Apologetica
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Apologetica (orat. 2), MPG 35: 408–513.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
35
413
απτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσλαλοῦν-
τα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ τὰς θείας
ἐμφάσεις ἀεὶ καθαρὰς ἐν ἑαυτῷ φέρειν ἀμιγεῖς τῶν
κάτω χαρακτήρων καὶ πλανωμένων, ὄντως ἔσοπτρον
ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων καὶ ὂν καὶ ἀεὶ
416
γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς, καὶ ἀμαυρο-
τέρῳ τρανότερον, ἤδη τὸ τοῦ μέλλοντος αἰῶνος ἀγαθὸν
ταῖς ἐλπίσι καρπούμενον, καὶ συμπεριπολεῖν ἀγ-
γέλοις, ἔτι ὑπὲρ γῆς ὄντα καταλιπόντα τὴν γῆν,
καὶ ὑπὸ τοῦ πνεύματος ἄνω τιθέμενον. Εἴ τις
ὑμῶν τούτῳ τῷ ἔρωτι κάτοχος, οἶδεν ὃ λέγω,
καὶ τῷ τότε πάθει συγγνώσεται· τοὺς γὰρ πολλοὺς
οὐδ' ἂν πείσαιμι λέγων ἴσως, ὅσοις καὶ ἐν γέλωτι τὸ
πρᾶγμα δοκεῖ, κακῶς διατεθεῖσιν εἴτε ὑπὸ τῆς
ἰδίας αὐτῶν ἀνοίας, εἴτε ὑπὸ τῶν ἀναξίων τοῦ
ἐπαγγέλματος· οἳ πράγματι καλῷ κακὸν περι-
τεθείκασιν ὄνομα, τῇ φιλοσοφίᾳ τὴν κενοδοξίαν, συν-
εργὸν λαβόντες τὸν φθόνον καὶ τὴν τῶν πολλῶν κα-
κίαν πρὸς τὸ χεῖρον οὖσαν ἑτοιμοτέραν· ἵν' ἕν γέ τι
πάντως αὐτοῖς ἁμαρτάνηται, ἢ τὸ κακὸν ἐνερ-
γούμενον, ἢ τὸ καλὸν ἀπιστούμενον.
Ηʹ. Πρὸς δὲ τούτοις πρᾶγμα ἔπαθον, ἐκλαλήσω γὰρ
πρὸς ὑμᾶς πᾶν τὸ ἀπόῤῥητον, οὐκ οἶδ' εἴτε
ἄγροικον εἴτε ἐλεύθερον, ἔπαθον δ' οὖν· ᾐσχύνθην
ὑπὲρ τῶν ἄλλων, ὅσοι, μηδὲν τῶν πολλῶν ὄντες βελ-
τίους, μέγα μὲν οὖν, εἰ καὶ μὴ πολλῷ χείρους,
ἀνίπτοις χερσὶν, ὃ δὴ λέγεται, καὶ ἀμυήτοις ψυχαῖς
τοῖς ἁγιωτάτοις ἑαυτοὺς ἐπεισάγουσι· καὶ πρὶν
ἄξιοι γενέσθαι προσιέναι τοῖς ἱεροῖς, μεταποι-
οῦνται τοῦ βήματος, θλίβονταί τε καὶ ὠθοῦνται
περὶ τὴν ἁγίαν τράπεζαν, ὥσπερ οὐκ ἀρετῆς τύπον,
ἀλλ' ἀφορμὴν βίου τὴν τάξιν ταύτην εἶναι νομίζον-
τες, οὐδὲ λειτουργίαν ὑπεύθυνον, ἀλλ' ἀρχὴν ἀνεξ-
έταστον. Καὶ εἰσὶ σχεδόν τι πλείους κατ' ἀριθμὸν ἢ
ὁπόσων ἄρχουσι· δείλαιοι τῆς εὐσεβείας, καὶ ἄθλιοι
τῆς λαμπρότητος· ὥστε ἔμοιγε δοκοῦσι, προϊόν-
τος τοῦ χρόνου καὶ τοῦ κακοῦ, μηδὲ ἔχειν λοιπὸν ὧν
417
ἄρξουσι, πάντων διδασκόντων ἀντὶ τοῦ διδακτοὺς εἶ-
ναι Θεοῦ, ὥς φησιν ἡ ἐπαγγελία, καὶ πάντων
προφητευόντων, ὥστε εἶναι καὶ Σαοὺλ ἐν προφήταις,
κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ παροιμίαν. Οὐδὲν γὰρ
οὕτω πολὺ κατ' οὐδένα καιρὸν οὔτ' ἐστὶν, οὔτ' ἐγέ-
νετο, ἄλλοτε ἄλλων ἀκμασάντων τε καὶ ληξάντων, ὡς
νῦν Χριστιανοῖς τὰ τοιαῦτα καὶ ὀνείδη καὶ ἁμαρτή-
ματα. Ὧν εἰ καὶ στῆσαι τὴν φορὰν κρεῖσσον ἢ καθ'
ἡμᾶς, ἀλλὰ τό γε μισεῖν καὶ αἰσχύνεσθαι μέρος εὐσε-
βείας οὐ τὸ σμικρότατον.
Θʹ. Ὃ δὲ τελευταῖον καὶ μεῖζον τῶν εἰρημένων,
εἶμι γὰρ ἐπ' αὐτὸν ἤδη τὸν κολοφῶνα τοῦ λόγου,
καὶ οὐ ψεύσομαι· οὐδὲ γὰρ θέμις τοῖς περὶ τηλικού-
των ποιουμένοις τὸν λόγον· οὐκ ᾤμην ἴσον εἶναι,
οὐδὲ νῦν οἴομαι, ποίμνης ἄρχειν ἢ βουκολίου, καὶ
ἀνθρώπων ἐπιστατεῖν ψυχαῖς. Ἐκεῖ μὲν γὰρ ἐξαρ-
κεῖν, ὅτι παχύτατον καὶ πιότατον ἀποδεῖξαι τὸ
βουκόλιον ἢ τὸ ποίμνιον· καὶ πρὸς τοῦτο ὁρῶν ὅ τε
βουκόλος καὶ ὁ ποιμὴν τῶν τε χωρίων ἐπισκέψεται
τὰ ἔνυδρα καὶ ἐπίνομα, εἰσελάσει τε καὶ
ἐξελάσει ἀπό τε νομῶν καὶ ἐπὶ νομὰς, ἀναπαύ-
σει τε καὶ ἀποκινήσει καὶ ἀνακαλέσει, ὀλίγα μὲν
τῇ βακτηρίᾳ, τὰ πολλὰ δὲ τῇ σύριγγι. Ἄλλο δὲ
οὐδὲν ἔργον εἶναι τῷ ποιμένι ἢ τῷ βουκόλῳ πλὴν
ὅσον βραχέα προσπολεμῆσαι τοῖς λύκοις, καὶ ποῦ
τι καὶ ἀῤῥωστοῦν ἐπισκέψασθαι· τὰ πολλὰ δὲ αὐτῷ
μελήσει δρῦς, καὶ σκιὰ, καὶ δόνακες, καὶ ἐν καλῷ
τῆς πόας κατακλιθῆναι, καὶ παρὰ ψυχρὸν ὕδωρ, καὶ
420
ὑπὸ ταῖς αὔραις σχεδιάσαι στιβάδα, καὶ ποῦ τι καὶ
ἐρωτικὸν ᾆσαι μετὰ τοῦ κισσυβίου, καὶ προσλα-
λῆσαι ταῖς βουσὶν ἢ τῇ ποίμνῃ· καὶ τούτων αὐτῶν
θοινήσασθαι ἢ ἀποδόσθαι τὸ πιότατον. Ἀρετῆς
δὲ οὐδείς πω ποιμνίων ἢ βουκολίων ἐφρόντισε.
Τίς γὰρ καὶ ἀρετὴ τούτων; ἢ τίς τὸ ἐκείνοις
καλὸν πρὸ τῆς ἰδίας ἡδονῆς ἐσκέψατο;
Ιʹ. Ἀνθρώπῳ δὲ χαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχε-
σθαι, κινδυνεύει πολλῷ χαλεπώτερον εἶναι τὸ
εἰδέναι ἄρχειν ἀνθρώπων, καὶ μάλιστα δὴ ἀρχὴν ταύ-
την τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ, καὶ πρὸς
Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦ-
τος καὶ ὁ κίνδυνος τῷ γε νοῦν ἔχοντι. Ὅν γε πρῶ-
τον μὲν δεήσει, καθάπερ ἄργυρον ἢ χρυσὸν, παντα-
χόθεν στρεφόμενον, καὶ ἐν παντοίοις καιροῖς καὶ
πράγμασι, μηδαμοῦ κίβδηλον ἠχεῖν ἢ ὑπόχαλκον,
μηδέ τι φέρειν ἐν ἑαυτῷ ὕλης τῆς χείρονος, καὶ θερ-
μοτέρου πυρὸς ἀξίας· ἢ τοσούτῳ μεῖζον ἔσται κα-
κὸν, ὅσῳ περ ἂν ἄρχῃ πλειόνων· εἴπερ καὶ μεί-
ζων τῆς περὶ ἕνα ἱσταμένης πονηρίας ἡ εἰς πολλοὺς
ὁδεύουσα.
ΙΑʹ. Οὐ γὰρ οὕτως οὔτε δευσοποιοῦ βαφῆς μετα-
λαμβάνει ῥᾳδίως ὕφασμα, οὔτε δυσωδίας ἢ τοῦ ἐναν-
τίου τὸ πλησιάσαν, οὔτε νοσερά τις οὕτως εὐκόλως
ἀναχεῖται εἰς τὸν ἀέρα, καὶ διὰ τοῦ ἀέρος ὁμιλεῖ
τοῖς ζώοις ἀτμὶς, ὃ δὴ λοιμός ἐστί τε καὶ ὀνομά-
ζεται, ὡς φιλεῖ τάχιστα τῆς τοῦ προεστῶτος
κακίας ἀναπίμπλασθαι τὸ ὑπήκοον, καὶ πολλῷ γε
ῥᾷον ἢ τοῦ ἐναντίου, τῆς ἀρετῆς. Τοῦτο γάρ ἐστιν ὃ
μάλιστα πλεονεκτεῖ τὴν καλοκαγαθίαν ἡ πονη-
ρία, καὶ ὃ μάλιστα ἐγὼ δυσχεραίνω κατανοῶν, ὅτι
εὐζήλωτον μέν τι καὶ πρόχειρον πρᾶγμα ἡ μο-
χθηρία, καὶ οὐδὲν οὕτω ῥᾴδιον, ὡς τὸ γενέσθαι κα-
κὸν, κἂν εἰ μὴ τύχοι πρὸς ταύτην ἡμᾶς
ἄγων μηδείς· σπάνιον δὲ ἡ τοῦ ἀγαθοῦ κτῆσις καὶ
πρόσαντες, κἂν εἰ πολὺ τὸ μεθέλκον εἴη καὶ προκα-
λούμενον. Καὶ τοῦτό ἐστιν ὅ μοι δοκεῖ καὶ ὁ μακα-
421
ριώτατος Ἀγγαῖος κατανοήσας ἐπὶ τὴν θαυμασίαν
ἑκείνην ἐλθεῖν καὶ ἀληθεστάτην εἰκόνα· Ἐρωτήσα-
τε, ἱερεῖς, νόμον, λέγων· Εἰ κρέας ἅγιον ἐν
ἱματίῳ βρωτοῦ τινος, ἢ ποτοῦ, ἢ σκεύους ἀψάμε-
νον εὐθὺς ἁγιάσει τὸ πλησιάσαν· τῶν δὲ ἀποφη-
σάντων· Ἐρωτήσατε πάλιν εἰ καὶ ἀκαθαρσίᾳ τού-
των τι προσομιλῆσαν, μὴ παραχρῆμα μετέλαβε
τοῦ μιάσματος; ὡς ἐρούντων γε μεταλαμβάνειν,
καὶ μὴ καθαρὸν μένειν τῇ κοινωνίᾳ.
ΙΒʹ. Τί τοῦτο λέγων· ὅπερ ὁ ἐμὸς λόγος· ὅτι
δύσληπτον μὲν τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσ-
περ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ· ἕτοιμοι δὲ πρὸς τὴν
τοῦ κακοῦ μετουσίαν οἱ πλεῖστοι καὶ ἐπιτήδειοι, κα-
λάμη τις πρὸς σπινθῆρα, οἶμαι, καὶ ἄνεμον
ῥᾳδίως ἐξαπτομένη καὶ δαπανωμένη διὰ ξηρότητα·
θᾶττον γὰρ ἄν τις ὀλίγης κακίας μεταλάβοι πλου-
σίως ἢ ἀρετῆς βαθείας κατὰ μικρόν. Ἐπεὶ καὶ μέ-
λιτι μὲν μικρὸν ἀψίνθιον ὡς τάχιστα μεταδίδωσι
τοῦ πικροῦ· μέλι δὲ οὐδὲ τὸ διπλάσιον ἀψινθίῳ τῆς
ἑαυτοῦ γλυκύτητος· καὶ μικρὰ μὲν ὑποσπασθεῖσα
ψηφὶς ποταμὸν ὅλον ἑλκύσειεν ἂν ἐπὶ τὸ πρανές·
ἐπισχεῖν δὲ ἢ ἀνακόψαι μόλις ἂν δυνηθείη καὶ τὸ
καρτερώτατον ἔρυμα.
ΙΓʹ. Πρῶτον μὲν δὴ τοῦτο, ὧν εἴπομεν,
εὐλαβεῖσθαι ἄξιον, μὴ φαινώμεθα τῆς θαυμασίας
ἀρετῆς κακοὶ ζωγράφοι, μᾶλλον δὲ ζωγράφων οὐ
φαύλων ἴσως, τῶν δὲ πολλῶν φαῦλον ἀρχέτυπον·
424
ἢ τῆς παροιμίας μὴ πόῤῥω θέωμεν, ἄλλους ἰατρεύ-
ειν ἐπιχειροῦντες αὐτοὶ βρύοντες ἕλκεσι.
ΙΔʹ. Δεύτερον δὲ, εἰ καί τις ἁγνὸν ἑαυτὸν ἀπὸ
πάσης ἁμαρτίας τηρήσειεν, ἢ ὡς μάλιστα, οὐκ
οἶδα μὲν, εἰ καὶ τοῦτο αὔταρκες τῷ μέλλοντι τοὺς
ἄλλους παιδεύειν πρὸς ἀρετήν· οὐ γὰρ μὴ κα-
κὸν εἶναι δεῖ μόνον τὸν τοῦτο πεπιστευμένον, τοῦτο
μὲν γὰρ καὶ τῶν ὑπὸ χεῖρα τοῖς πολλοῖς αἴσχιστον,
ἀλλὰ καὶ τῷ ἀγαθῷ διαφέροντα, κατὰ τὴν, ἐκκλίνειν
ἀπὸ κακοῦ, καὶ ποιεῖν ἀγαθὸν, κελεύουσαν ἐντολήν·
οὐδὲ τοὺς φαύλους ἐξαλεῖψαι τῆς ψυχῆς τύπους μό-
νον, ἀλλὰ καὶ τοὺς ἀμείνους ἐγγράψασθαι, ὡς πλέον
κατ' ἀρετὴν προέχειν, ἢ ὁπόσον περίεστιν ἀξιώματι·
καὶ μηδὲν μέτρον εἰδέναι τοῦ καλοῦ καὶ τῆς ἀναβά-
σεως, μηδὲ κέρδος μᾶλλον τὸ κρατηθὲν ἢ ζημίαν τὸ
διαφεῦγον· ἀλλ' ἐπίβασιν ἀεὶ ποιεῖσθαι τὸ ποσὶ τοῦ
ἑξῆς· καὶ μὴ μέγα νομίζειν ἂν τῶν πολλῶν δια-
φέρωμεν, ἀλλὰ ζημίαν ἂν τῆς ἀξίας λειπώμεθα·
καὶ τῇ ἐντολῇ παραμετρεῖν, ἀλλὰ μὴ τοῖς πέλας, τὸ
κατορθούμενον, ἄν τε ὦσι κακοὶ, ἄν τε ἀρετῆς ἐπὶ
ποσὸν ἥκοντες· καὶ μὴ μικροῖς σταθμοῖς ταλαν-
τεύειν τὴν ἀρετὴν, τῷ μεγίστῳ, καὶ παρ' οὗ τὰ
πάντα, καὶ εἰς ὃν τὰ πάντα χρεωστουμένην.
ΙΕʹ. Μηδὲ τὰ αὐτὰ πᾶσιν ἁρμόζειν οἴεσθαι, ὥσπερ
οὐδὲ ἡλικίαι πᾶσιν αἱ αὐταὶ, οὐδὲ προσώπων χα-
ρακτῆρες, οὐδὲ ζώων φύσεις, οὐδὲ γῆς ποιότη-
τες, οὐδὲ κάλλη τε καὶ μεγέθη λαμπτήρων· ἀλλ'
ἡγεῖσθαι ἰδιώτου μὲν εἶναι κακίαν τὸ φαῦλα πράσ-
σειν, καὶ ὅσα κολάσεως ἄξια, ὧν καὶ ὁ νόμος
βαρὺς δεσπότης· ἄρχοντος δὲ ἢ προεστῶτος τὸ μὴ
ὡς ἄριστον εἶναι, καὶ ἀεὶ τῷ καλῷ προβαίνοντα,
εἴπερ μέλλοι τῷ περιόντι τῆς ἀρετῆς ἕλξειν τοὺς
πολλοὺς εἰς τὸ μέτριον, καὶ μὴ βίᾳ κατάρξειν,
ἀλλὰ πειθοῖ προσάξεσθαι. Τὸ μὲν γὰρ ἀκούσιον, πρὸς
τὸ τυραννικὸν εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ
μόνιμον· φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ
425
τὸν βίᾳ χερσὶ μετασπώμενον, εἰς ἑαυτὸ πάλιν ἀφε-
θὲν ἀνατρέχειν· τὸ δ' ἐκ προαιρέσεως ἐννομώτατόν τε
ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρούμενον.
Ὅθεν δὴ καὶ μάλιστα ποιμαίνειν τὸ ποίμνιον ἑκου-
σίως, ἀλλὰ μὴ ἀναγκαστῶς, ὁ ἡμέτερος διακελεύε-
ται νόμος καὶ νομοθέτης.
Ι#2ʹ. Ἀλλ' ἔστω τις μήτε κακὸς, καὶ ἀρετῆς ἥκων
εἰς τὸ ἀκρότατον· οὐχ ὁρῶ, τίνα λαβὼν ἐπιστήμην,
ἢ ποίᾳ δυνάμει πιστεύσας, ταύτην ἂν θαῤῥοίη τὴν
προστασίαν· τῷ ὄντι γὰρ αὕτη μοι φαίνεται τέχνη
τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρω-
πον ἄγειν, τὸ πολυτροπώτατον ζῶον καὶ ποικι-
λώτατον. Γνοίη δ' ἄν τις τῇ τῶν σωμάτων θεραπείᾳ,
τὴν τῶν ψυχῶν ἰατρείαν ἀντεξετάσας· καὶ ὅσῳ
μὲν ἐργώδης ἐκείνη καταμαθὼν, ὅσῳ δὲ ἡ καθ' ἡμᾶς
ἐργωδεστέρα προσεξετάσας, καὶ τῇ φύσει τῆς ὕλης,
καὶ τῇ δυνάμει τῆς ἐπιστήμης, καὶ τῷ τέλει τῆς ἐν-
εργείας τιμιωτέρα. Ἡ μὲν γὰρ περὶ σώματα
πονεῖται, καὶ τὴν ἐπίκηρον ὕλην καὶ κάτω ῥέουσαν,
πάντως λυθησομένην καὶ πεισομένην τὸ ἑαυτῆς,
κἂν νῦν τῇ συμμαχίᾳ τῆς τέχνης κατακρατήσῃ τῆς
ἐν αὐτῇ στάσεως· ἢ γὰρ νόσος ἢ χρόνος ἔλυσεν,
εἴξασαν τῇ φύσει, καὶ τοὺς ἰδίους ὅρους οὐχ ὑπερ-
βαίνουσαν.
ΙΖʹ. Τῇ δὲ περὶ ψυχὴν ἡ σπουδὴ, τὴν ἐκ Θεοῦ καὶ
θείαν, καὶ τῆς ἄνωθεν εὐγενείας μετέχουσαν, καὶ
πρὸς ἐκείνην ἐπειγομένην, εἰ καὶ τῷ χείρονι
συνεδέθη· τάχα μὲν καὶ δι' ἄλλας αἰτίας, ἃς μόνος
οἶδεν ὁ συνδήσας Θεὸς, καὶ εἴ τις ἐκ Θεοῦ τὰ τοι-
αῦτα ἐσοφίσθη μυστήρια· ὅσον δ' οὖν ἐμὲ γινώσκειν
καὶ τοὺς κατ' ἐμὲ, δυοῖν ἕνεκεν· ἑνὸς μὲν, ἵνα δι'
ἀγῶνος καὶ πάλης, τῆς πρὸς τὰ κάτω, τῆς ἄνω δό-
ξης κληρονομήσειεν, ὥσπερ χρυσὸς πυρὶ, τοῖς
τῇδε βασανισθεῖσα, καὶ ἀρετῆς ἆθλον, ἀλλὰ μὴ Θεοῦ
δῶρον μόνον ἔχῃ τὰ ἐλπιζόμενα· καὶ τοῦτο δὲ ἦν
ἄρα τῆς ἄκρας ἀγαθότητος, ποιῆσαι τὸ ἀγαθὸν
428
καὶ ἡμέτερον, οὐ φύσει μόνον κατασπειρόμενον, ἀλλὰ
καὶ προαιρέσει γεωργούμενον, καὶ τοῖς ἐπ' ἄμφω
τοῦ αὐτεξουσίου κινήμασιν· ἑτέρου δὲ ὡς ἂν
καὶ τὸ χεῖρον ἑλκύσειε πρὸς ἑαυτὴν καὶ ἄνω θείη,
λύσασα κατὰ μικρὸν τῆς παχύτητος· ἵν', ὅπερ ἐστὶ
Θεὸς ψυχῇ, τοῦτο ψυχὴ σώματι γένηται παιδαγωγή-
σασα δι' ἑαυτῆς τὴν ὑπηρέτιν ὕλην, καὶ οἰκειώ-
σασα Θεῷ τὸ ὁμόδουλον.
ΙΗʹ. Χώρας, καὶ καιροὺς, καὶ ἡλικίας, καὶ ὥρας,
καὶ τὰ τοιαῦτα ὁ ἰατρὸς ἐπισκέψεται· φαρμακεύσει
τε καὶ διαιτήσει, καὶ τηρήσει τὰ βλαβερὰ, ὡς ἂν μὴ
ἀντιβῆναι τῇ τέχνῃ τὰς τῆς ἀῤῥωστίας ἐπιθυμίας· καί
που καὶ καύσεσι, καὶ τομαῖς, καὶ τοῖς αὐστηροτέροις
τῆς θεραπείας, ἔστιν ὅτε καὶ ἐφ' ὧν χρήσεται· ὧν
οὔπω τοσοῦτον οὐδὲν, κἂν ἐπίπονα σφόδρα καὶ
χαλεπὰ φαίνηται, ὅσον ἤθη, καὶ πάθη, καὶ βίους,
καὶ προαιρέσεις, καὶ εἴ τι ἄλλο τοιοῦτο τῶν ἐν
ἡμῖν, κατοπτεῦσαί τε καὶ ἰατρεῦσαι, καὶ πᾶν ὅσον
θηριῶδες καὶ ἄγριον ἐξορίσαντας τῆς συζυγίας
τῆς ἡμετέρας, πᾶν ὅσον ἥμερον καὶ Θεῷ φίλον ἀντεισ-
αγαγεῖν τε καὶ βεβαιώσασθαι, καὶ βραβεῦσαι δι-
καίως ψυχῇ τε καὶ σώματι· μὴ τῷ χείρονι τὸ κρεῖτ-
τον δυναστεύεσθαι συγχωρήσαντας, ἥπερ ἀδικιῶν ἡ
μεγίστη· τῷ δὲ ἄρχοντι καὶ ἡγεμονικῷ τὸ τῇ φύσει
δεύτερον ὑποτάξαντας· ὥσπερ δὴ νόμος θεῖος, καὶ
κάλλιστα ἔχων ἐπὶ πάσης αὐτοῦ τῆς κτίσεως, ὅση τε
ὁρατὴ, καὶ ὅση ὑπὲρ τὴν αἴσθησιν.
ΙΘʹ. Σκοπῶ δὲ κἀκεῖνο, ὅτι ἐκείνων μὲν ἕκαστον
ὧν ἀπηριθμησάμην ὡς τῷ θεραπευτῇ τηρου-
μένων ὅπως ἔχει φύσεως, οὕτω μένει καὶ
οὐδὲν ἀντιτεχνᾶται παρ' ἑαυτοῦ πανούργως, οὐδ'
ἀντισοφίζεται τοῖς παρὰ τῆς τέχνης προσαγομέ-
νοις· ἀλλὰ καὶ περιΐστησι μᾶλλον τὴν ὕλην ἡ
ἰατρεία· πλὴν εἴ που βραχεῖά τις παρεμπέσοι τοῦ κάμ-
νοντος ἀταξία, ἣν καὶ φυλάξαι καὶ ἀνακόψαι οὐ χαλε-
πόν. Ἡμῖν δὲ ἡ σύνεσις καὶ τὸ φίλαυτον, καὶ τὸ
νικᾶσθαι ῥᾳδίως μήτ' εἰδέναι, μήτ' ἀνέχεσθαι, μέ-
γιστον πρὸς ἀρετήν ἐστιν ἐμπόδιον, καὶ οἷόν τις παρά-
429
ταξις κατὰ τῶν συμμαχούντων γίνεται· καὶ ὅσην εἰσφέ-
ρειν ἔδει σπουδὴν γυμνοῦν τὴν νόσον τοῖς θεραπεύου-
σι, τοσαύτην ὥστε τὴν ἰατρείαν φεύγειν εἰσφερό-
μεθα, καί ἐσμεν ἀνδρεῖοι καθ' ἑαυτῶν, καὶ κατὰ τῆς
ὑγείας ἡμῶν ἐπιστήμονες.
Κʹ. Ἢ γὰρ δουλοπρεπῶς τὴν ἁμαρτίαν ἐκλέψαμεν,
ὥσπερ τι πάθος ὕπουλον καὶ κακόηθες ἐν τῷ
βάθει τῆς ψυχῆς συγκαλύπτοντες, ὡς καὶ τὸν μέγαν
λήσοντες ὀφθαλμὸν τοῦ Θεοῦ καὶ τῆς δίκης, ἂν τοὺς
ἀνθρώπους λάθωμεν· ἢ προφασιζόμεθα προφά-
σεις ἐν ἁμαρτίαις, λόγους συνηγόρους τοῖς πά-
θεσιν ἀνευρίσκοντες· ἢ τὰς ἀκοὰς ἀποφράξαντες ἀσπί-
δος κωφῆς καὶ τὰ ὦτα βυούσης τρόπον, μὴ ἀκοῦσαι
φωνῆς ἐπᾳδόντων φιλονεικοῦμεν, μηδὲ φαρμακευθῆ-
ναι σοφίας φαρμάκοις, οἷς ἀῤῥωστία ψυχῆς θε-
ραπεύεται· ἢ τὸ τελευταῖον, οἵ γε τολμηρότεροι
ἡμῶν καὶ γενναιότεροι, καὶ φανερῶς ἀναισχυν-
τοῦμεν πρός τε τὴν ἁμαρτίαν καὶ τοὺς ταύτης
θεραπευτὰς, γυμνῇ τῇ κεφαλῇ, τὸ δὴ λεγόμενον, χω-
ροῦντες πρὸς πᾶσαν παρανομίαν· ὢ τῆς παραπλη-
ξίας, ἢ εἴ τι ἄλλο τῷ τοιούτῳ πάθει κυριώτερον ὄνο-
μα! καὶ οὓς ἀγαπᾷν ὡς εὐεργέτας ἐχρῆν, τούτους ὡς
ἐχθροὺς ἀμυνόμεθα, μισοῦντες ἐν πύλαις ἐλέγχοντας,
καὶ λόγον ὅσιον βδελυσσόμενοι· καὶ οἰόμεθα μᾶλλον
πολεμήσειν τοὺς ἡμῖν εὔνους, ἂν ὅτι μάλιστα
ἡμᾶς αὐτοὺς κακῶς δράσωμεν, ὥσπερ οἱ τῶν ἰδίων
σαρκῶν ἁπτόμενοι τὰς τῶν πέλας δαπανᾷν νο-
μίζοντες.
ΚΑʹ. Ταῦτά ἐστιν, οἷς ἐγὼ τὴν καθ' ἡμᾶς ἰατρικὴν
τῆς περὶ τὰ σώματα ἐργωδεστέραν τίθεμαι μα-
κρῷ, καὶ διὰ τοῦτο τιμιωτέραν· καὶ ὅτι ἐκείνῃ μὲν,
ὀλίγα τῶν ἐν τῷ βάθει κατοπτευούσῃ, περὶ τὸ φαινό-
μενον ἡ πλείων τῆς πραγματείας· ἡμῖν δὲ περὶ
τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον ἡ πᾶσα θερα-
πεία τε καὶ σπουδὴ, καὶ πρὸς τὸν ἔνδοθεν ἡμῖν
ἀντιπολεμοῦντα καὶ ἀντιπαλαίοντα ἡ μάχη, ὃς ἡμῖν
αὐτοῖς ὅπλοις καθ' ἡμῶν χρώμενος, τὸ δεινότατον,
τῷ τῆς ἁμαρτίας θανάτῳ δίδωσι. Πρὸς οὖν ταῦτα
πολλῆς μὲν καὶ παντελοῦς τῆς πίστεως, μείζο-
νος δὲ τῆς παρὰ Θεοῦ συνεργίας, οὐκ ὀλίγης δὲ τῆς
ἡμετέρας ἀντιτεχνήσεως (ὥς γε ἐμαυτὸν πεί-
432
θω), χρεία, τῆς καὶ λόγῳ καὶ ἔργῳ θεωρουμένης,
εἰ δεῖ καλῶς ἡμῖν θεραπεύεσθαι καὶ ἀπο-
καθαίρεσθαι, καὶ ὡς πλείστου ἀξίας εἶναι, τὸ τιμιώ-
τατον ὧν ἔχομεν, τὰς ψυχάς.
ΚΒʹ. Τά γε μὴν ἀμφοτέρων τῶν θεραπειῶν τέλη,
τοῦτο γὰρ ἡμῖν εἰς τὴν ἐξέτασιν ἔτι λείπεται, τῇ μὲν
ὑγίειαν, ἢ εὐεξίαν σαρκὸς, ἢ οὖσαν φυλάξαι, ἢ
ἀπελθοῦσαν ἀνακαλέσασθαι, ὧν οὔπω δῆλον, εἴ
τι συνοίσει τοῖς κεκτημένοις· ἐπεὶ καὶ τὰ ἐναντία
πολλάκις πλείω τοὺς ἔχοντας ὤνησεν, ὥσπερ πενίαι
τε καὶ πλοῦτοι, δόξαι τε καὶ ἀδοξίαι, ταπεινότητες καὶ
λαμπρότητες, καὶ ὅσα ἐν μέσῳ κείμενα κατὰ τὴν φύ-
σιν, καὶ οὐδὲν μᾶλλον τῇδε ἢ τῇδε νεύοντα, τῇ χρή-
σει καὶ τῇ προαιρέσει τῶν κεκτημένων τὸ βέλτιον ἢ
τὸ χεῖρον λαμβάνει· τῇ δὲ τὸ προκείμενον πτερῶσαι
ψυχὴν, ἁρπάσαι κόσμου, καὶ δοῦναι Θεῷ,
καὶ τὸ κατ' εἰκόνα ἢ μένον τηρῆσαι, ἢ κινδυνεῦον
χειραγωγῆσαι, ἢ διαῤῥυὲν ἀνασώσασθαι, εἰσοικί-
σαι τε τὸν Χριστὸν ἐν ταῖς καρδίαις διὰ τοῦ
Πνεύματος· καὶ τὸ κεφάλαιον, Θεὸν ποιῆσαι, καὶ
τῆς ἄνω μακαριότητος, τὸν τῆς ἄνω συντάξεως.
ΚΓʹ. Τοῦτο ἡμῖν ὁ παιδαγωγὸς βούλεται νόμος· τοῦ-
το οἱ μέσοι Χριστοῦ καὶ νόμου προφῆται· τοῦτο ὁ τοῦ
πνευματικοῦ νόμου τελειωτὴς καὶ τὸ τέλος Χρι-
στός· τοῦτο ἡ κενωθεῖσα θεότης· τοῦτο ἡ
προσληφθεῖσα σάρξ· τοῦτο ἡ καινὴ μίξις, Θεὸς καὶ
ἄνθρωπος, ἓν ἐξ ἀμφοῖν, καὶ δι' ἐνὸς ἀμφότερα.
Διὰ τοῦτο Θεὸς σαρκὶ διὰ μέσης ψυχῆς ἀνεκρά-
433
θη, καὶ συνεδέθη τὰ διεστῶτα τῇ πρὸς ἄμφω τοῦ
μεσιτεύοντος οἰκειότητι· καὶ πάντα ὑπὲρ πάντων
ἦλθεν εἰς ἓν, καὶ ὑπὲρ ἑνὸς τοῦ προπάτορος· ἡ ψυχὴ διὰ
τὴν παρακούσασαν, ἡ σὰρξ διὰ τὴν ὑπουργήσασαν
καὶ συγκατακριθεῖσαν· ἡ μὲν ψυχὴν, ἡ δὲ σάρκα· ὁ
Χριστὸς διὰ τὸν Ἀδὰμ τὸν γενόμενον ὑπὸ τὴν ἁμαρ-
τίαν, ὁ κρείττων ἁμαρτίας καὶ ὑψηλότερος.
ΚΔʹ. Διὰ τοῦτο ἀντεισήχθη τῷ παλαιῷ τὸ νέον· καὶ
διὰ πάθους ὁ παθὼν ἀνεκλήθη, καὶ ὑπὲρ ἑκάστου τῶν
ἡμετέρων ἕκαστον τοῦ ὑπὲρ ἡμᾶς ἀντεδόθη· καὶ
γέγονε καινὸν μυστήριον ἡ περὶ τὸν πεσόντα δι' ἀπεί-
θειαν ἐκ φιλανθρωπίας οἰκονομία. Διὰ τοῦτο γέννη-
σις καὶ Παρθένος· διὰ τοῦτο φάτνη καὶ Βηθλεέμ· ἡ
γέννησις ὑπὲρ τῆς πλάσεως· ἡ Παρθένος ὑπὲρ τῆς γυ-
ναικός· ἡ Βηθλεὲμ διὰ τὴν Ἐδέμ· ἡ φάτνη διὰ τὸν
παράδεισον· τὰ μικρὰ καὶ φαινόμενα ὑπὲρ τῶν μεγά-
λων καὶ κρυπτομένων. Διὰ τοῦτο ἄγγελοι δοξά-
ζοντες τὸν οὐράνιον, εἶτα ἐπίγειον· καὶ ποιμένες δό-
ξαν ὁρῶντες ἐπὶ τῷ ἀμνῷ καὶ ποιμένι· καὶ ἀστὴρ
ἠγούμενος, καὶ μάγοι προσπίπτοντες καὶ δωροφοροῦν-
τες, ἵν' εἰδωλολατρεία καταλυθῇ. Διὰ τοῦτο Ἰησοῦς
βαπτιζόμενος, καὶ ἄνωθεν μαρτυρούμενος, καὶ νη-
στεύων, καὶ πειραζόμενος, καὶ νικῶν τὸν νικήσαν-
τα. Διὰ τοῦτο δαίμονες ἐλαυνόμενοι, καὶ νόσοι θε-
ραπευόμεναι, καὶ τὸ μέγα κήρυγμα μικροῖς ἐγχειρι-
ζόμενον καὶ κατορθούμενον.
ΚΕʹ. Διὰ τοῦτο ἔθνη φρυασσόμενα, καὶ λαοὶ μελε-
τῶντες κενά· διὰ τοῦτο ξύλον κατὰ τοῦ ξύλου,
καὶ κατὰ τῆς χειρὸς χεῖρες, τῆς ἀκρατῶς ἐκταθείσης
αἱ γενναίως ταθεῖσαι· τῆς ἀνειμένης αἱ τοῖς ἥλοις
δεθεῖσαι· τῆς ἐκβαλούσης Ἀδὰμ αἱ τὰ πέρατα
οἰκειούμεναι. Διὰ τοῦτο ὕψος κατὰ τοῦ πτώμα-
τος· καὶ χολὴ κατὰ τῆς γεύσεως, καὶ στέφανος
ἀκάνθινος κατὰ τοῦ πονηροῦ κράτους, καὶ θάνα-
τος κατὰ τοῦ θανάτου, καὶ σκότος ὑπὲρ τοῦ φωτὸς,
436
καὶ ταφὴ κατὰ τῆς εἰς γῆν ἀποστροφῆς, καὶ ἀνάστασις
ὑπὲρ τῆς ἀναστάσεως. Ταῦτα πάντα παιδαγωγία
τις ἦν περὶ ἡμᾶς τοῦ Θεοῦ, καὶ τῆς ἀσθενείας ἰατρεία
τῆς ἡμετέρας, τὸν παλαιὸν Ἀδὰμ ὅθεν ἐξέπεσεν ἐπ-
ανάγουσα, καὶ τῷ ξύλῳ τῆς ζωῆς προσάγουσα, οὗ τὸ
ξύλον ἡμᾶς τῆς γνώσεως, οὐ κατὰ καιρὸν, οὐδ' ἐπι-
τηδείως μεταληφθὲν, ἠλλοτρίωσε.
Κ#2ʹ. Ταύτης ἡμεῖς τῆς θεραπείας ὑπηρέται καὶ
συνεργοὶ, ὅσοι τῶν ἄλλων προκαθεζόμεθα· οἷς μέγα
μὲν τὸ τὰ ἴδια πάθη καὶ ἀῤῥωστήματα καὶ γινώσκειν
καὶ θεραπεύειν· μᾶλλον δὲ οὔπω μέγα, πλὴν τοῦτο
λέγειν ἡμᾶς ἡ τῶν πολλῶν κακία πεποίηκε, τῶν ἐπὶ
ταύτης ὄντων τῆς τάξεως· πολλῷ δὲ μεῖζον τὸ τὰ τῶν
ἄλλων ἰᾶσθαι δύνασθαι καὶ ἀνακαθαίρειν ἐπιστημό-
νως, καὶ ὡς ἂν ἀμφοτέροις λυσιτελοίη, τοῖς τε
τῆς θεραπείας χρῄζουσι καὶ τοῖς ἰατρεύειν πεπιστευ-
μένοις.
ΚΖʹ. Εἶτα οἱ μὲν τῶν σωμάτων θεραπευταὶ
πόνους τε καὶ ἀγρυπνίας καὶ φροντίδας, ἃς ἴσμεν,
ἕξουσι· καὶ τὸ ἐπ' ἀλλοτρίαις συμφοραῖς ἰδίας καρ-
ποῦσθαι λύπας, ὡς ἔφη τις τῶν παρ' ἐκείνοις
σοφῶν· καὶ τὰ μὲν αὐτοὶ μοχθοῦντες καὶ ἀνευ-
ρίσκοντες, τὰ δὲ παρ' ἄλλων ἐρανιζόμενοι καὶ συν-
εισφέροντες προσοίσουσι τοῖς δεομένοις· καὶ οὐ-
δὲν οὕτω μικρὸν αὐτοῖς ἢ εὑρεθὲν ἢ διαφυγὸν, οὐδὲ
τῶν ἐλαχίστων, ὡς μὴ μέγα πρὸς τὴν τῆς ὑγιείας
ῥοπὴν, ἢ τοῦ κινδύνου τοὐναντίον ὑποληφθῆναι·
καὶ ταῦτα ὑπὲρ τίνος; ἵν' ἄνθρωπος ζήσῃ πλείους
τὰς ἐπὶ γῆν ἡμέρας, καὶ οὗτος οὐδὲ τῶν ἐπιει-
κῶν ἴσως, ἀλλὰ καὶ τῶν μοχθηροτάτων, ᾧ τὸ πάλαι
τεθνάναι ἴσως ἄμεινον ἦν, ὄντι κακῷ, ἵνα τοῦ μεγί-
στου τῶν ἀῤῥωστημάτων, τῆς κακίας, ἀπαλλαγῇ·
εἰ δὲ καὶ τῶν καλῶν θείημεν, ἐπὶ πόσον βιωσο-
μένῳ; τὸν ἅπαντα χρόνον; ἢ τί τῆς ἐνταῦθα κερδα-
νοῦντι ζωῆς, ἧς τὸ λυθῆναι ζητεῖν, τῶν καλῶν
437
τὸ πρῶτον καὶ ἀσφαλέστατον, καὶ ἀνδρὸς ὄντως
ὑγιοῦς καὶ νοῦν ἔχοντος;
ΚΗʹ. Ἡμῖν δὲ, οἷς τὸ κινδυνευόμενόν ἐστι σωτηρία
ψυχῆς, τῆς μακαρίας τε καὶ ἀθανάτου, καὶ ἀθάνατα
κολασθησομένης, ἢ ἐπαινεθησομένης, διὰ κακίαν ἢ
ἀρετὴν, πόσον χρὴ δοκεῖν εἶναι τὸν ἀγῶνα, ἢ ὅσης δεῖν
τῆς ἐπιστήμης ἰατρεῦσαι καλῶς, ἢ ἰατρευθῆναι,
καὶ τὴν ζωὴν μεταθέσθαι, καὶ δοῦναι τὸν χοῦν τῷ
πνεύματι; Οὐ γὰρ τῶν αὐτῶν οὔτε λόγων οὔτε
ὁρμῶν, οὔτε τὸ θῆλυ τῷ ἄῤῥενι, οὔτε γήρᾳ νεότης,
οὔτε πενίᾳ πλοῦτος, οὔτε εὐθυμῶν ἀθυμοῦντι,
οὔτε ὁ κάμνων τῷ ὑγιαίνοντι, ἄρχοντές τε καὶ ἀρχό-
μενοι, σοφοί τε καὶ ἀμαθεῖς, δειλοί τε καὶ θρασεῖς,
ὀργίλοι καὶ πρᾶοι, κατορθοῦντες καὶ πίπτον-
τες.
ΚΘʹ. Κἂν ἔτι ἀκριβῶς ἐξετάσῃς, ὅσον τὸ μέσον
τῶν ἐν συζυγίαις πρὸς τοὺς ἀγάμους, κἂν τούτοις
πάλιν τῶν τῆς ἐρημίας πρὸς τοὺς κοινωνικοὺς καὶ
μιγάδας· τῶν ἐξητασμένων καὶ διαβεβηκό-
των ἐν θεωρίᾳ πρὸς τοὺς ἁπλῶς κατευθύνοντας,
ἀστικῶν τε αὖ καὶ τῶν ἐκ τῆς ἀγροικίας, ἀκεραιοτέ-
ρων τε καὶ πανουργοτέρων, τῶν ἐν πράγμασι πρὸς
τοὺς ἡσυχάζοντας, τῶν μεταβολῇ πληγέντων
πρὸς τοὺς εὐδρομοῦντας καὶ ἀμαθεῖς τοῦ χείρονος·
τούτων γὰρ ἕκαστοι πλεῖον ἀλλήλων ἔστιν ὅτε ταῖς
ἐπιθυμίαις καὶ ταῖς ὁρμαῖς ἢ κατὰ τὰς τῶν σωμάτων
ἰδέας διαφέροντες· εἰ δὲ βούλει, τὰς τῶν στοιχείων
μίξεις καὶ κράσεις, ἐξ ὧν συνεστήκαμεν, οὐ ῥᾴστην
ἔχουσι τὴν οἰκονομίαν.
Λʹ. Ἀλλ' ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρ-
μακείαν τε καὶ τροφὴν προσφέρονται, ἄλλοι δὲ ἄλ-
λην, ἢ εὐεκτοῦντες ἢ κάμνοντες, οὕτω καὶ τὰς
ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπεύονται. Μάρ-
τυρες δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη· τοὺς
440
μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι· οἱ
μὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι
νωθεῖς, καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ
τοῦ λόγου διεγερτέον· οἱ δὲ θερμότεροι τοῦ με-
τρίου τῷ πνεύματι, καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς,
καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες,
οὓς βελτίους ἂν ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ
λόγος.
ΛΑʹ. Τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ψόγος, ἀμφό-
τερα μετὰ τοῦ καιροῦ· ἢ τοὐναντίον ἔβλαψεν ἔξω
τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις
κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὕτη, τοὺς μὲν ἐν
τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην νου-
θετουμένους. Φιλοῦσι γὰρ οἱ μὲν καταφρονεῖν
τῶν ἰδίᾳ νουθετημάτων, πλήθους καταγνώσει σωφρο-
νιζόμενοι· οἱ δὲ πρὸς τὴν ἐλευθερίαν τῶν ἐλέγχων
ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ παιδα-
γωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας
τὴν εὐπείθειαν.
ΛΒʹ. Τῶν μὲν πάντα τηρεῖν ἐπιμελῶς ἀναγκαῖον
μέχρι καὶ τῶν μικροτάτων, ὅσους τὸ οἴεσθαι λανθά-
νειν (ἐπειδὴ τοῦτο τεχνάζουσιν) ὡς σοφωτέρους
ἐφύσησε· τῶν δ' ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον,
ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ ἀκούοντας μὴ ἀκούειν,
κατὰ τὴν παροιμίαν, ἵνα μὴ πρὸς ἀπόνοιαν αὐ-
τοὺς ἐρεθίζωμεν, τῷ φιλοπόνῳ τῶν ἐλέγχων κατα-
βαπτίζοντες, καὶ τέλος πρὸς πάντα ποιήσωμεν
τολμηροὺς, τὸ τῆς πειθοῦς φάρμακον τὴν αἰδῶ διαλύ-
σαντες. Καὶ μέντοι καὶ ὀργιστέον τισὶν, οὐκ ὀργιζο-
μένους· καὶ ὑπεροπτέον, οὐχ ὑπερορῶντας· καὶ
ἀπογνωστέον, οὐκ ἀπογινώσκοντας, ὅσων τοῦτο
ἡ φύσις ἐπιζητεῖ. Καὶ ἄλλους ἐπιεικείᾳ θερα-
πευτέον καὶ ταπεινότητι, καὶ τῷ συμπροθυμεῖσθαι
δὴ περὶ τὰς χρηστοτέρας ἐλπίδας. Καὶ τοὺς μὲν νι-
441
κᾷν, τῶν δὲ ἡττᾶσθαι πολλάκις λυσιτελέστερον· καὶ
τῶν μὲν εὐπορίαν καὶ δυναστείαν, τῶν δὲ πενίαν ἢ
δυσπραγίαν, ἢ ἐπαινεῖν ἢ ἀπεύχεσθαι.
ΛΓʹ. Οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἀρετῆς ἔχει καὶ τῆς
κακίας, τὴν μὲν καλλίστην εἶναι καὶ ὠφελιμωτάτην
ἀεὶ καὶ πᾶσι, τὴν δὲ χειρίστην τε καὶ βλαβερωτάτην·
οὕτω καὶ τῆς φαρμακείας τῆς ἡμετέρας, ἕν τι
καὶ τὸ αὐτὸ ὑγιεινότατον, ἢ ἐπισφαλέστατον ἀεὶ
καὶ τοῖς αὐτοῖς ἀποδέδεικται· οἷον τὸ αὐστηρὸν,
ἢ τὸ πρᾶον, ἢ τῶν ἄλλων ὧν ἀπηριθμησάμην
ἕκαστον. Ἀλλὰ τοῖς μὲν τοῦτο καλὸν καὶ χρήσιμον,
τοῖς δὲ τοὐναντίον πάλιν, ὅπως ἂν, οἶμαι, συμπί-
πτωσιν οἵ τε καιροὶ καὶ τὰ πράγματα, καὶ ὁ
τῶν θεραπευομένων ἐπιδέχηται τρόπος. Ἃ πάντα
μὲν διελέσθαι λόγῳ, καὶ συνιδεῖν ἐπὶ τὸ ἀκριβέστα-
τον, ὥστε καὶ κεφαλαίῳ τὴν θεραπείαν πε-
ριλαβεῖν ἀμήχανον, κἂν ἐπὶ πλεῖστον ἐξίκηταί τις
ἐπιμελείας τε καὶ συνέσεως· ἐπὶ δὲ τῆς πείρας αὐτῆς
καὶ τῶν πραγμάτων τῷ θεραπευτῇ λόγῳ καὶ ἀνδρὶ
καταφαίνεται.
ΛΔʹ. Καθόλου δὲ ἡμῖν ἐκεῖνο γνώριμον, ὅτι, καθάπερ
τοῖς ἐπὶ κάλου μετεώρου καὶ ὑψηλοῦ βαίνουσι
τῇδε ἢ τῇδε ἀποκλῖναι οὐκ ἀσφαλὲς, οὐδὲ εἰς μικρὸν
φέρουσα ἡ ῥοπὴ, κἂν μικρὰ φαίνηται, ἀσφάλεια
δὲ αὐτοῖς ἡ ἰσοῤῥοπία καθίσταται· οὕτω κἀν τούτοις
ὁποτέρωσε νεύσῃ τις, εἴτε διὰ κακίαν, εἴτε δι'
ἀμάθειαν, κίνδυνος οὐχ ὁ τυχὼν αὐτῷ τε καὶ τοῖς
ἀγομένοις τοῦ τῆς ἁμαρτίας πτώματος. Ἀλλ' ὁδῷ
βασιλικῇ πορευτέον ὄντως, καὶ περισκεπτέον, μήτε
εἰς δεξιὰ μήτε εἰς ἀριστερὰ, καθὼς αἱ Παροιμίαι
φασὶν, ἐκκλίνοντας. Οὕτω μὲν δὴ τὰ τῶν παθῶν
ἔχει τῶν ἡμετέρων, καὶ τοσοῦτον ἐνταῦθα τὸ ἔργον
τῷ ἀγαθῷ ποιμένι, τῷ γνωστῶς γνωσομένῳ ψυ-
χὰς ποιμνίου, καὶ ἀφηγησομένῳ κατὰ λόγον ποιμαν-
τικῆς, τῆς γε ὀρθῆς καὶ δικαίας, καὶ τοῦ ἀληθινοῦ
ποιμένος ἡμῶν ἀξίας.
ΛΕʹ. Αὐτὴν δὲ τὴν τοῦ λόγου διανομὴν, ἵνα τελευ-
444
ταῖον εἴπω τὸ πρῶτον τῶν ἡμετέρων, τοῦ θείου λέγω
καὶ ὑψηλοῦ, καὶ ὃν νῦν πάντες φιλοσοφοῦσιν, εἰ
μέν τις ἄλλος θαῤῥεῖ, καὶ πάσης διανοίας ὑπολαμβά-
νει, θαυμάζω τοῦτον ἐγὼ τῆς συνέσεως, ἵνα μὴ λέγω
τῆς εὐηθείας· ἐμοὶ δ' οὖν πρᾶγμα φαίνεται οὐ τῶν
φαυλοτάτων, οὐδὲ ὀλίγου τοῦ πνεύματος, διδόναι
κατὰ καιρὸν ἑκάστῳ τοῦ λόγου τὸ σιτομέτριον, καὶ
οἰκονομεῖν ἐν κρίσει τὴν ἀλήθειαν τῶν ἡμετέρων
δογμάτων· ὅσα περὶ κόσμων ἢ κόσμου πεφιλο-
σόφηται, περὶ ὕλης, περὶ ψυχῆς, περὶ νοῦ, καὶ τῶν
νοερῶν φύσεων, βελτιόνων τε καὶ χειρόνων, περὶ τῆς
τὰ πάντα συνδεούσης τε καὶ διεξαγούσης προνοίας,
ὅσα τε κατὰ λόγον ἀπαντᾷν δοκεῖ, καὶ ὅσα παρὰ λόγον
τὸν κάτω καὶ τὸν ἀνθρώπινον.
Λ#2ʹ. Ἔτι τε ὅσα περὶ τῆς πρώτης ἡμῶν συστά-
σεως, καὶ τῆς τελευταίας ἀναπλάσεως, τύπων τε καὶ
ἀληθείας, καὶ διαθηκῶν, καὶ Χριστοῦ παρουσίας
πρώτης τε καὶ δευτέρας, σαρκώσεώς τε καὶ πα-
θημάτων, καὶ ἀναλύσεως, ὅσα τε περὶ ἀναστά-
σεως, περὶ τέλους, περὶ κρίσεως καὶ ἀνταποδό-
σεως, σκυθρωποτέρας τε καὶ ἐνδοξοτέρας·
καὶ τὸ κεφάλαιον ὅσα περὶ τῆς ἀρχικῆς καὶ
μακαρίας Τριάδος ὑποληπτέον· ὅσπερ δὴ καὶ
κινδύνων μέγιστος τοῖς φωτίζειν πεπιστευμένοις,
ὡς μήτε εἰς μίαν ὑπόστασιν συναιρεθέντα τὸν λό-
γον δέει πολυθεΐας, ψιλὰ καταλιπεῖν ἡμῖν τὰ
ὀνόματα, τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦ-
μα ὑπολαμβάνουσι· μήτε εἰς τρεῖς, ἢ ἐκφύλους καὶ
ἀλλοτρίας διαιρεθέντα, ἢ ἀτάκτους καὶ ἀνάρχους,
καὶ οἷον εἰπεῖν, ἀντιθέους, πρὸς κακὸν ἴσον ἐκ
τῶν ἐναντίων μεταπεσεῖν· ὥσπερ φυτοῦ διαστροφῆς
ἐπὶ θάτερα πολὺ μετακλινομένης.
ΛΖʹ. Τριῶν γὰρ ὄντων τῶν νῦν περὶ τὴν θεολογίαν
ἀῤῥωστημάτων, ἀθεΐας, καὶ Ἰουδαϊσμοῦ, καὶ πολυ-
θεΐας, ὧν τῆς μὲν Σαβέλλιος προστάτης ὁ Λίβυς ἐγέ-
νετο, τῆς δὲ Ἄρειος ὁ Ἀλεξανδρεὺς, τῆς δέ τινες
445
τῶν ἄγαν παρ' ἡμῖν ὀρθοδόξων. Τίς ὁ ἐμὸς λό-
γος; τῶν τριῶν ὅσον ἐστὶ βλαβερὸν διαφυγόντας,
ἐν ὅροις μένειν τῆς εὐσεβείας, καὶ μήτε πρὸς τὴν
Σαβελλίου ἀθεΐαν ἐκ τῆς καινῆς ταύτης
ἀναλύσεως ἢ συνθέσεως ὑπαχθῆναι, μὴ μᾶλλον
ἓν τὰ πάντα ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένους·
φεύγει γὰρ εἶναι ὅπερ ἐστὶν εἰς ἄλληλα μεταχωροῦντα
καὶ μεταβαίνοντα· ἢ σύνθετόν τινα καὶ ἄτοπον ἡμῖν
Θεὸν, ὥσπερ τὰ μυθώδη τῶν ζώων σκιαγραφοῦντας
καὶ ἀναπλάττοντας· μήτε τὰς φύσεις τέμνοντας κατὰ
τὴν Ἀρείου καλῶς ὀνομασθεῖσαν μανίαν, εἰς
Ἰουδαϊκὴν πενίαν κατακλεισθῆναι, καὶ φθόνον
ἐπεισάγειν τῇ θείᾳ φύσει, μόνῳ τῷ ἀγεννήτῳ τὴν
θεότητα περιγράφοντας, ὥσπερ δεδοικότας μὴ διαφθεί-
ροιτο ἡμῖν ὁ Θεὸς, Θεοῦ Πατὴρ ὢν ἀληθινοῦ καὶ
ὁμοτίμου τὴν φύσιν· μήτε τρεῖς ἀρχὰς ἀλλήλαις ἀντ-
επεξάγοντας ἢ συντάσσοντας πολυαρχίαν εἰσ-
άγειν Ἑλληνικὴν, ἣν πεφεύγαμεν.
ΛΗʹ. Δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας,
ὡς καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν· τίνος γὰρ
ἂν καὶ εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν κεχωρισμένου
καὶ ἀπεξενωμένου μετὰ τῆς κτίσεως; οὐ γὰρ τοῦτο
Υἱὸς τὸ ἀλλότριον ἢ συναλειφομένου πρὸς τὸν Πα-
τέρα, καὶ συγχεομένου, ἴσον δὲ εἰπεῖν, καὶ συγχέον-
τος· μήτε τοσοῦτον φιλοχρίστους, ὡς μήτε τούτῳ
φυλάττειν τὸ εἶναι Υἱῷ· (τίνος γὰρ ἂν καὶ εἴη,
μὴ πρὸς ἀρχὴν ἀναφερόμενος τὸν πατέρα;) μήτε τῷ
Πατρὶ τὸ τῆς ἀρχῆς ἀξίωμα, τῆς ὡς πατρὶ καὶ γεν-
νήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀναξίων ἀρχὴ, μᾶλ-
λον δὲ μικρῶς τε καὶ ἀναξίως, μὴ θεότητος ὢν
ἀρχὴ καὶ ἀγαθότητος, τῆς ἐν Υἱῷ καὶ Πνεύματι θεω-
ρουμένης· τῷ μὲν ὡς Υἱῷ καὶ Λόγῳ, τῷ δὲ ὡς
προόδῳ καὶ οὐ διαλύτῳ Πνεύματι· ἐπειδή γε
ἀναγκαῖον καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς
ὑποστάσεις ὁμολογεῖν, καὶ ἑκάστην μετὰ τῆς ἰδιό-
τητος.
448
ΛΘʹ. Ταῦτ' οὖν μακροτέρου μὲν ἢ κατὰ τὸν παρ-
όντα καιρὸν, οἶμαι δὲ καὶ βίον, τοῦ λόγου καὶ
νοῆσαι καὶ παραστῆσαι ἱκανῶς τε καὶ ὅσον ἄξιον·
μᾶλλον δὲ καὶ νῦν καὶ ἀεὶ τοῦ Πνεύματος, ᾧ μόνῳ
Θεὸς καὶ νοεῖται καὶ ἑρμηνεύεται καὶ ἀκούεται. Κα-
θαρῷ γὰρ μόνον ἁπτέον τοῦ καθαροῦ καὶ ὡσαύ-
τως ἔχοντος· οὗ δ' εἵνεκα νῦν ἐν ὀλίγῳ διεληλύ-
θαμεν, ἵν' ἐκεῖνο δηλώσωμεν, ὅτι χαλεπὸν ἐν πλήθει
μάλιστα, περὶ τηλικούτων διαλεγόμενον, ἐκ παντο-
δαπῆς συγκειμένῳ καὶ ἡλικίας καὶ ἕξεως, οἷον ὀρ-
γάνῳ τινὶ πολυχόρδῳ διαφόρων δεομένῳ καὶ τῶν
κρουμάτων, εὑρεῖν τινα τὸν πάντας καταρτίσαι
δυνάμενον λόγον, καὶ λαμπρῦναι τῷ φωτὶ τῆς
γνώσεως· οὐ μόνον ὅτι ἐν τρισὶ τούτοις τοῦ κινδύνου
σαλεύοντος, διανοίᾳ καὶ λόγῳ καὶ ἀκοῇ, ἀναγκαῖον
περὶ ἕν γέ τι τούτων, εἰ καὶ μὴ πάντα, προσπταῖ-
σαι· ἢ γὰρ οὐκ ἐνελάμφθη νοῦς, ἢ λόγος ἠσθένη-
σεν, ἢ οὐκ ἐχώρησεν ἀκοὴ μὴ κεκαθαρμένη· καὶ
ὁμοίως ἐξ ἑνὸς τούτων καὶ πάντων χωλεύειν
ἀνάγκη τὴν ἀλήθειαν· ἀλλ' ὅτι καὶ ὃ τοῖς ἄλλο τι
διδάσκειν ὑπισχνουμένοις ῥᾷστον ποιεῖ τὸν λόγον καὶ
εὐπαράδεκτον, ἡ τῶν ἀκουόντων εὐλάβεια, τοῦτο
ἐνταῦθα ἡ ζημία καθίσταται καὶ ὁ κίνδυνος.
Μʹ. Ὡς γὰρ περὶ Θεοῦ καὶ τοῦ μεγίστου τῶν ὄν-
των ἔχοντες τὸν ἀγῶνα, καὶ τῆς σωτηρίας αὐτῆς,
καὶ τῆς πρώτης πᾶσιν ἐλπίδος, ὅσῳ τὴν πίστιν
εἰσὶ θερμότεροι, τοσούτῳ προσαντέστεροι τῷ λόγῳ,
καὶ προδοσίαν τῆς ἀληθείας, οὐκ εὐσέβειαν τὴν εὐ-
πείθειαν ὑπολαμβάνοντες, πάντα πρόοιντ' ἂν
πρότερον ἢ τοὺς οἴκοθεν λογισμοὺς, μεθ' ὧν ἕρ-
χονται, καὶ τῶν δογμάτων οἷς συνανεστράφησαν
τὴν συνήθειαν· καὶ τοῦτο ἔτι λέγω τῶν μετριωτέ-
ρων καὶ οὐ πάντη κακῶν τὸ πάθος, οἳ κἂν τῆς ἀληθείας
449
διαμαρτάνωσιν, ἀλλὰ τῷ γε δι' εὐλάβειαν τοῦτο
πάσχειν, καὶ ζῆλον μὲν ἔχειν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν,
τυχὸν ἔσονται τῶν οὐ σφόδρα κατακρινομένων,
οὐδὲ πολλὰς δερομένων, ὡς οἱ διὰ κακίαν καὶ
πονηρίαν τοῦ δεσποτικοῦ θελήματος ἀποπίπτοντες.
Καὶ τάχα ἂν οὗτοι μεταπεισθεῖέν ποτε, καὶ μετα-
βληθεῖεν ὑπὸ τῆς αὐτῆς εὐλαβείας, ὑφ' ἧς καὶ ἀντέβαι-
νον, εἴ τις αὐτῶν ἅψαιτο λόγος, ἢ οἴκοθεν ἢ ἔξωθεν
κρούσας καιρίως, ὥσπερ σίδηρος πυρῖτιν
λίθον, τὴν ἐγκύμονα καὶ ἀξίαν φωτὸς διάνοιαν·
ἐν ᾗ καὶ τάχιστα ἂν ἐκ μικροῦ σπινθῆρος ὁ τῆς ἀλη-
θείας πυρσὸς ἐκλάμψειε.
ΜΑʹ. Τί δ' ἂν εἴποι τις περὶ τῶν διὰ κενοδο-
ξίαν ἢ φιλαρχίαν, ἀδικίαν εἰς τὸ ὕψος λαλούν-
των, Ἰαννοῦ τινος ἢ Ἰαμβροῦ μεγαληγορίας, οὐ
κατὰ Μωϋσέως, τῆς δ' ἀληθείας ὁπλιζομένων,
καὶ τῆς ὑγιαινούσης κατεξανισταμένων διδασκαλίας;
ἢ τῆς τρίτης μοίρας τῶν δι' ἀπαιδευσίαν καὶ τὴν
ἐπομένην ταύτῃ θρασύτητα ὁμόσε παντὶ
λόγῳ χωρούντων συώδει πάθει, καὶ καταπατούντων
τοὺς καλοὺς μαργαρίτας τῆς ἀληθείας;
ΜΒʹ. Ἢ ὅσοι μηδεμίαν μὲν οἴκοθεν ὑπόληψιν φέ-
ροντες, μηδέ τινα τύπον τῶν περὶ Θεοῦ λόγων ἢ
χείρονα ἢ βελτίονα, πᾶσι δὲ ὑποτιθέντες ἑαυτοὺς λό-
γοις καὶ διδασκάλοις, ὡς ἐξ ἁπάντων ἐκλεξόμενοι τὸ
κρεῖττον καὶ ἀσφαλέστερον, καὶ κριταῖς οὐ καλοῖς
τῆς ἀληθείας σφίσιν αὐτοῖς πιστεύσαντες·
ἔπειτα ὑπὸ τῆς πιθανότητος ἄλλοτε ἄλλης
περιφερόμενοι καὶ στρεφόμενοι, καὶ παντὶ λόγῳ κα-
ταπλυνθέντες καὶ πατηθέντες, πολλοὺς ἀμείψαν-
τες διδασκάλους καὶ πολλὰ γράμματα, ὥσπερ χοῦν
ἀνέμοις ῥᾳδίως ἀποβαλόντες, τέλος ἀποκαμόντες
καὶ ἀκοὴν καὶ διάνοιαν, (ὢ τῆς ἀλογίας!) πρὸς
πάντα λόγον ὁμοίως δυσχεραίνουσι, καὶ μοχθηρὸν τύ-
πον ἑαυτοῖς ἐγγράφουσιν, αὐτῆς καταγελᾷν ἡμῶν
καὶ καταφρονεῖν ὡς ἀστάτου καὶ οὐδὲν ὑγιὲς ἐχούσης
τῆς πίστεως, μεταβαίνοντες ἀπαιδεύτως ἀπὸ τῶν
λεγόντων ἐπὶ τὸν λόγον· ὥσπερ ἂν εἴ τις τοὺς ὀφθαλ-
452
μοὺς κακῶς διακείμενος, ἢ τὰ ὦτα διεφθαρμένος,
κατηγοροίη τοῦ ἡλίου ἢ τῶν φωνῶν, τοῦ μὲν ὡς
ἀμαυροῦ καὶ οὐ στίλβοντος, τῶν δὲ ὡς ἐκμελῶν καὶ
ἀτόνων.
ΜΓʹ. Καὶ διὰ τοῦτο ῥᾷον ἄρτι καινοτομεῖν ἀλήθειαν
ψυχῇ, ὥσπερ κηρὸν οὔπω κεχαραγμένον, ἢ γράφειν
κατὰ γραμμάτων, πονηρῶν λέγω διδαγμάτων τε
καὶ δογμάτων, εὐσεβῆ λόγον, ὡς συγχεῖσθαι καὶ
ἀτακτεῖν τοῖς προτέροις τὰ δεύτερα. Ὁδὸν μὲν
γὰρ πατεῖν ἄμεινον τὴν λείαν καὶ τετριμμένην
ἢ τὴν ἀτριβῆ καὶ τραχεῖαν, καὶ γῆν ἀροῦν ἣν πολ-
λάκις ἄροτρον ἔτεμεν καὶ ἡμέρωσεν· ψυχὴν δὲ γρά-
φειν, ἣν οὔπω λόγος ἐχάραξε μοχθηρὸς, οὐδὲ εἰς
βάθος τὰ τῆς κακίας ἐνεσημάνθη γράμματα· δύο
γὰρ ἂν οὕτω τὰ ἔργα γίνοιντο τῷ θεοσεβεῖ καλ-
λιγράφῳ, ἐξαλείφειν τε τοὺς προτέρους τύπους, καὶ
μετεγγράφειν τοὺς δοκιμωτέρους τε καὶ τοῦ μένειν
ἀξιωτέρους. Τοσοῦτοι μὲν δὴ καὶ κατὰ τὰ λοιπὰ πάθη,
καὶ κατὰ τὸν λόγον αὐτὸν, οἱ πονηροὶ καὶ τοῦ πονη-
ροῦ τύποι καὶ χαρακτῆρες· τοσοῦτον δὲ τὸ ἔργον
τῷ ταύτην πεπιστευμένῳ τὴν τῶν ψυχῶν παιδα-
γωγίαν καὶ προστασίαν· καὶ τὰ πλείω παρῆκεν ὁ λό-
γος, ἵνα μὴ περιττότερος ᾖ τοῦ δέοντος.
ΜΔʹ. Ὥσπερ οὖν εἴ τις θηρίον ἐκ πολλῶν θηρίων
συγκείμενον πολυειδὲς καὶ πολύμορφον, μειζό-
νων τε καὶ μικροτέρων, ἡμερωτέρων τε καὶ ἀγρι-
ωτέρων, ἄγειν ἐπιχειροίη καὶ τιθασσεύειν, πάντως
ἂν ἦν ἔργον αὐτῷ, καὶ οὐ μικρὸν τὸ ἀγώνισμα, οὕτως
ἀνωμάλου καὶ ἀλλοκότου προστατεῖν φύσεως, οὔτε
φωναῖς ταῖς αὐταῖς, οὔτε τροφαῖς, οὔτε χειρὸς
ἐπαφαῖς, οὔτε συρίγμασιν, οὔτε τοῖς τῆς
ἄλλης ἀγωγῆς τρόποις ἑκάστου τῶν θηρίων χαίρον-
τος, ἄλλων δὲ ἄλλοις ἡδομένων, ἢ ἀχθομένων, ὡς ἡ
φύσις ἑκάστου καὶ ἡ συνήθεια· καὶ τί ἂν ἔδει
ποιεῖν τὸν τοιούτου θηρὸς ἐπιστάτην; τί δ' ἄλλο
γε ἢ πολυειδῆ τε εἶναι καὶ ποικίλον τὴν ἐπιστήμην;
καὶ κατάλληλον ἑκάστῳ προσάγειν τὴν θεραπείαν, ὡς
ἂν ἄγοιτο καλῶς αὐτῷ τὸ θηρίον καὶ διασώζοιτο;
οὕτως ἐκ πολλῶν καὶ διαφόρων καὶ ἠθῶν καὶ λό-
γων, καθάπερ ἑνὸς ζώου συνθέτου καὶ ἀνομοίου, τοῦ
κοινοῦ τούτου τῆς Ἐκκλησίας συγκειμένου σώματος,
πᾶσα ἀνάγκη καὶ τὸν προστάτην ἁπλοῦν τε εἶναι
453
τὸν αὐτὸν κατὰ τὴν ἐν πᾶσιν ὀρθότητα· καὶ ὅτι
μάλιστα παντοδαπὸν καὶ ποικίλον κατὰ τὴν πρὸς
ἕκαστον οἰκείωσιν, καὶ τὸ τῆς ὁμιλίας πρὸς πάντας
ἐπιτήδειόν τε καὶ πρόσφορον.
ΜΕʹ. Οἱ μὲν γὰρ δέονται γάλακτι τρέφεσθαι, τοῖς
ἁπλουστέροις καὶ στοιχειωδεστέροις τῶν διδαγμά-
των, ὅσοι τὴν ἕξιν νήπιοι καὶ ἀρτιπαγεῖς, ὡς
ἂν εἴποι τις, τὴν ἀνδρείαν τοῦ λόγου τροφὴν οὐ
φέροντες· ἣν εἰ προσάγοι τις παρὰ δύναμιν, τάχα
ἂν καταπιεσθέντες καὶ βαρηθέντες, οὐκ
ἐξαρκούσης τῆς διανοίας, ὥσπερ ἐκεῖ τῆς ὕλης
τὸ ἐπεισελθὸν ἑλκῦσαι καὶ οἰκειώσασθαι, ζημιωθεῖεν
ἂν καὶ εἰς τὴν ἀρχαίαν δύναμιν· οἱ δὲ τῆς ἐν τοῖς
τελείοις λαλουμένης σοφίας χρῄζοντες καὶ τροφῆς
τῆς ὑψηλοτέρας καὶ στεῤῥοτέρας, τῷ πρὸς διά-
κρισιν ἀληθοῦς τε καὶ ψευδοῦς ἱκανῶς γεγυ-
μνάσθαι τὰ αἰσθητήρια, εἰ γάλα ποτίζοιντο καὶ τρέ-
φοιντο λαχάνοις, ἀσθενῶν βρώματι, δυσχεραίνοιεν
ἄν· καὶ μάλα εἰκότως, οὐ δυναμούμενοι κατὰ
Χριστὸν, οὐδὲ αὔξοντες τὴν ἐπαινετὴν αὔξησιν, ἣν
ἐργάζεται λόγος τελειῶν εἰς ἄνδρα, καὶ εἰς μέτρον
ἡλικίας ἄγων πνευματικῆς, τὸν καλῶς τρεφόμενον.
Μ#2ʹ. Καὶ πρὸς ταῦτα τίς ἱκανός; Οὐ γάρ ἐσμεν
ὡς οἱ πολλοὶ καπηλεύειν δυνάμενοι τὸν λόγον
τῆς ἀληθείας, καὶ ἀναμιγνύναι τὸν οἶνον ὕδατι· τὸν
εὐφραίνοντα καρδίαν ἀνθρώπου λόγον τῷ πολλῷ καὶ
εὐώνῳ καὶ χαμαὶ συρομένῳ καὶ ἐξιτήλῳ καὶ εἰκῆ
ῥέοντι, ὥστε αὐτοί τι παρακερδαίνειν ἐκ τῆς
καπηλείας, ἄλλο τε ἄλλως ὁμιλοῦντες τοῖς πλησιά-
ζουσι καὶ πᾶσι πρὸς χάριν· ἐγγαστρίμυθοί τι-
νες ὄντες καὶ κενολόγοι, τὰς ἑαυτῶν ἡδονὰς θερα-
πεύοντες λόγοις ἐκ γῆς φωνουμένοις καὶ δυομέ-
456
νοις εἰς γῆν· ὡς ἂν μάλιστα εὐδοκιμοῖμεν παρὰ
τοῖς πολλοῖς, ὅτι μάλιστα ζημιοῦντες αὐτοὺς, ἢ
ἀπολλύντες, καὶ αἷμα ἀθῶον ἁπλουστέρων ψυχῶν
ἐκχέοντες ἐκ τῶν χειρῶν ἡμῶν ἐκζητηθησόμενον.
ΜΖʹ. Ἀλλ' εἰδότες ἑτέροις βέλτιον εἶναι τὰς ἑαυ-
τῶν ἡνίας ἐνδιδόναι τεχνικωτέροις, ἢ ἄλλων ἡνιό-
χους εἶναι ἀνεπιστήμονας, καὶ ἀκοὴν ὑποτιθέναι
μᾶλλον εὐγνώμονα, ἢ γλῶσσαν κινεῖν ἀπαίδευτον·
ταῦτα διαλεχθέντες ἡμῖν αὐτοῖς, καὶ ἴσως οὐ φαύλοις
συμβούλοις, εἰ δὲ μή γε, ἀλλ' οὖν εὔνοις, καὶ
τὰ ῥητέα καὶ τὰ πρακτέα μαθεῖν οὐκ εἰδότες,
μᾶλλον ἢ διδάσκειν ἀγνοοῦντες, ἐδοκιμάσαμεν. Ἀγα-
πητὸν γὰρ ὅτῳ κἂν εἰς βαθὺ γῆρας λόγος ἀφίκοιτο
πολιὸς, καὶ ὠφελῆσαι νέαν ἐν εὐσεβείᾳ ψυχὴν
δυνάμενος. Ὡς τό γε παιδεύειν ἄλλους ἐπιχειρεῖν,
πρὶν αὐτοὺς ἱκανῶς παιδευθῆναι, καὶ ἐν πίθῳ
τὴν κεραμείαν μανθάνειν, τὸ δὴ λεγόμενον, ἐν
ταῖς τῶν ἄλλων ψυχαῖς ἐκμελετᾷν τὴν εὐσέβειαν,
λίαν εἶναί μοι φαίνεται ἀνοήτων ἢ τολμηρῶν·
ἀσυνέτων μὲν, εἰ μηδὲ αἰσθάνοιντο τῆς ἑαυτῶν
ἀμαθείας· θρασέων δὲ, εἰ καὶ συνιέντες, κατα-
τολμῶσι τοῦ πράγματος.
ΜΗʹ. Ἑβραίων μὲν οὖν οἱ σοφώτεροι λέγουσιν,
ὡς ἄρα ἦν τις πάλαι νόμος Ἑβραίοις, ἐν τοῖς
μάλιστα εὖ ἔχων καὶ ἐπαινούμενος, μὴ πᾶσαν ἡλι-
κίαν πάσῃ Γραφῇ ἐνδίδοσθαι· μηδὲ γὰρ εἶναι
τοῦτο λυσιτελέστερον, ὅτι μηδὲ πᾶσαν εὐθέως εἶναι
παντὶ ληπτὴν, καὶ τὰ μέγιστα ἂν τοὺς πολλοὺς κα-
κῶσαι τῷ φαινομένῳ, τὴν βαθυτέραν· ἀλλὰ τὰς μὲν
ἀπ' ἀρχῆς ἀνεῖσθαι πᾶσι καὶ εἶναι κοινὰς, ὧν καὶ
τὸ σωματικὸν οὐκ ἀδόκιμον· τὰς δὲ μὴ ἄλλοις
457
ἢ τοῖς ὑπὲρ εἰκοστὸν καὶ πέμπτον γεγονόσιν ἔτος
πιστεύεσθαι, ὅσαι δι' εὐτελοῦς τοῦ ἐνδύματος τὸ
μυστικὸν κάλλος περικαλύπτουσιν, ἆθλον φιλοπονίας
καὶ λαμπροῦ βίου, μόνοις τοῖς κεκαθαρμένοις
τὸν νοῦν ὑπαστράπτον καὶ φανταζόμενον, ὡς μό-
νης δυναμένης τῆς ἡλικίας ταύτης ὑπὲρ τὸ
σῶμα γενέσθαι, καὶ ἀναβῆναι καλῶς ἐπὶ τὸ πνεῦμα
ἀπὸ τοῦ γράμματος.
ΜΘʹ. Ἡμῖν δὲ οὐδεὶς ὅρος τοῦ παιδεύειν καὶ
τοῦ παιδεύεσθαι, ὥσπερ οἱ λίθοι πάλαι ταῖς
ὑπὲρ τὸν Ἰορδάνην καὶ ταῖς ἐντὸς Ἰορδάνου φυλαῖς·
οὐδὲ τισὶ μὲν ἐκεῖνο, τισὶ δὲ τοῦτο ἐπιτρεπτέον·
οὐδέ τις κανὼν τῶν ἕξεων· ἀλλ' οὕτω τὸ
πρᾶγμα ἔῤῥιπται καὶ συγκέχυται, καὶ οὕτω κακῶς
διακείμεθα, ὥστε οἱ πλείους ἡμῶν, ἵνα μὴ λέγω
πάντες, πρὶν ἀποθέσθαι σχεδὸν τὴν πρώτην
τρίχα καὶ τὸ τὰ παιδικὰ ψελλίζεσθαι, πρὶν παρελ-
θεῖν εἰς τὰς θείας αὐλὰς, πρὶν τῶν ἱερῶν βίβλων
γνῶναι κἂν τὰ ὀνόματα, πρὶν Καινῆς καὶ Πα-
λαιᾶς χαρακτῆρα…
τας…
The complete text is available when the reading interface loads.