The Greek Library Author

Anonymous

De pauperum amore

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
De pauperum amore (orat. 14), MPG 35: 857–909.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg027.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

35

864

μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ

ἀλήθεια προπορεύονται, καὶ ᾧ προσοιστέον

τὸν ἔλεον πρὸ τῆς κρίσεως· οὐδὲ ἄλλῳ τινὶ μᾶλλον,

ἢ φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ

δικαίως ἀντιμετροῦντος, καὶ τιθέντος ἐν ζυγῷ καὶ

σταθμῷ τὸν ἔλεον.

#2ʹ. Πᾶσι μὲν δὴ πτωχοῖς ἀνοικτέον τὰ σπλάγχνα,

καὶ τοῖς καθ' ἡντιναοῦν αἰτίαν κακοπαθοῦσι, κατὰ

τὴν, χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ

κλαιόντων, κελεύουσαν ἐντολήν· καὶ προεισενε-

κτέον ἀνθρώπους ὄντας ἀνθρώποις τὸν ἔρανον

τῆς χρηστότητος, εἴτε διὰ χηρείαν χρῄζοιεν ταύτης,

εἴτε δι' ὀρφανίαν, εἴτε ἀποξένωσιν πατρίδος, εἴτε

ὠμότητα δεσποτῶν, εἴτε ἀρχόντων θράσος, εἴτε φο-

865

ρολόγων ἀπανθρωπίαν, εἴτε λῃστῶν μιαιφονίαν, εἴτε

κλεπτῶν ἀπληστίαν, εἴτε δήμευσιν, εἴτε ναυάγιον·

πάντες γὰρ ὁμοίως ἐλεεινοὶ, καὶ οὕτω βλέποντες

εἰς τὰς ἡμετέρας χεῖρας, ὡς ἡμεῖς εἰς τὰς τοῦ Θεοῦ,

περὶ ὧν ἂν δεώμεθα· καὶ τούτων αὐτῶν οἱ παρ'

ἀξίαν κακοπαθοῦντες, τῶν ἐν ἔθει τοῦ δυστυχεῖν

ὄντων ἐλεεινότεροι· ἐξαιρέτως δὲ τοῖς ὑπὸ τῆς ἱερᾶς

νόσου διεφθαρμένοις, καὶ μέχρι σαρκῶν, καὶ ὀστέων,

καὶ μυελῶν, ὡς ἡ κατά τινων ἀπειλὴ, βεβρωμένοις,

καὶ προδεδομένοις ὑπὸ τοῦ μοχθηροῦ, καὶ ταπεινοῦ,

καὶ ἀπίστου τούτου σώματος· ᾧ πῶς συνεζύ-

γην, οὐκ οἶδα· καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ, καὶ τῷ

πηλῷ συμφύρομαι· ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ

ἀνιᾷ πολεμούμενον· ὃ καὶ ὡς σύνδουλον ἀγαπῶ, καὶ

ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω,

καὶ ὡς συγκληρονόμον αἰσχύνομαι· τῆξαι φιλονεικῶ,

καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ κάλλιστα χρήσω-

μαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς

Θεὸν ἀναβῆναι διὰ τῶν πράξεων.

Ζʹ. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω

τὴν ἐπανάστασιν, ἢ πῶς μὴ ἀπὸ Θεοῦ πέσω βαρη-

θεὶς ταῖς πέδαις κατασπώσαις, ἢ κατεχούσαις εἰς

ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος.

Ὢ τῆς συζυγίας καὶ τῆς ἀλλοτριώσεως! Ὃ φο-

βοῦμαι περιέπω, καὶ ὃ στέργω δέδοικα· πρὶν

πολεμῆσαι, καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι,

διίσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα

τοῦτο μυστήριον; Ἢ βούλεται μοῖραν ἡμᾶς ὄν-

τας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας, ἵνα μὴ διὰ τὴν

ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι κατα-

φρονῶμεν τοῦ κτίσαντος, ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ

καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευ-

γμένην ἀσθένειαν παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος·

ἵνα εἰδῶμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες καὶ τα-

πεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ

ἀθάνατοι, κληρονόμοι φωτὸς καὶ πυρὸς, εἴτ' οὖν σκό-

τους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα

ἡμῶν, καὶ διὰ ταῦτα, ὡς γοῦν ἐμοὶ καταφαίνεται,

ἵν' ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν χοῦν συ-

στελλώμεθα. Ταῦτα μὲν οὖν ὁ βουλόμενος φιλοσο-

φείτω, καὶ ἡμεῖς γε συμφιλοσοφήσομεν εὐκαι-

ρότερον.

868

Ηʹ. Νυνὶ δὲ, ὅ μοι λέγειν ὁ λόγος ὥρμησε, τῶν

ἐμῶν περιαλγοῦντι σαρκῶν, καὶ τῆς ἐμῆς ἀσθενείας

ἐν ἀλλοτρίοις πάθεσι, θεραπευτέον, ἀδελφοὶ, τὸ συγ-

γενὲς καὶ ὁμόδουλον. Εἰ γὰρ καὶ ὡς ἐχθροῦ κατηγό-

ρησα διὰ τὸ πάθος, ἀλλὰ καὶ ὡς φίλου περιέχο-

μαι διὰ τὸν συνδήσαντα· καὶ θεραπευτέον οὐχ ἧττον

τὰ τῶν πλησίον, ἢ ἕκαστον τὸ ἑαυτοῦ, τῶν

τε ὑγιαινόντων, καὶ τῶν ὑπὸ τῆς αὐτῆς νόσου

δαπανωμένων. Πάντες γὰρ ἕν ἐσμεν ἐν Κυρίῳ,

εἴτε πλούσιος, εἴτε πένης, εἴτε δοῦλος, εἴτε

ἐλεύθερος, εἴτε ὑγιαίνων, εἴτε πονηρῶς ἔχων τοῦ

σώματος· καὶ μία κεφαλὴ πάντων, ἐξ οὗ τὰ πάντα,

Χριστός· καὶ ὅπερ ἐστὶν ἀλλήλοις τὰ μέλη, τοῦτο

ἕκαστος ἑκάστῳ, καὶ πᾶσιν ἅπαντες· οὔκουν περι-

οπτέον, οὐδὲ ἀμελητέον τῶν προεμπεσόντων εἰς τὴν

κοινὴν ἀσθένειαν· οὐδὲ ἀγαπητέον μᾶλλον, ὅτι εὖ

ἡμῖν ἔχει τὰ σώματα, ἢ πενθητέον, ὅτι ἀθλίως

τοῖς ἀδελφοῖς· καὶ ἡγεῖσθαι μίαν ἀσφάλειαν εἶναι τῶν

ἡμετέρων σαρκῶν καὶ ψυχῶν, τὴν εἰς ἐκείνους φιλαν-

θρωπίαν· σκοπῶμεν δὲ οὕτως.

Θʹ. Τοῖς μὲν ἄλλοις ἓν μόνον ἐλεεινὸν, τὸ τῆς ἀπο-

ρίας· ὃ τάχ' ἂν ἢ χρόνος, ἢ πόνος, ἢ φίλος, ἢ

συγγενὴς, ἢ καιροῦ μεταβολὴ λύσαιεν. Τοῖς δὲ

τοῦτο μὲν οὐδενὸς ἧττον, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ τοῦ

πονεῖν καὶ βοηθεῖν ἑαυτοῖς οὐκ ἔχουσιν, εἰς τὰ

ἀναγκαῖα μετὰ τῶν σαρκῶν ἀφῄρηνται, καὶ μείζων

ἀεὶ τῆς ἀσθενείας αὐτοῖς μᾶλλον ὁ φόβος, ἢ ἡ τῆς

ὑγείας ἐλπίς· ὥστε μικρὸν γοῦν τι βοηθεῖ-

σθαι παρὰ τῆς ἐλπίδος, ἣ μόνον τοῖς ἀτυχοῦσίν

ἐστι φάρμακον. Πρὸς δὲ τῇ πενίᾳ, καὶ ἡ νόσος

κακὸν δεύτερον, καὶ κακῶν τὸ ἀπευκτότατον, καὶ

βαρύτατον, καὶ εἰς κατάραν τοῖς πολλοῖς προχει-

ρότατον. Καὶ τρίτον, τὸ μὴ προσιτοὺς αὐ-

τοὺς εἶναι, μηδὲ θεατοὺς τοῖς πλείοσιν, ἀλλὰ φευ-

κτοὺς, καὶ βδελυκτοὺς, καὶ οἷον ἀποτροπαίους· ὃ καὶ

τῆς νόσου τούτοις βαρύτερον, ὅταν αἴσθωνται διὰ τὴν

συμφορὰν καὶ μισούμενοι. Ἐγὼ μὲν οὐδὲ ἀδακρυτὶ

φέρω τὸ τούτων πάθος, καὶ τῇ μνήμῃ συγχέομαι·

πάσχοιτε δὲ καὶ ὑμεῖς ταυτὸν, ἵνα τοῖς δάκρυσι

τὰ δάκρυα φύγητε· καὶ πάσχουσί γε, οἶδ' ὅτι, τῶν

παρόντων ὅσοι φιλόχριστοι καὶ φιλόπτωχοι, καὶ

Θεοῦ, καὶ παρὰ Θεοῦ τὸ ἐλεεῖν ἔχοντες· μάρτυ-

ρες δὲ καὶ ὑμεῖς τοῦ πάθους.

869

Ιʹ. Πρόκειται τοῖς ὀφθαλμοῖς ἡμῶν θέαμα δεινὸν

καὶ ἐλεεινὸν, καὶ πᾶσι, πλὴν τῶν εἰδότων, ἄπιστον,

ἄνθρωποι νεκροὶ καὶ ζῶντες, ἠκρωτηριασμένοι τοῖς

πλείστοις τοῦ σώματος μέρεσι, μήθ' οἵτινές

ποτε ἦσαν, μηδὲ ὅθεν εἰσὶ μικροῦ γινωσκόμενοι· μᾶλλον

δὲ τῶν ποτε ἀνθρώπων ἄθλια λείψανα· πατέρας,

καὶ μητέρας, καὶ ἀδελφοὺς, καὶ τόπους, ἑαυτῶν

γνωρίσματα λέγοντες· Ἐγὼ τοῦ δεῖνος, καὶ ἡ δεῖνά

μοι μήτηρ, καὶ τόδε μοι ὄνομα, καὶ σύ μοι φίλος ποτὲ

καὶ γνώριμος. Καὶ τοῦτο πράττουσιν, οὐ γὰρ ἔχουσι

τῷ παλαιῷ χαρακτῆρι γινώσκεσθαι· ἄνθρωποι

περικεκομμένοι, καὶ περιῃρημένοι χρήματα,

συγγένειαν, φίλους, αὐτὰ τὰ σώματα· ἄνθρωποι μόνοι

τῶν πάντων ἐλεοῦντές τε ἑαυτοὺς, καὶ μισοῦντες

ὁμοίως· οὐκ ἔχοντες πότερα μᾶλλον θρηνήσωσι,

τὰ μηκέτ' ὄντα τοῦ σώματος, ἢ τὰ μένοντα·

ὅσα προανάλωσεν ἡ νόσος, ἢ ὅσα τῇ νόσῳ λεί-

πεται. Τὰ μὲν γὰρ ἀνήλωται δυστυχῶς, τὰ δὲ

σώζεται δυστυχέστερον· τὰ μὲν οἴχεται πρὸ τῶν τά-

φων, τὰ δὲ οὐκ ἔστιν ὁ παραδώσων ταφῇ. Καὶ

γὰρ ὁ λίαν χρηστὸς καὶ φιλάνθρωπος, τούτοις ἐστὶν

ἀναλγητότατος· κἀνταῦθα μόνον ἐπελαθόμεθα σάρ-

κες ὄντες, καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμε-

νοι· καὶ τοσούτου δέομεν θεραπεύειν τὸ συγγε-

νὲς, ὥστε καὶ τῶν ἡμετέρων σωμάτων ἀσφάλειαν

τὴν τούτων φυγὴν νομίζομεν. Καὶ νεκρῷ μὲν ἤδη

προσῆλθέ τις παλαιῷ, καὶ τούτῳ τυχὸν ὀδωδότι, καὶ

ζώων ἀλόγων ἤνεγκεν ὀδωδότα σώματα, καὶ βορβόρου

πλησθεὶς ἠνέσχετο· τούτους δὲ κατὰ κράτος φεύγο-

μεν (ὢ τῆς ἀπανθρωπίας!), ὅτι καὶ τὸν αὐτὸν αὐτοῖς

σπῶμεν ἀέρα, μικροῦ δυσχεραίνοντες.

ΙΑʹ. Τί πατρὸς γνησιώτερον; καὶ τί μητρὸς συμ-

παθέστερον; Ἀλλ' ἀπεκλείσθη γε τούτοις καὶ ἡ φύ-

σις· καὶ πατὴρ παῖδα τὸν ἑαυτοῦ, ὃν ἐγέννησεν, ὃν

ἀνέθρεψεν, ὃν ὀφθαλμὸν βίου μόνον ἔχειν ἐνόμισεν,

ὑπὲρ οὗ πολλὰ Θεῷ καὶ πολλάκις προσηύξατο, τοῦ-

τον ὀδύρεται μὲν, ἀπελαύνει δὲ, τὸ μὲν ἑκὼν, τὸ δὲ

τυραννούμενος. Καὶ μήτηρ μέμνηται μὲν τῶν ὠδίνων,

καὶ τὰ σπλάγχνα σπαράσσεται, καὶ ἀνακαλεῖται

λίαν ἐλεεινῶς, καὶ προθεῖσα θρηνεῖ, καθάπερ τεθνη-

κότα τὸν ζῶντα· Τέκνον, λέγουσα, δυστυχὲς καὶ

ἀθλίας μητρὸς, ὅ μοι συνεμερίσατο πικρῶς ἡ νόσος·

τέκνον ἐλεεινὸν, τέκνον οὐ γνωριζόμενον, τέκνον, ὃ

κρημνοῖς καὶ ὄρεσι καὶ ἐρημίαις ἀνεθρεψάμην·

872

μετὰ θηρίων οἰκήσεις, καὶ σκέπη σοι πέτρα, καὶ

τῶν ἀνθρώπων μόνον ὄψονταί σε οἱ εὐσεβέστατοι·

καὶ ταῦτα δὴ τὰ τοῦ Ἰὼβ ἐλεεινὰ ῥήματα ἐπιφθέγ-

γεται· Ἵνα τί γὰρ ἐπλάσθης ἐν κοιλίᾳ μητρὸς, ἐκ

γαστρὸς δὲ ἐξῆλθες, καὶ οὐκ εὐθὺς ἀπώλου,

ὡς συνδραμεῖν τῇ γεννήσει τὸν θάνατον; ἵνα τί δὲ

οὐκ ἀπῆλθες ἄωρος, πρὶν γεύσασθαι τῶν τοῦ βίου

κακῶν; Ἵνα τί δέ σοι συνήντησε γόνατα;

Τί δέ σοι τὸ θηλάσαι μαστοὺς, ἀθλίως ζήσε-

σθαι μέλλοντι, καὶ ζωὴν θανάτου χαλεπωτέραν; Καὶ

ταῦτα λέγει, καὶ ἐπαφίησι πηγὰς δακρύων, καὶ περι-

πτύξασθαι βούλεται μὲν ἡ δυστυχὴς, φοβεῖται δὲ

τὰς τοῦ παιδὸς σάρκας ὡς πολεμίας. Πάνδημοι δὲ κα-

ταβοήσεις τε καὶ διώξεις, οὐ κατὰ τῶν ἀδικούντων,

ἀλλὰ κατὰ τῶν δυστυχούντων γίνονται. Καὶ φο-

νέα μὲν ἤδη τις συνῳκίσατο, καὶ μοιχῷ μετέδωκεν,

οὐ στέγης μόνον, ἀλλὰ καὶ τραπέζης, καὶ βίου κοι-

νωνὸν τὸν ἱερόσυλον εἵλετο, καὶ τοῖς αὐτόν τι διατε-

θεικόσι κακὸν ἐσπείσατο· τοῦ δὲ τὸ πάθος, ὡς

ἔγκλημα, μηδὲν λυπήσαντος ἀπεστράφη. Καὶ

πλέον ἔχει νόσου κακία· καὶ τὸ μὲν ἀπάνθρω-

πον ὡς ἐλευθέριον ἠσπασάμεθα, τὸ δὲ συμπαθὲς ὡς

αἰσχρὸν ἠτιμάσαμεν.

ΙΒʹ. Ἀπελαύνονται πόλεων, ἀπελαύνονται οἰκιῶν,

ἀγορᾶς, συλλόγων, ὁδῶν, πανηγύρεων, συμποσίων,

(ὢ τοῦ πάθους!) αὐτοῦ τοῦ ὕδατος· οὔτε πηγαὶ ῥέ-

ουσαι, τούτοις κοιναὶ πρὸς τοὺς ἄλλους ἀνθρώ-

πους, οὔτε ποταμοὶ πιστεύονται μηδὲν ἐφέλκεσθαι

τοῦ μολύσματος· καὶ τὸ παραδοξότατον, ὡς ἄγη

μὲν ἀπελαύνομεν, ὡς δὲ οὐδὲν λυποῦντας πάλιν πρὸς

ἡμᾶς αὐτοὺς ἐπιστρέφομεν, οὐκ οἴκησιν ἀπονέ-

μοντες, οὐ τὰς ἀναγκαίας τροφὰς, οὐ θεραπείαν τοῖς

τραύμασιν, οὐ σκέπῃ τὴν νόσον εἰς δύναμιν περιστέλ-

λοντες. Διὰ τοῦτο περιπλανῶνται νυκτὸς καὶ ἡμέρας,

ἄποροι, καὶ γυμνοὶ, καὶ ἀνέστιοι, τὴν νόσον ἐπιδει-

κνύντες, τὰ ἀρχαῖα ἐκδιηγούμενοι, τὸν Πλάστην ἐπι-

βοώμενοι, χρώμενοι τοῖς ἀλλήλων μέλεσιν ἀντὶ τῶν

λειπόντων, σοφισταὶ μελῶν ἑλκόντων ἕλεον, ἄρτου τι

μικρὸν αἰτοῦντες, ἢ ὄψου τι βραχύτατον, ἢ ῥάκος

τι τρύχινον, βοήθημα τῆς αἰσχύνης, ἢ παραμυθίαν

τοῖς ἕλκεσι. Καὶ φιλάνθρωπος οὗτος αὐτοῖς, οὐχ

873

ὃς πρὸς τὴν χρείαν ἤρκεσεν, ἀλλ' ὅστις μὴ πικρῶς

ἀπεπέμψατο. Οἱ πολλοὶ δὲ αὐτῶν οὐδὲ ὑπ' αἰσχύνης

τὰς πανηγύρεις φεύγουσιν, αὐτὸ μὲν οὖν τοὐναν-

τίον εἰς ταύτας ὠθοῦνται διὰ τὴν χρείαν· ταύτας δὴ

λέγω τὰς πανδήμους καὶ ἱερὰς, ἃς ἡμεῖς ἐπὶ θε-

ραπείᾳ τῶν ψυχῶν ἐξεύρομεν, ἢ κατά τι μυστή-

ριον συνιόντες, ἢ τοῖς μάρτυσι τῆς ἀληθείας πανη-

γυρίζοντες, ἵν' ὧν τοὺς ἀγῶνας τιμῶμεν, μιμώμεθα

καὶ τὴν εὐσέβειαν. Καὶ αἰσχύνονται μὲν τοὺς ἀνθρώ-

πους διὰ τὴν συμφορὰν, ὄντες ἄνθρωποι, καὶ βού-

λοιντ' ἂν ὄρεσιν, ἢ κρημνοῖς, ἢ ὕλαις, ἢ τὸ τελευ-

ταῖον νυκτὶ καὶ σκότῳ περικαλύπτεσθαι· ῥιπτοῦνται

δὲ ὅμως εἰς μέσον, φόρτος ἐλεεινὸς, καὶ δακρύων

ἄξιος. Τοῦτο μὲν ἴσως καὶ κατὰ λόγον, ἵνα ἡμῖν ὦσι

τῆς ἀσθενείας ἡμῶν ὑπομνήματα, καὶ πείθωσι μη-

δενὶ τῶν παρόντων καὶ ὁρωμένων, ὡς ἑστῶτι,

προστίθεσθαι. Ῥιπτοῦνται δὲ, οἱ μὲν ἐπιθυμίᾳ φω-

νῆς ἀνθρωπίνης, οἱ δὲ προσόψεως, οἱ δὲ ἵνα βραχέα

ζωῆς ἐφόδια παρὰ τῶν τρυφώντων συλλέξωνται, πάν-

τες δὲ ἵνα τι πράους γεύωνται τοὺς ἑαυτῶν θρή-

νους δημοσιεύσαντες.

ΙΓʹ. Τίς οὐ κατακλᾶται τούτων τοῖς ὀδυρμοῖς, οἰ-

κτρὰν ξυναυλίαν ἁρμοζομένων; τίς ἀκοὴ φέρει τὸ

ἄκουσμα; τίς ὄψις χωρεῖ τὸ θέαμα; Οἱ μὲν κεῖνται

μετ' ἀλλήλων, κακῶς ὑπὸ τῆς νόσου συνεζευγμένοι,

καὶ ἄλλος ἄλλο τι τῆς συμφορᾶς πρὸς τὸ ἐλεεινὸν

ἐρανίζοντες· καὶ εἰσὶν ἀλλήλοις προσθήκη τοῦ πά-

θους, ἐλεεινοὶ τῆς ἀῤῥωστίας, τῆς συμπαθείας

ἐλεεινότεροι. Περιίσταται δὲ αὐτοὺς θέατρον

συμμιγὲς, συναλγούντων μὲν, ἀλλὰ πρόσκαιρα. Οἱ

δὲ κυλινδοῦνται πρὸς τοῖς ποσὶ τῶν ἀνθρώπων ἡλίῳ

καὶ κόνει· ἔστι δὲ ὅτε καὶ κρυμοῖς ἀγρίοις, καὶ ὄμ-

βροις, καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι, παρὰ

τοσοῦτον οὐ συμπατούμενοι, παρ' ὅσον καὶ

ψαύειν αὐτῶν βδελυσσόμεθα. Ἀντᾴδει δὲ τοῖς ἱε-

ροῖς ἔνδον μέλεσιν ὁ τῶν αἰτήσεων ὀδυρμὸς, καὶ ταῖς

μυστικαῖς φωναῖς θρῆνος ἐλεεινὸς ἀντεγείρεται. Τί

δεῖ πᾶσαν αὐτῶν προτιθέναι τὴν συμφορὰν ἀνθρώ-

ποις πανηγυρίζουσιν; Ἴσως ἂν καὶ ὑμῖν κινήσαιμι

θρῆνον, εἰ πάντα ἐκτραγῳδοίην ἐπιμελῶς, καὶ νική-

σει τὴν ἑορτὴν τὸ πάθος. Λέγω γὰρ οὖν ταῦτα, ἐπεὶ

μηδέπω δύναμαι πείθειν ὑμᾶς, ὡς ἔστι ποτὲ ἡδονῆς

λύπη τιμιωτέρα, καὶ κατήφεια πανηγύρεως, καὶ γέ-

λωτος οὐ καλοῦ δάκρυον ἐπαινούμενον.

876

ΙΔʹ. Οὗτοι μὲν οὖν ταῦτα, καὶ πολλῷ γε ὧν εἶπον

ἀθλιώτερα, οἱ κατὰ Θεὸν ἡμῶν ἀδελφοὶ, κἂν μὴ βού-

λησθε, οἱ τὴν αὐτὴν ἡμῖν λαχόντες φύσιν, οἱ ἐκ τοῦ

αὐτοῦ πηλοῦ διηρτισμένοι, ἐξ οὗ τὸ πρῶτον γεγόνα-

μεν, οἱ νεύροις καὶ ὀστέοις ἐνειρμένοι παραπλη-

σίως ἡμῖν, οἱ δέρμα καὶ κρέας ἐνδεδυμένοι πᾶσιν

ὁμοίως, ὥς πού φησιν ὁ θεῖος Ἰὼβ ἐμφιλοσοφῶν τοῖς

πάθεσι, καὶ διαπτύων ἡμῶν τὸ φαινόμενον·

μᾶλλον δὲ, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν, οἱ τὸ κατ' εἰκόνα

καὶ λαχόντες ὁμοίως ἡμῖν, καὶ φυλάσσοντες ἴσως

ὑπὲρ ἡμᾶς, εἰ καὶ τὰ σώματα διεφθάρησαν· οἱ τὸν

αὐτὸν ἐνδεδυμένοι Χριστὸν κατὰ τὸν ἔσω ἄνθρωπον,

καὶ τὸν αὐτὸν ἡμῖν πιστευθέντες ἀῤῥαβῶνα τοῦ Πνεύ-

ματος· οἱ τῶν αὐτῶν ἡμῖν μετασχόντες νόμων, λο-

γίων, διαθηκῶν, συνάξεων, μυστηρίων, ἐλπίδων·

ὑπὲρ ὧν Χριστὸς ὁμοίως ἀπέθανεν, ὁ παντὸς αἴρων

τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ συγκληρονόμοι τῆς

ἄνω ζωῆς, καὶ εἰ παραπολὺ τῆς ἐνταῦθα δι-

ήμαρτον· οἱ συνθαπτόμενοι Χριστῷ, καὶ συναν-

ιστάμενοι· εἴπερ συμπάσχουσιν, ἵνα καὶ συνδοξασθῶ-

σιν.

ΙΕʹ. Τί δὲ ἡμεῖς, οἱ τὸ μέγα καὶ καινὸν ὄνο-

μα κεκληρωμένοι, τὸ καλεῖσθαι ἀπὸ Χριστοῦ, τὸ

ἅγιον ἔθνος, τὸ βασίλειον ἱεράτευμα, ὁ περιούσιος

λαὸς καὶ ἐξαίρετος, ὁ ζηλωτὴς καλῶν ἔργων

καὶ σωτηρίων, οἱ Χριστοῦ μαθηταὶ τοῦ πράου

καὶ φιλανθρώπου, καὶ τὰς ἀσθενείας ἡμῶν βα-

στάσαντος, τοῦ ταπεινώσαντος ἑαυτὸν μέχρι τοῦ

ἡμετέρου φυράματος, τοῦ δι' ἡμᾶς πτωχεύσαντος

τὴν σάρκα ταύτην καὶ τὸ γεῶδες σκῆνος, καὶ

ὀδυνηθέντος καὶ μαλακισθέντος ὑπὲρ ἡμῶν, ἵνα

ἡμεῖς πλουτήσωμεν τὴν θεότητα; Τί

οὖν ἡμεῖς, οἱ τοσοῦτον εὐσπλαγχνίας καὶ συμπα-

θείας λαβόντες ὑπόδειγμα· τί διανοησόμεθα περὶ

τούτων, καὶ τί ποιήσομεν; Περιοψόμεθα; παραδρα-

μούμεθα; Καταλείψομεν ὡς νεκροὺς, ὡς ἐβδελυγμέ-

νους, ὡς ἑρπετῶν καὶ θηρίων τὰ πονηρότατα; Μη-

δαμῶς, ἀδελφοί· οὔτε πρὸς ἡμῶν ταῦτα, τοῦ

Χριστοῦ θρεμμάτων, τοῦ ἀγαθοῦ Ποιμένος, τοῦ τὸ

πλανώμενον ἐπιστρέφοντος, καὶ τὸ ἀπολωλὸς ἐκζη-

τοῦντος, καὶ τὸ ἀσθενὲς ἐνισχύοντος· οὔτε πρὸς τῆς

ἀνθρωπίνης φύσεως, ἣ τὸ συμπαθὲς ἐνομοθέτησεν,

ἐκ τῆς ἴσης ἀσθενείας μαθοῦσα τὸ εὐσεβὲς καὶ φιλάν-

θρωπον.

Ι#2ʹ. Ἀλλ' οἱ μὲν ὕπαιθροι ταλαιπωρήσουσιν,

877

ἡμεῖς δὲ οἰκήσομεν οἰκίας ὑπερλάμπρους, λίθοις

παντοίοις διηνθισμένας, καὶ χρυσῷ καὶ ἀργύρῳ κατ-

αστραπτούσας, καὶ ψηφῖδος λεπτῆς διαθέσει, καὶ

ποικιλίᾳ γραφῆς, ὀφθαλμῶν ἀπατηλοῖς δελεάσμασι;

Καὶ τὰς μὲν οἰκήσομεν, τὰς δὲ οἰκοδομήσομεν, τί-

σιν; Οὐδὲ κληρονόμοις ἴσως ἡμῶν, ἀλλὰ ξένοις καὶ

ἀλλοτρίοις, καὶ τούτων ἴσως οὐδὲ τοῖς ἀγαπῶσιν

ἡμᾶς, ἀλλὰ τοῖς ἀπεχθεστάτοις καὶ φθονερωτάτοις,

ὃ κακῶν ἔσχατον. Καὶ οἱ μὲν ῥιγώσουσιν ἐν τρυχί-

νοις καὶ διεσπασμένοις ῥάκεσι, μᾶλλον δὲ οὐδὲ

τούτων τυχὸν εὐπορήσουσιν· ἡμεῖς δὲ θρύψομεν ἡμᾶς

αὐτοὺς ἐσθῆτι μαλακῇ καὶ περιῤῥεούσῃ, καὶ

τοῖς ἐκ λίνου καὶ σηρῶν ἀερίοις ὑφάσμασι,

καὶ τοῖς μὲν ἐνασχημονήσομεν μᾶλλον, ἤπερ

ἐμπρέψομεν (οὕτω γὰρ ἐγὼ καλῶ πᾶν τὸ περιτ-

τὸν καὶ περίεργον), τὰ δὲ ἔνδον ἡμῖν ἀποκεί-

σεται φροντὶς ἄχρηστος καὶ ἀνόνητος, ση-

τῶν δαπάνη καὶ χρόνου τοῦ τὰ πάντα καταν-

αλίσκοντος· καὶ οἱ μὲν, οὐδὲ τῆς ἀναγκαίας τροφῆς

εὐπορήσουσιν, (ὢ τῆς ἐμῆς τρυφῆς, καὶ τῆς ἐκείνων

ταλαιπωρίας!) ἀλλὰ κείσονται πρὸ τῶν ἡμετέρων

θυρῶν, ἐκλυόμενοι καὶ λιμώττοντες, οὐδὲ τὰς πρὸς

τὴν αἴτησιν ἀφορμὰς παρὰ τοῦ σώματος ἔχοντες, ἐστε-

ρημένοι φωνῶν μὲν, εἰς τὸ ὀδύρεσθαι, χειρῶν δὲ, εἰς

τὸ προτείνειν ἐφ' ἱκεσίᾳ, ποδῶν δὲ, εἰς τὸ προσιέναι

τοῖς ἔχουσιν, ἀναπνοῶν δὲ, εἰς εὐτονίαν τῆς θρηνῳ-

δίας, τὸ βαρύτατον τῶν κακῶν κουφότατον κρί-

νοντες, τοῖς ὀφθαλμοῖς μόνον εὐχαριστοῦντες, ὅτι μὴ

τὴν ἑαυτῶν λώβην βλέπουσιν;

ΙΖʹ. Καὶ οἱ μὲν οὕτως· ἡμεῖς δὲ ἀνακεισόμεθα

λαμπροὶ λαμπρῶς ἐπὶ στιβάδος ὑψηλῆς τε καὶ μετεώ-

ρου, καὶ τῶν περιττῶν καὶ ἀψαύστων ἐπιβλημάτων,

κἂν φωνῆς ἀκούσωμεν τῶν αἰτήσεων δυσχεραί-

νοντες. Δεῖ δὲ ἡμῖν τὸ μὲν ἔδαφος εὐωδεῖν ἄνθεσι,

πολλάκις καὶ τῆς ὥρας ἔξω, τὴν δὲ τράπεζαν κατεῤ-

ῥάνθαι μύροις, καὶ μύρων τοῖς εὐωδεστάτοις τε

καὶ πολυτελεστάτοις, ἵνα καὶ μᾶλλον ἐκθηλυνώμεθα·

παῖδας δὲ παρεστάναι, τοὺς μὲν ἐν κόσμῳ καὶ ἐφ-

εξῆς, ἀνέτους τὰς κόμας καὶ θηλυδρίας, καὶ τῇ κατὰ

πρόσωπον κουρᾷ περιειργασμένους, πλεῖον ἢ ὅσον

880

συμφέρει λίχνοις ὀφθαλμοῖς κεκοσμημένους· τοὺς δὲ

τὰς κύλικας ἐπ' ἄκρων δακτύλων ἔχοντας, ὡς οἷόν

τε εὐπρεπέστατά τε ὁμοῦ καὶ ἀσφαλέστατα· τοὺς δὲ

ὑπὲρ κεφαλῆς ἄνεμον ταῖς ῥιπῖσι σοφιζομένους, καὶ

ταῖς ἐκ χειρῶν αὔραις τὸ πλῆθος τῶν σαρκῶν ἀναψύ-

χοντας· καὶ τὰ ἐπὶ τούτοις, πλήθειν μὲν κρεῶν τὴν

τράπεζαν, πάντων χορηγούντων ἡμῖν τῶν στοιχείων

πλουσίως, ἀέρος, γῆς, ὕδατος· καὶ στενοχωρεῖσθαι

τοῖς μαγείρων καὶ ὀψοποιῶν μαγγανεύμασιν, ἀγῶνα

δὲ εἶναι πᾶσιν, ὅστις ὡς μάλιστα τὴν λίχνην

ἡμῖν καὶ ἀχάριστον κολακεύσει γαστέρα, τὸ βαρὺ

φορτίον καὶ ἀρχέκακον, τὸ ἀπληστότατον θηρίον καὶ

ἀπιστότατον, τὴν καταργουμένην αὐτίκα σὺν τοῖς

καταργουμένοις βρώμασι. Καὶ τοῖς μὲν πολύ τι κό-

ρος καὶ ὕδατος, ἡμῖν δὲ καὶ μέχρι μέθης οἱ τοῦ οἴ-

νου κρατῆρες, μᾶλλον δὲ καὶ ὑπὲρ τὴν μέθην, τοῖς

γε ἀκολαστοτέροις· καὶ τὸν μὲν ἀποπεμψόμεθα τῶν

οἴνων, τὸν δὲ ἐγκρινοῦμεν ὡς ἀνθοσμίαν, περὶ

δὲ τοῦ φιλοσοφήσομεν, ζημία δὲ, εἰ μὴ προσέσται

τῷ ἐγχωρίῳ καὶ τῶν ὀνομαζομένων ξένων τις,

ὥσπερ τύραννος. Δεῖ γὰρ ἡμᾶς ἁβροὺς καὶ τῆς

χρείας περιττοτέρους, ἢ εἶναι, ἢ νομίζεσθαι, ὥσπερ

αἰσχυνομένους, εἰ μὴ κακοὶ νομιζοίμεθα, καὶ δοῦλοι

γαστρὸς, καὶ τῶν ὑπὸ γαστέρα.

ΙΗʹ. Τί ταῦτα, ὦ φίλοι καὶ ἀδελφοί; τί νοσοῦμεν

καὶ αὐτοὶ τὰς ψυχὰς, νόσον πολὺ τῆς τῶν σωμά-

των χαλεπωτέραν; Ὅσῳ τὴν μὲν ἀκούσιον οἶδα,

τὴν δὲ ἐρχομένην ἐκ προαιρέσεως· καὶ τὴν μὲν τῇ

ζωῇ ταύτῃ συγκαταλυομένην, τὴν δὲ συναπιοῦσαν

ἡμῖν μεθισταμένοις· καὶ τὴν μὲν ἐλεουμένην,

τὴν δὲ μισουμένην, τοῖς γε νοῦν ἔχουσιν. Τί μὴ βοη-

θοῦμεν τῇ φύσει καιρὸν ἔχοντες; τί μὴ περι-

στέλλομεν, σάρκες ὄντες, τῆς σαρκὸς τὴν ταπείνω-

σιν; τί τρυφῶμεν ἐν τοῖς τῶν ἀδελφῶν δυστυχήμασι;

Μή μοι γένοιτο, μήτε πλουτεῖν, τούτων ἀπορουμέ-

νων· μήτε εὐεκτεῖν, εἰ μὴ βοηθοίην τοῖς τούτων

τραύμασι· μὴ τροφῆς ἱκανῶς ἔχειν, μὴ σκέπης, μὴ

ὑπὸ στέγην ἀναπαύεσθαι, εἰ μὴ καὶ ἄρτον ὀρέξαιμι,

καὶ μεταδοίην ἐσθῆτος εἰς δύναμιν, καὶ ὑπὸ στέγην

ἀναπαύσαιμι. Ἀλλ' ἤτοι πάντα ἀποθετέον Χριστῷ,

ἵνα γνησίως ἀκολουθήσωμεν αὐτῷ, τὸν σταυρὸν ἀρά-

μενοι, καὶ ἀναπτῶμεν ὡς κοῦφοι πρὸς τὸν ἄνω

κόσμον, καὶ εὐσταλεῖς ὑπὸ μηδενὸς καθελκόμενοι,

καὶ κερδήσωμεν ἀντὶ πάντων Χριστὸν, διὰ ταπείνω-

σιν ὑψωθέντες, καὶ διὰ πενίαν πλουτήσαντες· ἢ Χρι-

στῷ τὰ ὄντα συμμεριστέον, ἵνα πως καὶ τὸ ἔχειν,

881

διὰ τοῦ καλῶς ἔχειν, ἁγιασθῇ, καὶ τοῦ κοινωνεῖν τοῖς

μὴ ἔχουσιν. Εἰ δὲ καὶ σπείραιμι ἐμαυτῷ μόνῳ, σπεί-

ραιμι ἄρα, καὶ ἄλλοι φάγοιεν· καὶ ἵνα πάλιν εἴ-

πω τὸ τοῦ Ἰώβ· Ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη,

ἀντὶ δὲ κριθῆς βάτος· καύσων δὲ ἄνεμος ὑπολάβοι,

καὶ ὑφέλοιτο λαῖλαψ τοὺς ἐμοὺς πόνους, ἵνα εἰς κε-

νὸν κοπιάσαιμι. Εἰ δὲ καὶ ἀποθήκας οἰκοδομήσαιμι

ἐκ τῶν μαμωνᾶ θησαυρίζων, καὶ μαμωνᾷ, ταύ-

τῃ τῇ νυκτὶ τὴν ψυχὴν ἀπαιτηθείην, λόγον ὑφ-

έξων, ὧν κακῶς ἐθησαύρισα.

ΙΘʹ. Οὐ σωφρονήσομεν ὀψὲ γοῦν; οὐ καταβα-

λοῦμεν τὴν ἀναλγησίαν, ἵνα μὴ λέγω μικρολογίαν;

οὐ τὰ ἀνθρώπινα λογιούμεθα; οὐκ ἐν τοῖς

ἑτέρων κακοῖς τὰ ἡμέτερα εὖ θησόμεθα; Φύσει μὲν

γὰρ οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν,

οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ

κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων,

ἄλλοτε ἄλλας ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔστι δ' ὅτε

καὶ ὥρας, φέρων μεταβολάς· καὶ αὔραις μᾶλλον

ἔστι πιστεύειν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορού-

σης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασιν, ὧν πρὸς

ὀλίγον ἡ χάρις, καὶ ὅσα κατὰ ψαμάθων παῖδες

τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ· σώφρονες

δὲ, οἱ διὰ τὸ μὴ πιστεύειν τοῖς παροῦσι, τὸ μέλλον

ἑαυτοῖς θησαυρίζοντες· καὶ διὰ τὸ τῆς ἀνθρωπίνης

εὐπραγίας ἄστατον καὶ ἀνώμαλον, τὴν οὐ πίπτουσαν

ἀγαπῶντες χρηστότητα, ἵνα τριῶν ἕν γέ τι πάντως

κερδάνωσιν· ἢ τὸ μή ποτε πρᾶξαι κακῶς, ἐπεὶ καὶ

τοῖς ἐντεῦθεν χρηστοῖς πολλάκις δεξιοῦται τὸ

θεῖον τοὺς εὐσεβεῖς, χρηστότητι τὸ συμπαθὲς προκα-

λούμενον· ἢ τὸ παῤῥησίαν ἔχειν ἐν ἑαυτοῖς πρὸς

Θεὸν, ὡς οὐ διὰ κακίαν, ἀλλὰ διά τινα οἰκονο-

μίαν κακοπαθήσαντες· ἢ, τὸ τελευταῖον, ὡς ὀφειλο-

μένην ἀπαιτεῖν τὴν παρὰ τῶν εὖ πραττόντων φιλαν-

θρωπίαν, ἣν τοῖς χρῄζουσι προεισήνεγκαν, δεξιῶς

αὐτοὶ πράττοντες.

Κʹ. Μὴ καυχάσθω, φησὶν, ὁ σοφὸς ἐν τῇ σοφίᾳ

αὐτοῦ, μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,

μηδὲ ὁ δυνατὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· κἂν εἰς τὸ

ἄκρον ὦσιν ἐληλακότες, ὁ μὲν σοφίας, ὁ δὲ περιου-

σίας, ὁ δὲ δυνάμεως. Ἐγὼ δὲ προσθήσω καὶ ἃ τού-

τοις ἕπεται· Μηδὲ ὁ περίβλεπτος ἐν τῇ δόξῃ, μηδὲ ὁ

εὐεκτῶν ἐν τῇ ὑγιείᾳ, μηδὲ ὁ καλὸς ἐν τῇ ὥρᾳ,

μηδὲ ὁ νέος ἐν τῇ νεότητι, μηδὲ ἐν ἄλλῳ μηδενὶ τῶν

ἐνταῦθα ἐπαινουμένων, εἰ δεῖ συνελόντα εἰπεῖν, ὁ

ὑπὸ τούτου φυσώμενος· ἀλλ' ἢ ἐν τούτῳ καυ-

884

χάσθω ὁ καυχώμενος μόνον, ἐν τῷ συνιεῖν καὶ

ἐκζητεῖν τὸν Θεὸν, καὶ συναλγεῖν τοῖς πάσχουσι, καὶ

πρὸς τὸ μέλλον ἑαυτῷ τι χρηστὸν ἀποτίθεσθαι. Τὰ

μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ, ὥσπερ ἐν

παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα,

καὶ μετατιθέμενα· καὶ οὐδὲν οὕτω τοῦ κατέχοντος

ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυθῆναι, ἢ φθόνῳ μετα-

τεθῆναι· τὰ δὲ ἑστῶτα καὶ μένοντα, καὶ οὔποτε ὑπο-

χωροῦντα, οὐδὲ μεταπίπτοντα, οὐδὲ σφάλλοντα τὰς

τῶν πεπιστευκότων ἐλπίδας. Ἀλλ' ἐμοὶ μὲν καὶ διὰ

τοῦτο δοκεῖ, μηδὲν τῶν ἐνταῦθα ἀγαθῶν εἶναι πιστὸν

τοῖς ἀνθρώποις, μηδὲ πολυχρόνιον· ἀλλ' εἴπερ τι

ἄλλο, καὶ τοῦτο καλῶς τῷ τεχνίτῃ Λόγῳ καὶ τῇ

πάντα νοῦν ὑπερεχούσῃ Σοφίᾳ μεμηχανῆσθαι, παί-

ζεσθαι ἡμᾶς ἐν τοῖς ὁρωμένοις, ἄλλοτε ἄλλως μετα-

βαλλομένοις καὶ μεταβάλλουσι, καὶ ἄνω καὶ κάτω

φερομένοις τε καὶ περιτρεπομένοις, καὶ πρὶν ληφθῆ-

ναι ἀπιοῦσι καὶ φεύγουσιν· ἵνα τὸ ἐν τούτοις ἄστα-

τον καὶ ἀνώμαλον θεωρήσαντες, πρὸς τὸ μέλλον μεθ-

ορμησώμεθα. Τί γὰρ ἂν ἐποιήσαμεν, ἑστῶτος

τοῦ εὖ πράττειν ἡμῖν, ὁπότε, οὐ μένοντος, τοσοῦτον

αὐτῷ προσδεδέμεθα, καὶ οὕτως ἡμᾶς ἡ περὶ τοῦτο

ἡδονὴ καὶ ἀπάτη ἔχει δουλώσασα, ὥστε μηδὲν κρεῖτ-

τον, μηδὲ ὑψηλότερον τῶν παρόντων διανοεῖσθαι δύ-

νασθαι, καὶ ταῦτα κατ' εἰκόνα Θεοῦ γεγονέναι

καὶ ἀκούοντας καὶ πιστεύοντας, τὴν ἄνω τε οὖσαν

καὶ πρὸς ἑαυτὴν ἕλκουσαν;

ΚΑʹ. Τίς σοφὸς, καὶ συνήσει ταῦτα; Τίς παρα-

δραμεῖται τὰ παρατρέχοντα; τίς προσθήσεται τοῖς

ἐπιμένουσι; τίς περὶ τῶν παρόντων, ὡς ἀπιόντων

διανοηθήσεται; τίς περὶ τῶν ἐλπιζομένων, ὡς ἱστα-

μένων; τίς διαιρήσει τὰ ὄντα καὶ τὰ φαινόμενα, καὶ

τοῖς μὲν ἕψεται, τῶν δὲ ὑπερόψεται; τίς γραφὴν καὶ

ἀλήθειαν; τίς τὴν κάτω σκηνὴν, καὶ τὴν ἄνω πό-

λιν; τίς παροικίαν καὶ κατοικίαν; τίς σκότος ἀπὸ

τοῦ φωτός; τίς ἰλὺν βυθοῦ καὶ ἁγίαν γῆν; τίς σάρ-

κα καὶ πνεῦμα; τίς Θεὸν καὶ κοσμοκράτορα; τίς

θανάτου σκιὰν, καὶ ζωὴν τὴν αἰώνιον; τίς τοῖς

παροῦσι τὸ μέλλον ὠνήσεται; τίς τῷ ῥέοντι πλούτῳ

τὸν μὴ λυόμενον; τίς τοῖς ὁρωμένοις τὰ μὴ βλεπόμε-

να; Μακάριος μὲν οὖν, ὅστις ταῦτα διακρίνων, καὶ

διαιρῶν τῇ τομῇ τοῦ Λόγου, τῇ διαιρούσῃ τὸ κρεῖτ-

τον ἀπὸ τοῦ χείρονος, ἀναβάσεις ἐν τῇ καρδίᾳ

αὐτοῦ διατίθεται, ὥς πού φησιν ὁ θεῖος Δαβὶδ, καὶ

τὴν κοιλάδα τοῦ κλαυθμῶνος ταύτην φεύγων,

ὁπόση δύναμις, τὰ ἄνω ζητεῖ, καὶ σταυρούμενος

κόσμῳ μετὰ Χριστοῦ, Χριστῷ συνίσταται, καὶ Χρι-

στῷ συνανέρχεται, τῆς οὐκέτι μεταπιπτούσης ζωῆς

οὐδὲ ἀπατηλῆς κληρονόμος· οὗ μηκέτι δάκνων

885

ὄφις ἐπὶ ὁδοῦ, οὐδὲ τηρῶν πτέρναν, καὶ κεφαλὴν

τηρούμενος. Τοῖς δὲ λοιποῖς ἡμῖν καλῶς ὁ αὐτὸς ἐμ-

βοᾷ Δαβὶδ, ὥσπερ τις μεγαλοφωνότατος κῆρυξ ἀπὸ

ὑψηλοῦ καὶ πανδήμου κηρύγματος, βαρυκαρδίους τε

ἀποκαλῶν, καὶ ἀγαπῶντας ψεῦδος, μὴ σφόδρα περι-

έχεσθαι τῶν ὁρωμένων, μηδὲ ἄλλο τι ἢ κόρον σί-

του καὶ οἴνου τῶν φθειρομένων, πᾶσαν τὴν ἐντεῦθεν

εὐδαιμονίαν ὑπολαμβάνειν. Καὶ τάχα που τοῦτο καὶ

ὁ μακάριος ἐννοῶν Μιχαίας, καὶ τῶν χαμαὶ ἐρ-

χομένων καὶ δοκούντων ἀγαθῶν κατεξανιστάμενος,

Ἐγγίσατε, φησὶν, ὄρεσιν αἰωνίοις· ἀνάστα καὶ

πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις· τοῦ-

το μὲν οὖν ἤδη καὶ τοῖς ῥήμασιν αὐτοῖς μικροῦ

σύμφωνον, οἷς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν διακελεύε-

ται, τί λέγων; Ἐγείρεσθε, ἄγωμεν ἐντεῦ-

θεν· οὐ τοὺς τότε μαθητὰς μόνον ἐξ ἐκείνου μόνου

τοῦ τόπου μετατιθεὶς, ὡς ἂν οἰηθείη τις, ἀλλ' ἀεὶ καὶ

πάντας τοὺς ἑαυτοῦ μαθητὰς ἀπὸ γῆς καὶ τῶν

περὶ γῆν εἰς οὐρανοὺς ἕλκων καὶ τὰ οὐράνια.

ΚΒʹ. Τοιγαροῦν, ἀκολουθήσωμεν ἤδη τῷ Λόγῳ,

ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν, ῥίψωμεν τὴν ἐν-

τεῦθεν περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μό-

νον κερδάνωμεν, κτησώμεθα τὰς ἑαυτῶν ψυχὰς ἐν

ἐλεημοσύναις, μεταδῶμεν τῶν ὄντων τοῖς πένησιν,

ἵνα τὰ ἐκεῖθεν πλουτήσωμεν. Δὸς μερίδα καὶ τῇ ψυ-

χῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ Θεῷ, μὴ

τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ

πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ πυρὸς, ἀπόθου

μακρὰν ἀπὸ τῆς κάτω νεμομένης φλογός· ἅρπα-

σον τοῦ τυράννου, καταπίστευσον τῷ Δεσπότῃ. Δὸς

μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, καί γε τοῖς ὀκτὼ,

τῷ μετὰ τοῦτον ἡμᾶς ἐκδεξομένῳ· δὸς ὀλίγον, παρ'

οὗ τὸ πλεῖον ἔχεις· δὸς καὶ τὸ πᾶν, τῷ τὰ πάν-

τα χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδω-

ρεὰν Θεοῦ, κἂν πάντα πρόῃ τὰ ὄντα, κἂν τοῖς οὖ-

σι σεαυτὸν προσθῇς. Καὶ τοῦτο γάρ ἐστι λαβεῖν,

τὸ τῷ Θεῷ δοθῆναι· ὅσον ἐὰν εἰσενέγκῃς, πλεῖον

ἀεὶ τὸ λειπόμενον· καὶ οὐδὲν δώσεις ἴδιον, ὅτι τὰ

πάντα παρὰ Θεοῦ. Καὶ ὥσπερ οὐκ ἔστιν ὑπερ-

βῆναι τὴν ἑαυτοῦ σκιὰν ὑποχωροῦσαν καθόσον πρό-

ιμεν, καὶ τὸ ἴσον ἀεὶ προέχουσαν· οὐδὲ ὑπὲρ τὴν

κεφαλὴν γενέσθαι σώματος μέγεθος ὑπερκειμένην

888

ἀεὶ τοῦ σώματος· οὕτως οὐδὲ οἷς δίδομεν νικῆσαι

Θεόν. Οὐ γὰρ ἔξω τι τῶν αὐτοῦ δίδομεν, οὐδὲ ὑπὲρ

τὴν ἐκείνου φιλοτιμίαν.

ΚΓʹ. Γνῶθι πόθεν σοι τὸ εἶναι, τὸ ἀναπνεῖν, τὸ φρο-

νεῖν, αὐτὸ τὸ μέγιστον, τὸ γινώσκειν Θεὸν, βασιλείαν

οὐρανῶν ἐλπίζειν, ἀγγέλων ἰσοτιμίαν, δόξης θεω-

ρίαν, νῦν μὲν τὴν ἐν ἐσόπτροις τε καὶ αἰνίγμα-

σι, τότε δὲ τὴν τελεωτέραν τε καὶ καθαρωτέραν·

υἱὸν γενέσθαι Θεοῦ, συγκληρονόμον Χριστοῦ, τολμή-

σας εἴπω, καὶ θεὸν αὐτόν; Πόθεν σοι ταῦτα πάντα,

καὶ παρὰ τίνος; Ἢ, ἵνα τὰ μικρὰ λέγω καὶ τὰ ὁρώ-

μενα, τίς ἔδωκέ σοι κάλλος οὐρανοῦ βλέπειν, ἡλίου

δρόμον, σελήνης κύκλον, ἀστέρων πλῆθος, καὶ

τὴν ἐν τούτοις πᾶσιν, ὥσπερ ἐν λύρᾳ, εὐαρμοστίαν

καὶ τάξιν ὡσαύτως ἔχουσαν, ὡρῶν ἀλλαγὰς, μεταβο-

λὰς καιρῶν, ἐνιαυτῶν περιόδους, ἡμέρας καὶ νυκτὸς

ἰσομοιρίαν, γῆς ἐκφύσεις, ἀέρος χύσιν, πλάτη

θαλάττης λελυμένης καὶ ἱσταμένης, βάθη ποταμῶν,

ἀνέμων ῥεύματα; Τίς ὑετοὺς, γεωργίαν, τροφὰς,

τέχνας, οἰκήσεις, νόμους, πολιτείας, βίον ἥμε-

ρον, οἰκείωσιν πρὸς τὸ συγγενές; Πόθεν σοι τῶν

ζώων τὰ μὲν ἡμέρωται καὶ ὑπέζευκται, τὰ δὲ τροφῇ

παραδέδοται; Τίς σε κύριον καὶ βασιλέα πάντων κατ-

έστησε τῶν ἐπὶ τῆς γῆς; Τίς, ἵνα μὴ καθ' ἕκα-

στον λέγω, πάντα, οἷς προέχει τῶν ἄλλων ἄνθρωπος,

ἐδωρήσατο; Οὐχ οὗτος, ὃς νῦν πρὸ πάντων καὶ ἀντὶ

πάντων αἰτεῖ παρὰ σοῦ τὸ φιλάνθρωπον; Εἶτα οὐκ

αἰσχυνόμεθα, εἰ τοσαῦτα παρ' αὐτοῦ, τὰ μὲν λαβόν-

τες, τὰ δὲ ἐλπίζοντες, μηδὲ ἓν τοῦτο εἰσοίσομεν τῷ

Θεῷ, τὸ φιλάνθρωπον; Ἀλλ' ὁ μὲν τῶν θηρίων

ἡμᾶς ἐχώρισε, καὶ λόγῳ μόνους τῶν ἐπὶ γῆς

ἐτίμησεν· ἡμεῖς δὲ ἡμᾶς αὐτοὺς θηριώσομεν, καὶ το-

σοῦτον ὑπὸ τῆς τρυφῆς διεφθάρμεθα, ἢ μεμήναμεν,

ἢ, οὐκ ἔχω τί λέγειν, ὥστε ὁμοῦ τῇ μάζῃ καὶ τοῖς

πιτύροις, ἃ κακῶς ἴσως ἐπορισάμεθα, καὶ

τὴν φύσιν εἶναι βελτίους αὐτῶν οἰησόμεθα; Καὶ ὥσ-

περ ἦν τι τὸ παλαιὸν, ὅσον ἐπὶ τοῖς μύθοις, γέ-

νος γιγάντων καὶ τῶν λοιπῶν ἀνθρώπων· οὕτω καὶ

ἡμεῖς τούτοις ἐσόμεθα ὑψηλοί τε καὶ ὑπὲρ ἄνθρωπον,

οἷον Νεβρὼδ ἐκεῖνος, ἢ τὸ τοῦ Ἐνὰκ γένος, ἐκ-

θλίβον πάλαι τὸν Ἰσραὴλ, ἢ δι' οὓς ὁ κατακλυ-

σμὸς τὴν γῆν ἐκάθηρεν; Καὶ ὁ μὲν οὐκ αἰσχύνε-

ται Πατὴρ ἡμῶν καλεῖσθαι, Θεὸς ὢν καὶ Δεσπό-

της· ἡμεῖς δὲ καὶ τὸ συγγενὲς ἀρνησόμεθα;

889

ΚΔʹ. Μηδαμῶς, ὦ φίλοι καὶ ἀδελφοὶ, μὴ γε-

νώμεθα κακοὶ τῶν δοθέντων ἡμῖν οἰκονόμοι, ἵνα μὴ

ἀκούωμεν Πέτρου λέγοντος· Αἰσχύνθητε, οἱ κατ-

έχοντες τὰ ἀλλότρια, καὶ μιμήσασθε ἰσότητα

Θεοῦ, καὶ οὐδεὶς ἔσται πένης. Μὴ κάμνωμεν θη-

σαυρίζοντες καὶ φυλάσσοντες, ἄλλων πενίᾳ καμνόν-

των, μὴ ὀνειδίσῃ καὶ ἀπειλήσῃ πικρῶς ἡμῖν,

ἔνθεν μὲν ὁ θεῖος Ἀμὼς ἐν τούτοις τοῖς ῥήμα-

σιν· Ἄγε νῦν, οἱ λέγοντες· Πότε διελεύσεται ὁ

μὴν, καὶ ἐμπωλήσωμεν· καὶ τὰ Σάββατα, καὶ ἀν-

οίξωμεν θησαυρούς; καὶ τὰ ἐπὶ τούτοις, δι' ὧν

τοῖς μέγα καὶ μικρὸν στάθμιον κτωμένοις, τὴν τοῦ

Θεοῦ μῆνιν ἐπανατείνεται· ἔνθεν δὲ ὁ μακάριος Μι-

χαίας, τάχα μὲν καὶ αὐτὴν τὴν τρυφὴν ἐπικό-

πτων, ὡς τοῦ κόρου τὴν ὕβριν τίκτοντος, καὶ τὸ κα-

τασπαταλᾷν ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ τοῖς πρώ-

τοις τῶν μύρων θρύπτεσθαι, μόσχοις τε ἁπαλοῖς ἐκ

βουκολίων καὶ ἐρίφοις ἐκ ποιμνίων πιαίνεσθαι, καὶ

πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτεῖν, καὶ ἔτι

μᾶλλον τὸ οἴεσθαι στάσιμόν τι τούτων εἶναι καὶ μό-

νιμον· τάχα δὲ οὐχ οὕτω ταῦτα δεινὰ νομίζων, ὡς τὸ

μηδὲν πάσχειν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσὴφ αὐτοὺς

τρυφῶντας· τοῦτο γὰρ τῇ τῆς πλησμονῆς κατηγορίᾳ

προστίθησιν· ὃ μὴ πάθωμεν νῦν ἡμεῖς, μηδὲ

τοσοῦτον τρυφήσωμεν, ὥστε καὶ τῆς τοῦ Θεοῦ φιλαν-

θρωπίας καταφρονεῖν τούτοις δυσχεραίνοντος, κἂν μὴ

παρὰ πόδας, μηδὲ ὁμοῦ τῇ κακίᾳ τὴν ὀργὴν ἐπάγῃ

τοῖς ἁμαρτάνουσιν.

ΚΕʹ. Μιμησώμεθα νόμον Θεοῦ τὸν ἀνωτάτω καὶ

πρῶτον, ὃς βρέχει μὲν ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς,

ἀνατέλλει δὲ πᾶσιν ὁμοίως τὸν ἥλιον· γῆν δὲ χερ-

σαίοις πᾶσιν ἥπλωσεν ἄνετον, καὶ κρήνας, καὶ πο-

ταμοὺς, καὶ ὕλας· ἀέρα δὲ πτηναῖς φύσεσι, καὶ

ὕδωρ ὅσοις ὁ βίος ἔνυδρος, καὶ τὰς πρώτας τοῦ ζῇν

ἀφορμὰς ἀφθόνους ἅπασιν ἐχαρίσατο, οὐ δυναστείᾳ

κρατουμένας, οὐ νόμῳ περιγραφομένας, οὐχ ὁρίοις

διειργομένας· ἀλλὰ καὶ κοινὰς τὰς αὐτὰς καὶ

πλουσίας, καὶ οὐδὲν παρὰ τοῦτο ἐνδεεστέρας προέθη-

κεν· τό τε τῆς φύσεως ὁμότιμον ἰσότητι τῆς δωρεᾶς

τιμῶν, καὶ δεικνὺς τὸν πλοῦτον τῆς ἑαυτοῦ χρη-

στότητος. Ἄνθρωποι δὲ χρυσὸν, καὶ ἄργυρον, καὶ

τῆς ἐσθῆτος ὅση μαλακὴ, καὶ ὑπὲρ τὴν χρείαν, καὶ

τῶν λίθων τοὺς διαυγεῖς κατορύξαντες, εἴτε τι ἄλλο

τοιοῦτον, ἃ πολέμου, καὶ στάσεως, καὶ τῆς πρώ-

της τυραννίδος ἐστὶ γνωρίσματα, ἔπειτα αἴρουσι

892

τὴν ὀφρὺν ὑπὸ ἀνοίας, καὶ τοῖς ἀτυχοῦσι τῶν συγ-

γενῶν τὸν ἔλεον ἀποκλείουσιν, οὐδὲ τοῖς περιττοῖς εἰς

τὰ ἀναγκαῖα βοηθεῖν θέλοντες, (ὢ τῆς ἀπαιδευσίας! ὢ

τῆς σκαιότητος!) οὐδ' εἰ μή τι ἄλλο, ἐκεῖνό γε ἐνθυ-

μούμενοι, ὅτι πενία καὶ πλοῦτος, ἐλευθερία τε, ἥν

φαμεν, καὶ δουλεία, καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων,

ὕστερον ἐπεισῆλθε τῷ γένει τῶν ἀνθρώπων, ὥσπερ

ἀῤῥωστήματα κοινά τινα τῇ κακίᾳ συνεισπεσόντα,

κἀκείνης ὄντα ἐπινοήματα. Ἀπ' ἀρχῆς δὲ,

φησὶν, οὐ γέγονεν οὕτως· ἀλλ' ὁ πλάσας ἀπ' ἀρχῆς

τὸν ἄνθρωπον, ἐλεύθερον ἀφῆκε καὶ αὐτεξούσιον, νό-

μῳ τῷ τῆς ἐντολῆς μόνῳ κρατούμενον, καὶ πλούσιον

ἐν παραδείσου τρυφῇ· τοῦτο καὶ τῷ λοιπῷ γένει τῶν

ἀνθρώπων βουληθείς τε καὶ χαρισάμενος δι' ἑνὸς τοῦ

πρώτου σπέρματος. Ἐλευθερία δὲ καὶ πλοῦτος, ἡ τῆς

ἐντολῆς μόνη τήρησις ἦν· πενία δὲ ἀληθὴς καὶ

δουλεία, ἡ ταύτης παράβασις.

Κ#2ʹ. Ἀφ' οὗ δὲ καὶ φθόνοι, καὶ ἔριδες, καὶ ἡ

δολερὰ τοῦ ὄφεως τυραννὶς, ἀεὶ τῷ λίχνῳ τῆς ἡδονῆς

ὑποσύρουσα, καὶ ἐπανιστῶσα τοῖς ἀσθενεστέροις

τοὺς θρασυτέρους, ἐῤῥάγη τὸ συγγενὲς εἰς ὀνομάτων

ἀλλοτριότητας, καὶ τὸ τῆς φύσεως εὐγενὲς πλεονε-

ξία κατέτεμε, προσλαβοῦσα καὶ νόμον, τῆς δυ-

ναστείας ἐπίκουρον. Ἀλλὰ σὺ βλέπε μοι τὴν πρώτην

ἰσονομίαν, μὴ τὴν τελευταίαν διαίρεσιν· μὴ τὸν

τοῦ κρατήσαντος νόμον, ἀλλὰ τὸν τοῦ κτίσαντος.

Βοήθησον κατὰ δύναμιν τῇ φύσει, τὴν ἀρχαίαν ἐλευ-

θερίαν τίμησον, αἰδέσθητι σαυτὸν, συγκάλυψον τῷ

γένει τὴν ἀτιμίαν, ἐπάρκεσον τῇ νόσῳ, τὴν ἔνδειαν

παραμύθησαι· ὁ εὐρωστῶν, ὁ πλουτῶν, τὴν τοῦ

νοσοῦντος, τὴν τοῦ πενομένου· ὁ μὴ προσπταί-

σας, τὴν τοῦ πεσόντος καὶ συντριβέντος· ὁ εὐθυμῶν,

τὴν τοῦ ἀθυμοῦντος· ὁ τοῖς δεξιοῖς εὐθηνούμε-

νος, τοῦ τοῖς ἀριστέροις κάμνοντος. Δός τι

τῷ Θεῷ χαριστήριον, ὅτι τῶν εὖ ποιεῖν δυναμέ-

νων ἐγένου, ἀλλ' οὐ τῶν εὖ παθεῖν δεομένων· ὅτι μὴ

βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ' εἰς τὰς σὰς

ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ

εὐσέβειαν· μὴ τὸ χρυσίον μόνον, ἀλλὰ καὶ τὴν ἀρε-

τὴν, μᾶλλον δὲ ταύτην μόνον. Γενοῦ τοῦ πλη-

σίον τιμιώτερος, ἐκ τοῦ φανῆναι χρηστότερος· γε-

νοῦ τῷ ἀτυχοῦντι θεὸς, τὸν ἔλεον Θεοῦ μιμησάμε-

νος.

ΚΖʹ. Οὐδὲν γὰρ οὕτως, ὡς τὸ εὖ ποιεῖν, ἄνθρωπος

893

ἔχει Θεοῦ· κἂν ὁ μὲν μείζω, καὶ ὁ δὲ ἐλάττω

εὐεργετῇ, ἑκάτερος, οἶμαι, κατὰ τὴν ἑαυτοῦ δύνα-

μιν. Ὁ μὲν ἐποίησε, καὶ λύσας συνάγει

πάλιν· σὺ δὲ πεσόντα μὴ παρίδῃς. Ὁ μὲν ἠλέ-

ησεν εἰς τὰ μέγιστα, δοὺς ἐπὶ πᾶσι νόμον, προ-

φήτας, καὶ πρὸ τούτων, τὸν φυσικὸν νόμον ἄγραφον,

τῶν παραττομένων ἐξεταστὴν, ἐλέγξας, νουθετήσας,

παιδαγωγήσας· τὸ τελευταῖον, λύτρον ἑαυτὸν παρα-

δοὺς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς· χαρισάμενος ἀπο-

στόλους, εὐαγγελιστὰς, διδασκάλους, ποιμένας, ἰά-

σεις, τέρατα, ἐπάνοδον πρὸς ζωὴν, θανάτου κατάλυ-

σιν, τρόπαιον κατὰ τοῦ νικήσαντος, διαθήκην τὴν ἐν

σκιᾷ, διαθήκην τὴν ἐν ἀληθείᾳ, Πνεύματος ἁγίου με-

ρισμοὺς, τὸ τῆς καινῆς σωτηρίας μυστήριον. Σὺ δὲ,

εἰ μὲν καὶ τὰ μείζω δυνατὸς εἶ, καὶ οἷς εὐεργε-

τεῖται ψυχὴ (πεποίηκε γάρ σε καὶ ταῦτα πλούσιον ὁ

Θεὸς, εἰ θελήσειας), μηδὲ ταῦτα εὖ ποιεῖν ἀπόσχῃ τὸν

ἐνδεῆ· μᾶλλον δὲ πρῶτα καὶ μάλιστα τῷ αἰ-

τοῦντί σε δίδου, καὶ πρὶν αἰτηθῆναι, ὅλην τὴν ἡμέραν

ἐλεῶν καὶ δανείζων τὸν λόγον, καὶ ἀπαιτῶν φι-

λοπόνως τὸ δάνειον μετὰ τόκου τῆς τοῦ ὠφελημέ-

νου προσθήκης. ἣν ἀεὶ τῷ λόγῳ προστίθησιν,

αὔξων ἑαυτῷ κατὰ μικρὸν τὰ τῆς εὐσεβείας

σπέρματα. Εἰ δὲ μὴ, τά γε δεύτερα καὶ μικρότε-

ρα, καὶ ὅσα εἰς δύναμιν ἥκει τὴν σήν· ἐπικούρη-

σον, ὄρεξον τροφὴν, ὄρεξον ῥάκος, προσένεγκε φάρμα-

κον, κατάδησον τραύματα, ἐρώτησόν τι περὶ τῆς συμ-

φορᾶς, περὶ καρτερίας φιλοσόφησον, θάρσησον, πρόσ-

ελθε· οὐ μὴ χεῖρόν τι σεαυτοῦ παρὰ τοῦτο γένῃ· οὐ μὴ

μεταλάβοις τοῦ πάθους, κἂν οἱ λίαν ἁβροὶ τοῦτο

νομίζωσι λόγοις ματαίοις ἠπατημένοι· μᾶλλον δὲ

ταύτην προβάλλονται τῆς ἑαυτῶν εἴτε εὐλαβείας,

εἴτε ἀσεβείας ἀπολογίαν, ἐπὶ τὴν δειλίαν, ὡς δή τι

μέγα καὶ σοφὸν καταφεύγοντες. Τοῦτο πειθέτωσάν

σε καὶ οἱ λόγοι, καὶ ἰατρῶν παῖδες, καὶ σύνοι-

κοι τούτων θεραπευταὶ, ὧν οὐδείς πω τοῖς τοιού-

τοις προσιὼν ἐκινδύνευσε. Σὺ τοίνυν, εἰ καὶ τὸ πρᾶ-

γμα φοβερὸν καὶ ὑπονοίας ἄξιον, ὦ δοῦλε Χριστοῦ,

καὶ φιλόθεε, καὶ φιλάνθρωπε, μὴ πάθῃς μηδὲν ἀγεν-

νές· τῇ πίστει θάρσησον· νικησάτω τὴν δειλίαν ὁ

οἶκτος, ὁ τοῦ Θεοῦ φόβος τὴν ἁπαλότητα· στήτω πρὸ

τῶν φιλοσάρκων λογισμῶν ἡ εὐσέβεια· μὴ παρίδῃς,

μὴ παραδράμῃς τὸν ἀδελφὸν, μὴ ἀποστραφῇς ὡς

ἄγος, ὡς μίασμα, ὡς ἄλλο τι τῶν φευκτῶν καὶ ἀπει-

ρημένων· σόν ἐστι μέλος, καὶ εἰ τῇ συμφορᾷ κάμ-

896

πτεται· Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὡς

Θεῷ, καὶ εἰ λίαν παρατρέχεις μεγαλοψύχως,

τάχα γάρ σε τούτοις δυσωπήσω τοῖς ῥήμασι. Σοὶ

πρόκειται φιλανθρωπίας ὑπόθεσις, καὶ εἰ ἀλλοτριοῖ σε

τοῦ εὖ παθεῖν ὁ ἀλλότριος.

ΚΗʹ. Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ ναυαγίου, καὶ

τόσῳ μᾶλλον, ὅσῳπερ ἂν τολμηρότερον πλέῃ· καὶ

πᾶς ὁ σῶμα περικείμενος ἐγγύς ἐστι τῶν τοῦ σώμα-

τος κακῶν, καὶ τόσῳ μᾶλλον, ὅσῳπερ ἂν ὀρθῶς

βαδίζῃ, καὶ μὴ βλέπῃ τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως

πλῇς ἐξ οὐρίας, τῷ ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐ-

εκτῇς καὶ πλουτῇς, τῷ κακοπαθοῦντι βοήθη-

σον. Μὴ ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον ἐστὶ

κακὸν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν σπλάγχνα τοῖς

χρῄζουσιν ἀνοιγόμενα. Μὴ βουληθῇς ἐπᾶραι χεῖρα

Θεὸν κατὰ τῶν ὑψαυχενούντων, καὶ παρατρεχόν-

των τοὺς πένητας. Ἐν ἀλλοτρίαις συμφοραῖς

ταῦτα παιδεύθητι· δός τι καὶ μικρὸν τῷ δεομέ-

νῳ· οὐ γὰρ μικρὸν τῷ πάντων ἐπιδεεῖ, ἀλλ' οὐδὲ

τῷ Θεῷ, ἂν ᾖ κατὰ δύναμιν. Δὸς ἀντὶ μεγάλου

τὴν προθυμίαν· εἰ μηδὲν ἔχῃς, δάκρυσον·

μέγα τῷ ἀτυχοῦντι φάρμακον, ἔλεος ἀπὸ ψυχῆς

εἰσφερόμενος· καὶ τὸ συναλγεῖν γνησίως, πολύ τι

κουφίζει τῆς συμφορᾶς. Οὐκ ἔστιν ἀτιμώτερός σοι

τοῦ κτήνους ὁ ἄνθρωπος, ὦ ἄνθρωπε, ὃ πεσὸν εἰς

βόθρον, ἢ πλανηθὲν, ἀνεγείρειν σοι καὶ ἐπανάγειν ὁ

νόμος διακελεύεται· εἰ μέν τι καὶ ἄλλο κρύπτων

ἀποῤῥητότερον καὶ βαθύτερον, οἷα τὰ πολλὰ τοῦ

νομικοῦ βάθους καὶ τῆς διπλόης, οὐκ ἐμὸν τοῦτο εἰ-

δέναι, ἀλλὰ τοῦ πάντα ἐρευνῶντος καὶ γινώσκοντος

Πνεύματος· ὃ δ' οὖν ἐγὼ καταλαμβάνω, καὶ ὅσον

εἰς τὸν ἐμὸν ἥκει λόγον, γυμνάζων ἡμᾶς ἀπὸ τῆς εἰς

τὰ μικρὰ φιλανθρωπίας, ἐπὶ τὴν τελειοτέραν

καὶ μείζονα. Πόση γὰρ ὀφείλεται τοῖς ὁμοφύλοις

καὶ ὁμοτίμοις ἡ καὶ μέχρι τῶν ἀλόγων ἀπαιτου-

μένη;

ΚΘʹ. Ταῦτα μὲν οὖν ὁ λόγος, καὶ ὁ νόμος, καὶ τῶν

ἀνθρώπων οἱ μετριώτατοι, παρ' οἷς τὸ εὖ ποιεῖν τοῦ

πάσχειν τιμιώτερον, καὶ περισπουδαστότερος κέρδους

ἔλεος. Τί δ' ἂν εἴποις περὶ τῶν καθ' ἡμᾶς σοφῶν;

Ἐῶ γὰρ λέγειν τοὺς ἔξωθεν, οἳ συνηγόρους τοῖς πά-

θεσι θεοὺς εὑρίσκοντες, καὶ τῷ Κερδώῳ, ᾧ

897

τὰ πρῶτα νέμουσιν· ἤδη δὲ, καὶ ὃ τούτου χεῖρόν ἐστι,

καὶ ἀνθρωποκτονεῖν νομίζουσιν ἔστιν οἷς δαιμόνων,

καὶ παρ' οἷς ἔθνεσι, καὶ μέρος εὐσεβείας αὐτοῖς ἡ

ἀπανθρωπία, καὶ ταῖς τοιαύταις θυσίαις αὐτοί τε

χαίρουσι, καὶ τοὺς θεοὺς αὐτῶν οἴονται, πονηροὶ πο-

νηρῶν ἱερεῖς καὶ μύσται γινόμενοι. Ἀλλ' εἰσὶ τῶν

ἡμετέρων τινὲς, ὃ καὶ δακρύειν ἄξιον, οἳ τοσοῦτον

ἀπέχουσι συναλγεῖν καὶ βοηθεῖν τοῖς κάμνουσιν, ὥσ-

τε καὶ προσονειδίζουσι πικρῶς, καὶ προσεπεμ-

βαίνουσι, καὶ φιλοσοφοῦσι κενὰ καὶ μάταια, καὶ

φωνοῦσιν ὄντως ἐκ γῆς, καὶ εἰς ἀέρα λαλοῦσιν, καὶ

οὐκ εἰς ἀκοὰς εὐσυνέτους, καὶ θείοις συνειθισμέ-

νας δόγμασι, καὶ τολμῶσι λέγειν· Παρὰ Θεοῦ

τὸ ταλαιπωρεῖν ἐκείνοις, παρὰ Θεοῦ τὸ εὖ πράττειν

ἡμῖν· καὶ τίς εἰμι ἐγὼ δόγμα λύειν Θεοῦ, καὶ Θεοῦ

φανῆναι χρηστότερος; Καμνέτωσαν, ταλαιπωρείτω-

σαν, δυστυχείτωσαν· οὕτως ἔδοξεν. Κἀνταῦθα

μόνον εἰσὶ φιλόθεοι, οὗ δεῖ φυλάττειν τοὺς ὀβολοὺς,

καὶ κατὰ τῶν ἀθλίων νεανιεύεσθαι. Ὅτι μὲν οὖν

οὐκ ἐκ τοῦ Θεοῦ τὸ εὖ πράττειν αὐτοῖς

εἶναι νομίζουσι, δηλοῦσι σαφῶς ἐξ ὧν λέγουσι. Τίς

γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰ-

δὼς χωρηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν

ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷσ-

π…

The complete text is available when the reading interface loads.