De testamentis et adventu Christi
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De testamentis et adventu Christi (= carmen dogmaticum 9, additamentum inter vv. 18 et 19), ed. B. Wyss, Phyllobolia für Peter von der Mühll, Basel: Schwabe, 1946: 161– 163.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ἰθύνων ἁπαλοῖο ποδὸς νεοπηγέα ταρσὸνβαιὸν μὲν πρώτιστον ἀπὸ χθονὸς ὑψός' ἀείρων,μείλιχα παππάζων καὶ ὄμματι θάρσος ὀπάζων,αὐτὰρ ἔπειτ' εἴργων μιν, ἐπ' ἴχνεϊ δ' ἴχνος ὑφέλκωνπρόσθεν ἄγει δοκέει τε δρόμον καὶ ἴθματα παιδός,ὣς καὶ Χριστὸς ἄναξ κομέων βροτὸν ἀφραδέονταεἴδωλα πρώτιστον ἑκὰς βάλε, τὰς δὲ θυηλὰςμέλλε μέν, ἔμπα δ' ἔασε, νόμου γε μὲν ἐντὸς ἔθηκενμαλθάσσων κακότητα· τὸ δ' ὕστατον οὐδὲ θυηλαὶστῆσαν ἔτ', ἀλλ' ὑπόειξαν, ἅπαξ λαοῖο δαμέντος.καί με νόμος, κλῆρόν τιν' ἐπίτροπος ὡς, ἐφύλασσενπαιδὶ πατρὸς μεγάλοιο· χρόνος δ' ὅτε παιδὸς ἐπῆλθεν,εἶξεν ἑκών, κλῆρον δ' ὑπεδέξατο υἱὸς ἄριστος.ὧδε θεός. πείθειν γὰρ ἔχει ἔθος, οὐ βλεμεαίνεινοἷσιν ἐφημερίοισι· βίη δ' ἀγέραστος ἔμοιγε.καὶ γάρ τις παθέων ἐπιτάρροθος οὐχ ἅμα πάνταλυπρὰ φέρει παθέεσσι, πόθῳ τὸ μέν, ἄλλο δὲ νούσῳδῶκε φίλα φρονέων, ὡς καὶ μογέοντα σαῶσαι,φαρμάσσων τερπνοῖσιν ἀρείονα μήδεσι τέχνης.ὡς δ' ὅτε ναοδόμος τις ἐπ' ἠέρι κύκλον ἐγείρωνλαΐνεον ξεστοῖσιν ἐπιρρεπέεσσι λίθοισιννέρθε πρῶτον ὀχήματ' ἐρείσατο—τῶν δ' ἀρ' ἔπειταλᾶας ἄγει καθύπερθε, κύκλῳ δ' ἐπὶ κύκλον ἑλίσσει·αὐτὰρ ἐπὴν δήσῃσι, τὸ μὲν βάλεν ἐκτὸς ἔρεισμα,κύκλος δ' ἔμπεδός ἐστι περίγραφος ἠέρι γυμνῷ—ὣς νόμος ἦεν ἔρεισμα τελειοτέροιο νόμοιο.Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν.Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν.Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.Δίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει.Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα.Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.Νήφων προςεύχου τῷ Θεῷ καθ' ἡμέραν.Ξένους ξένιζε, μὴ ξένος γένῃ Θεοῦ.Ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους.Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως.Ῥάβδον σεαυτῷ τὴν συνείδησιν φέρε.Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν[θέοι]ς.Τὰς τῶν πενήτων ψυχαγώγησον λύπας.Ὑπὲρ σεαυτὸν τοὺς πέλας καλῶς θέλε.Φίλους ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν.Χρυσοῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν.Ψεῦδος μίσησον, τὴν δ' ἀλήθειαν φίλει.Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως.{ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ}{ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ}{ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ}{ΛΟΓΟΙ.}{ΛΟΓΟΣ Αʹ.}{Εἰς τὸ ἅγιον Πάσχα καὶ εἰς τὴν βραδυτῆτα.} Αʹ. Ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀρχὴ δεξιὰ, καὶ λαμ-πρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώ-μεθα· εἴπωμεν, ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς, μὴὅτι τοῖς δι' ἀγάπην τι πεποιηκόσιν, ἢ πεπονθό-σι· συγχωρήσωμεν πάντα τῇ ἀναστάσει· δῶμεν συγ-γνώμην ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴντυραννίδα, τοῦτο γὰρ νῦν προστίθημι, καὶ ὑμεῖς οἱκαλῶς τυραννήσαντες, εἴ τί μοι μέμφοισθε τῆςβραδυτῆτος, ὡς τάχα γε κρείττων αὕτη καὶ τι-μιωτέρα Θεῷ τῆς ἑτέρων ταχυτῆτος· ἀγαθὸν γὰρ καὶὑποχωρῆσαι Θεῷ τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸπαλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖνἑτοίμως καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνονεὐσεβῶς ἀμφότερα, τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθέ-νειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν. Βʹ. Μυστήριον ἔχρισέ με, μυστηρίῳ μικρὸν ὑπεχώ-ρησα, ὅσον ἐμαυτὸν ἐπισκέψασθαι· μυστηρίῳκαὶ συνεισέρχομαι, καλὴν ἐπαγόμενος τῆς ἐμῆςδειλίας καὶ ἀσθενείας ἐπίκουρον τὴν ἡμέραν, ἵν' ὁσήμερον ἐκ νεκρῶν ἀναστὰς κἀμὲ καινοποιήσῃ τῷπνεύματι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, δῷτῇ καινῇ κτίσει, τοῖς κατὰ Θεὸν γεννωμένοις,πλάστην ἀγαθὸν καὶ διδάσκαλον Χριστῷ καὶ συννεκρού-μενον προθύμως καὶ συνανιστάμενον. Γʹ. Χθὲς ὁ ἀμνὸς ἐσφάζετο, καὶ ἐχρίοντο αἱ φλιαὶ,καὶ ἐθρήνησεν Αἴγυπτος τὰ πρωτότοκα, καὶ ἡμᾶςπαρῆλθεν ὁ ὀλοθρεύων, καὶ ἡ σφραγὶς φοβερὰ καὶ αἰ-δέσιμος, καὶ τῷ τιμίῳ αἵματι ἐτειχίσθημεν· σή-μερον καθαρῶς ἐφύγομεν Αἴγυπτον, καὶ Φαραὼ τὸνπικρὸν δεσπότην, καὶ τοὺς βαρεῖς ἐπιστάτας, καὶ τοῦπηλοῦ καὶ τῆς πλινθείας ἠλευθερώθημεν·καὶ οὐδεὶς ὁ κωλύσων ἡμᾶς ἑορτάζειν Κυρίῳ τῷ Θεῷἡμῶν ἑορτὴν τὴν ἐξόδιον, καὶ ἑορτάζειν, οὐκ ἐν ζύ-μῃ παλαιᾷ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοιςεἰλικρινείας καὶ ἀληθείας, μηδὲν ἐπιφερομένουςΑἰγυπτιακοῦ καὶ ἀθέου φυράματος. Δʹ. Χθὲς συνεσταυρούμην Χριστῷ, σήμερον συνδο-ξάζομαι· χθὲς συνενεκρούμην, συζωοποιοῦμαι σήμε-ρον· χθὲς συνεθαπτόμην, σήμερον συνεγείρομαι. Ἀλλὰκαρποφορήσωμεν τῷ ὑπὲρ ἡμῶν παθόντι καὶἀναστάντι. Χρυσόν με ἴσως οἴεσθε λέγειν, ἢ ἄργυρον,ἢ ὑφάσματα, ἢ λίθους τῶν διαφανῶν καὶ τιμίων, γῆςῥέουσαν ὕλην, καὶ κάτω μένουσαν, ἧς ἀεὶ τὸ πλεῖονἔχουσιν οἱ κακοὶ καὶ δοῦλοι τῶν κάτω καὶ τοῦ κοσμο-κράτορος. Καρποφορήσωμεν ἡμᾶς αὐτοὺς, τὸ τι-μιώτατον Θεῷ κτῆμα καὶ οἰκειότατον· ἀποδῶμεντῇ εἰκόνι τὸ κατ' εἰκόνα, γνωρίσωμεν ἡμῶντὸ ἀξίωμα, τιμήσωμεν τὸ ἀρχέτυπον, γνῶμεν τοῦμυστηρίου τὴν δύναμιν, καὶ ὑπὲρ τίνος Χριστὸςἀπέθανε. Εʹ. Γενώμεθα ὡς Χριστὸς, ἐπεὶ καὶ Χριστὸς ὡςἡμεῖς· γενώμεθα θεοὶ δι' αὐτὸν, ἐπειδὴ κἀκεῖνος δι'ἡμᾶς ἄνθρωπος. Προσέλαβε τὸ χεῖρον, ἵνα δῷ τὸ βέλ-τιον· ἐπτώχευσεν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳπλουτήσωμεν· δούλου μορφὴν ἔλαβεν, ἵνα τὴν ἐλευ-θερίαν ἡμεῖς ἀπολάβωμεν· κατῆλθεν, ἵν' ὑψωθῶ-μεν· ἐπειράσθη, ἵνα νικήσωμεν· ἠτιμάσθη, ἵνα δοξά-σῃ· ἀπέθανεν, ἵνα σώσῃ· ἀνῆλθεν, ἵν' ἑλκύσῃ πρὸςἑαυτὸν κάτω κειμένους ἐν τῷ τῆς ἁμαρτίας πτώμα-τι. Πάντα διδότω τις, πάντα καρποφορείτω τῷ δόντιἑαυτὸν λυτρὸν ὑπὲρ ἡμῶν καὶ ἀντάλλαγμα·δώσει δὲ οὐδὲν τοιοῦτον οἷον ἑαυτὸν τοῦ μυστηρίουσυνιέντα, καὶ δι' ἐκεῖνον πάντα ὅσα ἐκεῖνος δι' ἡμᾶςγενόμενον. #2ʹ. Καρποφορεῖ μὲν ὑμῖν, ὡς ὁρᾶτε, ποιμένα· τοῦ-το γὰρ ἐλπίζει καὶ εὔχεται, καὶ παρ' ὑμῶν αἰτεῖ τῶνὑπὸ χεῖρα ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρτῶν προβάτων· καὶ διπλοῦν ἀνθ' ἁπλοῦ δίδωσινὑμῖν ἑαυτόν· καὶ ποιεῖται τὴν βακτηρίαν τοῦ γή-ρως βακτηρίαν τοῦ πνεύματος· καὶ προστίθησι τῷἀψύχῳ ναῷ τὸν ἔμψυχον, τῷ περικαλλεῖ, τῷ δὲ καὶοὐρανίῳ, τὸν ὁποιονοῦν καὶ ἡλίκον, ἀλλ' οὖν τὸν ἑαυ-τῷ τιμιώτατον, καὶ αὐτὸν ἱδρῶσι πολλοῖς συντελε-σθέντα, καὶ πόνοις, εἴη δὲ εἰπεῖν, ὅτι καὶ τῶν πόνωνἄξιον· καὶ πάντα προστίθησιν ὑμῖν τὰ ἑαυτοῦ.Ὢ τῆς μεγαλοψυχίας, ἢ, τό γε ἀληθέστερον εἰπεῖν,τῆς φιλοτεκνίας· τὴν πολιὰν, τὴν νεότητα, τὸν ναὸν,τὸν ἀρχιερέα, τὸν κληροδότην, τὸν κληρονόμον, τοὺςλόγους, οὓς ἐποθεῖτε· καὶ τούτων οὐ τοὺς εἰκῆ, καὶεἰς ἀέρα ῥέοντας, καὶ μέχρι τῆς ἀκοῆς ἱσταμένους,ἀλλ' οὓς γράφει τὸ πνεῦμα, καὶ πλαξὶν ἐντυποῖ λιθί-ναις, εἴτουν σαρκίναις, οὐκ ἐξ ἐπιπολῆς χαρασσομέ-νους, οὐδὲ ῥᾳδίως ἀπαλειφομένους, ἀλλ' εἰς βάθος ἐν-σημαινομένους, οὐ μέλανι, ἀλλὰ χάριτι. Ζʹ. Ταῦτα μὲν οὖν ὑμῖν ὁ σεμνὸς Ἀβραὰμ οὗ-τος, ὁ πατριάρχης, ἡ τιμία κεφαλὴ καὶ αἰδέσιμος,τὸ πάντων τῶν καλῶν καταγώγιον, ὁ τῆς ἀρετῆςκανὼν, ἡ τῆς ἱερωσύνης τελείωσις, ὁ τὴν ἑκούσιονθυσίαν προσάγων τῷ Κυρίῳ σήμερον, τὸν μονο-γενῆ, τὸν ἐκ τῆς ἐπαγγελίας. Ὑμεῖς δὲ καρποφορεῖτεκαὶ Θεῷ καὶ ἡμῖν τὸ καλῶς ποιμαίνεσθαι, εἰς τόπον