The Greek Library Author

Anonymous

Ad Gregorium Nyssenum

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Ad Gregorium Nyssenum (orat. 11), MPG 35: 832–841.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg024.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

35

832

Εἰ δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγ-

γίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων.

ἤ τι τῶν τοιούτων ὀνομάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ

τιμᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω μερί-

δος, τοῦτο μὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρ

τὴν ἀξίαν τὴν ἡμετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς

ἡμᾶς ἥκων, καὶ τούτου τήν τε ἀρετὴν ὁμοτίμου, καὶ

τὴν φιλίαν τὴν ἡμετέραν, ἔτι τερπνότερόν τε καὶ

χαριέστερον, καὶ μύρου τοῦ κοσμοῦντος πώγωνά τε

ἱερέως καὶ ὤαν ἐνδύματος εὐωδέστερον.

833

Βʹ. Ἆρ' οὖν ἱκανὰ ταῦτα, καὶ μετρίως ὑμῖν

τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς

ἐπιμελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ

χρώματα, ἵνα τελεωτέραν ὑμῖν τὴν τοῦ λόγου

γραφὴν παραστήσωμεν; Καὶ δὴ γράψομεν ὑμῖν

τελεώτερόν τε καὶ σαφέστερον. Τίς νομοθετῶν ἐπι-

φανέστατος; Μωϋσῆς. Τίς ἱερέων ἁγιώτατος; Ἀα-

ρών· οὐχ ἧττον ἀδελφοὶ τὴν εὐσέβειαν ἢ τὰ σώματα·

μᾶλλον δὲ ὁ μὲν Θεὸς Φαραὼ, καὶ τοῦ Ἰσραὴλ προ-

στάτης καὶ νομοθέτης, καὶ τῆς νεφέλης εἴσω

χωρῶν, καὶ θείων μυστηρίων ἐπόπτης τε καὶ μυ-

σταγωγὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς τεχνίτης,

ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἱερεῖς δὲ

ὁμοίως ἀμφότεροι. Μωσῆς γὰρ, φησὶ, καὶ Ἀαρὼν

ἐν τοῖς ἱερεῦσιν αὐτοῦ· ὁ μὲν ἄρχων ἀρχόντων,

καὶ ἱερεὺς ἱερέων, χρώμενος μὲν ὅσα γλώσσῃ τῷ

Ἀαρὼν, αὐτὸς δὲ τὰ πρὸς Θεὸν ἐκείνῳ γινόμενος· ὁ

δὲ μετ' ἐκεῖνον μὲν εὐθὺς, πολὺ δὲ πρὸ τῶν ἄλλων

ἀξίᾳ τε καὶ τῇ πρὸς Θεὸν ἐγγύτητι. Ἀμφότεροι βασα-

νίζοντες Αἴγυπτον, θάλασσαν τέμνοντες, τὸν Ἰσραὴλ

διεξάγοντες, τοὺς ἐχθροὺς βαπτίζοντες, ἄρτον ἄνωθεν

ἕλκοντες, ὕδωρ ἄπιστον ἐν ἐρήμῳ, τὸ μὲν ἐκδιδόντες,

τὸ δὲ γλυκαίνοντες· ἀμφότεροι καταπολεμοῦντες

τὸν Ἀμαλὴκ ἐκτάσει χειρῶν ἁγίᾳ, καὶ τύπῳ μυστη-

ρίου μείζονος· ἀμφότεροι πρὸς τὴν γῆν τῆς ἐπαγγε-

λίας, καὶ ὁδηγοῦντες καὶ σπεύδοντες. Μή τι γνωρι-

μώτερον τῆς εἰκόνος; Οὐ σαφῶς ὑμῖν τὸν ὁμώ-

νυμον ἐμοὶ καὶ ὁμόψυχον ὁ ζωγράφος λόγος

ἀνετυπώσατο;

Γʹ. Τούτων ὁ μὲν ἔχρισεν ἡμᾶς, καὶ κρυπτομένους

εἰς μέσον ἤγαγεν· οὐκ οἶδ' ὅ τι παθὼν, ἢ πῶς κινη-

θεὶς ἀναξίως τοῦ ἐν αὐτῷ πνεύματος· καὶ γὰρ εἰ

τραχύτερος ὁ λόγος, ὅμως εἰρήσεται· πάντα

οἴσει φιλία καὶ πάσχουσα καὶ ἀκούουσα. Ὁ δὲ παρα-

καλέσων ἥκει, καὶ συμβιβάσων, καὶ προσημερώ-

σων τῷ Πνεύματι. Μέγα μὲν, ὅτι καὶ νῦν, ἐμοί

(πῶς δὲ οὐ μέγιστον; ὅς γε παντὸς ὑμᾶς τοῦ βίου

προεστησάμην)· μέμφομαι δὲ, ὅτι τῆς χρείας ὕστε-

ρος. Πῶς μετὰ τὴν ἧτταν καὶ καταδρομὴν ἡ

συμμαχία, ὦ φίλων ἄριστε καὶ συμμάχων; καὶ μετὰ

τὴν ζάλην ὁ κυβερνήτης, καὶ μετὰ τὴν οὐλὴν τὸ φάρ-

μακον; Πότερον ὡς φιλάδελφος ᾐσχύνθης τὴν τυραν-

νίδα; Ἢ καὶ αὐτὸς ὡς δυνάστης ἐδυσχέρανας τὴν ἀπει-

θείαν; Ποτέρῳ τῶν ἀδελφῶν ἐγκαλεῖς, καὶ πότερον

ἀφιεὶς τῆς μέμψεως; Φθέγξομαί τι πρὸς σὲ

836

τῶν τοῦ Ἰὼβ ῥημάτων, καὶ αὐτὸς ἀλγῶν, καὶ πρὸς

φίλον, εἰ καὶ μὴ τοιοῦτον, μηδὲ ἐφ' ὁμοίοις τοῖς πά-

θεσιν. Ποτέρῳ πρόσκεισαι; Ἢ τίνι μέλλεις βοηθεῖν;

Ἆρ' οὐχ ᾧ πολλὴ ἰσχύς; Οὐχ ᾧ πολλὴ σοφία

καὶ ἐπιστήμη; Τοῦτο γὰρ ὁρῶ πολλοὺς τῶν νῦν

κριτῶν πάσχοντας, οἳ ῥᾷον ἂν τοῖς ὑψηλοῖς τὰ μέγιστα

συγχωρήσαιεν ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Τοῦτο

μὲν οὖν αὐτὸς ἂν εἰδείης· οὐ γὰρ ἐμοί τι θέμις περὶ

σοῦ τῶν οὐ καλῶν ἀποφαίνεσθαι, ὅς σε καλοῦ παντὸς

ὅρον καὶ κανόνα τίθεμαι· καὶ ἅμα μὴ ταχὺς εἶναι

εἰς κρίσιν, ὑπὸ τῆς Γραφῆς νενουτέθημαι.

Ἐγὼ δὲ τὸν λόγον ὑποσχεῖν ἕτοιμος, καί σοι, καὶ

παντὶ τῷ βουλομένῳ διὰ φιλίαν, τῆς ἐμῆς, εἴτε

ἀπειθείας, ὡς ἄν τινες ὀνομάσαιεν, εἴτε προμηθείας,

ὡς ἐμαυτὸν πείθω, καὶ ἀσφαλείας, ὡς ἂν εἰδείης μὴ

πάντη ἀτόπῳ φίλῳ χρώμενος καὶ ἀμαθεῖ· ἀλλ'

ἔστιν ἃ καὶ συνορᾷν δυναμένῳ τῶν πολλῶν ἄμεινον,

καὶ θαῤῥοῦντι μὲν ἃ θαῤῥεῖν ἄξιον, φοβουμένῳ δὲ

οὗ ἐστι φόβος, καὶ ἃ μηδὲ φοβεῖσθαι τοῖς νοῦν ἔχουσι

φοβερώτερον.

Δʹ. Τί οὖν δοκεῖ, καὶ τί βέλτιον; Νῦν ὑπόσχωμεν

τὰς εὐθύνας ὑμῖν, τοῦτο κελεύετε, καὶ οὐκ ἀποδοκι-

μάζετε τὸν καιρόν; (Ὃ δέ ἐστι πανήγυρις, ἀλλ' οὐ

δικαστήριον.) Ἢ τοῦτο μὲν εἰς ἄλλον καιρὸν καὶ σύλ-

λογον ἀποθώμεθα; Καὶ γάρ ἐστι μακρότερος,

ἢ κατὰ τὸν παρόντα καιρὸν ὁ λόγος. Ἡμεῖς δὲ τί

φθεγξόμεθα πρὸς ὑμᾶς τῆς πανηγύρεως ἄξιον, ἵνα

μὴ νήστεις ὑμᾶς ἀπολύσωμεν αὐτοὶ, καὶ ταῦτα ὄντες

οἱ ἑστιάτορες; Ἁγνίσωμεν ἡμᾶς αὐτοὺς, ἀδελφοὶ,

τοῖς μάρτυσι· μᾶλλον δὲ, ᾧ κἀκεῖνοι δι' αἵματος καὶ

τῆς ἀληθείας ἡγνίσθησαν. Ἐλευθερωθῶμεν παν-

τὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· νιψώμεθα, κα-

θαροὶ γενώμεθα· παραστήσωμεν καὶ αὐτοὶ τὰ σώματα

ἡμῶν καὶ τὰς ψυχὰς, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον

τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ταύτην ἡμῶν καὶ

ἔντευξιν. Οὐδὲν γὰρ οὕτω τῷ καθαρῷ τίμιον, ὡς

καθαρότης ἢ κάθαρσις. Ἀθλήσωμεν διὰ τοὺς ἀθλη-

τάς· νικήσωμεν διὰ τοὺς νικητάς· μαρτυρήσωμεν

τῇ ἀληθείᾳ διὰ τοὺς μάρτυρας. Τοῦτο τοῖς ἄθλοις αὐ-

τῶν χαρισώμεθα, τὸ καὶ αὐτοὶ στεφανῖται γενέσθαι,

καὶ τῆς αὐτῆς κληρονόμοι δόξης, τῆς τε παρ'

837

ἡμῶν ὑπαρχούσης αὐτοῖς καὶ τῆς ἐν οὐρανοῖς

ἀποκειμένης, ἧς ὑπομνήματα καὶ χαρακτῆρες μικροί

τινες τὰ ὁρώμενα. Πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξου-

σίας ἀγωνισώμεθα, πρὸς τοὺς ἀφανεῖς διώκτας τε

καὶ τυράννους, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους

τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πο-

νηρίας ἐν τοῖς ἐπουρανίοις, καὶ περὶ τὰ οὐράνια πρὸς

τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς τὸν ἐν τοῖς πάθεσι πόλε-

μον, πρὸς τὰς καθ' ἑκάστην ἡμέραν τῶν ἔξωθεν συμ-

πιπτόντων ἐπαναστάσεις.

Εʹ. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν

ὡς τομὸν ξίφος, καὶ ἡδονὴν ὡς πῦρ κατασβέσω-

μεν. Θώμεθα ταῖς ἀκοαῖς θύρας, καλῶς ἀνοιγομένας

καὶ κλειομένας· καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν·

παιδαγωγήσωμεν ἁφὴν λυσσῶσαν, καὶ γεῦσιν σπα-

ράττουσαν, μὴ θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν·

οὕτω γὰρ ἡγοῦμαι καλεῖσθαι τὰ αἰσθητήρια· καὶ

γέλωτος ἀμετρίας καταγελάσωμεν. Μὴ κάμψω-

μεν γόνυ τῇ Βαὰλ διὰ τὴν χρείαν, μηδὲ διὰ φόβον

τῇ εἰκόνι τῇ χρυσῇ προσκυνήσωμεν. Ἓν φοβηθῶμεν

μόνον, τὸ φοβηθῆναί τι Θεοῦ πλέον, καὶ καθυβρίσαι

τὴν εἰκόνα διὰ κακίας. Ἐν πᾶσι τὸν θυρεὸν τῆς

πίστεως ἀναλάβωμεν, καὶ πάντα τὰ βέλη τοῦ πονη-

ροῦ διαφύγωμεν. Καὶ οὗτος δεινὸς ὁ πόλε-

μος, καὶ αὕτη παράταξις μεγάλη, καὶ τοῦτο

μέγα τρόπαιον. Εἰ οὕτως συνεληλύθαμεν,

ἢ συντρέχομεν, ὄντως κατὰ Χριστὸν ἡ πανήγυρις,

ὄντως τοὺς μάρτυρας τετιμήκαμεν, ἢ τιμήσομεν,

ὄντως χορεύομεν ἐπινίκια. Εἰ δὲ γαστρὸς ἡδοναῖς

χαριούμενοι, καὶ τρυφήσοντες πρόσκαιρα, καὶ εἰσοί-

σοντες τὰ κενούμενα, καὶ κραιπάλης χωρία

ταῦτα, οὐ σωφροσύνης ὑπολαμβάνοντες, καὶ πρα-

γματειῶν καιροὺς καὶ πραγμάτων, ἀλλ' οὐκ ἀναβά-

σεως ἢ θεώσεως, ἵν' οὕτως εἰπεῖν τολμήσω, ἧς

οἱ μάρτυρες μεσιτεύουσι, πρῶτον μὲν οὐδὲ τὸν

καιρὸν ἐπιγινώσκω. Τί γὰρ τὰ ἄχυρα πρὸς τὸν σῖτον;

Τί δὲ θρύψις σαρκὸς πρὸς μαρτύρων παλαίσμα-

τα; Ἐκεῖνα τῶν θεάτρων, ταῦτα τῶν ἐμῶν συλλό-

γων· ἐκεῖνα τῶν ἀκολάστων, ταῦτα τῶν σωφρονούν-

των· ἐκεῖνα τῶν φιλοσάρκων, ταῦτα τῶν λυομένων

ἀπὸ τοῦ σώματος. Ἔπειτα βούλομαι μὲν εἰπεῖν

τι καὶ τολμηρότερον, φείδομαι δὲ τῆς βλασφημίας

αἰδοῖ τῆς ἡμέρας· πλὴν οὐ ταῦτα ἀπαιτοῦσι παρ'

840

ἡμῶν οἱ μάρτυρες· οὕτω γὰρ εἰπεῖν μετριώ-

τερον.

#2ʹ. Μὴ τοίνυν ἀνάγνως τελῶμεν, ἀδελφοὶ, τὰ

ἅγια, μηδὲ τὰ ὑψηλὰ ταπεινῶς, μηδ' ἀτίμως τὰ τί-

μια, μηδὲ, συνελόντα εἰπεῖν, χοϊκῶς τὰ τοῦ πνεύ-

ματος. Πανηγυρίζει καὶ Ἰουδαῖος, ἀλλὰ κατὰ τὸ

γράμμα· ἑορτάζει καὶ Ἕλλην, ἀλλ' ὡς ἀρέσκει τοῖς

δαίμοσιν. Ἡμῖν δὲ, ὡς πάντα πνευματικὰ, πρᾶξις,

κίνημα, βούλημα, λόγος, ἄχρι καὶ βαδίσματος καὶ

ἐνδύματος, ἄχρι καὶ νεύματος, εἰς πάντα τοῦ λόγου

φθάνοντος καὶ ῥυθμίζοντος τὸν κατὰ Θεὸν ἄνθρωπον·

οὕτω καὶ τὸ πανηγυρίζειν, καὶ τὸ φαιδρύνεσθαι.

Οὐ γὰρ κωλύω τὴν ἄνεσιν, ἀλλὰ κολάζω τὴν ἀμε-

τρίαν. Ἂν οὕτω συνιῶμεν, καὶ οὕτω πανηγυρίζω-

μεν, μέγα μὲν, ὅτι καὶ αὐτοὶ τευξόμεθα τῶν αὐτῶν

ἄθλων, εἰπεῖν, καὶ τῆς αὐτῆς δόξης κληρονομήσο-

μεν· ἃ γὰρ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκου-

σεν, οὔτε ἀνθρώπινός ποτε νοῦς ἀνετυπώσατο,

κατ' ἐξουσίαν πλάττων μακαριότητα, ταῦτα νομίζο-

μεν ἀποκεῖσθαι τοῖς καθῃραμένοις δι' αἵματος,

καὶ τὴν Χριστοῦ θυσίαν μιμησαμένοις· ἀλλὰ τήν γε

λαμπρότητα τῶν ἁγίων μαρτύρων ὀψόμεθα, οὐδὲ

γὰρ τοῦτο μικρὸν, ὡς ὁ ἐμὸς λόγος, καὶ εἰς τὴν χα-

ρὰν τοῦ αὐτοῦ Κυρίου εἰσελευσόμεθα, καὶ τῷ φωτὶ

τῆς μακαρίας καὶ ἀρχικῆς Τριάδος, εὖ οἶδ', ὅτι

ἐλλαμφθησόμεθα τρανότερόν τε καὶ καθαρώτε-

ρον, εἰς ἣν πεπιστεύκαμεν, καὶ ᾗ λατρεύομεν,

καὶ ἣν ὁμολογοῦμεν ἔμπροσθεν Θεοῦ καὶ ἀνθρώπων,

μηδὲν δεδοικότες, μηδὲν αἰσχυνόμενοι, μὴ τοὺς

ἔξωθεν ἐχθροὺς, μὴ τοὺς ἐν ἡμῖν αὐτοῖς ψευ-

δοχρίστους καὶ πολεμίους τοῦ Πνεύματος. Καὶ ὁμο-

λογοίημεν μέχρι τῆς ἐσχάτης ἀναπνοῆς ἐν πολλῇ

παῤῥησίᾳ τὴν καλὴν παρακαταθήκην τῶν ἁγίων Πα-

τέρων, τῶν ἐγγυτέρω Χριστοῦ, καὶ τῆς πρώτης πί-

στεως, τὴν σύντροφον ἡμῖν ἐκ παίδων ὁμολογίαν, ἣν

πρώτην ἐφθεγξάμεθα, καὶ ᾗ τελευταῖον συν-

απέλθοιμεν, τοῦτο, εἰ μή τι ἄλλο, ἐντεῦθεν ἀποφερό-

μενοι, τὴν εὐσέβειαν.

Ζʹ. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ καταλλάξας ἡμᾶς

ἑαυτῷ διὰ τοῦ σταυροῦ, διὰ τῆς ἁμαρτίας πολεμω-

θέντας· ὁ εὐαγγελισάμενος εἰρήνην τοῖς ἐγγὺς, καὶ

τοῖς μακρὰν, τοῖς τε ὑπὸ νόμον καὶ τοῖς ἔξω νόμου·

841

ὁ τῆς ἀγάπης πατὴρ, ἡ ἀγάπη· ταῦτα γὰρ πρὸ τῶν

ἄλλων χαίρει καλούμενος, ἵνα νομοθετήσῃ καὶ

τοῖς ὀνόμασι τὸ φιλάδελφον, ὁ τὴν καινὴν ἐντολὴν

δοὺς ἐν τῷ τοσοῦτον ἀγαπᾷν ἀλλήλους, ὅσον καὶ ἠγα-

πήμεθα· ὁ δοὺς καὶ τυραννεῖν καλῶς, καὶ τυραν-

νεῖσθαι διὰ τὸν φόβον, καὶ ἀναδύεσθαι σὺν λόγῳ,

καὶ θαῤῥεῖν πάλιν διὰ τὸν λόγον· ὁ καὶ τὰ μεγάλα

ποίμνια καταρτίζων, καὶ τὰ μικρὰ μεγαλύνων διὰ

τῆς χάριτος, αὐτὸς, κατὰ τὸ πλῆθος τῆς ἑαυτοῦ χρη-

στότητος, ἡμᾶς μὲν παρακαλέσαι παρακλήσει πολλῇ,

καὶ εἰς τὰ ἔμπροσθεν ἄγοι συμποιμαίνων καὶ

διασώζων τὸ ποίμνιον· ὑμᾶς δὲ καταρτίσειεν εἰς πᾶν

ἔργον ἀγαθὸν, καὶ πνευματικῶς πανηγυρίζειν τοῖς

μάρτυσι πείσειε, καὶ τῆς ἐκεῖθεν τρυφῆς καταξιώ-

σειεν, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία,

καὶ ὀφθέντας ἐν δικαιοσύνῃ τῆς ἑαυτοῦ δόξης κορέ-

σειεν, ἐποφθείσης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ

ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἡ τιμὴ καὶ ἡ προσκύ-

νησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΛΟΓΟΣ ΙΒʹ.}{Εἰς τὸν πατέρα ἑαυτοῦ, ἡνίκ' ἐπέτρεψεναὐτὸν φροντίζειν τῆς Ναζιανζοῦ Ἐκκλησίας.} Αʹ. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα Πνεῦμα,καὶ δίδωμι τὰ ἐμαυτοῦ πάντα, καὶ ἐμαυτὸν τῷ Πνεύ-ματι, καὶ πρᾶξιν, καὶ λόγον, καὶ ἀπραξίαν, καὶ σιω-πήν· μόνον ἐχέτω με, καὶ ἀγέτω, καὶ κινείτω καὶχεῖρα, καὶ νοῦν, καὶ γλῶσσαν, ἐφ' ἃ δεῖ καὶ βούλε-ται· καὶ ἀπαγέτω πάλιν ἀφ' ὧν δεῖ, καὶ ὧνἄμεινον. Ὄργανόν εἰμι θεῖον, ὄργανον λογικὸν, ὄργα-νον καλῷ τεχνίτῃ τῷ Πνεύματι ἁρμοζόμενον καὶκρουόμενον. Χθὲς ἐνήργει τὴν σιωπήν; τὸ μὴ λέγεινἐφιλοσόφουν. Σήμερον κρούει τὸν νοῦν; ἠχήσω τὸνλόγον, καὶ φιλοσοφήσω τὸ φθέγγεσθαι. Καὶ οὔτε λά-λος οὕτως εἰμὶ, ὡς λέγειν ἐπιθυμεῖν, τὸ σιωπᾷνἐνεργούμενος· οὔτε σιωπηλὸς οὕτω καὶ ἀμαθὴς, ὡςἐν καιρῷ λόγου τιθέναι φυλακὴν τοῖς χείλεσιν·ἀλλὰ καὶ κλείω καὶ ἀνοίγω τὴν ἐμὴν θύραν Νῷ, καὶΛόγῳ, καὶ Πνεύματι, τῇ μιᾷ συμφυΐᾳ τε καὶ θεότητι. Βʹ. Φθέγξομαι μὲν οὖν, ἐπειδὴ τοῦτο κελεύομαι,φθέγξομαι δὲ πρός τε τὸν ἀγαθὸν τοῦτον ποιμένα,καὶ τὴν ἱερὰν ποίμνην ὑμᾶς, ἅ μοι δοκεῖ βέλτιονεἶναι, ἐμέ τε εἰπεῖν, καὶ ὑμᾶς ἀκοῦσαι σήμερον. Τίὅτι τοῦ συμποιμαίνοντος ἐδεήθης; Ἀπὸ σοῦ γὰρ ὁλόγος ἄρξεται, ὦ φίλη καὶ τιμία μοι κεφαλὴ, καὶτῆς Ἀαρὼν ἐκείνης ἀξία, καθ' ἧς στάζει τὸ πνευμα-τικόν τε καὶ ἱερατικὸν ἐκεῖνο μύρον ἄχρι πώγωνοςκαὶ ἐνδύματος. Τί ὅτι, πολλοὺς στηρίζειν ἔτικαὶ χειραγωγεῖν δυνάμενος, καὶ μέντοι καὶ χειραγω-γῶν ἐν τῇ ἰσχύϊ τοῦ Πνεύματος, βακτηρίαν ὑποβάλλῃτοῖς πνευματικοῖς ἔργοις καὶ ἔρεισμα; Ἢ τοῦτοεἰδὼς καὶ ἀκούων, ὅτι καὶ μετὰ Ἀαρὼν ἐκείνου τοῦπάνυ ἐχρίσθησαν Ἐλεάζαρ καὶ Ἰθάμαρ οἱ υἱοὶ Ἀα-ρών; τὸν γὰρ Ναδὰβ καὶ Ἀβιοὺδ ἐκὼν ὑπερβήσομαι,δέει τῆς βλασφημίας· καὶ Μωϋσῆς ἀνθ' ἑαυτοῦ τὸνἸησοῦν ἀναδείκνυσιν ἔτι ζῶν ἀντὶ νομοθέτου καὶστρατηγοῦ, τοῖς ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίαςἐπειγομένοις; Καὶ τὸ μὲν γὰρ τοῦ Ἀαρὼν καὶτοῦ Ὢρ ὑποστηριζόντων τὰς χεῖρας Μωϋσέως ἐπὶτοῦ ὄρους, ἵν' ὁ Ἀμαλὴκ καταπολεμηθῇ τῷσταυρῷ, πόῤῥωθεν σκιαγραφουμένῳ καὶ τυπουμένῳ,δοκῶ μοι παρήσειν ἑκὼν, ὡς οὐ σφόδρα οἰκεῖονἡμῖν καὶ πρόσφορον· οὐ γὰρ συννομοθέτας ᾑρεῖτοτούτους Μωϋσῆς, ἀλλ' εὐχῆς βοηθοὺς, καὶ καμάτουχειρῶν ἐρείσματα. Γʹ. Σοὶ δὲ τί πάσχει; τί κάμνει; Τὸ σῶμα; Ὑπο-στηρίζειν ἕτοιμος· ἀλλὰ καὶ ὑπεστήριξα, καὶἐστηρίχθην, ὡς ὁ Ἰακὼβ ἐκεῖνος, πατρικαῖς εὐλο-γίαις. Ἀλλὰ τὸ πνεῦμα; Τίς ἰσχυρότερος, καὶθερμότερος, καὶ νῦν μάλιστα, ὅσῳ τὰ τῆς σαρκὸςὑποβαίνει καὶ ὑπεξίσταται, ὥσπερ φωτὶ, τὸ ἀν-τιφράττον καὶ ἀντικείμενον, καὶ κωλύον τὴν λαμπη-δόνα; Φιλεῖ γὰρ ὡς τὰ πολλὰ ἀντιπολεμεῖν ταῦτα ἀλ-λήλοις καὶ ἀντικαθέζεσθαι· καὶ σῶμα μὲν εὐ-εκτεῖν, καμνούσης ψυχῆς, ψυχὴν δὲ θάλλειν καὶἄνω βλέπειν, τῶν ἡδονῶν ὑποβαινουσῶν καὶ συναπο-μαραινομένων τῷ σώματι. Σοῦ δὲ καὶ ἄλλως ἐθαύ-μασα τὸ ἀρχαϊκὸν καὶ γενναῖον, πῶς οὐδὲ τοῦτοἔδεισας, σφόδρα τῶν νῦν ὑπάρχον καιρῶν,μή σοι τὸ πνεῦμα πρόφασις νομισθῇ, καὶ σαρκικῶςταῦτα λαμβάνειν δοκῶμεν τοῖς πολλοῖς, πνευματι-κῶς προσποιούμενοι. Ἐπειδὴ μέγα τὸ πρᾶγμα καὶτυραννικὸν, καὶ θαυμασίαν οἵαν ἔχον ἀπόλαυσιν, οἱπολλοὶ νομίζεσθαι πεποιήκασιν· κἂν ἔτι στενοτέραςτις ἢ κατὰ ταύτην προστατῇ καὶ ἐξηγῆται ποί-μνης, καὶ πλέον φερούσης τῶν ἡδέων τὰ μοχθηρά.Τοῦτο μὲν δὴ τῆς σῆς εἴτε ἁπλότητος εἴτε φιλοτε-κνίας, ὑφ' ἧς οὔτε τι τῶν πονηρῶν, οὔτε αὐτὸςπαραδέχῃ, οὔτε περὶ τῶν ἄλλων ῥᾳδίως ὑπολαμβά-νεις· (βραδὺ γὰρ εἰς ὑπόνοιαν κακοῦ τὸ πρὸς κα-κίαν δυσκίνητον·) ἐμοὶ δὲ καὶ δεύτερον πρὸς τὸνεἴτε σὸν εἴτε καὶ ἐμὸν λαὸν τοῦτον βραχέα διαλεχθῆ-ναι. Δʹ. Τετυραννήμεθα, ὦ φίλοι καὶ ἀδελφοί· ὑμᾶςγὰρ, εἰ καὶ μὴ τότε, ἀλλὰ νῦν ἐπιβοησόμεθα· τετυ-ραννήμεθα γήρᾳ πατρὸς καὶ φίλου, ἵνα μετρίωςεἴπω, χρηστότητι. Καί μοι βοηθεῖτε, ὅστις ἂν οἷός τεᾖ, καὶ δότε χεῖρα πιεζομένῳ, καὶ διελκομένῳ ὑπὸπόθου καὶ πνεύματος· ὁ μὲν εἰσηγεῖται δρασμοὺς,καὶ ὄρη, καὶ ἐρημίας, καὶ ἡσυχίαν ψυχῆς καὶ σώμα-τος, καὶ τὸν νοῦν εἰς ἑαυτὸν ἀναχωρῆσαι, καὶ συ-στραφῆναι ἀπὸ τῶν αἰσθήσεων, ὥστε ὁμιλεῖν ἀκηλι-δώτως Θεῷ, καὶ ταῖς τοῦ Πνεύματος αὐγαῖς καθαρῶς