The Greek Library Author

Anonymous

Apologeticus ad patrem

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Apologeticus ad patrem (orat. 9), MPG 35: 820–825.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg022.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

ἐν τῷ νῦν καιρῷ, ὅτε ποιμένες ἠφρονεύσαντο, καὶ δι-έσπειραν τὰ πρόβατα τῆς νομῆς, ἵνα τοῖς ἁγιωτά-τοις προφήταις τὰ αὐτὰ συνοδύρωμαι. Πῶς τὸ ἀσθε-νὲς ἐνισχύσω, καὶ τὸ πεπτωκὸς ἀναστήσω, καὶ τὸπλανώμενον ἐπιστρέψω, καὶ τὸ ἀπολωλὸς ἐκζητήσω,καὶ φυλάξω τὸ ἰσχυρόν; Πῶς ταῦτα καὶ μάθω, καὶφυλάξω κατὰ τὸν ὀρθὸν τῆς ποιμαντικῆς λόγον, καὶτὸν ὑμέτερον· ἀλλὰ μὴ γένωμαι κακὸς ποιμὴν,τὸ γάλα κατεσθίων, καὶ τὰ ἔρια περιβαλλόμενος, καὶτὰ παχύτερα κατασφάζων ἢ ἀπεμπολῶν, καὶ τὰἄλλα παρεὶς τοῖς θηρίοις καὶ τοῖς κρημνοῖς, ποιμαί-νων ἐμαυτὸν, οὐ τὰ πρόβατα, ὅπερ ὠνειδίζοντο οἱ πά-λαι προεστῶτες τοῦ Ἰσραήλ. Ταῦτα διδάσκοιτέ με,καὶ τούτοις στηρίζοιτε τοῖς λόγοις, καὶ μετὰ τούτωνποιμαίνοιτε καὶ συμποιμαίνοιτε τῶν παραγγελ-μάτων, καὶ σώζοιτε, ὥσπερ τῇ διδασκαλίᾳ, οὕτω καὶταῖς εὐχαῖς, ἐμέ τε καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον, εἰςἀσφάλειαν ἐμοὶ, εἰς καύχημα ὑμῖν ἐν ἡμέρᾳ ἐπιφα-νείας καὶ ἀποκαλύψεως τοῦ μεγάλου Θεοῦ, καὶ ἀρχι-ποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ ἡδόξα Πατρὶ παντοκράτορι σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷΠνεύματι καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.{ΛΟΓΟΣ Ιʹ.}{Εἰς ἑαυτὸν, καὶ εἰς τὸν πατέρα καὶ Βασί- λειον τὸν μέγαν, μετὰ τὴν ἐπάνοδον ἐκ φυ-γῆς.} Αʹ. Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰ-δεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιοςἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖςἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυ-ρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογίας! οὐκἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοιςκαὶ ἀδελφοῖς, ἵν' ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φι-λοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις,ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίουπεριενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον,καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζή-τουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ' οἷς σκεπασθήσομαι.Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλ-λων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτωφεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇνοὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχε-δίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰντὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πο-λιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογι-σμὸς ἴσως, ἀλλ' οὖν ἀσφαλεστέρων· ἴσον ἀπ-έχειν καὶ ὕψους καὶ πτώματος. Βʹ. Ταῦτα ἕως ἐξῆν γράφειν ἔτι σκιὰς καὶ ὀνείρα-τα, καὶ τοῖς ματαίοις ἀναπλασμοῖς ἑστιᾷν τὴν διά-νοιαν· νῦν δὲ τί; Φιλία παρεστήσατό με, καὶπολιὰ πατρὸς ἐχειρώσατο· γῆρας φρονήσεως, προ-θεσμία βίου, λιμὴν ἀσφαλέστερος, καὶ φιλία πλου-τοῦντος Θεῷ, καὶ πλουτίζοντος. Ἤδη γὰρ ἀποπέμπο-μαι τὴν ὀργήν (ἀκουσάτωσαν πραεῖς, καὶ εὐ-φρανθήτωσαν)· καὶ πρὸς τὴν χεῖρα ἥμερον βλέπωτὴν τυραννήσασαν, καὶ προσγελῶ τῷ Πνεύματι, καὶἡ καρδία καθίσταταί μοι, καὶ ὁ λογισμὸς ἐπανέρχε-ται, καὶ ἡ φιλία, καθάπερ τις φλὸξ, κατασβεσθεῖσακαὶ ἀπομαρανθεῖσα, πάλιν ἐκ μικροῦ σπινθῆρος ἀνα-ζῇ καὶ ἀνάπτεται. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυ-χή μου, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου.Εἶπα· Οὐ μὴ προσθῶ ἔτι πιστεῦσαι φιλίᾳ. Καὶ ἵνατί μοι ἐλπίζειν ἐπ' ἄνθρωπον; ὅτι πᾶς ἄνθρωπος δο-λίως πορεύεται, καὶ πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖτὸν πλησίον αὐτοῦ, καὶ πάντες ἦμεν τοῦ αὐτοῦχοὸς καὶ φυράματος, καὶ τοῦ αὐτοῦ ξύλου τῆς κα-κίας γεγεύμεθα· σκηνὴν δὲ ἄλλος ἄλλην εὐπρε-πεστέραν προβέβληται; καὶ τί μοι τῆς φιλίας ἐκείνηςὄφελος, ἔλεγον, τῆς ζηλωτῆς καὶ περιβοήτου,ἀρξαμένης ἀπὸ κόσμου, καὶ προελθούσης εἰς πνεῦ-μα; Τί δαὶ τῆς μιᾶς στέγης τε καὶ τραπέζης;ἢ τί τῶν κοινῶν παιδευτῶν τε καὶ παιδευμάτων; τίδαὶ τῆς ὑπὲρ ἀδελφοὺς ἀνακράσεως, ἢ τῆς γνησίαςσυμπνοίας ὕστερον, εἰ μηδὲ τοσοῦτον ὑπῆρξέ μοι κά-τω μένειν ἐν καιρῷ δυναστείας καὶ ὕψους, ὁπότετὸ ἐναντίον τοῖς πολλοῖς σπουδάζεται καὶ ἐπι-τυγχάνεται, τὸ παραδυναστεύειν λέγω, καὶ τῆς τῶνφίλων μετέχειν εὐημερίας; Γʹ. Τί μοι πάντα λέγειν τὰ τῆς λύπης καὶ τῆςἀκηδίας, ἢν ζόφον ἐγὼ καλῶ, τοῦ νοῦ εὑρήματα;Καὶ γὰρ ταῦτα, καὶ τούτων ἦν ἀτοπώτερα· κατηγο-ρήσω γὰρ αὐτὸς ἐγὼ τῆς ἐμῆς εἴτε ἀπονοίας εἴτεἀνοίας. Ἀλλὰ νῦν μεταλαμβάνω καὶ μεθαρμόζομαιὡς πολὺ τούτων καὶ ἀληθέστερα, καὶ ἡμῖν πρεπωδέ-στερα. Καὶ ἵνα εἰδῇς τὸ γνήσιον τῆς ἡμετέραςμεταβολῆς, ὦ θαυμάσιε, οὐ λύεις μόνον τὴν σιωπὴνἣν ἐμέμψω, καὶ ἧς πολλὰ κατεβόησας, ἀλλὰ καὶ συν-ηγόρους ἔχεις τοὺς λόγους. Τοῦτο μὲν ἤδη τῆς ἡμετέραςφιλίας καθαρῶς, καὶ τοῦ ἐν ἡμῖν Πνεύματος. Ἀλλὰ τίςἡ συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρ-θου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦ-μα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλωνἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τι-μιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶκατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺτὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτοτὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις.Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸνΒαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προσ-γενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰτῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸἹερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐ-αγγέλιον. Δʹ. Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦν-τος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτοτὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶνφροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρ-χιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περι-τίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστη-ρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸνμόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷΠνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐπ-οπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆςἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρω-πος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πα-τὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισενἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρί-σας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶνἸησοῦς Χριστὸς, δι' οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν,καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν δια-κονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθαἐπ' ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν ἸησοῦΧριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.{ΛΟΓΟΣ ΙΑʹ.}{Τοῦ αὐτοῦ, εἰς Γρηγόριον Νύσσης, τὸν τοῦ με- γάλου Βασιλείου ἀδελφὸν, ἐπιστάντα μετὰ τὴνχειροτονίαν.} Αʹ. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγματῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλο-νῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶὠχυρωμένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔμ-ψυχος. Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίμιονπολύν. Φίλος πιστὸς κῆπος κεκλεισμένος, πηγὴἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ με-ταλαμβανόμενα. Φίλος πιστὸς λιμὴν ἀναψύξεως.Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παι-δείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡμετέρανλέγω καὶ τήν ποτε ἡμετέραν, ὅσῳ λαμπρότερον;