In Machabaeorum laudem
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In Machabaeorum laudem (orat. 15), MPG 35: 912–933.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg028.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
35
917
νον ἀποκρίσεις, τοσοῦτον ἔχουσαι τὸ σοφὸν ὁμοῦ
καὶ γενναῖον, ὥστε μικρὰ μὲν εἶναι πρὸς τὴν ἐκεί-
νων καρτερίαν ἅπαντα τὰ τῶν ἄλλων καλὰ εἰς ἓν συν-
αχθέντα· μικρὰν δὲ τὴν καρτερίαν πρὸς τὴν ἐκείνων
ἐν λόγοις σύνεσιν· καὶ τῶν αὐτῶν εἶναι μόνων, πάσχειν
τε οὕτω καὶ φιλοσοφεῖν ἐν ταῖς ἀποκρίσεσι πρὸς τὰς
τοῦ διώκοντος ἀπειλὰς, καὶ τοὺς προτεινομένους φό-
βους, ὧν οὐδενὸς ἡττῶντο οἱ γενναῖοι παῖδες, καὶ ἡ γεν-
ναιοτέρα τεκοῦσα· πάντων δὲ ἑαυτὴν ὑπεράνω θεῖσα,
καὶ τῷ φίλτρῳ τὸν θυμὸν μίξασα, καλὸν ἐντάφιον δίδω-
σι τοῖς παισὶν ἑαυτὴν, ἐπαπελθοῦσα τοῖς προαπελθοῦ-
σι· καὶ τοῦτο πῶς; ἑκουσίως ἐπὶ τοὺς κινδύνους χω-
ρήσασα· καὶ μεθ' οἵων τῶν ἐπιταφίων; Καλοὶ μὲν
γὰρ καὶ οἱ τῶν παίδων πρὸς τὸν τύραννον λόγοι, καὶ
καλῶν κάλλιστοι· πῶς γὰρ οὔ; μεθ' ὧν παρετάξαντο,
καὶ οἷς τὸν τύραννον ἔβαλον· καλλίους δὲ
920
καὶ οἱ τῆς μητρὸς, καὶ παρακλητικοὶ πρότερον, καὶ
ὕστερον ἐπιτάφιοι. Τίνες οὖν οἱ τῶν παίδων λόγοι;
Καλὸν γὰρ ἀπομνημονεῦσαι καὶ τούτων ὑμῖν, ἵν'
ἔχητε τύπον, ὥσπερ ἀθλήσεως, οὕτω καὶ λόγων μαρ-
τυρικῶν ἐν τοῖς τοιούτοις καιροῖς. Ἄλλου μὲν ἄλλοι,
καὶ ὡς ἕκαστον οἱ τοῦ διώκοντος λόγοι, ἢ τῶν κινδύ-
νων ἡ τάξις, ἢ τῆς ψυχῆς τὸ φιλότιμον ὥπλιζεν· ὡς
δ' οὖν τύπῳ περιλαβεῖν, ἦσαν τοιοῦτοι· «Ἡμῖν,
Ἀντίοχε, καὶ πάντες οἱ περιεστηκότες, εἷς μὲν βασι-
λεὺς ὁ Θεὸς, παρ' οὗ γεγόναμεν, καὶ πρὸς ὃν ἐπι-
στρέψομεν. Εἷς δὲ νομοθέτης ὁ Μωϋσῆς, ὃν οὐ προδώ-
σομεν, οὐδὲ καθυβρίσομεν· οὐ μὰ τοὺς ὑπὲρ ἀρε-
τῆς τοῦ ἀνδρὸς κινδύνους, καὶ τὰ πολλὰ θαύματα,
οὐδ' ἂν ἡμῖν ἄλλος Ἀντίοχος ἀπειλῇ σου χαλεπώτε-
ρος. Μία δὲ ἀσφάλεια, τῆς ἐντολῆς ἡ τήρησις, καὶ τὸ
μὴ ῥαγῆναι τὸν νόμον, ᾧ τετειχίσμεθα. Μία δὲ δόξα,
τὸ δόξης ἁπάσης ὑπεριδεῖν ἐπὶ τηλικούτοις. Εἷς
δὲ πλοῦτος, τὰ ἐλπιζόμενα· φοβερὸν δὲ οὐδὲν, ἢ τὸ
φοβηθῆναί τι πρὸ Θεοῦ. Μετὰ τούτων παρατετάγμε-
θα τῶν λογισμῶν, καὶ οὕτως ὡπλίσμεθα· πρὸς τοιού-
τους σοι νεανίας ὁ λόγος, Ἡδὺ μὲν καὶ ὁ κόσμος οὗ-
τος, καὶ τὸ πατρῷον ἔδαφος, καὶ φίλοι, καὶ συγγε-
νεῖς, καὶ ἡλικιῶται, καὶ ὁ ναὸς οὗτος τὸ μέγα καὶ πε-
ριβόητον ὄνομα, καὶ πανηγύρεις πατρικαὶ, καὶ
μυστήρια, καὶ πάντα οἷς ἡμεῖς τῶν ἄλλων διαφέρειν
δοκοῦμεν. Οὔπω δὲ ἡδίω Θεοῦ, καὶ τῶν ὑπὲρ τοῦ κα-
λοῦ κινδύνων· μὴ τοῦτο νομίσῃς. Κόσμος τε γὰρ
ἄλλος ἡμῖν, πολὺ τῶν ὁρωμένων ὑψηλότερός τε καὶ
μονιμώτερος· πατρίς τε ἡ ἄνω Ἱερουσαλὴμ, ἣν
οὐδεὶς Ἀντίοχος πολιορκήσει, οὐδὲ προσδοκήσει πα-
ραστήσεσθαι, ἡ καρτερὰ καὶ ἀνάλωτος. Συγγένεια δὲ,
ἡ ἔμπνευσις, καὶ οἱ κατ' ἀρετὴν γεννηθέντες. Φίλοι
δὲ, προφῆται, καὶ πατριάρχαι, παρ' ὧν ἡμῖν καὶ ὁ
τύπος τῆς εὐσεβείας. Ἡλικιῶται δὲ, οἱ σήμερον ἡμῖν
συγκινδυνεύοντες, καὶ τὴν καρτερίαν ὁμόχρονοι.
Ναοῦ δὲ, οὐρανὸς μεγαλοπρεπέστερος, πανήγυρις δὲ,
ἀγγέλων χοροστασία· καὶ μυστήριον ἓν μέ-
γα, καὶ μέγιστον, καὶ τοῖς πολλοῖς ἀπόκρυφον, ὁ
Θεὸς, πρὸς ὃν βλέπει καὶ τὰ τῇδε μυστήρια.
#2ʹ. »Παῦσαι τοίνυν ὑπισχνούμενος ἡμῖν τὰ
μικρὰ, καὶ τοῦ μηδενὸς ἄξια. Οὐ γὰρ τιμησόμεθα τοῖς
ἀτίμοις, οὐδὲ κερδανοῦμεν ἐπιζήμια· οὐχ οὕτως
921
ἀθλίως ἐμπορευσόμεθα. Παῦσαι καὶ ἀπειλῶν, ἢ
ἀνταπειλήσομεν, ἐλέγξειν σου τὴν ἀσθένειαν,
καὶ πρὸς τούτῳ τὰ ἡμέτερα κολαστήρια· ἔχομεν
καὶ ἡμεῖς πῦρ, ᾧ τοὺς διώκτας κολάζομεν. Οἴει πρὸς
ἔθνη καὶ πόλεις εἶναί σοι τὸν ἀγῶνα, καὶ βασι-
λέων τοὺς ἀνανδροτάτους, ὧν οἱ μὲν κρατήσουσιν, οἱ
δὲ ἴσως ἡττηθήσονται; οὐδὲ γὰρ περὶ τηλικούτων
αὐτοῖς ὁ κίνδυνος. Πρὸς νόμον Θεοῦ παρατάσσῃ, πρὸς
πλάκας θεοχαράκτους, πρὸς πάτρια καὶ λόγῳ καὶ
χρόνῳ τετιμημένα, πρὸς ἀδελφοὺς ἑπτὰ μιᾷ ψυχῇ
συνδεδεμένους, ἑπτὰ τροπαίοις σε στηλιτεύσοντας·
ὧν κρατῆσαι μὲν οὐ μέγα, ἡττηθῆναι δὲ καὶ λίαν
αἰσχρόν. Ἐκείνων ἐσμὲν καὶ γένος καὶ μαθηταὶ, οὓς
στύλος πυρὸς καὶ νεφέλης ὡδήγει, οἷς θάλασσα
διίστατο, καὶ ποταμὸς ἵστατο, καὶ ἥλιος ἀν-
εκόπτετο, καὶ ἄρτος ὕετο, καὶ χειρῶν ἔκτασις ἐτρο-
ποῦτο μυριάδας, δι' εὐχῶν βάλλουσα· ὧν
θῆρες ἡττῶντο, καὶ πῦρ οὐχ ἥπτετο, καὶ βασιλεῖς
ἀπῄεσαν, τὸ γενναῖον θαυμάζοντες. Εἴπωμέν τι
καὶ τῶν σοὶ γνωρίμων· Ἐλεαζάρου μύσται ἡμεῖς,
οὗ τὴν ἀνδρείαν ἔγνως. Προηγωνίσατο πατὴρ,
ἐπαγωνιοῦνται παῖδες· ἀπῆλθεν ὁ ἱερεὺς, ἐπακολου-
θήσει τὰ θύματα· πολλὰ δεδίττῃ, πρὸς πλείω παρ-
εσκευάσμεθα. Τί καὶ δράσεις ἡμᾶς, ὑπερήφανε,
ταῖς ἀπειλαῖς; τί καὶ πεισόμεθα; Οὐδὲν ἰσχυρότερον
τῶν πάντα παθεῖν ἑτοίμων. Ὦ δήμιοι, τί μέλ-
λετε; τί δὲ ἀναδύεσθε; τί τὸ πρόσταγμα τὸ χρηστὸν
ἀναμένετε; Ποῦ τὰ ξίφη; ποῦ τὰ δεσμά; ζητῶ
τὸ τάχος. Πλεῖον ἀναπτέσθω τὸ πῦρ, οἱ θῆρες ἐνερ-
γέστεροι, αἱ στρέβλαι περιεργότεραι· πάντα
ἔστω βασιλικὰ καὶ πολυτελέστερα. Ἐγὼ πρωτότοκός
εἰμι, πρῶτόν με καθιέρωσον· ἐγὼ τελευταῖος, ἡ τάξις
ἐναμειφθήτω; ἔστω τις καὶ τῶν μέσων ἐν πρώτοις,
ἵνα τιμηθῶμεν ἰσομοιρίᾳ. Φείδῃ δέ; προσδοκᾷς τι
τυχὸν καὶ τῶν ἐναντίων; Πάλιν καὶ πολλάκις
ἐροῦμεν τὸν αὐτὸν λόγον· Οὐ μιαροφαγήσομεν, οὐκ
ἐνδώσομεν. Θᾶττον σὺ σεβασθήσῃ τὰ ἡμέτερα, ἢ
τοῖς σοῖς ἡμεῖς εἴξωμεν. Κεφάλαιον τοῦ λόγου·
Ἢ καινότερα ἐπινόησον κολαστήρια, ἢ τὰ παρόντα
ἴσθι καταφρονούμενα.«
924
Ζʹ. Ταῦτα μὲν πρὸς τὸν τύραννον. Ἃ δὲ ἀλλήλοις
διεκελεύοντο, ἃ δὲ παρεῖχον ὁρᾷν, ὡς καλά τε καὶ
ἱερὰ, καὶ παντὸς ἄλλου θεάματος καὶ ἀκούσματος
ἡδίω τοῖς φιλοθέοις! Ἔγωγ' οὖν αὐτὸς ἡδονῆς ἐμπίμ-
πλαμαι μνημονεύων, καὶ μετ' αὐτῶν ἀθλούντων
εἰμὶ τῇ διανοίᾳ, καὶ τῷ διηγήματι καλλωπίζομαι.
Περιέβαλλον ἀλλήλους, περιεπτύσσοντο, πανήγυ-
ρις ἦν, ὡς ἐπ' ἄθλοις τετελεσμένοις· »Ἴωμεν, ἀδελφοὶ,
πρὸς τοὺς κινδύνους, ἐβόων, ἴωμεν, ἐπειγώμεθα,
ἕως ζέει καθ' ἡμῶν ὁ τύραννος, μή τι μαλακισθῇ,
καὶ ζημιωθῶμεν τὴν σωτηρίαν. Πανδαισία πρόκει-
ται· μὴ ἀπολειφθῶμεν. Καλὸν μὲν καὶ συνοικοῦντες
ἀλλήλοις ἀδελφοὶ, καὶ συμποσιάζοντες, καὶ συνασπί-
ζοντες· κάλλιον δὲ ὑπὲρ ἀρετῆς συγκινδυνεύοντες. Εἰ
μὲν οἷόν τε ἦν, καὶ τοῖς σώμασιν ἂν ἠγωνισάμεθα
ὑπὲρ τῶν πατρίων· ἔστι καὶ οὗτος τῶν ἐπαινετῶν ὁ
θάνατος. Ἐπεὶ δὲ οὐ τούτου καιρὸς, αὐτὰ τὰ σώ-
ματα εἰσενέγκωμεν. Τί γάρ; Κἂν μὴ νῦν ἀποθάνω-
μεν, οὐ τεθνηξόμεθα πάντως; οὐ τῇ γενέσει τὰ ὀφει-
λόμενα λειτουργήσομεν; Ποιήσωμεν τὴν ἀνάγκην
φιλοτιμίαν· σοφισώμεθα τὴν διάλυσιν· τὸ κοινὸν
ἴδιον ποιησώμεθα· θανάτῳ ζωὴν ὠνησώμεθα. Μή τις
οὖν ἡμῶν ἔστω φιλόψυχος, μηδὲ ἄτολμος. Ἀπογνώτω
καὶ τῶν ἄλλων ὁ τύραννος, ἡμῖν ἐντυχών. Τοῖς μὲν
κινδύνοις τὴν τάξιν αὐτὸς ἐπιθήσει, ἡμεῖς δὲ ἐπιθή-
σομεν τέλος τοῖς διωκομένοις· μηδὲν περὶ τούτου
διαφερώμεθα τῇ ζέσει τῆς προθυμίας. Καὶ ὁ πρῶτος
ἔσται τοῖς ἄλλοις ὁδὸς, καὶ ὁ τελευταῖος σφραγὶς
ἀθλήσεως. Ἡμῖν δὲ τοῦτο ἐμπεπήχθω πᾶσιν ὁμοίως,
πανοικεσίᾳ στεφανωθῆναι, καὶ μή τινα λαβεῖν με-
ρίδα ἐξ ἡμῶν τὸν διώκτην, ἵν' ὡς πᾶσιν ἐγκαυχήσηται
τῷ ἑνὶ, φλεγμαίνων τῇ πονηρίᾳ. Φανῶμεν ἀλλήλων
ἀδελφοὶ, καὶ τῇ γενέσει, καὶ τῇ μεταστάσει· καὶ πάν-
τες, ὡς εἷς, κινδυνεύσωμεν, καὶ ἀντὶ πάντων ἕκα-
στος. Ἐλεάζαρ, ὑπόδεξαι· μῆτερ, ἐπακο-
λούθησον· Ἱερουσαλὴμ, θάψον τοὺς ἑαυτῆς νεκροὺς
μεγαλοπρεπῶς, ἄν τι τοῖς τάφοις ὑπολειφθῇ.
Διηγοῦ τὰ ἡμέτερα, καὶ τοῖς ὕστερον δείκνυ,
καὶ τοῖς σοῖς ἐρασταῖς τὸ τῆς μιᾶς γαστρὸς εὐσεβὲς
πολυάνδριον.«
35
925
Ηʹ. Οἱ μὲν δὴ ταῦτα καὶ εἰπόντες, καὶ πράξαντες,
καὶ ὡς συῶν ὀδόντες ἀλλήλους θήξαντες ἐν τάξει τῆς
ἡλικίας, καὶ ἰσότητι τῆς προθυμίας διεκαρτέρουν.
Ἡδονὴ καὶ θαῦμα τοῖς ὁμοφύλοις· φόβος καὶ κατά-
πληξις τοῖς διώκουσιν, οἳ κατὰ παντὸς τοῦ ἔθνους
στρατεύσαντες, ἀδελφῶν ἑπτὰ συμψυχίας ὑπὲρ εὐσε-
βείας ἀγωνιζομένων, τοσοῦτον ἡττήθησαν, ὥστε
μηδὲ περὶ τῶν ἄλλων ἔχειν ἔτι χρηστὰς τὰς ἐλπίδας.
Ἡ δὲ γενναία μήτηρ, καὶ ὄντως ἐκείνων τῶν τοσού-
των καὶ τοιούτων τὴν ἀρετὴν, τὸ μέγα τοῦ νόμου
θρέμμα καὶ μεγαλόψυχον, τέως μὲν χαρᾷ καὶ φόβῳ
σύμμικτος ἦν, καὶ δύο παθῶν ἐν μεταιχμίῳ·
χαρᾷ, διὰ τὴν ἀνδρείαν καὶ τὰ ὁρώμενα· φόβῳ, διὰ
τὸ μέλλον, καὶ τὴν ὑπερβολὴν τῶν κολάσεων· καὶ ὡς
νεοσσοὺς ὄρνις, ὄφεως προσερπύζοντος, ἤ τινος
ἄλλου τῶν ἐπιβούλων, περιίπτατο, περιέτρυζεν, ἠντι-
βόλει, συνηγωνίζετο, τί μὲν οὐ λέγουσα; τί δὲ οὐ
πράττουσα τῶν πρὸς νίκην ἐπαλειφόντων; Ἥρπαζε
τὰς ῥανίδας τοῦ αἵματος, ὑπεδέχετο τὰ λακίσματα
τῶν μελῶν, προσεκύνει τὰ λείψανα· τὸν μὲν συν-
έλεγε, τὸν δὲ παρεδίδου, τὸν δὲ παρεσκεύαζεν. Ἐπ-
εφώνει πᾶσιν. »Εὖγε, ὦ παῖδες, εὖγε, ἀριστεῖς ἐμοὶ,
εὖγε, ἀσώματοι σχεδὸν ἐν σώμασιν, εὖγε, προστάται
τοῦ Νόμου, καὶ τῆς ἐμῆς πολιᾶς, καὶ τῆς θρεψαμένης
ὑμᾶς πόλεως, καὶ εἰς τόδε ἀρετῆς προαγού-
σης. Ἔτι μικρὸν, καὶ νενικήκαμεν. Κεκμήκασιν
οἱ βασανισταὶ, τοῦτο φοβοῦμαι μόνον. Ἔτι μικρὸν,
καὶ μακαρία μὲν ἐν μητράσιν ἐγὼ, μακάριοι δὲ ὑμεῖς
ἐν νέοις. Ἀλλὰ ποθεῖτε τὴν μητέρα; Οὐκ ἀπολείψο-
μαι ὑμῶν, τοῦτο ὑμῖν ὑπισχνοῦμαι· οὐχ οὕτως
ἐγὼ μισότεκνος.«
Θʹ. Ἐπεὶ δὲ τελειωθέντας εἶδεν, καὶ τὸ ἀσφα-
λὲς εἶχεν ἐκ τῆς συμπληρώσεως, διάρασα τὴν κεφαλὴν
μάλα φαιδρῶς, ὥσπερ τις Ὀλυμπιονίκης, ἐν
ὑψηλῷ τῷ φρονήματι, καὶ τὰς χεῖρας ἐκτείνασα,
μεγάλῃ καὶ λαμπρᾷ τῇ φωνῇ· »Εὐχαριστῶ σοι,
φησὶ, Πάτερ ἅγιε, καὶ σοὶ, παιδευτὰ νόμε, καὶ σοὶ
πάτερ ἡμῶν καὶ προαγωνιστὰ τῶν τέκνων τῶν σῶν
Ἐλεάζαρ, ὅτι τὸν τῶν ἐμῶν ὠδίνων καρπὸν παρ-
εδέξασθε, καὶ ὅτι μήτηρ ἐγενόμην πασῶν μητέρων
ἱερωτέρα. Οὐδὲν ὑπελιπόμην κόσμῳ, πάντα Θεῷ
928
παραδέδωκα, τὸν ἐμὸν θησαυρὸν, τὰς ἐμὰς γηροκό-
μους ἐλπίδας, Ὡς μεγαλοπρεπῶς τετίμημαι! ὡς
ὑπερβαλλόντως γεγηροκόμημαι! Ἀπέχω τὰ τρο-
φεῖα, ὦ παῖδες. Εἶδον ὑπὲρ ἀρετῆς ἀγωνιζομένους
ὑμᾶς, πάντας στεφανίτας ἐθεασάμην. Ὡς εὐεργέτας
ὁρῶ τοὺς βασανιστάς· μικροῦ καὶ τῷ τυράννῳ χάρι-
τας ὁμολογῶ τῆς τάξεως, ὅτι με τελευταίαν ἐταμιεύ-
σατο τοῖς κινδύνοις· ἵνα τὸν ἐμὸν τόκον πρότερον
θεατρίσασα, καὶ καθ' ἕκαστον τῶν παίδων ἀθλή-
σασα, οὕτως ἐπαπέλθω σὺν ἀσφαλείᾳ τελείᾳ τε-
λείοις θύμασιν. Οὐ σπαράξομαι κόμην, οὐ διαῤῥήξω
χιτῶνα, οὐ ξανῶ σάρκας ὄνυξιν, οὐκ ἐγερῶ θρῆνον,
οὐ καλέσω τὰς συνθρηνούσας, οὐ συγκλείσω εἰς
σκότος, ἵνα καὶ ἀὴρ συνθρηνήσῃ μοι, οὐκ ἀνα-
μενῶ παρακλήτορας, οὐκ ἄρτον πένθιμον παραθή-
σομαι. Ταῦτα γὰρ τῶν ἀγεννῶν μητέρων, αἳ
σαρκῶν μόνον εἰσὶ μητέρες, αἷς οἴχονται παῖδες
ἄνευ σεμνοῦ τινος διηγήματος. Ἐμοὶ δὲ οὐ τεθνή-
κατε, φίλτατοι παίδων, ἀλλ' ἐκαρποφορήθητε· οὐκ
ἐκλελοίπατε, ἀλλὰ μετεληλύθατε· οὐ κατεξάνθητε,
ἀλλὰ συνεπάγητε· οὐ θηρίον ἥρπασεν ὑμᾶς, οὐ κῦμα
ἐπέκλυσεν, οὐ λῃστὴς διέφθειρεν, οὐ νόσος δι-
έλυσεν, οὐ πόλεμος παρανάλωσεν, οὐκ ἄλλο οὐδὲν ἢ
μικρὸν ἢ μεῖζον τῶν ἀνθρωπίνων. Ἐθρήνησα ἂν καὶ
μάλα σφοδρῶς, εἴ τι τούτων ὑμῖν συνέπεσεν.
Ἐφάνην ἂν τότε τοῖς δάκρυσιν, ὡς νῦν τῷ μὴ δα-
κρῦσαι, φιλότεκνος. Ἔτι καὶ ταῦτα μικρά. Ὄντως ἂν
ὑμᾶς ἀπεκλαυσάμην, εἰ κακῶς ἐσώθητε, εἰ τῶν βα-
σάνων ἡττήθητε, εἴ τινος ὑμῶν ἐκράτησαν, ὡς
ἡττήθησαν νῦν οἱ διώκοντες. Τὰ δὲ νῦν, εὐφημία,
χαρὰ, δόξα, χοροστασίαι, φαιδρότητες τοῖς ὑπολει-
φθεῖσιν. Ἐγὼ γὰρ ὑμῖν ἐπισπένδομαι. Μετὰ Φινεὲς
ταχθησόμεθα, μετὰ Ἄννης δοξασθησόμεθα. Πλὴν
ὅσον ὁ μὲν εἷς, ὑμεῖς δὲ τοσοῦτοι ζηλωταὶ πορ-
νοκτόνοι, οὐ σωμάτων πορνείαν, ἀλλὰ ψυχῶν ἐγκεν-
τήσαντες. Καὶ ἡ μὲν, ἕνα θεόσδοτον, ἀρτιγενῆ
καὶ τοῦτον· ἐγὼ δὲ ἄνδρας ἑπτὰ, καὶ τούτους ἑκόν-
τας Θεῷ καθιέρωσα. Συμπληρούτω μοι καὶ Ἱερε-
μίας τὸν ἐπιτάφιον, οὐ θρηνῶν, ἀλλ' εὐφημῶν
τελευτὴν ὁσίαν. Ὑπὲρ χιόνα ἐλάμψατε, ὑπὲρ γάλα
ἐτυρώθητε, ὑπὲρ λίθον σάπφειρον τὸ σύνταγμα
ὑμῶν, Θεῷ καὶ γεγεννημένων καὶ δεδομένων. Τί ἔτι;
Πρόσθες, ὦ τύραννε, κἀμὲ τοῖς παισὶν, εἴ τις καὶ
παρ' ἐχθρῶν χάρις, ἵν' ᾖ σοι σεμνότερον τὸ ἀγώνισ-
μα. Εἴθε μὲν καὶ διὰ πασῶν ἦλθον τῶν κολάσεων,
ἵνα ἀναμίξω τοὺς ἐμοὺς ἰχῶρας τοῖς ἐκείνων
929
ἰχῶρσι, καὶ ταῖς σαρξὶ τὰς γηραιὰς σάρκας. Ἀγαπῶ
διὰ τοὺς παῖδας καὶ τὰ κολαστήρια· εἰ δὲ μὴ τοῦτο,
ἀλλὰ τήν γε κόνιν τῇ κόνει, καὶ τάφος εἷς ἡμᾶς ὑπο-
δέξηται. Μὴ φθονήσῃς τελευτῆς ὁμοτίμου, τοῖς
ὁμοτίμοις τὴν ἀρετήν. Χαίρετε, ὦ μητέρες, χαίρετε,
ὦ παῖδες. Οὕτως ἐκτρέφετε τοὺς ἐξ ὑμῶν προελ-
θόντας· οὕτως ἐκτρέφεσθε. Καλὸν ὑπόδειγμα δεδώ-
καμεν ὑμῖν· ἀγωνίζεσθε.«
Ιʹ. Ταῦτα ἔλεγε, καὶ προσετίθει τοῖς παισὶν
ἑαυτήν. Τίνα τρόπον; Ὡς ἐπὶ νυμφῶνα τὴν πυρκαϊὰν
δραμοῦσα (ταύτην γὰρ κατεκρίθη), καὶ οὐδὲ τοὺς
ἄγοντας ἀναμείνασα, ἵνα μηδὲ σῶμα ψαύσειεν ἄν-
αγνον ἁγνοῦ καὶ γενναίου σώματος. Οὕτως ἀπέλαυσε
τῆς ἱερωσύνης Ἐλεάζαρ, μυηθεὶς καὶ μυήσας τὰ
ἐπουράνια, καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ
ἁγιάσας, ἀλλ' οἰκείοις αἵμασι, καὶ ποιήσας τὴν τε-
λευτὴν τελευταῖον μυστήριον· οὕτω τῆς νεότη-
τος οἱ παῖδες, οὐ ταῖς ἡδοναῖς δουλεύσαντες, ἀλλὰ
τῶν παθῶν κυριεύσαντες, καὶ τὸ σῶμα καθαγνίσαν-
τες, καὶ πρὸς τὴν ἀπαθῆ ζωὴν μεταθέμενοι. Οὕτως
ἀπέλαυσε τῆς πολυτεκνίας ἡ μήτηρ· οὕτω καὶ ζῶσιν
ἐκαλλωπίσατο, καὶ ἀπελθοῦσι συνανεπαύσατο· οὓς
ἐγέννησε κόσμῳ, Θεῷ παραστήσασα, καὶ τὰς ἑαυ-
τῆς ὠδῖνας τοῖς ἄθλοις ἀπαριθμήσασα, καὶ τοῦ
τόκου τὴν ἀκολουθίαν τοῖς θανάτοις γνωρίσασα. Ἀπὸ
γὰρ τοῦ πρώτου τῶν παίδων μέχρι τοῦ τελευταίου
τὰ τῆς ἀθλήσεως, καὶ ὥσπερ ἐν κυμάτων ἐπαναστά-
σεσιν, ἄλλος ἐπ' ἄλλῳ τὴν ἀρετὴν ἐπεδείκνυτο, καὶ
εἰς τὸ πάσχειν ἦν προθυμότερος, τοῖς τοῦ προει-
ληφότος κινδύνοις στομούμενος· ὥστε ἀγαπᾷν τὸν
τύραννον, ὅτι μὴ πλειόνων ἐγεγόνει μήτηρ· μᾶλλον
γὰρ ἂν ἀπῆλθε κατῃσχυμμένος, καὶ ἡττημένος. Καὶ
τότε πρῶτον ἔγνω, μὴ πάντα τοῖς ὅπλοις ἰσχύων,
ὁπότε παισὶν ἀόπλοις προσέβαλεν, ἑνὶ μόνῳ, τῇ εὐσε-
βείᾳ, καθωπλισμένοις, καὶ τῷ πάντα πάσχειν προ-
θυμοτέροις, ἢ δρᾷν ἐκεῖνος παρεσκευάζε-
το.
ΙΑʹ. Τοῦτο τῆς Ἰεφθάε θυσίας ἀσφαλέστερον, καὶ
932
μεγαλοπρεπέστερον. Οὐ γὰρ ἀναγκαίαν ἐποίει τὴν
ἐπίδοσιν, ὥσπερ ἐκεῖ, ἐπαγγελίας θερμότης, καὶ
νίκης ἔρως ἀπεγνωσμένης· ἀλλ' ἑκούσιος ἱερουρ-
γία, καὶ μισθὸν ἔχουσα μόνα τὰ ἐλπιζόμενα. Τοῦτο
τῶν Δανιὴλ ἄθλων οὐκ ἀτιμότερον, παραδοθέντος εἰς
βορὰν λέουσι, καὶ τῇ τῶν χειρῶν ἐκτάσει τοὺς θῆρας
νικήσαντος. Τοῦτο τῶν ἐν Ἀσσυρίᾳ νεανίσκων οὐ
δεύτερον, οὓς ἄγγελος ἀνέψυξεν ἐν πυρὶ, τὸν πα-
τρῷον νόμον μὴ καταλύσαντας, μηδὲ τροφὴν προσιε-
μένους βέβηλον καὶ ἀνίερον. Τοῦτο τῶν ὕστερον ὑπὲρ
Χριστοῦ θυμάτων, εἰς φιλοτιμίαν οὐκ ἔλαττον.
Οἱ μὲν γὰρ, ὃ καὶ ἀρχόμενος εἶπον τοῦ λόγου, τῷ
Χριστοῦ κατηκολούθησαν αἵματι· καὶ Θεὸς ἦν ὁδη-
γὸς τῶν τοιούτων ἄθλων, τοσαύτην ὑπὲρ ἡμῶν εἰσ-
ενεγκὼν εἰσφορὰν καὶ οὕτω παράδοξον· τοῖς δὲ,
οὐ πολλὰ, οὐδὲ τοιαῦτα τὰ τῆς ἀρετῆς ὑποδείγματα.
Τούτων τὴν καρτερίαν ἐθαύμασε μὲν ἡ Ἰουδαία
πᾶσα, καὶ ὡς αὐτὴ στεφανωθεῖσα ἠγάλλετο καὶ διαν-
ίστατο. Καὶ γὰρ ἦν ἀγὼν οὗτος, καὶ ἀγώνων μέγιστος
τῶν πώποτε περισχόντων τὴν πόλιν, ἢ κα-
ταλυθῆναι τὸν νόμον κατὰ τὴν ἡμέραν ἐκείνην, ἢ
δοξασθῆναι· καὶ ὡς ἐπὶ ξυροῦ τὰ πράγματα εἱστή-
κει τότε παντὶ τῷ τῶν Ἑβραίων γένει, τὰ τῆς
ἐκείνων ἀθλήσεως. Ἠγάσθη δὲ καὶ Ἀντίοχος, οὕτω
μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν. Ἴσασι γὰρ θαυ-
μάζειν ἀνδρῶν ἀρετὴν καὶ πολέμιοι, ὅταν, τοῦ
θυμοῦ λήξαντος, ἡ πρᾶξις ἐφ' ἑαυτῆς δοκιμά-
ζηται. Ὥστε καὶ ἀπῆλθεν ἄπρακτος, πολλὰ μὲν
τὸν πατέρα Σέλευκον ἐπαινέσας τῆς εἰς τὸ ἔθνος
τιμῆς, καὶ τῆς εἰς τὸ ἱερὸν μεγαλοψυχίας· πολλὰ δὲ
Σίμωνα τὸν ἐπαγαγόντα μεμψάμενος, ὡς καὶ τῆς
ἀπανθρωπίας αἴτιον καὶ τῆς ἀδοξίας.
ΙΒʹ. Τούτους μιμώμεθα, καὶ ἱερεῖς, καὶ μη-
τέρες, καὶ παῖδες· οἱ μὲν, εἰς τὴν Ἐλεαζάρου τιμὴν
τοῦ πνευματικοῦ πατρὸς, καὶ λόγῳ, καὶ ἔργῳ τὸ
βέλτιστον παραδείξαντος· αἱ δὲ, τῆς γενναίας μητρὸς,
ἀληθῶς φιλότεκνοι φανεῖσαι, καὶ Χριστῷ τοὺς ἐξ αὐ-
τῶν παραστήσασαι, ἵνα καὶ γάμος ἁγιασθῇ διὰ τῆς
τοιαύτης θυσίας· οἱ δὲ, τοὺς ἱεροὺς αἰδούμενοι παῖ-
δας, καὶ τὴν νεότητα δαπανῶντες, οὐκ ἐν τοῖς αἰσχροῖς
πάθεσιν, ἀλλ' ἐν τοῖς κατὰ τῶν παθῶν ἀγωνίσμασι,
καὶ πρὸς τὸν καθ' ἡμέραν Ἀντίοχον γενναίως ἀνδρι-
933
ζόμενοι πᾶσι μέλεσι πολεμοῦντα, καὶ διαφό-
ρως διώκοντα. Ποθῶ γὰρ ἀθλητὰς ἔχειν, κατὰ
πάντα καιρὸν καὶ τρόπον, καὶ γένος ἅπαν, καὶ ἡλι-
κίαν ἅπασαν, καὶ φανερῶς πολεμουμένην, καὶ ἀφα-
νῶς ἐπιβουλευομένην· καὶ βοηθεῖσθαι μὲν τοῖς πα-
λαιοῖς διηγήμασι, βοηθεῖσθαι δὲ καὶ τοῖς νέοις, καὶ
πανταχόθεν, ὥσπερ αἱ μέλισσαι, συλλέγειν τὰ
χρησιμώτατα εἰς ἑνὸς κηρίου φιλοτεχνίαν καὶ γλυ-
κασμὸν, ἵνα καὶ διὰ Παλαιᾶς καὶ Νέας εὐδοκιμῇ
Θεὸς ἐν ἡμῖν, ὁ ἐν Υἱῷ καὶ Πνεύματι δοξαζόμενος,
καὶ γινώσκων τοὺς ἰδίους, καὶ γινωσκόμενος ὑπὸ τῶν
ἰδίων, ὁμολογούμενός τε καὶ ὁμολογῶν, δοξαζόμενός
τε καὶ δοξάζων, ἐν αὐτῷ τῷ Χριστῷ, ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΛΟΓΟΣ Ι#2ʹ.}{Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴντῆς χαλάζης.} Αʹ. Τί λύετε τάξιν ἐπαινουμένην; τί βιάζεσθε γλῶσ-σαν νόμῳ δουλεύουσαν; τί προκαλεῖσθε λόγονεἴκοντα πνεύματι; τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺςπόδας ἐσπεύσατε; τί τὸν Ἀρὼν παρατρέχοντες,τὸν Ἐλεάζαρ προβάλλεσθε; Οὐ δέχομαι πηγὴν φράσ-σεσθαι, καὶ χείμαῤῥον φέρεσθαι· ἥλιον κρύπτεσθαι,καὶ ἀστέρα δείκνυσθαι· τὴν πολιὰν ὑποχωρεῖν, καὶτὴν νεότητα νομοθετεῖν· τὴν σοφίαν σιωπᾷν, καὶ τὴνἀπειρίαν νεανιεύεσθαι. Οὔτε ὑετοῦ πάντως ὁ πλείων,τοῦ ἐλάττονος χρησιμώτερος· τί γάρ; Εἰ ὁ μὲνσφοδρότερος ὢν, παρασύρει τὴν γῆν, καὶ προσζη-μιοῖ τῷ κεφαλαίῳ τὸν γεωργόν· ὁ δὲ ἠρέμα χεόμενος,καὶ εἰς τὰ βάθη δυόμενος, πιαίνει τὴν ἄρουραν, καὶὀνίνησι τὸν ἀρόσαντα, καὶ τρέφει στάχυν εἰς καρπὸνὥριμον. Οὔτε ἐν λόγοις ὁ δαψιλέστερος, τοῦ σο-φωτέρου λυσιτελέστερος. Ὁ μὲν γὰρ ἴσως ὀλίγονεὐφράνας ἀπῆλθε, καὶ ὁμοῦ τῷ πληγέντι ἀέρι διελύ-θη, μηδὲν δυνηθεὶς ὑπὲρ τοῦτο, καὶ τὴν λίχνον ἀκοὴντῇ εὐγλωττίᾳ κατεγοήτευσεν. Ὁ δὲ εἰς τὸν νοῦν δι-έβη καὶ πλατύνας τὸ στόμα ἐπλήρωσε Πνεύματος,καὶ τῆς γεννήσεως ὤφθη μακρότερος, καὶ πολλὰἐν ὀλίγαις συλλαβαῖς ἐγεώργησε. Βʹ. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώ-την, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰπρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶΘεῷ κεκαθαρμένος, ἢ καθαιρόμενος, τῷ καθαρωτάτῳκαὶ λαμπροτάτῳ, καὶ μόνην ἀπαιτοῦντι παρ' ἡμῶνθυσίαν, τὴν κάθαρσιν, ἣν δὲ καρδίαν συντετριμμέ-νην, καὶ θυσίαν αἰνέσεως, καὶ καινὴν ἐν Χριστῷκτίσιν, καὶ νέον ἄνθρωπον, καὶ τὰ τοιαῦτα, τῇ Γρα-φῇ καλεῖν φίλον. Σοφία πρώτη, σοφίας ὑπερορᾷν τῆςἐν λόγῳ κειμένης, καὶ στροφαῖς λέξεων, καὶ ταῖς κι-βδήλοις καὶ περιτταῖς ἀντιθέσεσιν. Ἐμοὶ δὲ γέ-νοιτο πέντε λόγους ἐν ἐκκλησίᾳ λαλῆσαι μετὰ συν-έσεως, ἢ μυρίους ἐν γλώσσῃ, καὶ φωνῇ σάλπιγ-γος ἀσήμῳ, τὸν ἐμὸν ὁπλίτην οὐκ ἐγειρούσῃ πρὸςτὸν πνευματικὸν πόλεμον. Ταύτην ἐπαινῶ τὴν σο-φίαν ἐγὼ, ταύτην ἀσπάζομαι, δι' ἣν ἀγεννεῖς ἐδοξά-σθησαν, καὶ εἰς ἣν ἐξουθενήμενοι προετι-μήθησαν, καὶ μεθ' ἧς ἁλιεῖς τὴν οἰκουμένην ὅληντοῖς τοῦ Εὐαγγελίου δεσμοῖς ἐσαγήνευσαν, τῷ συντε-τελεσμένῳ καὶ συντετμημένῳ λόγῳ, τὴν καταργου-μένην σοφίαν νικήσαντες. Οὐ γὰρ ὁ ἐν λόγῳ σοφὸς,οὗτος ἐμοὶ σοφὸς, οὐδὲ ὅστις γλῶσσαν μὲν εὔστροφονἔχει, ψυχὴν δὲ ἄστατον καὶ ἀπαίδευτον, ὥσπερτῶν τάφων, ὅσοι τὰ ἔξωθεν ὄντες εὐπρεπεῖς καὶὡραῖοι, μυδῶσι νεκροῖς τὰ ἔνδον, καὶ πολλὴν δυσ-ωδίαν περικαλύπτουσιν· ἀλλ' ὅστις ὀλίγα μὲν περὶ ἀρε-τῆς φθέγγεται, πολλὰ δὲ οἷς ἐνεργεῖ παραδείκνυσι,καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ διὰ τοῦ βίου προστίθη-σιν. Γʹ. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη τῆςἐν λόγῳ ζωγραφουμένης· καὶ πλοῦτος, ὃν αἱχεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν· καὶ σοφία,οὐχ ἡ τῷ λόγῳ λαμπρυνομένη, ἀλλ' ἡ διὰ τῶνἔργων ἐλεγχομένη. Σύνεσις γὰρ ἀγαθὴ πᾶσι τοῖςποιοῦσιν αὐτὴν, φησὶν, ἀλλ' οὐ τοῖς κηρύττουσιν·ταύτης δὲ βάσανος ἀκριβεστάτη τῆς σοφίας χρόνος,καὶ στέφανος ὄντως γῆρας καυχήσεως. Εἰ γὰρ οὐχρὴ μακαρίζειν πρὸ τελευτῆς ἄνθρωπον, ὡς Σολο-μῶντι κἀμοὶ δοκεῖ, καὶ ἄδηλον ὃ παρὰ τῆς ἐπιούσηςτεχθήσεται, πολλὰς στροφὰς ἐχούσης ἡμῶν τῆς κάτωζωῆς, καὶ τοῦ τῆς ταπεινώσεως σώματος ἄνω καὶκάτω κινουμένου καὶ μεταπίπτοντος· πῶς οὐχὶκαὶ ὁ τὸ πολὺ τοῦ βίου κενώσας ἀμέμπτως, καὶοἷον ἤδη πρὸς λιμέσιν ὢν τοῦ κοινοῦ τῆς ζωῆς πελά-γους, τοῦ πολὺν ἔχοντος ἔτι τὸν πλοῦν ἀσφαλέστερος,καὶ διὰ τοῦτο μακαριώτερος; Δʹ. Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰφθεγξαμένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰτὰ τῆς δικαιοσύνης γεννήματα· ἧς πόσα τὰ τέκνα, καὶτίνες οἱ θησαυροὶ, ἆρον κύκλῳ τοὺς ὀφθαλμούςσου, καὶ ἴδε· πᾶς ὁ λαὸς οὗτος, ὃν ἐν Χριστῷ διὰ τοῦΕὐαγγελίου ἐγέννησας. Μὴ δὴ φθονήσῃς ἡμῖν τῶνχρηστῶν πλέον ἢ ὀλίγων ῥημάτων, μηδὲ τῆς μελλού-σης ζημίας ἤδη δῷς τὸ προοίμιον. Φθέγξαι, βρα-χέα μὲν, ἀλλ' ἐμοὶ φίλα καὶ ἥδιστα· οὐκ ἀκου-στὰ μὲν, ἀλλὰ τῇ πνευματικῇ βοῇ γινωσκό-μενα, καθ' ἣν καὶ σιωπῶντος ἀκούει Μωσέως Θεός·καὶ, Τί βοᾷς πρὸς μέ; τῷ νοερῶς ἐντυγχάνοντιλέγεται. Κατάρτισαί μοι τὸν λαὸν τῷ σῷ θρέμ-ματι, καὶ μετὰ τοῦτο ποιμένι, νῦν δὲ καὶ ἀρχιποιμένι.Δίδαξον ἐμέ τι περὶ ποιμαντικῆς, τὸν λαὸν τοῦτονπερὶ εὐπειθείας· περὶ τῆς παρούσης τι πληγῆςφιλοσόφησον, περὶ τῶν δικαίων τοῦ Θεοῦ κριμάτων,ἐάν τε καταλαμβάνωμεν ἡμεῖς, ἐάν τε ἀγνοῶμεν τὴν πολ-λὴν ἄβυσσον. Πῶς καὶ ἡ ἐλεημοσύνη εἰς σταθμοὺς,κατὰ τὸν ἅγιον Ἡσαΐαν (οὐδὲ γὰρ τὸ ἀγαθὸν ἄκρι-τον, εἰ καὶ τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκό-σιν ἔδοξε, μὴ συνιεῖσι τὸ ἐν τῇ ἰσότητι ἄν-ισον), καὶ ἡ ὀργὴ κατὰ λόγον τῶν ἁμαρτημά-των, ποτήριον ἐν χειρὶ Κυρίου προσαγορευομένη,καὶ κόνδυ πτώσεως ἐκπινόμενον, εἰ καὶ πᾶσιν ὑφαι-ρεῖταί τι τῆς ἀξίας, καὶ τὸ τῆς ὀργῆς ἄκρατον φιλαν-θρωπίᾳ κίρνησιν· κλίνων μὲν ἐκ τοῦ ἀποτόμουπρὸς τὸ ἐνδόσιμον τοῖς φόβῳ παιδευομένοις, καὶ τοῖς ἐκτῆς μικρᾶς θλίψεως συλλαμβάνουσι καὶ ὠδίνουσινἐπιστροφὴν, καὶ πνεῦμα σωτηρίας τέλειον ἀποτίκτου-σιν· ὑποτηρῶν δὲ ὅμως τρυγίαν, τὸ τῆς ὀργῆς ἔσχα-