The Greek Library Author

Anonymous

Ad Julianum tributorum exaequatorem

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Ad Julianum tributorum exaequatorem (orat. 19), MPG 35: 1044–1064.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg032.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

35

1049

γυναικὶ, καὶ πρεσβύτῃ καὶ νέῳ, ἀστικῷ τε αὖ καὶ

ἀγροίκῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι

(καὶ γὰρ ὁ αὐτὸς ἀγὼν καλεῖ πάντας), πρὸς τοῦτον

ἀποδύεσθαι προθύμως, καὶ μὴ μαλακίζεσθαι, μηδὲ

μέλλειν, μηδὲ προΐεσθαι τὸν καιρὸν, οὗ πάλιν τυ-

χεῖν ἀμήχανον. Ἐργασίας γὰρ ὁ παρὼν, ὁ δὲ

μέλλων ἀνταποδόσεως. Ἐγείρεσθε, ἄγωμεν ἐν-

τεῦθεν, ἠκούσατε τοῦ Σωτῆρος λέγοντος, οὐ μᾶλλόν

τι τοὺς τότε μαθητὰς ἐκ τοῦ τόπου τῆς Ἰουδαίας

ἀπάγοντος, ἀλλὰ καὶ τοὺς ὕστερον ἅπαντας ἐντεῦθεν

ἀπανιστάντος, καὶ πρὸς ἑαυτὸν ὑψούμενον ἕλ-

κοντος, ὡς ἡ ὑπόσχεσις. Ἀκολουθήσωμεν ἀγαθῷ

Δεσπότῃ· φύγωμεν τὰς κοσμικὰς ἐπιθυμίας, φύγω-

μεν τὸν πλάνον κόσμον καὶ κοσμοκράτορα, γενώμεθα

καθαρῶς τοῦ ποιήσαντος, τιμήσωμεν τὴν εἰκόνα,

αἰδεσθῶμεν τὴν κλῆσιν, μεταθώμεθα τὴν ζωήν. Τί

ποιοῦμεν ἡμᾶς αὐτοὺς ταπεινοὺς, ὑψηλοὶ γεγονότες;

Τί τοῖς ὁρωμένοις ἐγκαταμένομεν;

Ζʹ. Ἕκαστος, ὅ τι ἂν οἷός τε ᾖ, καρποφορείτω

τῷ Θεῷ ἐν καιρῷ παντὶ, καὶ ἰδέᾳ πάσῃ καὶ βίων

καὶ περιστάσεων, κατὰ τὸ μέτρον τῆς παρούσης αὐτῷ

δυνάμεως, κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα· ἵνα πᾶσι

μέτροις τῆς ἀρετῆς, πάσας τὰς ἐκεῖθεν μονὰς πληρώ-

σωμεν, τοσοῦτον θερίσαντες, ὅσον ἐσπείραμεν,

μᾶλλον δὲ τοσοῦτον ἐναποθέμενοι ταῖς θείαις ληνοῖς,

ὅσον ἐγεωργήσαμεν. Εἰσφερέτω τις, ὁ μὲν χρή-

1052

ματα, ὁ δὲ τὸ μηδὲν ἔχειν· ὁ μὲν τὸ προθυμεῖ-

σθαι, ὁ δὲ τὸ τὸν προθυμούμενον ἀποδέχεσθαι· ὁ

μὲν πρᾶξιν ἐπαινετὴν, ὁ δὲ θεωρίαν εὔστοχον· ὁ μὲν

λόγον καίριον, ὁ δὲ σιωπὴν εὔλογον· ὁ μέν τις διδα-

σκαλίαν ἄπταιστον καὶ βίον μὴ ἀνθιστάμενον, ὁ δὲ

ἀκοὴν εὐπειθῆ καὶ εὐγνώμονα· ὁ μὲν παρθενίαν

ἁγνὴν καὶ κόσμου παντελῶς ἀποτέμνουσαν, ὁ δὲ γά-

μον σεμνὸν καὶ μὴ πάντη Θεοῦ χωρίζοντα· ὁ μὲν νη-

στείαν ἄτυφον, ὁ δὲ ἀπόλαυσιν μὴ ἀκόλαστον· ἄλλος

τὸ ἐν προσευχαῖς ἀπερίσπαστον καὶ ὕμνοις πνευματι-

κοῖς, ἄλλος τὸ ἐν προστασίᾳ τῶν δεομένων· πάν-

τες δάκρυα, πάντες κάθαρσιν, ἀνάβασιν πάντες καὶ

τὸ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι.

Ηʹ. Καλὴ καὶ ἁπλότης καρποφορία, καὶ γέλως σω-

φρονιζόμενος, καὶ θυμὸς κολαζόμενος, καὶ ὄμμα παι-

δαγωγούμενον, καὶ νοῦς πλανᾶσθαι μὴ συγχωρούμε-

νος. Οὐδὲν οὕτω μικρὸν τῶν εἰσφερομένων Θεῷ, κἂν

ἐλάχιστον ᾖ, κἂν παρὰ πολὺ τῆς ἀξίας λειπόμε-

νον, ὃ μὴ προσίεται πάντως καὶ ἀποδέχεται, εἰ

καὶ σταθμίζειν οἶδε τῇ δικαίᾳ κρίσει τὸ ἔλεος. Δέχεται

καὶ Παύλου τὴν φυτείαν, ὡς Παύλου, καὶ Ἀπολλῶ τὴν

ἀρδείαν, καὶ τὰ δύο λεπτὰ τῆς χήρας, καὶ τοῦ τελώνου

τὴν ταπείνωσιν, καὶ τοῦ Μανασσῆ τὴν ἐξαγόρευσιν.

Μωσῆς ἐπήγνυτο τὴν σκηνὴν κάτω, τὴν τῶν οὐ-

ρανίων ἀντίτυπον, καὶ πάντες εἰσέφερον τὸ κηρυχθὲν

αὐτοῖς. Οἱ δὲ καὶ αὐτεπάγγελτοι, οἱ μὲν χρυσὸν,

οἱ δὲ ἄργυρον, οἱ δὲ λίθους τιμίους εἰς τὴν ἐπωμίδα·

αἱ δὲ βύσσον διακεκλωσμένην, αἱ δὲ κόκκινον νε-

νησμένον, οἱ δὲ πορφύραν, οἱ δὲ δέρματα κριῶν ἠρυ-

θροδανωμένα· αἱ δὲ καὶ τρίχας αἰγείας εἰς τὰ κάτερ-

γα τῆς σκηνῆς, τὸ φαυλότατον· οἱ δὲ ὅ τι ἕκα-

στος, ἢ ἑκάστη τύχοιεν ἔχοντες· πάντες δὲ ἔφερον,

καὶ οὐδεὶς ἦν ἀσυντελὴς, οὐδὲ τῶν πενεστάτων. Οὕτω

καὶ ἡμεῖς τῇ τιμίᾳ τοῦ Θεοῦ σκηνῇ τῆσδε τῆς Ἐκ-

κλησίας, ἣν ὁ Κύριος ἔπηξε, καὶ οὐκ ἄνθρωπος,

ἣ διαφόροις ἀρετῆς συνοικοδομεῖται κάλλεσιν, ὁ μὲν

μικρὸν, ὁ δὲ μεῖζον, πάντες δὲ ὁμοίως εἰσφέρωμεν

εἰς ἔργον τέλειον, εἰς κατοικητήριον Χριστοῦ,

εἰς ναὸν ἅγιον, συντιθέμενοι, καὶ συναρμολογούμε-

νοι τῇ ἀρχιτεκτονίᾳ τοῦ Πνεύματος. Πάντως δὲ

οὐδὲν εἰσοίσομεν τοσοῦτον, ὅσον εἰλήφαμεν, κἂν

πάντα εἰσφέρωμεν. Ἐπεὶ καὶ τὸ εἶναι ἡμῖν ἐκ Θεοῦ,

καὶ τὸ εἰδέναι Θεὸν, καὶ αὐτὸ τὸ ἔχειν ὃ εἰσενέγκω-

μεν. Τὸ δὲ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ

1053

τῇ ἀξίᾳ τοῦ διδομένου, τῇ δὲ δυνάμει καὶ τῇ

διαθέσει τοῦ καρποφοροῦντος, μετρεῖ Θεὸς τὴν ἐπί-

δοσιν.

Θʹ. Μὴ οὖν ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ' ἤδη

γενοῦ· μηδὲ ὅτι τῆς ἀξίας λείπῃ, τὸ πᾶν ἐλλίπῃς.

Ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι,

ὑπὲρ δὲ τοῦ δεήθητι δοθῆναι συγγνώμην τῇ ἀσθενείᾳ.

Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς ἐναντίον μου. Μηδεὶς

ἔστω κενὸς, μηδὲ ἄκαρπος, μηδέ τις στεῖρα ψυχὴ καὶ

ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορείτω

Θεῷ, καὶ ἐκ τῶν οἰκείων· ὁ ἁμαρτάνων τὴν με-

ταβολὴν, ὁ καλῶς τρέχων, τὴν εὐτονίαν, ὁ νέος τὴν

ἐγκράτειαν, ἡ πολιὰ τὴν φρόνησιν, ὁ πλούσιος τὴν

μετάδοσιν, ὁ πένης τὴν εὐχαριστίαν, ὁ ἐν ἐξουσίᾳ τὴν

ἀτυχίαν, ὁ εἰσπράττων τὴν ἡμερότητα. Οἱ ἱερεῖς,

ἐνδύσασθε δικαιοσύνην, ἢ, τό γε ἀληθέστερον εἰπεῖν,

ἐνδυσώμεθα· μὴ διασπείρωμεν τὰ πρόβατα τῆς νο-

μῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν ὁ

ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμε-

νος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν κατ' ὄνομα, καὶ εἰσ-

άγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν,

καὶ ἀπὸ τῆς ζωῆς ταύτης ἐπὶ τὴν ἐκεῖθεν ἀνάπαυ-

σιν. Φοβηθῶμεν, μὴ ἀφ' ἡμῶν ἄρξηται τὸ κρῖμα, κα-

τὰ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ

τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ εἰσιόντες, καὶ

τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες.

Ιʹ. Τὰ πρόβατα, μὴ ποιμαίνετε τοὺς ποιμένας,

μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε· ἀρκεῖ γὰρ

ὑμῖν, ἂν καλῶς ποιμαίνησθε. Μὴ κρίνετε τοὺς

κριτὰς, μηδὲ νομοθετεῖτε τοῖς νομοθέταις· οὐ γάρ

ἐστι Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ' εἰρήνης

καὶ τάξεως. Μὴ τοίνυν ἔστω τις κεφαλὴ, μόγις που

χεὶρ τυγχάνων, ἢ ποῦς, ἢ ἄλλο τι τῶν εὐτελεστέρων

μελῶν τοῦ σώματος· ἀλλ' ἕκαστος ἐν ᾗ ἐκλήθη

τάξει, ἀδελφοὶ, ἐν ταύτῃ μενέτω, κἂν ᾖ τῆς κρείττο-

νος ἄξιος· ἐν ᾧ στέργει τὴν παροῦσαν, πλέον

εὐδοκιμῶν, ἢ ἐν τῷ ζητεῖν ἣν οὐκ ἔλαβεν. Μή τις,

ἐνὸν ἀκινδύνως ἕπεσθαι, ἄρχειν ἐπικινδύνως ἐπιθυ-

μείτω· μηδὲ ὁ τῆς ὑποταγῆς νόμος καταλυέσθω, ἣ

καὶ τὰ ἐπίγεια συνέχει καὶ τὰ οὐράνια· μηδὲ ποιῶ-

μεν ἀναρχίαν τὴν πολυαρχίαν. Οἱ περὶ λόγους, μὴ

σφόδρα τοῖς λόγοις θαῤῥεῖτε, μηδὲ σοφίζεσθε περισ-

σὰ καὶ ὑπὲρ τὸν λόγον, μηδὲ νικᾷν ἐπιθυμεῖτε πάν-

τα κακῶς, ἀλλ' ἔστιν ἃ καὶ ἡττᾶσθαι καλῶς ἀνέχε-

σθε. Δότε τῷ Λόγῳ τὸν λόγον· ποιήσατε δικαιο-

σύνης ὅπλον, μὴ θανάτου, τὴν παίδευσιν.

1056

ΙΑʹ. Ἀρκεῖσθε τοῖς ἰδίοις ὀψωνίοις, οἱ στρατιῶται,

καὶ μηδὲν ὑπὲρ τὸ διατεταγμένον ἀπαιτεῖτε. Ταῦτα

ὑμῖν διακελεύεται μεθ' ἡμῶν Ἰωάννης, ὁ μέγας τῆς

ἀληθείας κῆρυξ, ἡ πρόδρομος τοῦ Λόγου φωνή. Τί

λέγων ὀψώνιον; Τὸ βασιλικὸν σιτηρέσιον δηλον-

ότι, καὶ τὰς ὑπαρχούσας ἐκ νόμου τοῖς ἀξιώμασι δω-

ρεάς. Τὸ δὲ περισσὸν, τίνος; Ἐγὼ μὲν ὀκνῶ λέ-

γειν τὸ βλάσφημον· ὑμεῖς δὲ, οἶδ' ὅτι συνίετε,

κἂν ἐγὼ φείδωμαι. Ἀπόδοτε τὰ Καίσαρος Καίσα-

ρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ· τῷ μὲν τὸ τέλος, τῷ

δὲ τὸν φόβον, ὑμεῖς οἱ τῆς πολιτείας ἐπώνυμοι· φόβον

δὲ ὅταν εἴπω, κωλύω τὴν πλεονεξίαν. Τί οὖν ἡμεῖς

κερδανοῦμεν, τάχα ἂν εἴποιτε, μέγα; Τὸ πάντων μέ-

γιστον· καὶ εἰ βούλεσθε, δι' ἐμοῦ μεσίτου, τὰς χρη-

στὰς ἐλπίδας, καὶ τὰ πρωτεῖα τῆς ἄνω πόλεως, οὐ

τῆς μικρᾶς ταύτης καὶ ἐλαχίστης ἐν πόλεσιν, ἧς οὐ-

δὲ τὸ ἄρχειν, ἵνα μετρίως εἴπω τιμῶν ὡς θρεψαμέ-

νην, πάνυ τι σεμνὸν καὶ ὑπέρλαμπρον. Ἐκεῖ γενέ-

σθαι πρῶτοι θελήσωμεν· μεταποιηθῶμεν τῆς ἐκεῖθεν

λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ, ἀντὶ τῆς ἐντεῦθεν

εὐσπλαγχνίας, ἀναπαυσώμεθα· κρῖμα δίκαιον κρίνω-

μεν· ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ

ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα κτεινομένους, ἢ

τό γε μετριώτατον εἰπεῖν, μὴ αὐτοὶ κτείνω-

μεν· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν, μέχρι καὶ

τῶν ἀπὸ τραπέζης ψιχίων· καὶ μὴ παραδράμωμεν

τὸν ἡλκωμένον, καὶ βεβλημένον ἐν τοῖς ἡμετέ-

ροις πυλῶσιν· μὴ τρυφήσωμεν, ἄλλων κακοπα-

θούντων· μὴ βδελυξώμεθα τὸν ὁμόδουλον· μὴ, φίλοι

καὶ ἀδελφοὶ, γενώμεθα τῆς τοῦ πλουσίου μερίδος,

μηδὲ ὀδυνηθῶμεν ἐν τῇ φλογὶ, μηδὲ τῷ χάσματι δια-

στῶμεν ἀπὸ τῶν ὁσίων, μηδὲ δεηθῶμεν Λαζάρου τοῦ

πένητος, ἄκρῳ δακτύλῳ καταψῦξαι τὴν γλῶσ-

σαν ἡμῶν φλεγομένην, καὶ μηδὲ τοσούτου τυγχάνω-

μεν. Γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, συμπαθεῖς·

μιμησώμεθα τοῦ Δεσπότου τὴν ἀγαθότητα, ὃς ἀνα-

τέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει

τῇ βροχῇ πάντας ὁμοίως. Μὴ δεξώμεθα πλουτεῖν διὰ

τῆς τῶν ἄλλων πενίας· μὴ παρὰ τοσοῦτον ἔλθωμεν

τῆς θείας ἰσότητος· μηδὲ μίξωμεν τὸν ἡμέτερον

πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ' ὧν ὡς ἰοῦ καὶ ση-

τὸς ἐκδαπανηθήσεται, ἢ, τό γε τῆς Γραφῆς εἰ-

πεῖν, ἐξεμεθήσεται. Ἀλλά ἐσμεν τοῦ δέοντος ἀπο-

πληστότεροι; ἔστι καὶ πλεονεκτῆσαι καλῶς.

1057

Δῶμέν τι μικρὸν ἐντεῦθεν, ἵν' ἐκεῖθεν πλουτήσωμεν.

ΙΒʹ. Ταῦτα μὲν οὖν ἤδη κοινὰ πρὸς πάντας,

οὐ τοὺς ἐν πολιτείᾳ μόνον, τὰ παραγγέλματα·

κοινὰ γὰρ καὶ κοινῆς ἀῤῥωστίας τὰ φάρμακα. Σὺ δὲ

ἀπόγραφε δικαίως ἡμᾶς, ὁ τῶν ἡμετέρων φόρων ἀπο-

γραφεύς· ἀπόγραφε, μὴ τοὺς ἐμοὺς λόγους ἐπι-

μελῶς, ὧν οὐδὲν, ἢ μικρὸν τὸ κέρδος, ἢ εἰς ἀκοῆς

χάριν καὶ ἡδονὴν, ἀλλὰ τὸν ἐμὸν λαὸν ὁσίως καὶ φι-

λανθρώπως· αἰδεσθεὶς, εἰ μή τι ἄλλο, ἢ τὸν καιρὸν

αὐτὸν, ὅτι καὶ ὁ Σωτὴρ ἐν ἀπογραφῇ τίκτεται. Ἐξ-

ῆλθε γὰρ δόγμα, φησὶ, παρὰ Καίσαρος Αὐγού-

στου, τοῦ ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμέ-

νην· καὶ ἀπεγράφετο. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐν

Βηθλεὲμ σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ

γυναικὶ ἀπογράψασθαι, διὰ τὸ εἶναι αὐτὸν

ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ. Καὶ τηνικαῦτα ὁ Σω-

τὴρ τίκτεται, τὸ θαυμάσιον, ὁ πάντων δημιουργὸς

καὶ δεσπότης, ἐν φαύλῳ καὶ μικρῷ καταλύ-

ματι. Φοβηθῶμεν τὸ μυστήριον· αἰδεσθῶμεν τὴν οἰ-

κονομίαν, καὶ αὐτοὶ τῷ καιρῷ τι συνεισενέγκω-

μεν. Νῦν ἄγγελοι χαίρουσι, νῦν ποιμένες περιαστρά-

πτονται, νῦν ἀστὴρ ἐξ Ἀνατολῶν τρέχει πρὸς τὸ μέ-

γιστον φῶς καὶ ἀπρόσιτον· νῦν μάγοι προσπίπτουσι,

καὶ δωροφοροῦσι, καὶ τὸν πάντων βασιλέα γινώσκου-

σι, καὶ καλῶς τῷ ἀστέρι τεκμαίρονται τὸν οὐράνιον·

νυνί τε Ἡρώδης μαίνεται, καὶ παιδοφονεῖ, καὶ διὰ

τὸν ἐλευθερωτὴν, ἀναιρεῖ τοὺς τῆς ἐλευθερίας τυγ-

χάνειν ὀφείλοντας. Ἀλλ' ἡμεῖς γε μετὰ τῶν προσκυ-

νούντων γενώμεθα, καὶ προσενέγκωμεν τῷ δι' ἡμᾶς

πτωχεύσαντι μέχρι καὶ σώματος, μὴ λίβανον, μηδὲ

χρυσὸν, μηδὲ σμύρναν· τὸν μὲν ὡς Θεῷ, τὸν δὲ

ὡς βασιλεῖ, τὴν δὲ ὡς γευσαμένῳ δι' ἡμᾶς νεκρότη-

τος· ἀλλὰ δῶρα μυστικὰ, καὶ ὑπὲρ τὸ φαινό-

μενον· τό γε μηδὲν λαβεῖν, μηδὲ τῷ πλούτῳ τι συγ-

χωρῆσαι κατὰ πενίας, μηδ' ἀδικῆσαι τὸ πλάσμα διὰ

τοῦ πλάσματος.

ΙΓʹ. Σὺν Χριστῷ γράφεις, σὺν Χριστῷ ταλαντεύεις,

σὺν τῇ κεφαλῇ δοκιμάζεις, μετὰ τοῦ λόγου λογίζῃ.

Χριστὸς ἄρτι γεννᾶταί σοι, καὶ Θεός ἐστι, καὶ ἄν-

θρωπος γίνεται, καὶ ἀνθρώποις συναναστρέφεται. Τί

τοῦ λόγου δηλοῦντος; Ἐμοὶ δοκεῖ, εἰς νουθε-

σίαν τῶν τὰ τοιαῦτα πιστευομένων, ὅτι ταῖς με-

γίσταις τῶν διοικήσεων Θεὸς ἀεὶ συνεισέρχεται. Καὶ

1060

ἵνα μὲν καταιδέσειε τοὺς ἀπογράφοντας, τηνι-

καῦτα ὁμιλεῖ σαρκὶ καὶ ἀνθρώποις· ἵνα δὲ παραμυ-

θήσηται τῆς δουλείας ἡμᾶς, καὶ τὴν εὐγνωμοσύνην

νομοθετήσῃ (οὐδὲ γὰρ τοῦτο παροπτέον), τελεῖ καὶ

αὐτὸς τὸ δίδραχμον, καὶ οὐχ ὑπὲρ ἑαυτοῦ μόνον,

ἀλλὰ καὶ Πέτρου τοῦ τιμιωτάτου τῶν μαθητῶν· ἐπεὶ

καὶ ἄνθρωπος ἐγένετο δι' ἡμᾶς, καὶ δούλου μορφὴν

ἀνεδέξατο, καὶ ὑπὲρ τῶν ἀνομιῶν ἡμῶν ἤχθη εἰς

θάνατον. Ταῦτα μὲν ὁ Σωτὴρ, καὶ τῷ θελήματι μό-

νον, ὡς Θεὸς, σῶσαι δυνάμενος, ἐπεὶ καὶ τὰ πάντα

προστάγματι συνεστήσατο· μεῖζον δὲ καὶ δυσωπητι-

κώτερον εἰσήνεγκεν ἡμῖν, τὴν συμπάθειαν καὶ τὸ

ὁμότιμον. Τί δὲ ἡμεῖς οἱ Χριστοῦ μαθηταὶ τοῦ

πράου καὶ φιλανθρώπου, καὶ τοσοῦτον ἡμῖν λειτουρ-

γήσαντος; Οὐ μιμησόμεθα τοῦ Δεσπότου τὴν εὐ-

σπλαγχνίαν; οὐκ ἐσόμεθα χρηστοὶ τοῖς ὁμοδούλοις,

ἵνα τοιούτου τύχωμεν καὶ αὐτοὶ τοῦ Κυρίου μετροῦν-

τος, ὡς ἂν μετρήσωμεν; οὐ κτησόμεθα τὰς ἑαυτῶν

ψυχὰς, διὰ τῆς ἡμερότητος; Ἀρκεῖ δουλεύειν τοῖς

ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε

τοῦ αὐτοῦ χοὸς, τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι· καὶ

τὸ μὲν τάσσειν φόρους, τὸ δὲ ἀπογράφεσθαι· καὶ τοῖς

μὲν ἀδικεῖν ἐξεῖναι καὶ ποιεῖν κακῶς, τοῖς δὲ

ὑπὲρ τοῦ μὴ παθεῖν δεῖσθαι καὶ ἀγωνίζεσθαι·

καὶ ταῦτα εἶναι περὶ τὴν μίαν εἰκόνα, καὶ τὸ ἓν

ἀξίωμα, τοὺς τῆς αὐτῆς ζωῆς κληρονόμους, ὑπὲρ ὧν

Χριστὸς ὁμοίως ἀπέθανεν. Ἀρκεῖ ταῦτα τοῖς ἐλευθέ-

ροις· μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης

ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον.

ΙΔʹ. Ὡς ἀπόλοιτο ἡ κακία, καὶ ἡ πρώτη ταύτης

καταβολὴ, καὶ ὁ καθεύδουσιν ἡμῖν ἐπισπείρας τὰ ζι-

ζάνια Πονηρὸς, ἵν' ἀρχὴ τοῦ κακοῦ γένηται τὸ ἀμε-

λῆσαι τοῦ ἀγαθοῦ, ὥσπερ καὶ σκότους ἡ τοῦ φωτὸς

ὑποχώρησις. Ταῦτα τὸ ξύλον, καὶ ἡ πικρὰ γεῦσις,

καὶ ὁ βάσκανος ὄφις, καὶ ἡ παρακοὴ ἐν ἱδρῶτι τοῦ

προσώπου ζῇν κατακρίνασα. Ἐντεῦθεν γυμνὸς ἐγὼ

καὶ ἀσχήμων, καὶ τὴν γύμνωσιν ἔγνων, καὶ τὸν δερ-

μάτινον χιτῶνα ἠμφιασάμην, καὶ τοῦ παραδείσου

διέπεσον, καὶ εἰς τὴν γῆν ἀπεστράφην, ὅθεν ἐλή-

φθην, ἓν τοῦτο ἀντὶ τρυφῆς ἔχων, τὰ ἐμαυτοῦ γινώ-

σκειν κακά· καὶ λύπην κατεκρίθην ἄπαυστον ἀντὶ

τῆς μικρᾶς ἡδονῆς, καὶ πόλεμον πρὸς τὸν φιλω-

θέντα κακῶς, καὶ διὰ τῆς γεύσεως ὑποσπάσαντα.

Ταῦτα τῆς κακίας ἐμοὶ τὰ ἐπίχειρα· ἐντεῦθεν τὸ

1061

γεννᾶσθαι μόχθῳ, καὶ ζῇν, καὶ λύεσθαι. Αὕτη

μήτηρ χρείας, ἡ δὲ πλεονεξίας, ἡ δὲ πολέμων, πόλε-

μοι δὲ φόρων πατέρες, οἱ δὲ τῆς κατακρίσεως τὸ

βαρύτατον. Ἀλλ' ἡμεῖς γε μὴ τὸ πρόστιμον ἐπιτεί-

νωμεν, ὑπὸ τὴν αὐτὴν κείμενοι καταδίκην, μηδὲ ἄλ-

λοις κακοὶ γενώμεθα. Φιλανθρωπίαν ἡμᾶς τὴν εἰς

ἀλλήλους ἀπαιτεῖ Θεὸς, κἂν ὑπ' αὐτοῦ κολαζώ-

μεθα.

ΙΕʹ. Ἔσται καὶ ἄλλη τις ἐγγραφὴ, καὶ ἄλλος ἀπο-

γραφεύς· εἴ τινα βίβλον ζώντων ἀκούεις, καὶ βίβλον

οὐ σωζομένων. Ἐκεῖ πάντες ἐγγραφησόμεθα, μᾶλ-

λον δὲ ἤδη γεγράμμεθα κατ' ἀξίαν τῶν ἐνταῦθα βε-

βιωμένων ἕκαστος. Οὐ πλοῦτος ἔχει τὸ πλέον

ἐκεῖ, οὐ πενία τὸ ἔλαττον, οὐ χάρις, οὐκ ἔχθρα, οὐκ

ἄλλο τι τῶν ἁπάντων, οἷς ἐνταῦθα τὸ δίκαιον κλέ-

πτεται. Δακτύλῳ Θεοῦ πάντες γεγράμμεθα, καὶ ἀνοι-

γήσεται ἡμῖν βίβλος ἐν ἡμέρᾳ ἀποκαλύψεως. Μικρὸς

μὲν καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων ὁμοῦ δεσπότῃ,

τὸ Σολομῶντος φθέγξομαι, καὶ βασιλεὺς ἀρχο-

μένῳ, καὶ ἀπογραφεὺς ἀπογραφομένῳ, καὶ ἡ

λαμπρότης ἐγγύθεν. Καὶ τὸ δύσφημον σιωπήσομαι·

πλὴν οἷα γράφομεν, τοιαῦτα καὶ γραφησόμεθα. Ταύ-

την ποίησον σεαυτῷ τὴν ἐγγραφὴν χρηστοτέραν,

ἡμῖν φανεὶς χρηστὸς καὶ φιλάνθρωπος.

Ι#2ʹ. Τί πρὸς ταῦτα λέγεις; Τί γράφεις, ὦ φίλων

ἄριστε καὶ ἡλίκων καὶ παιδευτῶν ἡμῖν κοινωνὲ καὶ

παιδευμάτων, εἰ καὶ νῦν ἡμᾶς εἰς τὴν κρείττω μοῖ-

ραν ὁ Θεὸς ἔταξεν, ὑμᾶς ταῦτα παιδεύειν τοὺς ἐν

ἐξουσίᾳ (ὀκνῶ γὰρ εἰπεῖν βαρυτέραν); Ὦ πατρίδος

εὐσεβοῦς καὶ γένους, ὦ γονέων ἱερῶν ἱερὸν φυ-

τὸν, ὦ ῥίζα τέκνων ἱερωτέρων, πῶς ποτε ἀπο-

δέχῃ τοὺς ἐμοὺς λόγους; Ἆρά τι πείθομεν, ἢ δεήσει

κατεπᾴδειν μακρότερα; Τοῦτο μὲν οὐκ εἰκάζειν,

ἀλλ' εὖ εἰδέναι χρὴ, ὅτι σε οἱ παρ' ἐμοῦ λόγοι ἐκ

πλείονος ἔχουσιν. Καὶ γὰρ εἰ μή τινι ἄλλῳ θαῤῥεῖν

εἴχομεν, ἀλλὰ τοῖς λόγοις αὐτοῖς, οἵ σε ἀεὶ

πρὸς τὰ καλὰ ῥᾳδίως ἄγουσιν, ἢ ἀρχόμενον, ἢ ἑπό-

μενον· τοῦτο γάρ ἐστιν, ᾧ τῶν πολλῶν οἱ σοφοὶ δια-

φέρουσιν. Ἐγὼ δὲ μικρὸν ἔτι προσθήσω τοῖς εἰρη-

μένοις· σὺ μὲν ἔδωκας μισθὸν τοῖς ἐμοῖς λόγοις, ὅν-

τινα δέδωκας· οἱ δέ σοι διδόασι καὶ προσάγουσι πέ-

νητας, πάντα χορὸν ἱερέων, χορὸν φιλοσόφων, οὐδενὶ

δεσμῷ κάτω κατεχομένων, μόνα κεκτημένων τὰ σώ-

ματα, καὶ οὐδ' αὐτὰ παντελῶς· οὐδὲν ἐχόντων Καί-

σαρι, πάντα Θεῷ, ὕμνους, εὐχὰς, ἀγρυπνίας, δάκρυα,

1064

κτῆσιν οὐ κρατουμένην, ἀποθανεῖν κόσμῳ, ζῆ-

σαι Χριστῷ, σάρκα κενῶσαι, ψυχὴν ἑλκῦσαι ἀπὸ τοῦ

σώματος. Τούτων φειδόμενος, ἢ καὶ καθαρῶς ἀποδι-

δοὺς τῷ Θεῷ τοὺς θεραπευτὰς τοῦ Θεοῦ καὶ μύ-

στας, καὶ τῶν οὐρανίων ἐπόπτας, τὴν ἀπαρχὴν τοῦ

ἡμετέρου γένους, τὸ ἔρεισμα τοὺς τῆς πίστεως στε-

φάνους, τοὺς μαργαρίτας τοὺς τιμίους, τοὺς τοῦ ναοῦ

λίθους, οὗ θεμέλιος καὶ ἀκρογωνιαῖος Χριστὸς, τοῦ

καλοῦ λέγω τῆς Ἐκκλησίας πληρώματος· καὶ

κάλλιστα ἂν καὶ τούτοις, καὶ σεαυτῷ, καὶ πᾶσιν ἡμῖν

βουλεύσαιο. Καί σοι εὔχομαι τοῦτον παρ' ἡμῶν τὸν

πλοῦτον γενέσθαι μᾶλλον, ἢ πολλοῦ χρυσίου καὶ

ἀργυρίου θησαυροὺς, νῦν ὑπάρχοντας, καὶ μετ' ὀλί-

γον οὐκ ἐσομένους.

ΙΖʹ. Αὕτη τῶν ἐμῶν λόγων ὑμῖν ἡ καρποφο-

ρία, εἰ καὶ τῆς ἐλπίδος ἐλάττων, ἀλλὰ κατά γε τὴν

ἡμετέραν δύναμιν. Ὑμεῖς δὲ ἀντιδοίητέ μοι τῆς

ἐμῆς εἰσφορᾶς τὸ μεῖζον, τὴν εὐπείθειαν· ὡς ἂν τά

τε ἄλλα καὶ ἧττον δέησθε τῶν ἐμῶν λόγων, ἀλλήλους

κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν

ἔργων· ὡς ἂν χρηστῆς καὶ φιλανθρώπου τῆς ἐκεῖθεν

γραφῆς τυχόντες, καὶ περὶ τὸν πάντων βασιλέα χο-

ρεύοντες, ὃ μόνον ἔργον ἐστὶ τοῖς ἐκεῖ γεγραμ-

μένοις, λειτουργῶμεν Θεῷ τὴν αἴνεσιν, τὴν μίαν

Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ θεωροῦν-

τες καὶ ἀνυψοῦντες τὴν τῆς θεότητος δόξαν τε

καὶ λαμπρότητα, ὅτι αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ

προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΛΟΓΟΣ Κʹ.}{Περὶ δόγματος καὶ καταστάσεως ἐπισκόπων.} Αʹ. Ὅταν ἴδω τὴν νῦν γλωσσαλγίαν, καὶ τοὺς αὐ-θημερινοὺς σοφοὺς, καὶ τοὺς χειροτονητοὺς θεολό-γους, οἷς ἀρκεῖ τὸ θελῆσαι μόνον πρὸς τὸ εἶναι σο-φοῖς· ποθῶ τὴν ἀνωτάτω φιλοσοφίαν, καὶ σταθμὸνἔσχατον ἐπιζητῶ, κατὰ τὸν Ἱερεμίαν, καὶ ἐμαυτῷμόνῳ συγγενέσθαι βούλομαι. Οὐδὲν γάρ μοι δοκεῖτοιοῦτον, οἷον μύσαντα τὰς αἰσθήσεις, ἔξω σαρ-κὸς καὶ κόσμου γενόμενον, μηδενὸς τῶν ἀνθρωπίνωνπροσαπτόμενον, ὅτι μὴ πᾶσα ἀνάγκη, ἑαυτῷ προσ-λαλοῦντα καὶ τῷ Θεῷ, ζῇν ὑπὲρ τὰ ὁρώμενα, καὶ ἀεὶτὰς θείας ἐμφάσεις καθαρὰς ἐν ἑαυτῷ φέρεινἀμιγεῖς τῶν κάτω χαρακτήρων καὶ πλανωμένων, οἷονἔσοπτρον ἀκηλίδωτον Θεοῦ καὶ τῶν θείων, καὶ ὂν,καὶ ἀεὶ γινόμενον, φωτὶ προσλαμβάνοντα φῶς,καὶ ἀμαυροτέρῳ τρανότερον, μέχρις ἂν πρὸς τὴν πη-γὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ τύ-χωμεν τοῦ μακαρίου τέλους, λυθέντων τῶνἐσόπτρων τῇ ἀληθείᾳ· ὡς μόλις ἄν τις ἑαυτὸν, ἢ μα-κρᾷ φιλοσοφίᾳ παιδαγωγήσας, καὶ ἀποῤῥηγνὺς κατὰμικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς, καὶ φωτοειδὲς, τοῦταπεινοῦ καὶ σκότῳ συνεζευγμένου, ἢ Θεοῦ τυχὼνἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλισταποιούμενος ἄνω βλέπειν, τῆς κατασπώσης ὕληςἐπικρατήσειε. Πρὶν δὲ ταύτην ὑπερσχεῖν, ὅση δύνα-μις, καὶ ἀνακαθᾶραι ἱκανῶς τά τε ὦτα καὶ τὴν διά-νοιαν, ἢ ψυχῆς ἐπιστασίαν δέξασθαι, ἢ θεολογίᾳπροσβαλεῖν, οὐκ ἀσφαλὲς εἶναι γινώσκω. Βʹ. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος, ἵνα μήμε τοῦ δέοντος δειλότερον ὑπολάβοιτε, ἀλλὰ καὶἐπαινῆτε τῆς προμηθείας, ἀκούω μὲν αὐτοῦ Μωϋ-σέως, ἡνίκα ἐχρημάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι πλειόνωνεἰς τὸ ὄρος προσκεκλημένων, ὧν εἷς ἦν καὶ Ἀαρὼνσὺν τοῖς παισὶν αὐτοῦ τοῖς δύο τοῖς ἱερεῦσιν, οἱ μὲνλοιποὶ πάντες προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν,ἐγγίσαι δὲ Μωϋσῆς μόνος, οὐ συναναβῆναι δὲ ὁ λαός.Καὶ μικρὸν πρὸ τούτων, τοὺς μὲν ἄλλους ἀστραπαὶ,καὶ βρονταὶ, καὶ σάλπιγγες, καὶ ὅλον καπνιζόμενοντὸ ὄρος, καὶ ἀπειλαὶ φρικώδεις, καὶ τοιαῦτα δείμα-τα ἵστη κάτω· καὶ μέγα ἦν αὐτοῖς ἀκοῦσαι τῆς τοῦΘεοῦ φωνῆς μόνον, καὶ ταῦτα εὖ μάλα ἁγνισαμένοις.Μωϋσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ,καὶ Θεῷ συγγίνεται, καὶ δέχεται νόμον, τοῖς μὲν πολ-λοῖς τὸν τοῦ γράμματος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺςτὸν τοῦ πνεύματος. Γʹ. Γινώσκω δὲ Ἡλεῖ τὸν ἱερέα, καὶ μικρὸν ὕστε-ρον Ὀζᾶν τινα· τὸν μὲν καὶ ὑπὲρ τῆς τῶν παίδωνπαρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰτῶν θυσιῶν, καὶ ταῦτα οὐκ ἀποδεχόμενον αὐτῶν τὴνἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιμήσαντα· τὸνδὲ, ὅτι τῆς κιβωτοῦ ψαῦσαι τολμήσας μόνον, περι-σπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο,αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος δηλαδὴ τοῦ Θεοῦτῇ κιβωτῷ τὸ σεβάσμιον. Οἶδα δ' ἐγὼ μηδὲ τῶν τοί-χων τοῦ ἱεροῦ ψαῦσαι τοῖς πολλοῖς ὂν ἀσφαλὲς, καὶδιὰ τοῦτο ἑτέρων ἐδεήθησαν τοίχων τῶν ἔξωθεν·μηδὲ τὰς θυσίας αὐτὰς, ὑφ' ὧν, καὶ ὅτε, καὶ οὗ μὴκαθῆκον ἦν, ἀναλίσκεσθαι· τοσούτου δεῖν πρὸς τὰἍγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ἢ τὸκαταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢπροσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι. Δʹ. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦμεγάλου Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὃςμὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶ-σαν, μᾶλλον δὲ, ναὸς ἅγιος ἐγένετο Θεοῦ ζῶντος καὶζῶν· πῶς ἢ αὐτὸς προχείρως ἐγχειρήσαιμι τοῖς περὶΘεοῦ λόγοις, ἢ ἀποδέξωμαι τὸν ἐγχειροῦνταθρασέως; Οὐκ ἐπαινετὸς ὁ πόθος· φοβερὸν τὸ ἐγχεί-ρημα. Καὶ διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτατῷ καθαρῷ προσομιλητέον· εἰ μὴ μέλλοιμεν τὸ τοῦΜανωὲ πείσεσθαι, καὶ λέξειν ἐν φαντασίᾳ Θεοῦγενόμενοι· Ἀπολώλαμεν, ὦ γύναι, Θεὸν ἑωρά-καμεν, ἢ, ὡς Πέτρος, ἀποπέμψασθαι τοῦ πλοίουτὸν Ἰησοῦν, ὡς οὐκ ἄξιοι τοιαύτης ἐπιδημίας· ἢ, ὡςὁ ἑκατόνταρχος ἐκεῖνος, τὴν μὲν θεραπείαν ἀπαιτή-σειν, τὸν θεραπευτὴν δὲ οὐκ εἰσδέξασθαι. Λεγέ-τω τις καὶ ἡμῶν, ἕως ἐστὶν ἑκατόνταρχος, καὶ πλειό-νων ἐν κακίᾳ κρατῶν, καὶ ἔτι στρατευόμενος Καίσα-ρι τῷ κοσμοκράτορι τῶν κάτω συρομένων· Οὐκ εἰμὶἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Ὅτανδὲ Ἰησοῦν θεάσωμαι, καίτοι μικρὸς ὢν τὴν πνευμα-τικὴν ἡλικίαν, ὡς ὁ Ζακχαῖος ἐκεῖνος, καὶ ὑπὲρ τὴνσυκομορέαν ἀρθῶ, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς,καὶ μαράνας τὸ σῶμα τῆς ταπεινώσεως· τότε καὶἸησοῦν εἰσδέξομαι, καὶ ἀκούσομαι· Σήμερον σωτηρίατῷ οἴκῳ τούτῳ· καὶ τῆς σωτηρίας τεύξομαι, καὶ φι-λοσοφήσω τὰ τελεώτερα, σκορπίζων καλῶς ἃ κακῶςσυνήγαγον, εἴτε χρήματα, εἴτε δόγματα. Εʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸν θεόλογον,φέρε δὴ καὶ περὶ Θεοῦ ὡς ἐν βραχεῖ διαλεχθῶμεν, αὐ-τῷ τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματιθαῤῥήσαντες, περὶ ὧν ὁ λόγος. Εὔχομαι δὲ τὸ τοῦΣολομῶντος παθεῖν, μηδὲν ἴδιον ἐννοῆσαι περὶ Θεοῦ,μηδὲ φθέγξασθαι. Ὅταν γὰρ λέγῃ, Ἀφρονέστατοςγάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις ἀν-θρώπου οὐκ ἔστιν ἐμοὶ, οὐκ ἀσυνεσίαν ἑαυ-τοῦ δήπου καταγινώσκων τοῦτό φησιν. Πῶς γὰρ, ὅςγε τοῦτο καὶ ᾔτησε παρὰ Θεοῦ πρὸ παντὸς ἄλ-