The Greek Library Author

Anonymous

Ad patrem

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Ad patrem (orat. 12), MPG 35: 844–849.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg025.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

35

848

ἐναστράπτεσθαι, μηδενὸς ἐπιμιγνυμένου τῶν κάτω

καὶ θολερῶν, μηδὲ τῷ θείῳ φωτὶ παρεμπίπτοντος,

ἕως ἂν ἐπὶ τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμά-

των, καὶ στῶμεν τοῦ πόθου καὶ τῆς ἐφέσεως, λυθέν-

των τῶν ἐσόπτρων τῇ ἀληθείᾳ. Βούλεται τὸ δὲ

εἰς μέσον ἄγειν, καὶ καρποφορεῖν τῷ κοινῷ βούλεται,

καὶ τοῦτο ὠφελεῖσθαι, τὸ ὠφελεῖν ἀλλήλους, καὶ δη-

μοσιεύειν τὴν ἔλλαμψιν, καὶ προσάγειν Θεῷ λαὸν πε-

ριούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν

πλείοσι εἰκόνα κεκαθαρμένην. Κρεῖσσον γὰρ εἶναι

καὶ πλεῖον, ὥσπερ φυτοῦ παράδεισον, καὶ ἀστέρος

ἑνὸς οὐρανὸν ὅλον σὺν τοῖς ἑαυτοῦ κάλλεσι, καὶ μέ-

λους σῶμα, οὕτω καὶ Θεῷ κατορθοῦντος ἑνὸς ὅλην

Ἐκκλησίαν κατηρτισμένην· καὶ χρῆναι μὴ τὸ ἑαυ-

τοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὸ τῶν ἄλλων. Ἐπεὶ καὶ

Χριστὸς οὕτως, ᾧ μένειν ἐξὸν ἐπὶ τῆς ἰδίας τιμῆς

καὶ θεότητος, οὐ μόνον ἐκένωσεν ἑαυτὸν μέχρι τῆς

τοῦ δούλου μορφῆς, ἀλλὰ καὶ σταυρὸν ὑπέμεινεν αἰ-

σχύνης καταφρονήσας, ἵν' ἐν τοῖς ἑαυτοῦ πάθεσιν

ἀναλώσῃ τὴν ἁμαρτίαν, καὶ ἀποκτείνῃ τῷ θανάτῳ

τὸν θάνατον. Ἐκεῖνα μὲν δὴ τῆς ἐπιθυμίας τὰ πλά-

σματα, ταῦτα δὲ τοῦ Πνεύματος τὰ διδάγματα.

Μέσος δὲ ὢν πόθου καὶ πνεύματος, καὶ οὐκ ἔχων τίνι

τὸ πλέον χαρίσομαι, ὅ μοι δοκῶ κάλλιστον εὑρη-

κέναι καὶ ἀσφαλέστατον, κοινώσομαι καὶ ὑμῖν, ἵνα

μοι συνδοκιμάσητε καὶ συλλάβησθε τοῦ βουλεύ-

ματος.

Εʹ. Ἔδοξέ μοι κράτιστον εἶναι καὶ ἀκινδυνότατον,

μέσην τινὰ τραπέσθαι τοῦ πόθου καὶ τῆς δειλίας, καὶ

τὸ μὲν τῇ ἐπιθυμίᾳ δοῦναι, τὸ δὲ τῷ πνεύματι· τοῦ-

το δὲ ἂν γενέσθαι, μήτε πάντῃ φυγόντος τὴν λειτουρ-

γίαν, ὥστε ἀθετῆσαι τὴν χάριν, ἐπισφαλὲς γὰρ, μή-

τε μεῖζον ἢ κατ' ἐμαυτὸν ἀραμένου φορτίον, βα-

ρὺ γάρ· καὶ τὸ μὲν κεφαλῆς ἄλλου, τὸ δὲ δυνά-

μεως· μᾶλλον δὲ ἀπονοίας ἀμφότερα. Εὐσεβείας δὲ

εἶναι ἅμα καὶ ἀσφαλείας μετρῆσαι τῇ δυνάμει

τὴν λειτουργίαν· καὶ ὥσπερ τροφῆς τὴν μὲν κατὰ δύ-

ναμιν προσίεσθαι, τὴν δὲ ὑπὲρ δύναμιν ἀποπέμψα-

σθαι· οὕτω γὰρ σώματι μὲν εὐεξίαν παραγί-

849

νεσθαι, ψυχῇ δὲ ἀσφάλειαν τῷ μετριάζειν ἐν

ἀμφοτέροις. Διὰ τοῦτο νῦν μὲν δέχομαι τῷ καλῷ πα-

τρὶ συνδιαφέρειν τὴν ἐπιμέλειαν, ὥσπερ ἀετῷ μεγά-

λῳ καὶ ὑψιπέτῃ νεοσσὸς οὐκ ἄχρηστος ἐγ-

γύθεν συμπαριπτάμενος· μετὰ δὲ τοῦτο δώσω τῷ

Πνεύματι τὴν ἐμὴν πτέρυγα φέρειν ᾗ βούλεται, καὶ

ὡς βούλεται· καὶ οὐδεὶς ὁ βιασόμενος, οὐδὲ ἀπάξων

ἑτέρωθι, μετὰ τούτου βουλευόμενον. Ἡδὺ μὲν γὰρ

πατρὸς πόνοι κληρονομούμενοι, καὶ τὸ συνηθέστερον

ποίμνιον τοῦ ξένου καὶ ἀλλοτρίου· προσθείην δ' ἂν,

ὅτι καὶ Θεῷ τιμιώτερον, εἰ μή με ἀπατᾷ τὸ φίλτρον,

καὶ κλέπτει τὴν αἴσθησιν ἡ συνήθεια· οὔπω δὲ

χρησιμώτερον τοῦ ἑκόντας ἑκόντων ἄρχειν, οὐδὲ

ἀσφαλέστερον· ἐπειδὴ μὴ πρὸς βίαν ἄγειν τοῦ ἡμετέ-

ρου νόμου, μηδὲ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως.

Τοῦτο μὲν γὰρ οὐδ' ἂν ἄλλην ἀρχὴν συστήσειεν,

ἐπειδὴ φιλεῖ τὸ βίᾳ κρατούμενον ἐλευθεριάζειν πο-

τὲ καιροῦ λαβόμενον· τὴν δὲ ἡμετέραν οὐκ ἀρ-

χὴν, ἀλλὰ παιδαγωγίαν, καὶ πάντων μάλιστα

συντηρεῖ τὸ ἑκούσιον. Βουλομένων γὰρ, οὐ τυραννου-

μένων, τὸ τῆς εὐσεβείας μυστήριον.

#2ʹ. Οὗτος ὁ παρ' ἐμοῦ λόγος ὑμῖν, ὦ ἄνδρες, ἁπλῶς

τε καὶ μετὰ πάσης εὐνοίας εἰρημένος, καὶ τοῦ-

το τὸ τῆς ἐμῆς διανοίας μυστήριον. Νικώῃ δὲ ὅ τι ἂν

καὶ ὑμῖν καὶ ἡμῖν μέλλῃ συνοίσειν, τοῦ Πνεύματος

ἄγοντος τὰ ἡμέτερα (πάλιν γὰρ εἰς ταυτὸν ὁ λόγος

ἀνέρχεται), ᾧ δεδώκαμεν ἡμᾶς αὐτοὺς, καὶ τὴν

χρισθεῖσαν κεφαλὴν τῷ ἐλαίῳ τῆς τελειώσεως ἐν Πα-

τρὶ παντοκράτορι, καὶ τῷ μονογενεῖ Λόγῳ, καὶ τῷ

ἁγίῳ Πνεύματι καὶ Θεῷ. Μέχρι γὰρ τίνος τῷ μοδίῳ

τὸν λύχνον περικαλύψομεν, καὶ φθονήσομεν τοῖς

ἄλλοις τῆς τελείας θειότητος, δέον ἐπὶ τὴν λυχνίαν

ἤδη τιθέναι καὶ λάμπειν πάσαις Ἐκκλησίαις τε καὶ

ψυχαῖς, καὶ παντὶ τῷ τῆς οἰκουμένης πληρώμα-

τι, μηκέτι εἰκαζόμενον, μηδὲ τῇ διανοίᾳ σκιαγρα-

φούμενον, ἀλλὰ καὶ φανερῶς ἐκλαλούμενον; Ἥπερ

δὴ τελεωτάτη τῆς θεολογίας ἀπόδειξις τοῖς ταύτης

ἠξιωμένοις τῆς χάριτος ἐν αὐτῷ Χριστῷ Ἰησοῦ τῷ

Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶ-

νας. Ἀμήν.

{ΛΟΓΟΣ ΙΓʹ.}{Εἰς τὴν χειροτονίαν Δοαρῶν ὁμιλία ἐκδοθεῖσαΕὐλαλίῳ ἐπισκόπῳ.} Αʹ. Δέξασθε τὸν ἡμέτερον λόγον, ἀδελφοὶ, κἂν ἐλά-χιστος ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμενος·πλὴν ὅμως σταθμίζειν οἶδεν ὁ Δεσπότης Θεὸς τῇ δι-καίᾳ κρίσει τὸν ἔλεον· δέχεται γὰρ καὶ Παύ-λου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλὼ τὴνἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώ-νου τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευ-σιν. Δέξασθε λόγον νεόκτιστον ἐπὶ νεοκτίστῳποιμένι· δέξασθε φωνὴν εὐχαριστήριον ἐπὶ τοῖςὀρωμένοις θαύμασι. Μικροὶ μὲν ἡμεῖς καὶ ἐλάχιστοιἐν υἱοῖς Ἰσραήλ· εὐχαριστεῖν δὲ πλουσίως οὐδὲν κω-λύει καὶ τοὺς μικρούς. Τὴν μὲν οὖν τελεωτέρανεὐφημίαν ἀποδώσουσι τῷ Θεῷ πάντως οἱ τελεώτεροι·ἡμεῖς δὲ τὴν κατὰ δύναμιν εἰσοίσομεν σήμερον.Τοιγαροῦν ᾄσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ὅτι θαυ-μαστὰ ἐποίησεν. Ἐκυμαινόμεθα, ἐπολεμούμεθα, ἐξ-ωθούμεθα· τὰ μὲν ἤδη παρῆν τῶν δεινῶν, τὰ δὲ ἤμελ-λεν. Ἀλλὰ τίς ἔστησε τὴν καταιγίδα εἰς αὔραν; Τίςσυνέτριψεν ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον; Τίςτοὺς ἐξωσμένους καὶ ἀπεῤῥιμμένους ἡμᾶςεἰσεδέξατο; Οὐχὶ σὺ ὁ Θεὸς, ὁ ἐνεργήσας ταῦτα;Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐνπολέμῳ. Βʹ. Οὗτος ἔτεμε θάλασσαν· οὗτος ἔτρεψεν ἐν ἐρήμῳλαὸν φυγάδα, ξένον ὑετὸν χαρισάμενος· οὗτος πέ-τραν ἐπήγασεν· οὗτος κατεπολέμησε τὸν Ἀμαλὴκ,χειρῶν ἀποῤῥήτῳ καὶ μυστικῷ σχήματι. Τοῦτογὰρ ἴσχυσαν ἱερέως χεῖρες ἐπὶ τοῦ ὄρους αἰρόμεναι,καὶ εἰς εὐχὴν τυπούμεναι, ὃ πολλαὶ μυριάδες οὐκἴσχυσαν. Οὗτος τείχη κατέσεισεν ἀμάχως καὶ ἀπολέ-μως· καὶ, ἵνα τὰ τελευταῖα λέγω, οὗτος κατήνεγκετὸν Γολιὰθ κατὰ τοῦ μεγάλου Δαβὶδ τολμήσαν-τα, τὸν ἐπηρμένον, καὶ ἀλαζόνα, καὶ ἀπόγονον τῶνγιγάντων. Διὰ ταῦτα οὖν ὁμοθυμαδὸν λέγωμεν·Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θή-ραν τοῖς ὀδοῦσιν αὐτῶν· καὶ, Χείμαῤῥον διῆλθενἡ ψυχὴ ἡμῶν· ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς πα-γίδος τῶν θηρευόντων· ἄλλα τε ὅσα ψυχὴ περιχα-ρὴς ἐπὶ Θεοῦ μεγαλοδωρεᾷ φθέγγεται. Οὐκ ἤλθομενβάλλειν μάχαιραν, ἀλλ' εἰρήνην. Οὐκ ἤλθομενἐπ' ἀτιμίᾳ τοῦ μεγάλου ποιμένος, τοῦ τῆς λαμ-πρᾶς προκαθεζομένου πόλεως· τίμιον ἴσμεν, κεφα-λὴν γινώσκομεν, ἅγιον καλοῦμεν, καὶ ἀδικούμε-νοι· μόνον ἔστω φιλότεκνος, καὶ πάσης προνοῶνἘκκλησίας. Προσθήκην ἱερέων ἐπραγματευσάμεθα,οὐχ ὑφαίρεσιν· αἱρετικῶν ἀνατροπὴν, οὐκ ὀρθοδόξωνἐλάττωσιν. Γʹ. Τί φῂς, ὦ παῖ Δαθὰν καὶ Ἀβειρὼν, καὶστρατηγὲ ἀσωφρόνιστε, ὁ κατὰ Μωϋσέως τολμήσας,καὶ χεῖρας ἐπαφεὶς ἡμῖν, ὥσπερ ἐκεῖνοι τὰς γλώσ-σας τῷ μεγάλῳ θεράποντι; Οὐκ ἔφριξας; Οὐκ ἐν-ετράπης; Οὐκ ἔῤῥευσάν σοι ταῦτα διανοουμένῳ κατὰγῆς αἱ σάρκες; Εἶτα τὰς χεῖρας ταύτας ἀνατείνειςτῷ Θεῷ; Εἶτα δῶρα προσάξεις; Εἶτα ὑπερεύξῃλαοῦ; Φοβοῦμαι μή ποτε τοσοῦτον ἡ ῥομφαία τοῦΘεοῦ κατιωθῇ, καὶ ἠρεμήσειεν. Οὔτε τῷ ποιμένιτῷ σῷ μέγα τι ἐχαρίσω, καὶ σαυτὸν τὰ μέγιστα ἐζη-μίωσας, ἀλλοτριώσας σεαυτὸν τῆς τοῦ Θεοῦ χά-ριτος. Δʹ. Νῦν δὲ, ὦ ποιμένων ἄριστε καὶ τελεώτατε, δεῦ-ρό μοι καὶ τὸν σὸν ἀπολάμβανε λαὸν σὺν ἡμῖν τε καὶ