The Greek Library Author

Anonymous

Contra Julianum imperatorem 1

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Contra Julianum imperatorem 1 (orat. 4), MPG 35: 532–664.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

35

537

ἀποθέμενοι κακίας ὕλην καὶ δυναστείαν, ἢ τὴν ἁρπα-

γὴν τῶν ὑπαρχόντων μετὰ χαρᾶς προσδεξάμενοι, ἢ

τῆς ἑαυτῶν, ὃ δὴ λέγεται, φυγαδευθέντες ἀδίκως, ἢ

ἀνδρῶν, ἢ γυναικῶν, ἢ γονέων, ἢ τέκνων, ἢ ὅσοις

ἄλλοις ὀνόμασι τῆς μικρᾶς οἰκειότητος κατεχόμεθα,

τούτων πρὸς ὀλίγον διαζευχθέντες, καὶ τῷ Χριστοῦ

540

καρποφορήσαντες αἵματι τὰ ὑπὲρ Χριστοῦ πάθη,

νῦν ἂν ἐκεῖνο λέγοιεν καὶ ᾄδοιεν ἐν καιρῷ, τὸ,

Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν·

διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· καὶ ἐξήγαγες

ἡμᾶς εἰς ἀναψυχήν.

Ηʹ. Καλῶ καὶ τὴν ἑτέραν μοῖραν εἰς τὴν πανήγυ-

ριν, ὅσοι, τὸν μὲν τῶν ὅλων ὁμολογοῦντες Θεὸν, καὶ

μέχρι τούτου τοὺς λογισμοὺς ὑγιαίνοντες τοῖς δὲ

τῆς προνοίας λόγοις οὐκ ἐμβατεύοντες, ἐκ τῶν

ἐναντίων πολλάκις τὰ βελτίω διοικουμένης, καὶ τῇ

χρηστότητι προκαλουμένης τὴν ἐπανόρθωσιν,

ἀλλὰ διὰ πτωχείαν ψυχῆς καὶ κουφότητα, ἐν τῷ ὑπερ-

ηφανεύεσθαι τὸν ἀσεβῆ τοὺς λογισμοὺς, ἐμπυριζό-

μενοί τε καὶ ἀναπτόμενοι, καὶ εἰρήνην ἁμαρτωλῶν

οὐ φέροντες, ὃ δὴ φησὶν ὁ ψαλμὸς, οὐδ' ὑπομένοντες

τοῦ Θεοῦ τὴν βουλὴν, καὶ πρὸς τὸ πέρας μακροθυ-

μοῦντες· δοῦλοι δὲ ὄντες ἀεὶ τῶν παρόντων καὶ τῶν

ὁρωμένων, τοῖς τοιούτοις θαύμασι βεβαιοῦνται πρὸς

τὴν ἀλήθειαν.

Θʹ. Καλῶ καὶ τὰς ἐπτοημένας ψυχὰς περὶ τὴν τοῦ

κόσμου τοῦδε σκηνὴν καὶ τὸ μέγα θέατρον· καὶ καλῶ

γε τοῖς Ἡσαΐου ῥήμασι· Γυναῖκες ἐρχόμεναι

ἀπὸ θέας, δεῦτε, καὶ τὸ τῆς ψυχῆς ὄμμα ἐκ τῆς ἔξω

περιπλανήσεως ἐπιστρέψασαι, σχολάσατε καὶ γνῶτε,

ὅτι αὐτός ἐστιν ὁ Θεὸς, ὑψούμενος ἐν τοῖς ἔθνεσιν,

ὑψούμενος ἐν τῇ γῇ, ἀεί ποτε ἐν πᾶσιν οἷς ἐποίησε

θαυμασίοις καὶ τέρασι, καὶ τοῖς νῦν ἐναργέστερον.

Ιʹ. Εἴθε μοι τοῦ χοροῦ μέρος ἦν κἀκεῖνο τὸ

σύστημα, ὃ, σὺν ἡμῖν τέως τῷ Θεῷ προσᾷδον οὐ

κίβδηλον ᾠδὴν, οὐδὲ ἀδόκιμον, ἀλλὰ καὶ τῆς δεξιᾶς

ποτε στάσεως ἀξιούμενον, πιστεύω δὲ, ὅτι καὶ μετ'

ὀλίγον ἀξιωθησόμενον, οὐκ οἶδ' ὅ τι παθὸν, ἐξαίφνης

μεθαρμόζεταί τε καὶ μετατάττεται· καὶ οὐδὲ ὑπὸ

τῆς κοινῆς εὐφροσύνης, ὃ καὶ θαυμάζω μᾶλλον.

εἰς ταυτὸν ἔρχεται· ἀλλ' ἰδίαν ἵστησιν οὐκ εὔρυθμόν

τινα ταύτην χορείαν, οὐδὲ ἐναρμόνιον· τοσοῦτον γὰρ

ἴσως εἰπεῖν καὶ αὐτοὶ δώσουσιν· ἀλλ' ὁποίαν καὶ

τίνα; εἰ καὶ κινεῖται λέγειν ὁ ζῆλος, ἀλλ' ἡ πίστις

κρατεῖ· καὶ καθέξω τοῦ λόγου τὸ ἀηδὲς αἰδοῖ τῆς

ἐλπίδος. Ἔτι μου περιέπω τὰ μέλη· ἔτι δίδωμι

πλέον τῇ πρὶν ἀγάπῃ τῆς παρούσης ὑπεροψίας· καὶ

διὰ τοῦτο γίνομαι μακροθυμότερος, ἵν' ὀνειδίσω θερ-

μότερον.

541

ΙΑʹ. Μίαν μοῖραν, ἓν ψυχῶν γένος ἀποκηρύττω τῆς

πανηγύρεως, στένων μὲν καὶ ἀλγῶν, καὶ οὐδὲ ἐπαΐον-

τας ἴσως πενθῶν, οὐδ' αἰσθανομένους τῆς ἑαυ-

τῶν ἀπωλείας ἀποδυρόμενος· τοῦτο γὰρ τῆς πληγῆς

αὐτῶν τὸ ἐλεεινότατον· ἀποκηρύττω δ' ὅμως, οἳ,

σπαρέντες οὐκ ἐπὶ τὴν στερεὰν πέτραν καὶ ἄσειστον,

ἀλλ' ἐπὶ τὴν ξηράν τε καὶ ἄγονον· εἰσὶ δὲ οἱ τῷ λόγῳ

προσελθόντες ἐπιπολαίως καὶ ὀλιγόπιστοι, καὶ διὰ τὸ

μὴ ἔχειν βάθος γῆς, εὐθέως ἐξανατείλαντες, καὶ

προκύψαντες, ἵνα τοῖς πλησίον ἀρέσωσιν,

ἔπειτα ὑπὸ βραχείας τοῦ πονηροῦ προσβολῆς καὶ

ὀλίγου πειρασμῶν καύσωνος, ἐξηράνθησαν καὶ

ἀπέθανον. Καὶ τούτων ἔτι χείρους, καὶ μᾶλλον ἀπο-

κηρυκτέοι τῆς πανηγύρεως, ὅσοι μηδὲ πρὸς ὀλίγον

ἀντέβησαν τῷ καιρῷ, καὶ τοῖς τὴν κακὴν αἰχμαλω-

σίαν ἡμᾶς αἰχμαλωτίζουσιν ἀπὸ τοῦ ἀναβάντος εἰς

ὕψος, καὶ καλῶς ἡμᾶς αἰχμαλωτίσαντος· ἀλλ' ἐκ

περιουσίας ἐφάνησαν πονηροί τε καὶ εὔωνοι, οὐδὲ

πρὸς ὀλίγον ἀντισχόντες, οὐδὲ γενομένης τινὸς αὐτοῖς

θλίψεως, ἢ πειρασμοῦ, διὰ τὸν Λόγον σκανδαλι-

σθέντες, ἀλλὰ προσκαίρου κέρδους, ἢ θεραπείας, ἢ

δυναστείας μικρᾶς, οἱ δείλαιοι τὴν ἑαυτῶν σωτηρίαν

ἀπεμπολήσαντες.

Ιβʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τοῦ χοροῦ τὸ

πλήρωμα, φέρε, ὅση δύναμις, ἁγνισάμενοι καὶ σώ-

ματα, καὶ ψυχὰς, καὶ μίαν ἀναλαβόντες φωνὴν, ἑνὶ

συναρμοσθέντες Πνεύματι, τὴν ἐπινίκιον ᾄδωμεν

ἐκείνην ᾠδὴν, ἥν ποτε ᾖσεν ὁ Ἰσραὴλ ἐπὶ τοῖς Αἰ-

γυπτίοις, τῇ Ἐρυθρᾷ καλυφθεῖσι θαλάσσῃ, ἐξαρ-

χούσης Μαρίας, καὶ ἀνακρουομένης τὸ τύμπανον·

Ἄ|σωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται·

ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν, οὐκ εἰς θάλασσαν,

τοῦτο γὰρ μεθαρμόζω τῆς ᾠδῆς, ἀλλ' ὅποι φίλον

ἦν αὐτῷ, καὶ ὅπως αὐτὸς ἐδικαίωσεν· Ὁ ποιῶν

πάντα καὶ μετασκευάζων, εἶπέ που τῆς ἑαυτοῦ προ-

φητείας Ἀμὼς φιλοσοφῶν ἐνθεώτατα· ὁ ἐκτρέπων

εἰς τὸ πρωῒ σκιὰν θανάτου, καὶ ἡμέραν εἰς

νύκτα συσκοτάζων, καὶ οἱονεὶ διὰ κύκλου τινὸς εὐ-

θύνων καὶ διεξάγων τὸν ἅπαντα κόσμον, καὶ τὰ

ἡμέτερα, σαλευόμενά τε ὁμοῦ καὶ μὴ σαλευόμενα,

ταῖς μεταβολαῖς κινούμενα καὶ περιτρεπόμενα, καὶ

ἄλλοτε ἄλλως ἔχοντα· τῇ τάξει δὲ τῆς προνοίας πά-

για καὶ ἀκίνητα, κἂν διὰ τῶν ἐναντίων ὁδεύῃ, τῷ

Λόγῳ μὲν δήλων, ἡμῖν δὲ ἀγνοουμένων· ὁ καθαίρων

δυνάστας ἀπὸ θρόνων, καὶ ἀνυπονόητον κοσμῶν δια-

544

δήματι· παρὰ γὰρ τῆς θείας καὶ τοῦτο λαμβάνω

Γραφῆς· ὁ γόνασιν ἀδυνατοῦσι θάρσος περιτιθεὶς,

καὶ συντρίβων ἁμαρτωλοῦ καὶ πονηροῦ βραχίονας

καὶ ταῦτα παρ' ἄλλης ᾠδῆς, ὅπως ἂν ἕκαστον

ἐπίῃ τῇ μνήμῃ, πολλῶν συμπληρούντων μοι τὴν

ᾠδὴν, καὶ συνερανιζόντων τὸν χαριστήριον·

ὁ διδοὺς ὁρᾶσθαι τοῦ ἀσεβοῦς καὶ τὴν ὑπὲρ τὰς κέ-

δρους ἔπαρσιν, καὶ τὴν εἰς τὸ μηκέτι εἶναι καθαίρε-

σιν· ὅταν αὐτοῦ παρελθεῖν δυνηθῶμεν τάχει καὶ ἀσ-

φαλείᾳ ποδὸς τὴν ἀσέβειαν.

ΙΓʹ. Τίς ταῦτα πρὸς ἀξίαν ἄσεται, καὶ διηγήσεται

τῶν τὰ θεῖα διηγουμένων; Τίς λαλήσει τὰς δυ-

ναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας

τὰς αἰνέσεις αὐτοῦ; τίνα φωνὴν, ἢ τίνα λόγου δύ-

ναμιν ἐξισώσει τῷ θαύματι; Τίς συνέτριψεν ὅπλον,

καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίς συνέθλασε τὰς κε-

φαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος; Τίς ἔδωκεν

αὐτὸν βρῶμα λαοῖς, οἷς καὶ παρέδωκε; Τίς ἔστησεν

εἰς αὔραν καταιγίδα; Τίς εἶπε τῇ θαλάσσῃ, Σιώπα,

πεφίμωσο; καὶ, Ἐν σοὶ συντριβήσεταί σου τὰ κύ-

ματα· καὶ μέντοι καὶ συντρίψας, οὐκ ἐπὶ πολὺ με-

τεωρισθέντα καὶ ἀναζέσαντα; Τίς ἐπάνω ὄφεων καὶ

σκορπίων πατεῖν ἐδωρήσατο, οὐκ ἔτι λάθρα τὴν πτέρ-

ναν τηρούντων, ὡς ἡ κατάκρισις, ἀλλὰ φανερῶς

ἐπανισταμένων καὶ διαιρόντων τὴν κεφαλὴν, ἣν πα-

τεῖσθαι κατεδικάσθησαν; Τίς ὁ ποιήσας κρῖμα καὶ

δικαιοσύνην ἀδόκητον; Τίς ὁ μὴ παντελῶς ἐπαφεὶς

τὴν ῥάβδον τῶν ἁμαρτωλῶν, ἆρα θαῤῥῆσαι χρὴ τῷ

κλήρῳ τῶν δικαίων εἰπεῖν; ἢ, ὃ τούτου μετριώτε-

ρον, τῷ κλήρῳ αὐτὸν γινωσκόντων;

ΙΔʹ. Οὐ γὰρ ὡς δίκαιοι παρεδόθημεν, τοῦτο γὰρ,

ὀλίγοι καὶ ὀλιγάκις· ἵν', ὡς ἀθληταὶ γενναῖοι,

τὸν πειραστὴν καταισχύνωσιν· ἀλλ' ὡς ἁμαρ-

τάνοντες κατεκρίθημεν, εἶτα ἠλεήθημεν κηδεμονι-

κῶς τε καὶ πατρικῶς, ὅσον σωφρονισθῆναι,

πληγέντες, καὶ ὅσον πρὸς αὐτὸν ἐπιστρέψαι νουθετη-

θέντες. Ἤλεγξε μὲν γὰρ, οὐ τῷ θυμῷ δέ· καὶ πε-

παίδευκε μὲν, οὐ τῇ ὀργῇ δέ· δι' ἀμφοτέρων δεικνὺς

τὸ φιλάνθρωπον καὶ τῆς ὑπομνήσεως, καὶ τῆς ἀν-

έσεως. Τίς ὁ ποιήσας ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλε-

γμοὺς ἐν τοῖς λαοῖς, Κύριος κραταιὸς καὶ δυνατὸς,

Κύριος δυνατὸς ἐν πολέμῳ.

545

ΙΕʹ. Μίαν εὑρίσκω φωνὴν, ἓν μέλος, τῶν παρόν-

των πως ἄξιον, ἣν Ἡσαΐας πρὸ ἡμῶν ἀνεφθέγξατο,

σφόδρα τῷ νῦν καιρῷ πρέπουσαν, καὶ τῷ μεγέθει

τῆς εὐεργεσίας ἁμιλλωμένην· Εὐφραινέσθω

ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιο-

σύνην· ῥηξάτω τὰ ὄρη εὐφροσύνην, καὶ οἱ βουνοὶ

ἀγαλλίασιν· ἐπεὶ καὶ κτίσις πᾶσα, καὶ δυνάμεις οὐ-

ράνιοι, καὶ τῶν τοιούτων, ὥς γε δὴ ὁ ἐμὸς λόγος,

συνεπαισθάνονται· οὐ γὰρ συστενάζει μόνον καὶ συν-

ωδίνει δουλεύουσα τῇ φθορᾷ, τοῖς κάτω λέγω γινο-

μένοις τε καὶ ἀπογινομένοις, ἀποκαραδοκοῦσα τὸ

τέλος τούτων καὶ τὴν ἀποκάλυψιν, ἵνα καὶ αὐτὴ

τότε τύχῃ τῆς ἐλπιζομένης ἐλευθερίας, ὡς νῦν ἄκουσα

τούτοις προσδεδεμένη διὰ τὴν τοῦ δημιουργήσαντος

δύναμιν, ἀλλὰ καὶ συνδοξάζει καὶ συναγάλλεται τοῖς

τοῦ Θεοῦ τέκνοις εὐφραινομένοις.

Ι#2ʹ. Τοιγαροῦν, οὐ γὰρ ἀφέξομαι θείων φωνῶν θείαν

ἐξηγούμενος δύναμιν, ἀγαλλιάσθω ἔρημος, καὶ ἀν-

θείτω ὡς κρίνον, ἡ χήρα χθὲς καὶ πρώην, ὥς γε

ἐδόκει, καὶ ἄνανδρος Ἐκκλησία, καὶ πᾶς ὁ τῷ φθο-

νερῷ καὶ ἀτερπεῖ χειμῶνι τῆς ἀσεβείας τέως συν-

εσταλμένος· ὅτι ἠλέησε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ

τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλέλοιπεν· ὅτι

ἐποίησε θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀλη-

θινήν· ἡ δὲ ἦν, εὐδοκεῖν ἐπὶ τοὺς φοβουμένους αὐ-

τὸν, καὶ τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ· ὅτι συν-

έτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συν-

έθλασεν· ὅτι διὰ τὰς ἀνομίας ἡμῶν ἐταπεινώθημεν,

ἀλλ' ἀνεκλήθημεν, καὶ, τῆς παγίδος συντριβεί-

σης, ἐῤῥύσθημεν ἐν χάριτι τοῦ καλέσαντος ἡμᾶς, καὶ

τοὺς ταπεινοὺς τῇ καρδίᾳ παρακαλοῦντος Θεοῦ.

ΙΖʹ. Ὁρᾶτε ὅπως πλέκω τὴν ᾠδὴν θείοις καὶ ῥήμασι

καὶ διανοήμασι; καὶ οὐκ οἶδ' ὅπως ἀλλοτρίοις ἐπαί-

ρομαί τε καὶ καλλωπίζομαι, καὶ ὥσπερ ἔνθους ὑφ'

ἡδονῆς γίνομαι· ἀτιμάζω δὲ ἅπαν ταπεινὸν καὶ ἀν-

θρώπινον, ἄλλα ἄλλοις συμβιβάζων καὶ συναρμόζων,

καὶ εἰς ἓν ἄγων τὰ τοῦ αὐτοῦ Πνεύματος;

ΙΕʹ. Πρότερον μὲν οὖν ἐδείκνυ τοῦ Θεοῦ τὰ θαυμά-

σια Ἐνὼχ μετατιθέμενος, Ἡλίας ἀναλαμβανόμενος,

Νῶε διασωζόμενος, καὶ διασώζων τὰ σπέρματα τῶν

γενῶν, ἐν μικρῷ ξύλῳ τὸν κόσμον, φυγόντων

οἰκουμένης ἐπίκλυσιν, ἵν' ἡ γῆ κοσμηθῇ πάλιν εὐσε-

βεστέροις οἰκήτορσιν· Ἀβραὰμ καλούμενος, καὶ παιδὶ

παρ' ἡλικίαν τιμώμενος, εἰς πίστιν ἑτέρου τοῦ ἐπηγ-

γελμένου σπέρματος, καὶ τὸν μονογενῆ προσφέρων

θυσίαν πρόθυμον, καὶ ἱερεῖον ξένον ἀντὶ τοῦ

παιδὸς κομιζόμενος· παράδοξος ἀσεβῶν ἀπώλεια,

548

πυρὶ καὶ θείῳ κατακλυσθέντων, εὐσεβῶν

κλοπὴ παραδοξοτέρα, στήλη ἁλὸς τὴν πρὸς τὸ

κακὸν ἐπιστροφὴν θριαμβεύουσα· Ἰωσήφ τε πι-

πρασκόμενος, καὶ ἐρώμενος, καὶ σωφρονῶν, καὶ παρὰ

Θεοῦ σοφιζόμενος, καὶ ἐλευθερούμενος, καὶ δυνα-

στεύων, καὶ σιτοδοτῶν ἐπ' οἰκονομίᾳ μείζονι·

Μωϋσῆς θεοφανείας ἀξιούμενος, καὶ νομοθετούμενος

καὶ νομοθετῶν, καὶ Θεὸς Φαραὼ γινόμενος, καὶ πρὸς

τὴν γῆν τῆς ἐπαγγελίας τῷ Ἰσραὴλ ἐξηγούμενος·

Αἰγυπτίων τε ἀριθμούμεναι μάστιγες, καὶ σω-

τηρία τῶν πονουμένων ἐν μέσοις τοῖς Αἰγυπτίοις·

θάλασσά τε ὑποχωροῦσα ῥάβδῳ, καὶ συνιοῦσα

λόγῳ, καὶ τοὺς μὲν ὡς ξηρὰ παραπέμπουσα, τοὺς

δὲ κατὰ τὴν φύσιν ἑαυτῆς ἐπιῤῥέουσα.

Ιθʹ. Τἄλλα τε, ὅσα τούτοις ἐπηκολούθησε, στύ-

λος νεφέλης ἐπισκιάζων ἡμέρας, στύλος πυρὸς φωτί-

ζων νυκτὸς, καὶ ὁδηγοῦντες ἀμφότεροι· ἄρτος ὑόμε-

νος ἐν ἐρήμῳ, ὄψον ἐξ οὐρανοῦ πεμπόμενον· ὁ μὲν

τῇ χρείᾳ σύμμετρος, τὸ δὲ καὶ ὑπὲρ τὴν χρείαν·

ὕδωρ ἐκ πέτρας, τὸ μὲν ἐκδιδόμενον, τὸ δὲ γλυκαινό-

μενον· Ἀμαλὴκ εὐχῇ καταπολεμούμενος, καὶ χειρῶν

ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι· ἥλιός τε

ἱστάμενος, καὶ σελήνη κατεχομένη, καὶ Ἰορδάνης

ἀνακοπτόμενος· τείχη κατασειόμενα ἱερέων περιόδῳ,

καὶ σαλπίγγων ἤχῳ, καὶ ἀριθμῷ δύναμιν ἔχοντι·

γῆ καὶ πόκος, ἐναλλὰξ ὑόμενά τε καὶ ἄβροχα διαμέ-

νοντα· δύναμις ἐν θριξὶ, στρατιᾶς ὅλης ἀντίῤῥοπος·

λογάδες ὀλίγοι λάπτοντες, καὶ νικᾷν πιστευόμενοι,

καὶ νικῶντες, κατὰ τὰς ἐλπίδας, ὁ βραχὺς ἀριθμὸς

τὰς πλείονας χιλιάδας. Τί με δεῖ καταριθμεῖν ἕκαστα,

ὅσα δι' αὐτοῦ Χριστοῦ κατὰ τὴν σωτήριον αὐτοῦ

παρουσίαν καὶ σάρκωσιν, ὅσα μετ' ἐκεῖνόν τε καὶ

δι' ἐκείνου τοῖς ἱεροῖς ἀποστόλοις αὐτοῦ, καὶ ὑπηρέ-

ταις τοῦ λόγου τεθαυματούργηται; Πόσαι ταῦτα καὶ

βίβλοι καὶ μνῆμαι φέρουσι;

549

ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, καὶ διαδοχαὶ γενεῶν,

τῆς τοῦ Θεοῦ δυναστείας τὰ θαύματα. Ἐπεὶ δὲ οὐχ

οἷόν τε ταῦτα δηλῶσαι, μὴ τὸ τοῦ κινδύνου παρα-

στήσαντας μέγεθος· τοῦτο δὲ οὐχ οἷόν τε, μὴ τὸ τοῦ

τρόπου κακόηθες διελέγξαντας, καὶ ἐξ οἵων ἀρχῶν

καὶ τῆς κακίας σπερμάτων ἐπὶ τὴν κακοδαιμονίαν

τοσαύτην ἐξέπεσε, κατὰ μικρὸν τὴν ἀσέβειαν συν-

αυξήσας, ὥσπερ τὸν ἰὸν τῶν ἑρπετῶν καὶ τῶν θη-

ρίων ὅσα πικρότατα, πάντα μὲν οὖν ἐκτραγῳδεῖν

τὰ ἐκείνου βίβλοις καὶ ἱστορίαις παρήσομεν· οὐ γὰρ

ἡμῖν γε σχολὴ μακρότερα τῆς παρούσης ὑποθέσεως

ῥαψῳδεῖν· αὐτοὶ δὲ ὀλίγα ἐκ πολλῶν διελθόντες, στη-

λογραφίαν ὥσπερ τινὰ τοῖς μεθ' ἡμᾶς καταλείψομεν

ἐπὶ τὰ κυριώτατα καὶ περιφανέστατα τῶν κατ'

ἐκεῖνον τῷ λόγῳ χωρήσαντες.

ΚΑʹ. Ἐκεῖνος ἓν μὲν καὶ πρῶτον, ὑπὸ τοῦ

μεγάλου Κωνσταντίου σωθεὶς, ἄρτι παρὰ τοῦ πατρὸς

διαδεξαμένου τὸ κράτος (ἡνίκα τὸ στρατιωτικὸν ἐξ-

ωπλίσθη κατὰ τῶν ἐν τέλει, καινοτομοῦν φόβῳ καινο-

τομίας, καὶ διὰ νέων προστατῶν καθίστατο τὰ βα-

σίλεια)· καὶ σωθείς γε σὺν τῷ ἀδελφῷ σωτηρίαν

ἄπιστον καὶ παράδοξον, οὔτε τῷ Θεῷ χάριν ἔσχε τῆς

σωτηρίας, οὔτε τῷ βασιλεῖ, δι' οὗ σέσωστο· ἀλλ' ἀμ-

φοτέροις ὤφθη κακὸς, τῷ μὲν ἀποστασίαν ὠδίνων,

τῷ δὲ ἐπανάστασιν.

ΚΒʹ. Ὃ δέ μοι πρὸ τούτων εἰπεῖν ἀναγκαῖον,

διαίτης μὲν καὶ θεραπείας ἔν τινι τῶν βασιλικῶν

χωρίων ἠξιοῦντο βασιλικῆς παρὰ τοῦ φιλανθρωποτά-

του βασιλέως, ὡς τοῦ γένους λείψανα τῇ βασιλείᾳ

τηρούμενοι· ὁμοῦ μὲν ἀπολογίαν ἐπινοοῦντος τῶν

νεωτερισθέντων ἐν ἀρχῇ τῆς βασιλείας, ὡς οὐ κατ'

ἐκείνου γνώμην τετολμημένων· ὁμοῦ δὲ καὶ τὸ με-

γαλόψυχον ἐπιδείξασθαι ζητοῦντος τῇ κοινωνίᾳ τῆς

βασιλείας· καὶ τρίτον, τὴν ἀρχὴν καταστήσασθαι

ταῖς προσθήκαις βεβαιοτέραν, ὅπερ ἦν διανοου-

μένου χρηστότερα ἢ σοφώτερα.

ΚΓʹ. Ἐπεὶ δὲ ἦγον ἀπὸ πάντων σχολὴν, τῆς

552

μὲν βασιλείας μελλούσης ἔτι καὶ μελετωμένης, τῆς

δὲ ἡλικίας ἅμα καὶ τῆς ἐλπίδος ταῖς δευτέραις τῶν

ἀρχῶν οὐ προσαγούσης, ἐχρῶντο μὲν καὶ τῶν

ἄλλων παιδευταῖς μαθημάτων, πᾶσαν τὴν ἐγκύ-

κλιον παίδευσιν ἐκπαιδεύοντος αὐτοὺς τοῦ

θείου καὶ βασιλέως· ἐχρῶντο δὲ καὶ τῇ καθ'

ἡμᾶς φιλοσοφίᾳ πλέον, οὐ τῇ περὶ λόγους μόνον,

ἀλλ' ὅση καὶ διὰ τῶν ἠθῶν ἔχει τὸ εὐσεβές· ἀνδρῶν

τε τοῖς σπουδαιοτάτοις προσομιλοῦντες, καὶ πρά-

ξεων ταῖς χαριεστάταις, καὶ πολλὴν ἐχούσαις

τῆς ἀρετῆς τὴν ἐπίδειξιν· τῷ μέν γε κλήρῳ φέροντες

ἑαυτοὺς ἐγκατέλεξαν, ὥστε καὶ τὰς θείας ὑπαναγινώ-

σκειν τῷ λαῷ βίβλους, οὐδενὸς ἔλαττον εἰς δόξαν αὐ-

τοῖς τοῦτο εἶναι νομίζοντες, ἀλλὰ καὶ πάντων μεῖζον

καλλώπισμα τὴν εὐσέβειαν.

ΚΔʹ. Μαρτύρων τε μνήμασι πολυτελεστάτοις,

καὶ ἀναθημάτων φιλοτιμίαις, καὶ πᾶσιν οἷς ὁ θεῖος

φόβος χαρακτηρίζεται, τὸ φιλόσοφον καὶ φιλόχριστον

κατεμήνυον· ὁ μὲν, καὶ κατ' ἀλήθειαν εὐσεβῶν· καὶ

γὰρ ἦν, εἰ καὶ τὴν φύσιν θερμότερος, ἀλλ' οὖν γνή-

σιος εἰς εὐσέβειαν· ὁ δὲ, τὸν καιρὸν ἐξωνούμενος, καὶ

κρύπτων ἐν ἐπιεικείας πλάσματι τὸ κακόηθες.

Τεκμήριον δέ· καὶ γὰρ οὐκ ἂν δυναίμην παραδρα-

μεῖν τὸ συμβὰν θαῦμα, σφόδρα τε ὂν μνήμης

ἄξιον, καὶ πολλοὺς παιδεῦσαι τῶν ἀσεβῶν δυνάμε-

νον.

ΚΕʹ. Ἔκαμνον μὲν τοῖς μάρτυσιν, ὅπερ εἶπον,

ἀμφότεροι, καὶ ἀντεφιλοτιμοῦντο λαμπρῶς ἀλλήλοις,

καὶ χειρὶ πολλῇ καὶ δαπάνῃ τὸν οἶκον ἐγείρον-

τες· ἐπεὶ δὲ οὐκ ἐκ τῆς αὐτῆς προαιρέσεως, οὐδὲ

εἰς ὅμοιον πέρας προέβαινεν ἀμφοτέροις ὁ πόνος·

τοῦ μὲν γὰρ τὸ ἔργον ἠνύετο, καὶ κατὰ λόγον ἐχώ-

ρει, τοῦ πρεσβυτέρου λέγω τῶν ἀδελφῶν, οἷα τοῦ

Θεοῦ τὴν ἐπίδοσιν ἑτοίμως προσιεμένου, κατὰ τὴν

Ἄβελ θυσίαν, ὀρθῶς καὶ προσενεχθεῖσαν καὶ διαιρε-

θεῖσαν· καὶ ἦν ὥσπερ πρωτοτόκου τις καθιέρω-

σις ἡ ἐπίδοσις· τοῦ δὲ, φεῦ τῆς ἐντεῦθεν ἤδη τῶν

ἀσεβῶν ἀτιμίας τὰ ἐκεῖθεν μαρτυρομένης,

553

καὶ μικροῖς μηνύμασι τὰ μεγάλα προκηρυττούσης,

ὥσπερ τὴν Κάϊν θυσίαν ὁ τῶν μαρτύρων Θεὸς ἀπ-

επέμπετο.

Κ#2ʹ. Καὶ ὁ μὲν ἐπόνει, ἡ δὲ γῆ τὸ πονηθὲν

ἀπεσείετο. Καὶ ὁ μὲν ἐφιλονείκει μᾶλλον, ἡ δὲ ἀπ-

ηξίου δέχεσθαι θεμελίους τοῦ σαθροῦ πρὸς εὐσέ-

βειαν, οἷα βοῶσα τὸν ἐσόμενον ἐξ ἐκείνου σεισμὸν,

καὶ τιμῶσα τοὺς μάρτυρας τῇ περὶ τὸν ἀσεβέστατον

ἀτιμίᾳ. Τοῦτο τὸ ἔργον προφητεία τις ἦν τῆς ὕστε-

ρον τοῦ ἀνδρὸς αὐθαδείας καὶ ἀπονοίας, καὶ τῆς

εἰς μάρτυρας ἀτιμίας, καὶ περὶ τοὺς ἁγίους οἴκους

παρανομίας· τοὺς μὲν ἄλλους λανθάνουσα, τὸν δὲ

διώκτην πόῤῥωθεν προδιώκουσα, καὶ τὰ τῆς ἀσεβείας

ἐπίχειρα προσημαίνουσα.

ΚΖʹ. Ὢ ψυχῆς σοφῆς εἰς τὸ κακοποιῆσαι, τὴν δὲ

ἰδίαν οὐ φευγούσης βάσανον! Ὢ Θεοῦ τὸ μέλλον κη-

ρύττοντος, ἵνα ἢ ἀνακόψῃ τὴν ἀσέβειαν, ἢ δείξῃ

τὴν πρόγνωσιν! Ὢ παραδόξου μὲν, ἀληθοῦς δὲ

πλέον ἢ παραδόξου θαύματος! Ὢ τῆς τῶν μαρτύρων

φιλαδελφίας! Οὐκ ἐδέξαντο τιμὴν τοῦ πολλοὺς

μάρτυρας ἀτιμάσοντος· οὐ προσήκαντο δῶρον

τοῦ πολλοὺς ἀθλητὰς ἀποδείξοντος, μᾶλλον δὲ φθονή-

σοντος καὶ αὐτῆς τῆς ἀθλήσεως· ἢ, τό γε

ἀληθέστερον εἰπεῖν, οὐκ ἤνεγκαν μόνοι μαρτύρων

ὑβρίζεσθαι, τῶν ἄλλων ὁσίαις χερσὶ τεθησομέ-

νων τε καὶ θεραπευθησομένων, οὐδὲ δοῦναι τῷ σο-

φιστῇ τῆς κακίας ταῖς ὕβρεσιν ἐγκαυχήσασθαι· ἵνα

μὴ παρὰ τῆς αὐτῆς χειρὸς τὰ μὲν ἀνιστῆται μαρτύ-

ρων μνήματα, τὰ δὲ καταλύηται· καὶ οἱ μὲν τιμῶν-

ται μάρτυρες, οἱ δὲ ἀτιμάζωνται, μικρὸν φθα-

νούσης τῆς ἐν σχήματι τιμῆς τὴν ἀληθινὴν ἀτιμίαν·

μηδὲ πρὸς τῷ μεγέθει τῆς ὕβρεως καὶ σοφὸς εἶναι

νομίσῃ παρ' ἑαυτῷ, λανθάνων, ὥσπερ ἀνθρώπους,

οὕτω καὶ Θεὸν τὸν πάντων ὀξύτατον καὶ σοφώτατον,

καὶ δρασσόμενον τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐ-

τῶν, διὰ τοῦ φαινομένου προβλήματος· ἀλλὰ γινώσκῃ

νοούμενος, καὶ μὴ ὑπεραίρηται καταλαμβανόμε-

νος.

556

ΚΗʹ. Εἰ γὰρ καὶ τὴν ἀσέβειαν οὐκ ἐπέσχεν ὁ τῶν

μαρτύρων Θεὸς, οὐδὲ τὴν μελετωμένην καὶ κρυπτο-

μένην κακίαν ὥσπερ ῥεῦμα πονηρὸν εὐθὺς ἀν-

εξήρανεν, ἢ ἀνέκοψεν, οἷς αὐτὸς ἠπίστατο λόγοις,

κατὰ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν τε καὶ κυβέρνησιν,

καθ' ἣν καὶ τὰς Ἀμοῤῥαίων ἀνομίας ἀναπληρωθῆναι

ᾠκονόμει· ἀλλ' ἔδει τήν τε κακοήθειαν μισηθῆ-

ναι, καὶ τὴν τιμὴν ἀπωσθῆναι τῶν πολλῶν ἕνε-

κεν, καὶ δειχθῆναι τοῦ Θεοῦ τὴν περὶ πάντα τὰ

προσφερόμενα ἰσότητά τε καὶ καθαρότητα.

ΚΘʹ. Ὁ γὰρ εἰπὼν ἀσεβοῦντι τῷ Ἰσραήλ· Ἐὰν

προσφέρητε σεμίδαλιν, μάταιον· θυμίαμα

βδέλυγμά μοί ἐστι· τάς τε Νουμηνίας αὐτῶν καὶ

τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐ προσιέμενος·

μηδὲ γὰρ δεῖσθαι, πλήρης ὢν, μηδενὸς τῶν ἀνθρω-

πίνων τε καὶ μικρῶν, ἵνα χαίρῃ καὶ τοῖς ἀναξίως

προσφερομένοις· τήν τε τοῦ ἀνόμου θυσίαν, κἂν ᾖ

μόσχος, ὡς κυνὸς βδελυττόμενος, καὶ ὡς

βλασφημίαν τὸν λίβανον, καὶ ἄλλαγμα πόρνης ἐξ-

ορίζων τοῦ ἱεροῦ καὶ ἀποσειόμενος, μόνην δὲ θυσίαν

τιμῶν, ἣν καθαραὶ τῷ καθαρωτάτῳ προσφέρουσι

χεῖρες, καὶ νοῦς ὑψηλός τε καὶ ἡγνισμένος· τί θαυ-

μαστὸν, εἰ μηδὲ τὴν ἐκείνου τιμὴν προσεδέξατο πο-

νηρῶς τε καὶ μετὰ πονηρᾶς τῆς διανοίας προσαγο-

μένην, ὁ μὴ καθορῶν ὡς ἄνθρωπος, μηδὲ εἰς τὸ

φαινόμενον βλέπων, ἀλλ' εἰς τὸν κρυπτὸν ἄνθρωπον,

καὶ εἰς τὸ ἔνδον τῆς κακίας ἢ τῆς ἀρετῆς ἐργαστή-

ριον; Τοῦτο μὲν δὴ τοιοῦτο· καὶ εἴ τις ἀπιστεῖ, τοὺς

τεθεαμένους αὐτοὺς ἐπιμαρτυρόμεθα· πολλοὶ δέ εἰσιν,

οἳ καὶ ἡμῖν καὶ τοῖς ἔπειτα τὸ θαῦμα τοῦτο παρ-

έπεμψάν τε καὶ παραπέμψουσιν.

Λʹ. Ἐπεὶ δὲ εἰς ἄνδρας προϊόντες ἤδη τῶν ἐν φι-

λοσοφίᾳ δογμάτων ἥψαντο (ὡς μήποτε ὤφελον!) καὶ

τὴν ἐκ τοῦ λόγου προσελάμβανον δύναμιν, ἢ τοῖς μὲν

ἐπιεικέσιν ἀρετῆς ὅπλον, τοῖς δὲ μοχθηροτέροις κέν-

τρον κακίας γίνεται, οὐκέτι κατέχειν ὅλην τὴν νόσον

οἷός τε ἦν, οὐδὲ παντελῶς τὸν τῆς ἀσεβείας δόλον ἐν

ἑαυτῷ μόνῳ φιλοσοφεῖν· ἀλλ' ὥσπερ πῦρ ἐμφωλεῦον

ὕλῃ, κἂν μήπω πρὸς φλόγα λαμπρὰν ἀρθῇ, σπινθῆ-

ρές τινες ἐξάπτοντες ἢ καπνὸς ἐκ βάθους ὑπο-

σημαίνουσιν· εἰ βούλει δὲ, τῶν πηγῶν αἳ σήραγγάς

τινας ὑποτρέχουσαι μετὰ πνεύματος, εἶτ' εὐρυχω-

ρίαν οὐκ ἔχουσαι, οὐδὲ διέξοδον ἐλευθέραν, πολλαχοῦ

τῆς γῆς ἀναφυσῶσι καὶ ὑπηχοῦσι κάτωθεν, ὑπὸ μὲν

τῆς τοῦ πνεύματος ἀνωθούμεναι, ὑπὸ δὲ τῆς

ἄνωθεν βίας κατεχόμεναί τε καὶ ἀνακοπτόμεναι·

οὕτω καὶ αὐτὸς τὸ μὲν πολὺ τῆς ἀσεβείας κατ-

557

έκρυπτεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς τοῦ κρατοῦντος

παιδαγωγίας· οὔπω γὰρ τὸ φανερῶς ἀσεβεῖν ἦν

ἀσφαλές· ἔστι δὲ ὅποι καὶ παρεγύμνου τὸ τῆς

γνώμης ἀπόῤῥητον τοῖς ὀξυτέροις τὴν ἀσέβειαν ἢ

τὴν σύνεσιν· ἔν τε τοῖς πρὸς τὸν ἀδελφὸν λόγοις

πλέον ἢ καλῶς εἶχεν, ὑπὲρ Ἑλλήνων διατεινόμενος

(προφάσει δῆθεν ὡς τὸν ἥττω γυμνάζων λόγον, τὸ δὲ

ἦν ὄντως γυμνασία κατὰ τῆς ἀληθείας), καὶ πᾶσι

χαίρων οἷς ἀσεβὴς τρόπος χαρακτηρίζεται.

ΛΑʹ. Ἐπεὶ δὲ τὸν μὲν ἀδελφὸν ἡ φιλανθρωπία τοῦ

αὐτοκράτορος ἀποδείκνυσι βασιλέα, καὶ μέρος

οὐκ ὀλίγον ἐγχειρίζεται τῆς οἰκουμένης, τῷ δὲ

ὑπῆρχε κατὰ πολλὴν ἐξουσίαν καὶ ἄδειαν, καὶ λόγων

καὶ διδασκάλων τοῖς ὀλεθριωτάτοις προσομιλεῖν

(Ἀσία δὲ ἦν αὐτῷ τὸ τῆς ἀσεβείας διδασκαλεῖον,

ὅση τε περὶ ἀστρονομίαν καὶ τὰς γενέσεις, καὶ φαν-

τασίαν προγνώσεως τερατεύεται, καὶ τὴν ἑπομένην

τούτοις γοητικήν)· ἓν ἔτι τὸ λεῖπον ἦν, προστε-

θῆναι τῇ ἀσεβείᾳ καὶ δύναμιν. Οὐ πολὺ τὸ ἐν μέσῳ,

καὶ ταύτην δίδωσιν αὐτῷ καθ' ἡμῶν ἡ πληθυνθεῖσα

τῶν πολλῶν ἀνομία, καὶ ἡ ἐπ' ἄκρον, ὡς

ἂν εἴποι τις, Χριστιανῶν εὐεξία, τὴν ἐναντίαν ζη-

τοῦσα μεταβολὴν, καὶ ἡ ἐξουσία καὶ ἡ τιμὴ,

καὶ ὁ κόρος δι' ὃν ὑβρίσαμεν.

ΛΒʹ. Τῷ ὄντι γὰρ κινδυνεύει χαλεπώτερον εἶναι

τὸ κατασχεῖν τὰ ἀγαθὰ τοῦ μὴ παρόντα κτήσασθαι·

καὶ ῥᾷον ἀπελθοῦσαν εὐημερίαν ἀνακαλέσασθαι δι'

560

ἐπιμελείας, ἢ τὴν ὑπάρχουσαν διασώσασθαι· καὶ

πρὸ μὲν συντριβῆς ἡγεῖται ὕβρις, αἱ Παροιμία

καλῶς φασι, πρὸ δὲ δόξης ταπείνωσις· ἢ, ἵνα σα-

φέστερον εἴπω, ὕβρει μὲν ἕπεται συντριβὴ, ταπεινώ-

σει δὲ εὐδοξία· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσ-

σεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καὶ ἀντεισάγει

τὰ ἐναντία τοῖς ἐναντίοις ὁ πάντα δικαίως ἐπιμε-

τρῶν. Ταῦτα εἰδὼς καὶ ὁ θεῖος Δαβὶδ, ἕν τι τῶν

ἀγαθῶν καὶ τὸ συνεστάλθαι τίθεται· καὶ χάριν ὁμο-

λογεῖ τῷ συστείλαντι, ὡς τοῦ τὰ δικαιώματα μαθεῖν

ἐντεῦθεν προσγινομένου· καὶ, Πρὸ τοῦ με ταπεινω-

θῆναι, φησὶν, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ

λόγιόν σου ἐφύλαξα· μέσην πλημμελείας τε

καὶ διορθώσεως τιθεὶς τὴν ταπείνωσιν, ὡς ἐκ μὲν

ταύτης γεννωμένην, τὴν δὲ γεννήσασαν· ἁμαρ-

τία μὲν γὰρ ταπεινώσεως μήτηρ, ἐπιστροφῆς δὲ τα-

πείνωσις. Ἡμεῖς γοῦν, ὑψωθέντες, ὅτε ἦμεν ἐπιει-

κεῖς τε καὶ μέτριοι, καὶ κατὰ μικρὸν αὐξηθέντες,

ὡς εἰς τόδε τὸ σχῆμα καὶ πλῆθος σὺν χειραγω-

γίᾳ Θεοῦ προελθεῖν, ἡνίκα ἐλιπάνθημεν, ἐσκιρτήσα-

μεν· καὶ ἡνίκα ἐπλατύνθημεν, ἐστενοχωρήθημεν· καὶ

ἣν ἐν τοῖς διωγμοῖς καὶ ταῖς θλίψεσι συνελεξάμεθα

δόξαν καὶ δύναμιν, ταύτην εὖ πράττοντες κατελύσα-

μεν· δηλώσει δὲ τὰ ἑξῆς τοῦ λόγου.

ΛΓʹ. Ὅρον μὲν ἡ βασιλεία τῷ Καίσαρι καὶ ὁ βίος

λαμβάνει· τὰ γὰρ ἐν μέσῳ σιωπήσομαι φειδοῖ

καὶ τοῦ πεποιηκότος καὶ τοῦ πεπονθότος· ὧν ἀμφο-

τέρων αἰδούμενος τὴν εὐσέβειαν, οὐκ ἐπαινῶ τὴν

θρασύτητα. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτεῖν, ὄν-

τας ἀνθρώπους, τοῦτό ἐστιν ὃ τάχα ἄν τις ἀμφοτέ-

ρων οὐκ ἐπαινέσειεν· εἰ μὴ κἀνταῦθα δι' ὧν τοῦ

ἑτέρου κατηγορήσομεν, τὸν ἕτερον αἰτίας ἀφήσο-

μεν. Ὁ δὲ εὐθὺς μὲν κληρονόμος τῆς τοῦ ἀδελ-

φοῦ βασιλείας, ἀλλ' οὐκ εὐσεβείας· μικρὸν δὲ ὕστερον

καὶ τοῦ βασιλεύσαντος αὐτὸν γίνεται, τὸ μὲν ἑκόν-

τος, τὸ δὲ βιασθέντος τῷ κοινῷ τέλει, καὶ ἡτ-

τηθέντος ἧτταν παντὶ τῷ κόσμῳ κακὴν καὶ ὀλέ-

θριον.

ΛΔʹ. Τί τοῦτο, ὦ θειότατε βασιλέων καὶ φιλο-

χριστότατε (προάγομαι γὰρ ὡς παρόντι καὶ

ἀκούοντι μέμψασθαι, καὶ εἰ πολὺ κρείττονα γινώσκω

τῆς ἡμετέρας μέμψεως, μετὰ Θεοῦ τεταγμένον,

561

καὶ τῆς ἐκεῖ δόξης κληρονομήσαντα, καὶ τοσοῦτον

μεταχωρήσαντα, ὅσον μεταθέσθαι τὴν βασιλείαν)·

τίνα ταύτην ἐβουλεύσω βουλὴν, πάντων συνέσει καὶ

ἀγχινοίᾳ κατὰ πολὺ διαφέρων, οὐ τῶν ἐπὶ σοῦ

βασιλέων μόνον, ἀλλὰ καὶ τῶν ἔμπροσθεν; ὁ τὸ βαρ-

βαρικὸν ἀνακαθαίρων κύκλῳ, καὶ τοὺς οἴκοι τυράν-

νους χειρούμενος, τοὺς μὲν τοῖς λόγοις, τοὺς δὲ τοῖς

ὅπλοις, καὶ τούτων ἑκάτερον ὡς μηδὲν ὑπὸ τοῦ ἑτέ-

ρου διοχλούμενος· οὗ μεγάλα μὲν τρόπαια τὰ μεθ'

ὅπλων καὶ μάχης, μείζω δὲ καὶ περιφανέστερα τὰ

ἀναίμακτα· πρὸς ὃν καὶ αἱ πανταχόθεν πρεσβεῖαι

καὶ ἱκεσίαι· ᾧ τὰ μὲν ὑπήκουε, τὰ δὲ ἔμελλε·

πᾶν δὲ ἦν τὸ ἐλπισθὲν ἴσον τῷ χειρωθέντι· ὁ χειρὶ

Θεοῦ πρὸς πᾶσαν καὶ βουλὴν καὶ πρᾶξιν ὁδηγούμε-

νος· οὗ μᾶλλον μὲν τῆς χειρὸς ἡ σύνεσις, μᾶλλον δὲ

τῆς συνέσεως ἡ χεὶρ ἐθαυμάζετο· πλέον δὲ τῆς ἐν

ἀμφοτέροις εὐδοκιμήσεως ἡ εὐσέβεια.

ΛΕʹ. Πῶς οὖν ἐνταῦθα μόνον ἀμαθὴς ἐφάνης

καὶ ἀπερίσκεπτος; Τί τὸ τάχος τῆς ἀπανθρώπου

φιλανθρωπίας; Τίς συνεισῆλθε δαιμόνων τῷ

σκέμματι; Πῶς τὸν μέγαν κλῆρον καὶ τὸ πατρῷον

καλλώπισμα, τοὺς ἐπωνύμους λέγω Χριστοῦ, τὸ παν-

ταχοῦ τῆς οἰκουμένης ἐκλάμψαν ἔθνος, τὸ βασίλειον

ἱεράτευμα, τὸ πολλῷ πόνῳ καὶ πολλοῖς ἱδρῶσι συν-

αυξηθὲν, οὕτως ἐν ὀλίγῳ καὶ ἀκμῇ βραχείᾳ καιροῦ

τῷ κοινῷ παλαμναίῳ φέρων παρέδωκας;

Λ#2ʹ. Ἴσως τι καὶ ἀσεβεῖν ὑμῖν, ἀδελφοὶ, φαίνομαι,

καὶ ἀγνωμονεῖν ἐν τοῖς λόγοις τούτοις, καὶ ὅτι μὴ

ταχὺ τοῖς τῆς κατηγορίας ῥήμασιν ἐπάγω τὰ τῆς

ἀληθείας. Καίτοι γε ἱκανῶς ἀπολελόγημαι, καὶ δι'

αὐτῶν ὧν ἐγκέκληκα, εἴ τι τῇ κατηγορίᾳ τὸν νοῦν

προσέχετε· κἀνταῦθα μόνον ἡ κατηγορία τὴν

ἄφεσιν ἔχει· χρηστότητα γὰρ εἰπὼν, τὴν ἀπολογίαν

ἐδήλωσα. Τίς γὰρ οὐκ οἶδε καὶ τῶν μετρίως ἐκεῖνον

ἐπισταμένων, ὅτι ἕνεκα μὲν εὐσεβείας καὶ τοῦ περὶ

ἡμᾶς φίλτρου, καὶ τοῦ βούλεσθαι πᾶν ἡμῖν ἀγαθὸν,

μὴ ὅτι ἐκεῖνον παρεῖδεν ἂν, ἢ γένους ὅλου τιμὴν,

ἢ προσθήκην τῆς βασιλείας, ἀλλὰ καὶ αὐτῆς τῆς

βασιλείας, καὶ πάντων τῶν ὄντων, καὶ τῆς

ψυχῆς αὐτῆς, ἧς οὐδὲν οὐδενὶ τιμιώτερον, τὴν ἡμετέ-

ραν ἀσφάλειάν τε καὶ σωτηρίαν οὐκ ἂν χαλεπῶς

ἠλλάξατο;

564

ΛΖʹ. Οὐδενὶ γὰρ οὐδενὸς οὕτω πώποτε πράγματος

ἔρως θερμὸς ἐνέσκηψεν, ὡς ἐκείνῳ Χριστιανοὺς αὐ-

ξηθῆναι, καὶ εἰς πλεῖστον καὶ δόξης προελθεῖν

καὶ δυνάμεως· καὶ οὔτε ἔθνη χειρούμενα, οὔτε τὸ

κοινὸν εὐνομούμενον, οὐ πλῆθος χρημάτων, οὐ δόξης

περιουσία, οὐ τὸ βασιλέα βασιλέων καὶ εἶναι καὶ

ὀνομάζεσθαι, οὐχ ὅσοις ἄλλοις ἀνθρώπων εὐδαιμονία

γνωρίζεται· οὐδὲν οὕτω τῶν πάντων ἐκεῖνον ηὔφραινεν,

ὡς τὸ δι' ἑαυτοῦ μὲν ἡμᾶς, διὰ δὲ ἡμῶν ἐκεῖνον, καὶ

παρὰ Θεῷ καὶ ἀνθρώποις εὐδοκιμεῖν, καὶ ἀκα-

τάλυτον ἡμῖν εἰς τὸν ἅπαντα χρόνον παραμεῖναι τὴν

δυναστείαν· καὶ γὰρ πρὸς τοῖς ἄλλοις ἐκεῖνο ᾔδει

σαφῶς, ὑψηλότερόν τε καὶ βασιλικώτερον ἢ κατὰ

τοὺς πολλοὺς περὶ τούτων διανοούμενος, ὅτι τοῖς

Χριστιανῶν πράγμασι τὰ Ῥωμαίων συνηύξησε, καὶ

συνεισῆλθε τῇ ἐπιδημίᾳ Χριστοῦ τὸ κράτος, οὔπω

πρότερον τελείως εἰς μοναρχίαν νενικηκός·

καὶ διὰ τοῦτο πλέον ἐδόκει μοι περιέπειν εὖ ποιῶν τὰ

ἡμέτερα· ὅς γε, καὶ εἴ τι παρελύπησεν ἡμᾶς, οὐ

περιφρονῶν, οὐδὲ ὑβρίζων, οὐδὲ ἄλλοις τισὶ πρὸ ἡμῶν

χαριζόμενος, ἀλλ' ὥστε πάντας ἒν εἶναι, καὶ

συμφρονεῖν παρελύπησε, καὶ μὴ διακεκόφθαι, μηδὲ

διεστάναι τοῖς σχίσμασιν.

ΛΗʹ. Ἀλλ' ὅπερ εἶπον, ἀφύλακτον ἡ ἁπλότης,

καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ

ἥκιστα κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον· διὰ

τοῦτο ἠγνοήθη τὸ μέλλον, καὶ τὸ πλάσμα οὐκ ἐφω-

ράθη, καὶ παρεισῆλθε κατὰ μικρὸν ἡ ἀσέβεια, καὶ

δύο χρηστότητες συνεισῆλθον ἀλλήλαις, ἥ τε περὶ τὸ

εὐσεβὲς γένος καὶ τὸν ἀσεβέστατον πάντων καὶ

ἀθεώτατον. Ὃς, τί μεμφόμενος Χριστιανοῖς,

τί δὲ οὐκ ἐπαινεῖν ἔχων τῶν ἡμετέρων, τί δὲ τῶν

παρ' Ἕλλησι δογμάτων ὑπερφυὲς νομίσας, καὶ

δυσκίνητον λόγῳ, ποίῳ δὲ καὶ ἀκολουθῶν ὑποδείγμα-

τι, γνωριμώτατον ἑαυτὸν ἐξ ἀσεβείας κατέστη-

σε, καὶ καινότερον τρόπον ἡμιλλήθη τῷ ἀναδείξαντι;

Ἐπειδή γε ὑπερβάλλειν οὐκ ἦν ἀρετῇ καὶ τοῖς

κρείττοσι, διὰ τοῦ ἐναντίου φανῆναι φιλονεικήσας

τῆς εἰς δυσσέβειαν ἀμετρίας, καὶ τῆς περὶ τὸ χεῖρον

φιλοτιμίας. Ἡ μὲν οὖν ὑπὲρ Χριστιανῶν τοῦ ἀν-

δρὸς, καὶ πρὸς Χριστιανοὺς ἀπολογία τοιαύτη, καὶ

οὕτω δικαία τοῖς γε νοῦν ἔχουσιν.

565

ΛΘʹ. Ἐπεὶ δέ εἰσί τινες, οἳ, κἂν ταύτης ἡμᾶς

ἀπολύσωσι τῆς αἰτίας, ἑτέρας οὐκ ἀφιέντες, ἀλλὰ

κατηγοροῦντες εὐήθειαν, ὅτι τῷ δυσμενεστάτῳ καὶ

πολεμιωτάτῳ τὴν ἀρχὴν ἐνεχείρισε, καὶ τὸν αὐτὸν

ἐχθρὸν πρότερον, εἶτα ἰσχυρὸν κατεσκεύασε, τὴν μὲν

ἔχθραν διὰ τῆς τοῦ ἀδελφοῦ σφαγῆς προκαταβαλόμε-

νον, τὴν δὲ δύναμιν διὰ τῆς βασιλείας προσθείς·

ἀναγκαῖον καὶ περὶ τούτου βραχέα διεξελθεῖν

καὶ δεῖξαι μὴ παντάπασιν ἄλογον τὸ φιλάνθρωπον,

μηδὲ ἔξω τῆς βασιλικῆς μεγαλονοίας καὶ προμη-

θείας· καὶ γὰρ ἂν αἰσχυνοίμην, εἰ, τοιαύτης παρ' αὐτοῦ

τυχόντες τιμῆς, καὶ τοσοῦτον αὐτὸν εὐσεβείᾳ διαφέ-

ρειν πεπιστευκότες, μὴ τὰ δίκαια συνηγορήσαι-

μεν· ὃ καὶ τοῖς μηδὲν εὐεργετηκόσιν ὀφείλεται

παρ' ἡμῶν, τῶν Λόγου καὶ Ἀληθείας θεραπευτῶν·

καὶ ταῦτα μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν, ἡνίκα καὶ

τὸ κολακεύειν δοκεῖν ἐκπεφεύγαμεν, καὶ πονηρᾶς

ἐλεύθερος ὑπονοίας ὁ λόγος.

Μʹ. Τίς γὰρ οὐκ ἂν ἤλπισεν, εἰ μή τι ἄλλο, ταῖς

τιμαῖς ποιήσειν αὐτὸν ἡμερώτερον; Τίς δὲ οὐκ ἐκ

τῆς πίστεως, ἣν ἐπιστεύθη καὶ παρὰ τὸ εἰκὸς,

δικαιότερον; ὡς ἀμφοῖν δικαίᾳ καὶ βασιλικῇ κρίσει,

τοῦ μὲν ἐπιτιμηθέντος, τοῦ δὲ προβληθέντος· ὁ γὰρ

τὸν δεύτερον τιμήσας, οἷς οὐκ ἄν τις ἤλπισεν, οὐδὲ

αὐτὸς ὁ τυχὼν τῆς τιμῆς, δῆλον, ὡς οὐδὲ τὸν πρότε-

ρον ἄνευ δικαίας ὀργῆς ἐκολάσατο· καὶ τὸ μὲν, τῆς

ἐκείνου προπετείας ἦν, τὸ δὲ τῆς τοῦ τετιμηκότος

φιλανθρωπίας.

ΜΑʹ. Καὶ ἅμα τὸ θαῤῥεῖν εἶχεν, εἰ δεῖ τὸ μεῖζον

εἰπεῖν, οὐ τοσοῦτον ἐκ τῆς ἐκείνου πίστεως, ὅσον ἐκ

τῆς ἰδίας δυνάμεως· ᾗ μοι δοκεῖ καὶ Ἀλέξανδρος

θαῤῥήσας ὁ πάνυ δοῦναι μὴ μόνον τὸ ζῇν ἡττημένῳ

Πώρῳ, καὶ ταῦτα νεανικῶς οὕτως ἠγωνισμένῳ περὶ

τῆς βασιλείας, ἀλλὰ καὶ τὴν βασιλείαν αὖθις Ἰνδῶν·

ὡς τὸ μεγαλόψυχον οὐκ ἄλλως ἢ οὕτως ἐπιδει-

ξόμενος, ᾧ κρατηθῆναι χεῖρον ἐνόμιζεν Ἀλέ-

ξανδρος ὢν ἢ τοῖς ὅπλοις· τοῦ δὲ, εἰ κακὸν λάβοι,

χειρώσασθαι πάλιν ἐπ' αὐτῷ τυγχάνοντος. Καὶ ἦν

αὐτῷ ἡ περιουσία τοῦ θαῤῥεῖν τὸ φιλάνθρωπον.

ΜΒʹ. Καίτοι τί τοῦτο ἀγωνίζομαι, σφόδρα ἐνὸν

κρατεῖν καὶ ἡττημένον; Εἰ γὰρ ὁ πιστεύσας κακὸς,

568

τί ποτ' ἂν εἴη παρ' ἐκεῖνον ὁ πιστευθείς; Καὶ εἰ τὸ

μὴ προϊδέσθαι τὸν τρόπον ὑπαίτιον, αὐτήν γε τὴν

κακίαν ποῦ θήσομεν; Ἀλλ' ὄντως ἀσυλλόγιστόν

τι πρᾶγμα ἡ πονηρία· καὶ οὐκ ἔστιν ᾧ τοὺς μοχθη-

ροὺς ἄν τις βελτίους ποιήσειεν· ὁπότε κἀκεῖνος ἐξ ὧν

εὐνούστερος φανῆναι δίκαιος ἦν, καὶ εἴ τι κακίας

εἶχεν ἐμπύρευμα τοῦτ' ἀνελεῖν, ἐκ τούτων εἰς

μεῖζον ἀνήφθη μῖσος, καὶ ὅπως ἂν ἀμύνηται τὸν

εὐεργέτην ἐσκόπει.

ΜΓʹ. Ταῦτα Πλάτωνες αὐτὸν, καὶ Χρύσιπποι, καὶ

ὁ λαμπρὸς Περίπατος καὶ ἡ σεμνὴ Στοὰ, καὶ

οἱ τὰ κομψὰ λαρυγγίζοντες ἐξεπαίδευσαν· ταῦτα ἡ

τῆς γεωμετρίας ἰσότης, καὶ οἱ περὶ δικαιοσύνης λό-

γοι, καὶ τὸ χρῆναι ἀδικεῖσθαι μᾶλλον αἱρεῖσθαι

ἢ ἀδικεῖν· ταῦτα οἱ γενναῖοι διδάσκαλοι, καὶ τῆς βα-

σιλείας συναγωνισταί τε καὶ νομοθέται, οὓς ἐκ

τῶν τριόδων καὶ τῶν βαράθρων ἑαυτῷ συνελέ-

ξατο· ὧν οὐ τὸν τρόπον ἐπῄνεσεν, ἀλλὰ τὴν εὐγλωτ-

τίαν ἐθαύμασε· καὶ οὐδὲ ταύτην ἴσως, ἀλλὰ ἀσέβειαν

μόνην, ὡς σύμβουλον ἱκανὴν καὶ τῶν πρακτέων καὶ

μὴ, διδάσκαλον.

ΜΔʹ. Πῶς δὲ οὐ θαυμάζειν ἄξιον τούτους, οἳ καὶ

λόγῳ πλάττουσι πόλεις, τὰς ἔργῳ συστῆναι μὴ δυ-

ναμένας, καὶ τὰς σεμνὰς τυραννίδας μονονοὺ

προσκυνοῦσι, καὶ τὸν ὀβολὸν ὑπὲρ τοὺς θεοὺς ἄγουσι

μετὰ τῆς ὀφρύος· καὶ οἱ μὲν οὐδὲ εἶναι Θεὸν τὸ

παράπαν, οἱ δὲ οὐ προνοεῖν τῶν τῇδε δογματί-

ζουσιν, ἀλλ' εἰκῆ καὶ ὡς ἔτυχε τὸ πᾶν φέρεσθαι, οἱ

δὲ ἀστράσιν ἄγεσθαι καὶ σχηματισμοῖς ἀνάγκης,

οὐκ οἶδ' ὑπὸ τίνος ἀγομένοις καὶ ὅθεν· οἱ δὲ εἰς ἡδο-

νὴν τὸ πᾶν φέρειν, καὶ τοῦτο εἶναι πέρας ζωῆς

ἀνθρωπίνης ὑπολαμβάνουσιν; Ἡ ἀρετὴ δὲ αὐτοῖς

ἄλλως ὄνομα εὐπρεπὲς, καὶ οὐδὲν τοῦ παρόντος

βίου μακρότερον, οὐδέ τις ἐξέτασις τῶν ἐνταῦθα βε-

569

βιωμένων ὕστερον τὴν ἀδικίαν συστέλλουσα. Ἢ γὰρ

οὐ συνεῖδέ τις ταῦτα τῶν παρ' ἐκείνοις σοφῶν, ἀλλὰ

βαθεῖ βορβόρῳ, τὸ δὴ λεγόμενον, καὶ ἀφεγγεῖ ζόφῳ

πλάνης καὶ ἀγνοίας συνεκαλύφθη, μηδ' ὅσον

προσβλέψαι ταῖς τῆς ἀληθείας αὐγαῖς καθαρθεὶς τὴν

διάνοιαν, ἀλλὰ περὶ τὰ κάτω καὶ τὴν αἴσθησιν

ἰλυσπώμενος, καὶ μηδὲν ὑπὲρ τοὺς δαίμονας φαν-

τασθῆναι δυνηθεὶς, καὶ διαρθῆναι τοῦ πεποιηκό-

τος ἀξίως· ἢ εἴ τις διέβλεψε καὶ μικρὸν, ὡς ὁδηγῷ

λόγῳ, καὶ μὴ Θεῷ χρώμενος, ὑπὸ τοῦ πιθανωτέρου

παρεσύρη, καὶ τοῦ μᾶλλον τοὺς πολλοὺς ἕλκοντος δι'

ἐγγύτητα.

ΜΕʹ. Τί οὖν θαυμαστὸν τὸν ἐκ τοιούτων μὲν ὁρμώ-

μενον δογμάτων, ὑπὸ τοιούτων δὲ κυβερνητῶν εὐ-

θυνόμενον, οὕτω καὶ τῷ πεπιστευκότι φανῆναι κακὸν

τὸν πιστευθέντα, καὶ τῷ τιμήσαντι τὸν τιμη-

θέντα; Εἰ γὰρ δεῖ τι καὶ διὰ τῆς κατηγορίας ἀπολο-

γήσασθαι, οὔ μοι δοκεῖ τοσοῦτον ὑπεραλγῶν τοῦ

ἀδελφοῦ, ὅν γε καὶ πολέμιον ἐκ τῆς θρησκείας ἐγί-

νωσκεν, ὅσον τὰ Χριστιανῶν οὐ φέρων αὐξανόμενα,

καὶ λυσσῶν κατὰ τῆς εὐσεβείας, τοῖς καθεστηκόσιν

ἐπιτολμᾷν, καὶ ζητεῖν ἐλευθερίων τῇ ἀπονοίᾳ· χρῆναι

γὰρ φιλοσοφίαν καὶ βασιλείαν, ὡς ὁ ἐκείνων λόγος,

εἰς ταυτὸ συνελθεῖν· οὐχ ἵνα παύσωνται κακῶν

αἱ πόλεις, ἀλλ' ἵνα πλησθῶσι.

Μ#2ʹ. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῆς αὐθαδείας καὶ

ἀπονοίας ἑαυτὸν ἀναδῆσαι, καὶ τῇ μεγάλῃ προσ-

ηγορίᾳ τιμῆσαι (ἣν οὐχ ἅρπαγμα τύχης, ἀλλ' ἀρε-

τῆς ἆθλον ἢ χρόνος ἢ ψῆφος βασιλέως χαρίζεται, ἢ

τῆς συγκλήτου βουλῆς, ὡς τὸ παλαιὸν, κρίσις), καὶ

οὐ ποιεῖται τοῦ μέτρου τῆς τιμῆς κύριον τὸν τῆς βα-

σιλείας· δεύτερον δὲ (καὶ γὰρ ἀναγκαίαν ἑαυτῷ

τὴν ἀπόνοιαν ἐκ τῶν ἤδη τετολμημένων ᾔδει πε-

ποιηκὼς), τί διανοεῖται; καὶ ποῖ πρόεισιν ἀσεβείας

τε καὶ θρασύτητος; Ὢ τῆς μανιώδους ἐκείνης ψυ-

χῆς! Ἐπ' αὐτὸν ἐκστρατεύει, καὶ τῆς δύσεως ἀπαν-

572

ίσταται· προφάσει μὲν, ὡς ἀπολογησόμε-

νος ὑπὲρ τοῦ διαδήματος· ἔτι γὰρ ἐδόκει κρύπτειν

ἑαυτοῦ τὴν ἀπόνοιαν· τὸ δὲ ἀληθὲς, ὡς μεταστή-

σων εἰς ἑαυτὸν ἅπαν τὸ κράτος, καὶ διὰ τῆς ἀγνωμο-

σύνης θαυμασθησόμενος· καὶ οὐκ ἐψεύσθη γε τῆς

ἐλπίδος.

ΜΖʹ. Μὴ θαυμαζέτωσαν οἱ τῶν τοῦ Θεοῦ λόγων, ὑφ'

ὧν τὸ πᾶν φέρεται, τὸ ἀτέκμαρτον μὴ ἐπιστάμενοι

βάθος, καὶ μὴ παραχωροῦντες τῷ τεχνίτῃ τῆς

κυβερνήσεως, ἡμῶν γε πάντως συνετωτέρῳ, καὶ

ἄγοντι τὸ οἰκεῖον ὅπη καὶ ὅπως βούλεται· πάντως δὲ

πρὸς τὸ κρεῖττον καὶ τὴν ἰατρείαν, κἂν οἱ θεραπευό-

μενοι δυσχεραίνωσιν· ὑφ' ὧν λόγων κἀκεῖνος οὐκ

ἐπήρθη μὲν εἰς τὴν κακίαν· ἀναίτιον γὰρ παντά-

πασι κακῶν τὸ Θεῖον, ἀγαθὸν τῇ φύσει τυγχάνον,

καὶ τοῦ προελομένου τὰ τῆς κακίας· οὐ μὴν

ἐπεσχέθη γε τῆς ὁρμῆς· ἀλλὰ τάχει πολλῷ τήν τε

οἰκείαν, καὶ τῆς βαρβαρικῆς ὄχθης ἔστιν ἣν

διαδραμὼν, καὶ τῷ λαθεῖν μᾶλλον ἢ τῷ κρατῆ-

σαι τὴν πάροδον ἁρπάσας, πλησίον τῶν βασιλείων

γίνεται· ὡς μὲν οἱ τὰ ἐκείνου φρονοῦντες, κατὰ

πρόγνωσιν ἐπὶ τὴν ἐκστρατείαν ἀρθεὶς, καὶ

δαιμόνων κίνησιν τὸ μέλλον ὑπισχνουμένων, καὶ με-

ταβολὴν πρυτανευόντων τοῖς πράγμασιν· ὡς δὲ ὁ

τῶν ἀληθευόντων λόγος, κατὰ προθεσμίαν παρὼν,

ἀλλ' ἀποῤῥητοτέραν τε καὶ βαθυτέραν, καὶ

σπεύδων ἐπὶ θάνατον, οὗ δημιουργὸς αὐτὸς ἦν, κλέ-

ψας τινὶ τῶν ἔνδον τὴν ἐπιχείρησιν· ὥστε εἶ-

ναι μὴ πρόγνωσιν, ἀλλὰ γνῶσιν, καὶ πονηρίας

ἔργον, ἀλλὰ μὴ δαιμόνων εὐεργέτημα τὸ γινόμε-

νον· οἵ γε πῶς εὔστοχοι τὰ τοιαῦτα, Περσὶς σαφῶς

ἔδειξε. Καὶ παυσάσθωσαν οἱ τὸ ἐκείνου τάχος

τοῖς δαίμοσιν ἐπιφημίζοντες· εἰ μή γε καὶ αὐτὸ

τὸ κακὸν εἶναι τούτοις προσθήσομεν.

ΜΗʹ. Εἰ μὲν οὖν μὴ προὔλαβε τὴν ἔφοδον τοῦ τυ-

ράννου τὸ τέλος τοῦ βασιλέως, μηδὲ ὁ ἀφανὴς πόλεμος

τῆς φανερᾶς χειρὸς πλεῖον ἴσχυσε, τάχα ἂν ἔγνω

καθ' ἑαυτοῦ ταχύνας ὁ ἀλιτήριος· καὶ πρὶν ὑπὸ

573

Περσῶν τὴν ἐμπληξίαν σωφρονισθῆναι τῆς ἀπο-

νοίας, ἔδωκεν ἂν δίκην ἐν ὅροις Ῥωμαίων, ὧν κα-

κῶς κατετόλμησε· τεκμήριον δέ· καὶ γὰρ ἔτι

προϊὼν καὶ ἀγνοούμενος, ὡς ἐνόμιζεν, ὑπὸ τοῦ γεν-

ναιοτάτου βασιλέως στρατιᾷ περιλαμβάνεται

προϋποτεμνούσῃ καὶ τὴν φυγὴν, ὡς δῆλον γέγονεν

ἐκ τῶν ὕστερον· καὶ γὰρ ἤδη τὸ κράτος ἔχοντι, τὸ

κρατῆσαι ταύτης οὐ μικρὸν ἔργον ἐγένετο· νῦν δὲ ὁ

μὲν θυμῷ ζέων κατὰ τῆς ἀπονοίας ὁμοῦ καὶ τῆς

ἀσεβείας, καὶ τὸν σοφώτατον ἔχων ἐν ἄρκυσιν, ὢ

τῆς ἡμετέρας κακίας! ἐν ἀκμῇ τῆς ὁδοῦ κα-

ταλύει τὸν βίον, πολλὰ καὶ Θεῷ καὶ ἀνθρώποις

ὑπὲρ τῆς ἑαυτοῦ φιλανθρωπίας ἀπολογησάμενος,

καὶ διὰ τῆς ὁρμῆς δείξας Χριστιανοῖς τὴν ὑπὲρ

τῆς εὐσεβείας κίνησιν.

ΜΘʹ. Ὧδε δέ τι δάκρυον ἐπέρχεταί μοι χαρᾷ

συμμιγὲς διὰ τὰ ἑξῆς τοῦ λόγου· καὶ οἷον ποταμοῦ

καὶ πελάγους μάχη, καὶ μίξις, καὶ στάσις, ἀλλήλοις

ἀντιστατούντων, καὶ συνιόντων· ἐκ μὲν γὰρ τῶν τε-

λευταίων πάσχω τὰ τῆς ἡδονῆς, ἐκ δὲ τῶν προ-

λαβόντων τὸ δάκρυον· οὐχ ὑπὲρ Χριστιανῶν μόνον

καὶ τῆς συμπεσούσης αὐτοῖς ἐπηρείας, ἢ παρὰ τοῦ

πονηροῦ προσπεσούσης, καὶ παρὰ Θεοῦ συγχω-

ρηθείσης δι' ἃς οἶδεν αἰτίας, καὶ τυχὸν διὰ τὴν ἔπαρ-

σιν ἡμῶν δεομένην καθάρσεως· ἀλλὰ καὶ ὑπὲρ

αὐτῆς τῆς ἐκείνου ψυχῆς, καὶ τῶν ὑπ' αὐτοῦ συναρ-

πασθέντων πρὸς τὴν αὐτὴν ἀπώλειαν.

Νʹ. Οἱ μὲν γὰρ τὰς τελευταίας αὐτῶν πληγὰς καὶ

τὰς ἐντεῦθεν βασάνους ὀδύρονται· οἷς τὸ ζῇν τοῦτο

νομίζεται μόνον, καὶ οὐκ ἐξικνοῦνται τῇ διανοίᾳ

πρὸς τὰ ἐκεῖθεν, οὐδὲ εἶναί τινα νομίζουσι τῶν τῇδε

βεβιωμένων λογισμὸν καὶ ἀντίδοσιν· ἀλλὰ ζῶσι

βίον ἀλόγων, τὸ πρὸς ἡμέραν καὶ τὸ παρὸν ἀεὶ

βιοτεύοντες, ἑνὶ τούτῳ, τῇ ἐντεῦθεν ῥᾳστώνῃ με-

τροῦντες τὸ εὐδαιμονεῖν, καὶ τῷ ἐναντίῳ τὸ κακο-

δαιμονεῖν τοῖς ἀντιπίπτουσιν· ἐμοὶ δὲ πλέον θρηνεῖν

αὐτοὺς ἔπεισι τῶν ἐκεῖθεν βασάνων, καὶ τῆς ἀπο-

κειμένης τοῖς πονηροῖς κολάσεως. Καὶ οὔπω λέγω

τὸ μέγιστον, αὐτὸ τὸ ἐξωσθῆναι Θεοῦ, πηλίκον αὐ-

τοῖς εἰς κόλασιν.

576

ΝΑʹ. Πῶς μὴ δακρύσω τὸν ἄθλιον; πῶς μὴ πλέον

μὲν τῶν δεδιωγμένων τοὺς προσδραμόντας; πλέον

δὲ τῶν αὐτομολησάντων εἰς τὴν κακίαν θρηνήσω τὸν

συναρπάσαντα; Μᾶλλον δὲ τοῖς μὲν οὐδὲν δεινὸν τὸ

ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστό-

τατον, οὐ διὰ τὰ ἐκεῖθεν μόνον, ἀλλὰ καὶ διὰ τὴν

ἐντεῦθεν εὐδοξίαν καὶ παῤῥησίαν, ἢν διὰ τῶν κιν-

δύνων ἐαυτοῖς ἐχαρίσαντο· τοῖς δὲ προοίμιον τῶν

ἀποκειμένων καὶ ἀπειλουμένων, ἅπερ ἤδη πεπόν-

θασι· καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐντεῦθεν μακρότερον

ἐκολάσθησαν ἢ τοῖς ἐκεῖ δικαιωτηρίοις ἐτα-

μιεύθησαν. Ταῦτα μὲν οὖν διὰ τὸν νόμον, τὸν τῷ

πτώματι τοῦ ἐχθροῦ μὴ ἐπιχαίρειν κελεύοντα, καὶ

τὸ συμπαθὲς ἀπαιτοῦντα παρὰ τῶν ἑστηκότων·

ἐμοὶ δὲ πάλιν πρὸς αὐτὸν ἐπανακτέον τὸν λόγον.

ΝΒʹ. Τίς ἡ τοσαύτη τοῦ κακοῦ φιλονεικία;

Τίς ὁ τῆς ἀσεβείας ἔρως; τίς ὁ δρόμος τῆς ἀπω-

λείας; Πόθεν οὕτω μισόχριστος ὁ Χριστοῦ μαθητὴς,

ὁ τοσούτοις λόγοις τῆς ἀληθείας προσομιλήσας, καὶ

τὰ μὲν εἰπὼν, τὰ δὲ ἀκούσας τῶν φερόντων εἰς σω-

τηρίαν; Οὐ γὰρ ἔφθη κληρονομήσας τὴν βασιλείαν,

καὶ παῤῥησιάζεται τὴν ἀσέβειαν, ὥσπερ καὶ τὸ γε-

νέσθαι ποτὲ Χριστιανὸς αἰσχυνόμενος, ἢ μνησικακῶν

ὑπὲρ τούτου Χριστιανοῖς, οἷς τοῦ ὀνόματος ἐκοινώ-

νησε. Καὶ τὸ μὲν πρῶτον αὐτῷ τῶν τολμημάτων,

ὡς οἱ τοῖς ἀποῤῥήτοις ἐκείνου καλλωπιζόμενοι (εἰς

οἴους ἐμπίπτειν ἀναγκάζομαι λόγους!), αἵματι μὲν οὐχ

ὁσίῳ τὸ λουτρὸν ἀποῤῥύπτεται, τῇ καθ' ἡμᾶς τε-

λειώσει τὴν τελείωσιν τοῦ μύσους ἀντιτιθεὶς, ὗς ἐν

βορβόρῳ κυλισθεὶς, κατὰ τὴν παροιμίαν· καὶ τὰς

χεῖρας…

ἀποκαθαίρ…

The complete text is available when the reading interface loads.