βίων [Klassisch-philologische Studien 15. Wiesbaden: Harrassowitz, 1953]: 22–29.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg012.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

123

ἐδέξατ', οὐδὲν οἶδε μαγγανευμάτων,

124

ὧν ὀψοποιοὶ καὶ τρυφῆς ὑπηρέται

125

γῆς καὶ θαλάττης ἐκπορίζουσιν μυχῶν

126

θῆλυν τράπεζαν ἐκτιθέντες ἀνδράσιν.

127

Φῦσαι, κατάρροι, σπλῆνες, ἐξαρθρήματα,

128

βοαί, ῥοφήσεις, ὠχρότητες, ἐκλύσεις

129

τῶν εὐπορούντων—τῶν κόρων οὗτοι τόκοι—,

130

οἳ μήτ' ἔχουσιν, ὧν ἔχουσιν, ἡδονὴν

131

ζητοῦσι θ', οἷς λείψουσιν ὄγκον, πολλάκις

132

ζηλοῦντες εὐεκτοῦντας ἀσθενεστέρους·

133

πάντων ἔρημοι, δυστυχεῖς εὐδαίμονες.

134

Χρυσός, λίθοι, ποικίλματ', ἐσθῆτος βαφαὶ

135

ζῳογράφου τε πορφύρας ἀντιχρόου

136

τοίχων, ὀρόφων καὶ ψηφίδος ποδοτριβοῦς·

137

ἄργυρος, ὁ μέν τις κρυπτὸς ἐν κόλποις χθονὸς

138

εἰρχθείς, ὅθεν προῆλθεν, ἄξιος τάφων,

139

ὁ δ' ἐν προθήκῃ καὶ προσαστράπτων πότοις·

140

ἵπποι, τάπητες, ἅρμαθ', ἁρματηλάται,

141

κύνες, κυνηγοί, θηρίων ἰχνεύμονες·

142

καὶ ταῦτα δὴ τὰ τερπνὰ δεσποίνης κακῆς,

143

γαστρός, πόρου τε πανδόχου, λαιμοῦ χάρις·

144

στρῶται, θυρωροί, κλήτορες, κοιμήτορες,

145

ἀνθηφόροι, ῥαντῆρες, ἐκμαγεῖς κύκλων,

146

γεῦσται, σκιασταί· νευμάτων ἐπίσκοποι,

147

λοῦσται, κερασταὶ δακτύλων ὑψώμασιν,

148

κουρὰν γυναῖκες· ὀμμάτων ἡδύσματα·

149

τύμβου τὰ πάντα πλουσίου, γραπτῆς χοός.

150

Ὁ δ' ἐνδεὴς ἕστηκεν· ἂν δὲ καὶ πέσῃ

151

νόσῳ καμὼν μόγις ποτ' ἢ μακρῷ χρόνῳ,

152

οὐδὲν παρέξει πρᾶγμα τοῖς αὑτοῦ φίλοις,

153

τεθνήξεθ' ὡς λέων τις ἐν βρυχήμασιν,

154

νεκρὸς ζαπλούτων πλεῖστον εὐανθέστερος.

155

Τί λοιπόν; ὕβρις, θυμός, ἔκστασις, θράσος,

156

μέθη, γέλωτες ἀκρατεῖς, αἰσχροὶ λόγοι,

157

θεοῦ περιφρόνησις, αἵματος, φίλων,

158

ταῦτ' οὐ πενήτων μᾶλλόν ἐστ' ἢ πλουσίων·

159

πλοῦτος γὰρ ὕβριν, ἡ δ' ἀπώλειαν φέρει.

160

ὁ δ' ἐκπιέζεθ' ὡς τὰ πόλλ', οὐδ' αἴρεται,

161

θεοῦ μάλιστ' ἂν συνδραμὼν φόβος τύχῃ,

162

καλῶν ἁπάντων παιδαγωγὸς εὐσθενής.

163

Ἄθρει δ' ἕκαστον ἀνθ' ἑκάστου συντόμως

164

ἀμφοῖν δίκαιος τοῖν βίοιν μένων κριτής,

165

εἰ μὴ φέρειν σοι καὶ τόδ' ὕβριν φαίνεται,

166

ὥσπερ πενήτων ἑστάναι καὶ πλησίον

167

ἢ πνεῖν τὸν αὐτὸν ἀέρ' ἢ κλῆσιν μίαν

168

καλεῖσθ', ὁμόστεγός τε καὶ σύμπλους δοκεῖν.

169

φθονεῖς ἀρίστοις καὶ κακοῖς, οἰκτίζομαι·

170

κακῶν γὰρ οὐδέν ἐστιν ἀθλιώτερον,

171

κἂν εὐδρομῶσιν εἰς ἐπισφαλὲς τέλος·

172

διαπτύεις πένητας ὡς ἄλλου θεοῦ·

173

ἓν οἶδα πλάσμα, πάντας εἰς μίαν κρίσιν

174

ἥξοντας. ἄλλη δευτέρα πλάσις τρόπος.

175

χρηστοῖς ἐπαίρῃ· σωφρονίζομαι φόβῳ.

176

κάμπτῃ μογηροῖς· ἐλπίσιν κουφίζομαι·

177

μένει γὰρ οὐδέν, ἀλλὰ ῥεῖ μακρῷ χρόνῳ.

178

νὺξ ἡμέραν ἔπαυσε, νύκτα δ' ἡμέρα·

179

χαρὰν δὲ λύπη καὶ τὰ τερπνὰ συμφορὰν

180

ἔστησεν· οὔκουν ὡς παγίοις προσεκτέον.

181

Σοὶ δεινὸν οὐδέν, οὐδὲ τῶν ἄγαν κακῶν·

182

τῷ γὰρ φρονεῖν πως τὸ τρυφᾶν ἐνίσταται.

183

ἐμοὶ δὲ πένθος καὶ τὰ μικρὰ φαίνεται·

184

θεοῦ γὰρ ἀλλοτρίωσις ἡ ἁμαρτία.

185

πῶς δ' ἂν φέροιμι ζημιούμενος θεόν;

186

σοὶ χρηστὸς ὕπνος καὶ δύο πλευρῶν δέσις,

187

ἡδεῖς δ' ὄνειροι τῶν ἐν ἡμέρᾳ τύποι·

188

πίνεις, κυβεύεις, λαμβάνεις, παίζεις, γελᾷς·

189

ἐμοὶ δ' ἄϋπνον τοῦ βίου πλεῖστον μέρος·

190

κεντοῦσι γάρ με καὶ καθεύδονθ' οἱ πόνοι,

191

ἂν δ' ἁρπάσω τι μικρὸν ὕπνου, δακρύω·

192

φοβεῖ με καὶ εἴδωλα νυκτὸς ἀγρίας,

193

κρίσις, δικαστὴς ἄρροπος, ἔντρομος στάσις,

194

πηγὴ παφλάζους' ἔνθεν ἀσβέστου πυρός,

195

σκώληξ ἐκεῖθεν ἐσθίων ἀειδίως·

196

μέσον συνειδός, ἄγραφος κατήγορος.

197

Θεὸς θεός σοι, ἢν φέρῃ τὰ δεξιά·

198

ἐμοὶ σεβαστός, κἂν φέρῃ τἀναντία.

199

τὸ γάρ με κάμνειν φάρμακον σωτηρίας.

200

ὅσον πιέζομ', ἔρχομαι τόσῳ πέλας

201

θεοῦ· τὸ γὰρ πάσχειν με συσφίγγει θεῷ.

202

καὶ γὰρ στρατοῦ διωγμὸς εἰς τείχη φέρει.

203

Παῖδες, γυνή σοι καὶ φίλοι παρήγοροι,

204

ἃ καὶ μεθίσταθ' ἡ μεγίστη συμφορά.

205

ἐμοὶ δ' ἔρεισμα καὶ παραψυχὴ θεὸς

206

πεινῶντι καὶ ῥιγοῦντι καὶ στενουμένῳ.

207

ὕβριζε, παῖε, δυσγενῆ, πτωχὸν κάλει,

208

πάτει, βιάζου· μικρὸν ὑβρίσεις χρόνον.

209

θεῷ φέρω τὰ πάντα, πρὸς ὃν καὶ βλέπω.

210

πέμπω λογισμὸν εἰς βίον τὸν ὕστερον·

211

ἐκεῖ καθίσταμ'· οὐδὲν οἶδα τῶν κάτω.

212

οὕτω τὸ λυποῦν ῥᾳδίως ἐκλύομαι.

213

Τί τἆλλα; σήμερον δὲ σοὶ μὲν μὴ λαβεῖν

214

τὴν ψῆφον οὐ φορητόν, ὥς γέ μοι δοκεῖ.

215

οὐ γὰρ φέρει κρατούμενον τὸ κρατοῦν ἀεί.

216

ἴσον δ' ἐμοὶ λαβεῖν τε καὶ τὸ μὴ λαβεῖν.

217

ἀρκεῖ θεός μοι, κἂν τὰ πάντ' ἄλλος φέρῃ·

218

τοῦτ' εὐκλεὲς μέγιστον εἰς νίκην ἐμοί.

219

{[Κ.]} Τί οὖν ἐὰν πέσωσι τῶν ἄκρων τινές;

220

{[Π.]} τί οὖν ἐὰν πέσωσι καὶ τῶν δευτέρων;

221

καὶ γὰρ κατορθοῦν ἐστιν ἀμφοῖν καὶ πεσεῖν.

222

ἴσον πρὸς ἶσον, ἀλλ' ἐγὼ χείρους πολὺ

223

τίθημι τοὺς πίπτοντας ἐν πρώτῳ βίῳ·

224

τοσοῦτόν εἰμι τοῖς κακοῖς ἐναντίος.

225

ὧν γὰρ κρατούντων τιμιώτερον κράτος,

226

τούτων πεσόντων πτῶσις ἀθλιωτέρα.

227

ἐκεῖνο δ' αἰτῶ μὴ λογίζεσθαι βίῳ,

228

εἴ τις κάκιστος, τῷ βίῳ γὰρ δυσμενής,

229

σκοπεῖν δ' ἐφ' αὑτοῦ καὶ διακρίνειν τὸ πᾶν

230

καλῶν θ' ὁμοίως καὶ κακῶν καταντίον

231

καὶ μὴ τὸ μεῖον ἐν ζυγῷ καταρρέπειν,

232

οὐ γὰρ δίκαιον, ἰσχύειν δὲ τὸ πλέον.

233

γνοίης δ' ἂν οὕτω τοῖν βίοιν ὅσον μέσον.

234

μή μοι τὸν ἄκρον τῶν ὄνων ἵππῳ κακῷ

235

ἀντεξετάζειν, μηδὲ κοσμικοῦ βίου

236

ἄριστον ἄνδρα τῷ κακίστῳ τῶν ἐμῶν.

237

κρείττους γὰρ ἂν φανεῖεν, οὐκ ἀρνήσομαι.

238

εἰ δ' ἄκρον ἄκρῳ καὶ κακὸν θείης κακῷ

239

ἐναντίους, μάθοις ἄν, ὁππόσον κρατῶ.

240

σκόπει κἀκεῖνο· ἶσον ἐν παντὶ χρόνῳ

241

τὸ πταῖσαν ὑμῖν καὶ παρ' ἡμῖν τὸ κρατοῦν.

242

μίαν δέ φασιν οὐ φέρειν χελιδόνα

243

ἔαρ τὸ τερπνόν, οὐδὲ γῆρας τὴν τρίχα.

244

τί φῄς; δίδως τὴν ψῆφον; ἢ χαίρειν ἐῶ;

245

{[Κρ.]} Δίδωμι· πῶς δ' οὔ; τηνικαῦτ' οἰήσομαι

246

χρῆναι προτιμᾶν τὸν κάτω τοῦ σοῦ βίου,

247

ὅταν θεῷ βροτῶν τιν' ἰσώσω μανείς·

248

εἰ δ' οὐ μανήσομ', οὐδὲ τοῦτο πείσομαι.

249

ἀλλ' ἄπιτε· λῷον δ' ἢν ἔχητ' εἰρηνικῶς

250

ἄμφω πρὸς ἀλλήλους τε καὶ θεὸν μέγαν,

251

σὺ μὲν νέμων τὰ πρῶτα τῷ πρώτῳ βίῳ,

252

σὺ δ' ὡς ἀδελφὸν δεύτερον προσλαμβάνων.

253

εἴ τοι τὸ πρῶτον οὐκ ἔχει, τί κωλύει

254

ἔχειν τὰ δεύτερ'; οὐδὲ τοῦτ' ἀτιμία.

255

οὕτως ἂν ἡμῖν ἀσφαλὴς εἴη βίος.

οἱ δὲ θεὸν προσέειπον, ὅς' ἔπλετο, ἀφραδίῃσιν·ὣς τότε καὶ λαῷ κενεόφρονι πιστὸς Ἀαρών,μόσχον ὅτ' ἐξανέηκε μέσου πυρὸς ὕβριν ἐλέγχων,ἄλλος δ' ἄλλον ἔτευξε θεὸν νέον ἡμερίοισιν,πλάσμα νόου—τέχνη δ' ἄρ' ἐφωμάρτησεν ἀλιτρὴκαὶ πλοῦτος κακόχαρτος, ὁ δὲ χρόνος αἶσχος ἔπηξενπλάσμασι καὶ θυέεσσι καὶ εἰλαπίνῃσιν ἀέξων—παῦροι μὲν διάλυξαν, ὅσοις νόος ἦεν ἀμύντωρ,οἳ θεὸν οὐδὲν ἔειπον, ὃ μὴ νόος ἔδρακεν οἶος,οἱ πλέονες δὲ † ἔπεσσιν δῆθεν † ἐπισπόμενοι φαέεσσιν.ὄφρα μὲν ἦν κακίης ὀλίγος δρόμος, ὄφρα δ' ἔμοιγεκαὶ νόμος ἡγεμόνευεν, ὃς ἄγραφος ἔνδον ἔκειτο,ἐσθλοῦ τ' ἠδὲ κακοῖο διάκρισις αὐτοδίδακτος.αὐτὰρ ἐπεὶ κόλποι τε καὶ εὐρέα πείρατα γαίηςπλῆσθεν ἀτασθαλίης, ὕβριν δ' ἐξέζεσεν ἰλὺςκαὶ πολλοῖσι πάρος παιδεύμασι πλάσμα δαμασθέν,γλώσσαις τεμνομένῃσι καὶ ὕδασι καὶ πυρὸς ὄμβροις,οὐκ ἔθελεν πρώτης κακίης ἀπὸ δεσμὰ τινάξαι,ἀλλ' αἰεὶ κρατεροῖσιν ἐν ἅμμασιν εἴχετο σαρκός,μαχλοσύναις τε μόθοις τε καὶ εἰδώλοισι μεμηλός,δὴ τότε—μητιέταο λόγου τόδε θαῦμα μέγιστον—Μωσῆος θεράποντος ἀγακλέος ἐν παλάμῃσιλαὸν ἀπ' Αἰγύπτοιο θεὸς 〈⏑ ⏑〉 ῆγε πορείηςθαύμασι σὺν μεγάλοισι, τινάσσετο δ' ἔθνεα πάντα·ἐρχομένου τοῦ πρόσθε πυρὸς στύλος ἡγεμόνευεν,καὶ νεφέλης ἕλκοντος ἀσημάντου δι' ἐρήμης.καί ποτ' ἐρημαίοισιν ἐν οὔρεσι, θαῦμα μέγιστον,οὐρανόθεν καταβὰς νεφέλης ὑπὸ κεύθεσιν ἁγνῆςἁγνοτάτῳ θεράποντι μόνῳ ξυνούμενος οἴῳἀστεροπῇ, σάλπιγξι, τινάγμασι λαὸν ἐέργωνδῶκε νόμον· πλαξὶν δὲ χαράξατο ἀμφοτέρωθενκρυπτόν τ' ἀμφάδιόν τε, ὅσον σθένε λαὸς ἀτειρής,ὥς μιν ἀποτμήξειε νόμων ἐθνῶν τε κακίστων.ὡς δὲ πατὴρ οὗ παιδὸς ὑπαὶ παλάμῃσιν ἐλαφραῖς