De dogmate et constitutione episcoporum
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De dogmate et constitutione episcoporum (orat. 20), MPG 35: 1065–1080.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg033.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
35
1069
λου, καὶ ἔλαβε σοφίαν, καὶ θεωρίαν, καὶ πλάτος καρ-
δίας, ψάμμου πλουσιώτερον τε καὶ δαψιλέστερον;
Καὶ ὁ τοσοῦτον σοφὸς, καὶ τοιαύτης τετυχηκὼς δω-
ρεᾶς, πῶς ἀφρονέστατον ἑαυτὸν πάντων ὀνομά-
ζει; Ὡς οὐκ ἔχων ἰδίαν δηλαδὴ φρόνησιν, ἐνεργούμε-
νος δὲ τὴν θείαν τε καὶ τελεωτέραν. Καὶ γὰρ ὁ Παῦ-
λος λέγων, Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρι-
στὸς, οὐχ ὡς περὶ νεκροῦ πάντως ἑαυτοῦ διελέγετο,
ἀλλ' ὡς ζῶντος κρείσσονα τῶν πολλῶν ζωὴν, τῷ μετ-
ειληφέναι τῆς ὄντως ζωῆς, καὶ μηδενὶ θανάτῳ περα-
1072
τουμένης. Προσκυνοῦμεν οὖν Πατέρα, καὶ Υἱὸν, καὶ
ἅγιον Πνεῦμα, τὰς μὲν ἰδιότητας χωρίζοντες, ἑνοῦν-
τες δὲ τὴν θεότητα· καὶ οὔτε εἰς ἓν τὰ τρία συν-
αλείφομεν, ἵνα μὴ τὴν Σαβελλίου νόσον νοσήσωμεν·
οὔτε διαιροῦμεν εἰς τρία ἔκφυλα καὶ ἀλλότρια, ἵνα
μὴ τὰ Ἀρείου μανῶμεν. Τί γὰρ δεῖ, καθάπερ φυτὸν
ἑτεροκλινὲς πάντη καμπτόμενον, βίᾳ μετάγειν ἐπὶ τὸ
ἕτερον μέρος, διαστροφῇ τὴν διαστροφὴν διορθουμέ-
νους, ἀλλὰ μὴ πρὸς τὸ μέσον εὐθύνοντας, ἐν ὅροις
ἵστασθαι τῆς θεοσεβείας;
#2ʹ. Μεσότητα δὲ ὅταν εἴπω, τὴν ἀλήθειαν
λέγω, πρὸς ἣν βλέπειν καλῶς ἔχομεν μόνην· καὶ
τὴν φαύλην συναίρεσιν παραιτούμενοι, καὶ τὴν
ἀτοπωτέραν διαίρεσιν· ὡς μήτε εἰς μίαν ὑπόστασιν
συναιρεθέντα τὸν λόγον, δέει πολυθεΐας, ψιλὰ ἡμῖν
καταλιπεῖν τὰ ὀνόματα, τὸν αὐτὸν Πατέρα, καὶ Υἱὸν,
καὶ Πνεῦμα ἅγιον ὑπολαμβάνουσι, καὶ μὴ μᾶλλον ἓν
τὰ πάντα, ἢ μηδὲν ἕκαστον εἶναι ὁριζομένοις (φεύ-
γοι γὰρ ἂν εἶναι ἅπερ ἐστὶν, εἰς ἄλληλα μεταχω-
ροῦντα καὶ μεταβαίνοντα)· μήτε εἰς τρεῖς ἢ ξέ-
νας καὶ ἀνομοίους οὐσίας καὶ ἀπεῤῥηγμέ-
νας διαιρεθέντα, κατὰ τὴν Ἀρείου καλῶς ὀνομασθεῖ-
σαν μανίαν, ἢ ἀνάρχους καὶ ἀτάκτους, καὶ οἷον
εἰπεῖν, ἀντιθέους· τῷ μὲν εἰς Ἰουδαϊκὴν σμικρολο-
γίαν κατακλεισθῆναι, μόνῳ τῷ ἀγεννήτῳ
τὴν θεότητα περιγράφοντας· τῷ δὲ εἰς ἐναντίον μὲν,
κακὸν δὲ ἴσον πεσεῖν, τρεῖς ἀρχὰς ὑποτιθεμένους,
καὶ τρεῖς Θεοὺς, ὃ τῶν προειρημένων ἀτοπώτερον·
δέον μήτε οὕτως εἶναί τινας φιλοπάτορας, ὡς
καὶ τὸ εἶναι Πατέρα περιαιρεῖν (τίνος γὰρ ἂν καὶ
εἴη Πατὴρ, τοῦ Υἱοῦ τὴν φύσιν ἀπεξενωμένου καὶ
ἀπηλλοτριωμένου μετὰ τῆς κτίσεως;)· μήθ' οὕτω
φιλοχρίστους, ὡς μήτε τοῦτο φυλάττειν, τὸ
εἶναι Υἱόν (τίνος γὰρ ἂν καὶ εἴη Υἱὸς, μὴ πρὸς αἴ-
τιον ἀναφερόμενος τὸν Πατέρα;) μήτε τῷ Πα-
τρὶ τὸ τῆς ἀρχῆς κατασμικρύνειν ἀξίωμα, τῆς ὡς
Πατρὶ καὶ γεννήτορι· μικρῶν γὰρ ἂν εἴη καὶ ἀν-
αξίων ἀρχὴ, μὴ θεότητος ὢν αἴτιος τῆς ἐν Υἱῷ
καὶ Πνεύματι θεωρουμένης. Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα
Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν,
εἴτ' οὖν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότη-
τος.
1073
Ζʹ. Τηροῖτο δ' ἂν, ὡς ὁ ἐμὸς λόγος, εἷς μὲν Θεὸς,
εἰς ἓν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομέ-
νων, οὐ συντιθεμένων, οὐδὲ συναλειφομένων·
καὶ κατὰ τὸ ἓν καὶ ταυτὸ τῆς θεότητος, ἵνα οὕτως
ὀνομάσω, κίνημά τε καὶ βούλημα, καὶ τὴν τῆς οὐ-
σίας ταυτότητα. Αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς
ἐπινοουμένης συναλοιφῆς, ἢ ἀναλύσεως, ἢ συγ-
χύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι' ὧν τὸ ἓν σε-
μνύνεται πλέον ἢ καλῶς ἔχει. Αἱ δὲ ἰδιότητες, Πα-
τρὸς μὲν, καὶ ἀνάρχου, καὶ ἀρχῆς ἐπινοουμένου
καὶ λεγομένου (ἀρχῆς δὲ, ὡς αἰτίου, καὶ ὡς πη-
γῆς, καὶ ὡς ἀϊδίου φωτός)· Υἱοῦ δὲ, ἀνάρχου
μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων· ἀρχὴν δὲ ὅταν
εἴπω, μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς τοῦ
γεγεννηκότος καὶ τοῦ γεννήματος, μηδὲ διέλῃς τὴν
φύσιν τῷ κακῶς παρεντεθέντι τοῖς συναϊδίοις καὶ
συνημμένοις. Εἰ γὰρ χρόνος Υἱοῦ πρεσβύτερος,
ἐκείνου δηλαδὴ πρώτως ἂν εἴη αἴτιος ὁ Πατήρ.
Καὶ πῶς ποιητὴς χρόνων ὁ ὑπὸ χρόνον; Πῶς δὲ καὶ
Κύριος πάντων, εἰ ὑπὸ χρόνου προείληπταί τε καὶ
κυριεύεται; Ἄναρχος οὖν ὁ Πατήρ· οὐ γὰρ ἑτέρω-
θεν αὐτῷ, οὐδὲ παρ' ἑαυτοῦ τὸ εἶναι. Ὁ δὲ
Υἱὸς, ἐὰν μὲν ὡς αἴτιον τὸν Πατέρα λαμβάνῃς, οὐκ
ἄναρχος· ἀρχὴ γὰρ Υἱοῦ Πατὴρ ὡς αἴτιος· ἐὰν
δὲ τὴν ἀπὸ χρόνου νοῇς ἀρχὴν, καὶ ἄναρχος· οὐκ
ἄρχεται γὰρ ὑπὸ χρόνου ὁ χρόνων Δεσπότης.
Ηʹ. Εἰ δὲ, ὅτι τὰ σώματα ὑπὸ χρόνον, διὰ τοῦτο
ἀξιώσεις κεῖσθαι καὶ τὸν Υἱὸν ὑπὸ χρόνον, περιθή-
σεις καὶ σῶμα τῷ ἀσωμάτῳ· καὶ εἰ ὅτι τὰ παρ'
ἡμῖν γεννώμενα, οὐκ ὄντα ποτὲ, εἶτα γινόμενα, διὰ
τοῦτο καὶ τὸν Υἱὸν ἀναγκάσεις ἐξ οὐκ ὄντων εἰς τὸ
εἶναι παρεληλυθέναι, συγκρίνεις τὰ ἀσύγκριτα,
Θεὸν καὶ ἄνθρωπον, σῶμα καὶ τὸ ἀσώματον· οὐκοῦν
καὶ πείσεται καὶ λυθήσεται, ὅτι καὶ τὰ ἡμέτερα σώ-
ματα. Σὺ μὲν οὖν ἀξιοῖς διὰ τοῦτο οὕτω γεννᾶσθαι
Θεὸν, διότι τὰ σώματα· ἐγὼ δὲ διὰ τοῦτο οὐχ οὕτως,
1076
ὅτι οὕτω τὰ σώματα. Ὧν γὰρ τὸ εἶναι οὐχ ὅμοιον,
τούτων οὐδὲ τὸ γεννᾷν ὅμοιον· εἰ μὴ καὶ τἄλλα
δουλεύσῃ ταῖς ὕλαις, οἷον πάσχων, καὶ λυπού-
μενος, καὶ πεινῶν, καὶ διψῶν, καὶ ὅσα ἢ σώματος,
ἢ τοῦ συναμφοτέρου πάθη. Ἀλλὰ ταῦτα οὐ παραδέ-
χεταί σου ὁ νοῦς· περὶ Θεοῦ γὰρ ὁ λόγος. Μὴ τοίνυν
μηδὲ τὴν γέννησιν ἄλλως, ἢ ὡς θεϊκὴν παραδέ-
χου.
Θʹ. Ἀλλ' εἰ γεγέννηται, πῶς γεγέννηται, φησίν;
Ἀπόκριναί μοι, ὦ διαλεκτικὲ σὺ καὶ ἄφυκτε. Εἰ
ἔκτισται, πῶς ἔκτισται; κἀμὲ ἀπαίτει τὸ, Πῶς γε-
γέννηται; Πάθος περὶ τὴν γέννησιν; Πάθος καὶ
περὶ τὴν κτίσιν· ἢ γὰρ οὐ πάθος ἡ ἀνατύπωσις, καὶ
ἡ φροντὶς, καὶ ἡ τοῦ νοηθέντος ἀθρόως εἰς τὸ κατὰ
μέρος ἐξάπλωσις; Χρόνος περὶ τὴν γέννησιν; Ἐν
χρόνῳ καὶ τὰ κτιζόμενα. Τόπος ἐνταῦθα; Τόπος
ἐκεῖ. Ἀποτυχία περὶ τὴν γέννησιν; Ἀποτυχία καὶ
περὶ τὴν κτίσιν. Ταῦτα ἤκουσα φιλοσοφούντων ὑμῶν·
ἃ γὰρ ὁ νοῦς ὑπέγραψε, πολλάκις ταῦτα ἡ χεὶρ οὐκ
ἐτέλεσεν. Ἀλλὰ λόγῳ, φησὶ, τὸ πᾶν ὑπέστησε καὶ
βουλήματι. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν·
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ὅταν εἴπῃς
τῷ λόγῳ τοῦ Θεοῦ τὰ πάντα ἐκτίσθαι, οὐ τὴν ἀνθρω-
πίνην κτίσιν εἰσάγεις· οὐδεὶς γὰρ ἡμῶν λόγῳ πράτ-
τει τὰ γινόμενα. Οὐδὲν γὰρ ἂν ἦν ὑψηλότερον ἡμῶν,
οὐδὲ ἀπονώτερον, εἰ τὸ λέγειν ἔργου συμπλήρωσις
ἦν· ὥστε εἰ καὶ λόγῳ κτίζει Θεὸς τὰ κτιζόμενα,
οὐκ ἀνθρώπινον αὐτῷ τὸ κτίζειν. Ἢ γὰρ δεῖξον
καὶ ἄνθρωπον λόγῳ τι πράττοντα· ἢ δέξαι, ὅτι οὐχ
ὡς ἄνθρωπος κτίζει Θεός. Ἐπεὶ διάγραψον βουλή-
ματι πόλιν, καὶ παραστήτω πόλις· θέλησον γε-
νέσθαι σοι υἱὸν, καὶ παραστήτω παῖς· θέλησον
ἄλλο τι τῶν πραττομένων, καὶ εἰς ἔργον ἡ βούλησις
χωρησάτω. Εἰ δὲ τούτων οὐδὲν ἕπεται τῷ βούλεσθαι,
Θεοῦ δὲ τὸ βούλεσθαι πρᾶξίς ἐστιν, ἄλλως μὲν ἄν-
θρωπος κτίζει, ἄλλως δὲ ὁ πάντων κτίστης Θεός.
Πῶς οὖν κτίζει μὲν οὐκ ἀνθρωπικῶς, γεννᾷν δὲ
ἀναγκάζεται ἀνθρωπικῶς; Σὺ μὲν οὐκ ὢν, ἔπειτα
ἐγένου, εἶτα γεννᾷς· διὰ τοῦτο οὐκ ὄντα εἰς τὸ εἶναι
παράγεις. Ἢ, ἵνα τι βαθύτερον εἴπω, τάχα οὐδὲ
αὐτὸς ἐξ οὐκ ὄντων παράγεις· ἐπεὶ καὶ ὁ Λευῒ, φησὶν,
ἔτι ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, πρὶν εἰς τὸ εἶναι
παρελθεῖν. Καὶ μηδεὶς ἐπηρεαζέτω τῷ λόγῳ. Οὐ γὰρ
οὕτως ἐκ τοῦ Πατρός φημι τὸν Υἱὸν ὑπάρχειν, ὡς ἐν
τῷ Πατρὶ πρότερον ὄντα, μετὰ δὲ τοῦτο εἰς τὸ εἶναι
ὁδεύσαντα· οὐδὲ γὰρ ἀτελῆ πρότερον, εἶτα τέλειον,
ὥσπερ νόμος τῆς ἡμετέρας γεννήσεως.
1077
Ιʹ. Ταῦτα τῶν ἐπηρεαζόντων ἐστίν· ταῦτα τῶν
ἐπιπηδώντων προχείρως πᾶσι τοῖς λεγομένοις. Ἡμεῖς
δὲ οὐχ οὕτω φρονοῦμεν, οὐχ οὕτω δοξάζομεν· ἀλλ'
ὁμοῦ τῷ τὸν Πατέρα εἶναι ἀγεννήτως (ἀεὶ δὲ ἦν,
οὐχ ὑπερπίπτει γὰρ εἰς τὸ μὴ εἶναί ποτε ὁ νοῦς),
καὶ ὁ Υἱὸς ἦν γεννητῶς. Ὥστε συντρέχει τὸ εἶναι
τοῦ Πατρὸς τῷ γεγεννῆσθαι τοῦ Μονογενοῦς, ἐξ αὐ-
τοῦ τε ὑπάρχοντος, καὶ οὐ μετ' αὐτὸν, ἢ ἐπινοίᾳ
μόνῃ τῇ τῆς ἀρχῆς· ἀρχῆς δὲ, ὡς αἰτίου. Πολλάκις
γὰρ τὸν αὐτὸν ἀναστρέφω λόγον. τὸ παχύ σου καὶ
ὑλικὸν τῆς διανοίας φοβούμενος. Εἰ δὲ οὐ πολυ-
πραγμονεῖς τὴν τοῦ Υἱοῦ, εἴτε γέννησιν χρὴ λέγειν,
εἴτε ὑπόστασιν, εἴτε τι ἄλλο κυριώτερον τούτων
ἐπινοεῖ τις (νικᾷ γὰρ τὴν ἐμὴν γλῶτταν τὸ νοούμε-
νον καὶ λεγόμενον)· μηδὲ τοῦ Πνεύματος περιεργά-
ζου τὴν πρόοδον. Ἀρκοῦμαι ἀκούειν, ὅτι Υἱὸς, καὶ
ὅτι ἐκ τοῦ Πατρός· καὶ ὅτι ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός·
καὶ οὐδὲν παρὰ τοῦτο περιεργάζομαι, μὴ ταυτὸ πάθω
ταῖς φωναῖς, αἳ τῷ ὑπερφωνεῖσθαι παντελῶς δια-
πίπτουσιν, ἢ τῇ ὄψει τεινούσῃ πρὸς ἡλιακὴν
ἀκτῖνα. Ὅσῳ γὰρ ἂν πλεῖον καὶ ἀκριβέστερον ἰδεῖν
ἐθέλοι τις, τοσούτῳ τὴν αἴσθησιν παραβλάπτεται,
καὶ τὸ ὁπωσοῦν ὁρᾷν ἀποστερεῖται, διὰ τοῦ πλείονος
νικῶντος τὴν ὄψιν τοῦ ὁρωμένου ἐὰν ὅλον ἰδεῖν ἐθε-
λήσῃ, καὶ μὴ ὅσον ὁρᾷν ἀσφαλές.
ΙΑʹ. Ἀκούεις γέννησιν; Τὸ πῶς μὴ περιεργάζου.
Ἀκούεις ὅτι τὸ Πνεῦμα προϊὸν ἐκ τοῦ Πατρός; Τὸ
ὅπως μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς
Υἱοῦ γέννησιν, καὶ Πνεύματος πρόοδον, κἀγώ σου
πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος· Πῶς
εἶ χοῦς, καὶ εἰκὼν Θεοῦ; Τί τὸ κινοῦν σε, ἢ τί τὸ
κινούμενον; Πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; Πῶς
ἡ αἴσθησις ἐν τῷ αὐτῷ μένει, καὶ τὸ ἐκτὸς ἐπισπᾶ-
ται; Πῶς ὁ νοῦς ἐν σοὶ μένει, καὶ γεννᾷ λόγον ἐν
ἄλλῳ νοΐ; Πῶς λόγῳ νόημα διαδίδοται; Καὶ
οὔπω τὰ μείζονα λέγω· Τίς οὐρανοῦ περιφορά; Τίς
ἀστέρων κίνησις, ἢ τάξις, ἢ μέτρα, ἢ σύνοδος, ἢ
ἀπόστασις; Τίνες δ' ὅροι θαλάσσης; Πόθεν δὲ ἀνέ-
μων ῥεύματα, ἢ ὡρῶν περιτροπαὶ, ἢ ὄμβρων ἐπιχύ-
σεις; Εἰ τούτων μηδὲν κατενόησας, ὦ ἄνθρωπε (κα-
1080
τανοήσεις δὲ ἴσως ποτὲ, ὅταν ἀπολάβῃς τὸ τέλειον.
Ὄψομαι γὰρ, φησὶ, τοὺς οὐρανοὺς, ἔργα τῶν
δακτύλων σου· ὡς ὑπονοεῖσθαι τὰ νῦν ὁρώμενα μὴ
εἶναι τὴν ἀλήθειαν, ἀλλὰ τῆς ἀληθείας ἰνδάλματα)·
εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων δια-
λεγόμενος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθη-
σις μάρτυς, πῶς Θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον
ἐστὶν, εἰδέναι ὑπολαμβάνεις; Πολλῆς τοῦτο τῆς ἀλο-
γίας.
ΙΒʹ. Ἀλλ' εἴ τι ἐμοὶ πείθῃ, τῷ μὴ θρασεῖ θεολόγῳ,
τὸ μὲν κατέλαβες, τὸ δὲ καταλαμβάνειν δεήθητι.
Τὸ μὲν ἀγάπησον ἐν σοὶ μένον, τὸ δὲ ἐν τοῖς ἄνω
θησαυροῖς μεινάτω. Διὰ πολιτείας, ἄνελθε· διὰ καθ-
άρσεως, κτῆσαι τὸ καθαρόν. Βούλει θεολόγος
γενέσθαι ποτὲ, καὶ τῆς θεότητος ἄξιος; τὰς ἐντολὰς
φύλασσε· διὰ τῶν προσταγμάτων ὅδευσον· πρᾶ-
ξις γὰρ ἐπίβασις θεωρίας· ἐκ τοῦ σώματος τῇ ψυχῇ
φιλοπόνησον. Ἆρά τίς ἐστιν ἀνθρώπων, ὃς
ἀρθῆναι τοσοῦτον δύναται, ὥστε εἰς τὸ Παύλου μέ-
τρον ἐλθεῖν; Ἀλλ' ὅμως φησὶ βλέπειν δι' ἐσόπτρου
καὶ αἰνίγματος, καὶ εἶναι καιρὸν, ὅτε ὄψεται πρόσ-
ωπον πρὸς πρόσωπον. Ἄλλου μὲν εἶ φιλοσοφώ-
τερος ἐν λόγοις; Θεοῦ δὲ πάντως κατώτερος.
Ἄλλου μὲν τυχὸν συνετώτερος; τὸ δὲ ἀλη-
θείας τοσοῦτον λείπῃ, ὅσον τὸ εἶναί σου
δεύτερον τοῦ εἶναι Θεοῦ. Ἔχομεν ἐπαγγελίαν γνώ-
σεσθαί ποτε, ὅσον ἐγνώσμεθα. Εἰ μὴ δυνατὸν ἐν-
ταῦθα ἔχειν τελείαν τὴν τῶν ὄντων γνῶσιν, τί μοι
τὸ λειπόμενον; Τί τὸ ἐλπιζόμενον; Βασιλείαν οὐρα-
νῶν, πάντως ἐρεῖς. Ἡγοῦμαι δὲ μὴ ἄλλο τι
τοῦτο εἶναι, ἢ τὸ τυχεῖν τοῦ καθαρωτάτου τε καὶ τε-
λεωτάτου· τελεώτατον δὲ τῶν ὄντων, γνῶσις Θεοῦ.
Ἀλλὰ τὸ μὲν κατάσχωμεν, τὸ δὲ καταλάβωμεν, ἕως
ἐσμὲν ὑπὲρ γῆς· τὸ δὲ ἐκεῖθεν ταμιευσώμεθα, ἵνα
ταύτην σχῶμεν τῆς φιλοπονίας τὴν ἐπικαρπίαν,
ὅλην τῆς ἁγίας Τριάδος τὴν ἔλλαμψιν, ἥτις ἐστὶ,
καὶ οἵα, καὶ ὅση, εἰ θέμις τοῦτο εἰπεῖν, ἐν αὐτῷ
Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
{ΛΟΓΟΣ ΚΑʹ.}{Εἰς τὸν μέγαν Ἀθανάσιον ἐπίσκοπονἈλεξανδρείας.} Αʹ. Ἀθανάσιον ἐπαινῶν, ἀρετὴν ἐπαινέσομαι. Ταυ-τὸν γὰρ, ἐκεῖνόν τε εἰπεῖν, καὶ ἀρετὴν ἐπαινέ-σαι, ὅτι πᾶσαν ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετὴν,ἢ, τό γε ἀληθέστερον εἰπεῖν, ἔχει. Θεῷ γὰρ ζῶσιπάντες οἱ κατὰ Θεὸν ζήσαντες, κἂν ἐνθένδε ἀπαλλα-γῶσι. Καθ' ὃ καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβἀκούει Θεὸς, ὁ Θεὸς, ὡς οὐ νεκρῶν Θεὸς, ἀλλὰ ζών-των. Ἀρετὴν δὲ ἐπαινῶν, Θεὸν ἐπαινέσομαι,παρ' οὗ τοῖς ἀνθρώποις ἡ ἀρετὴ, καὶ τὸ πρὸς αὐτὸνἀνάγεσθαι, ἢ ἐπανάγεσθαι διὰ τῆς συγγενοῦςἐλλάμψεως. Πολλῶν γὰρ ὄντων ἡμῖν καὶ μεγάλων,οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦἔχομέν τε καὶ ἕξομεν· τοῦτο μέγιστον καὶ φιλανθρω-πότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις.Ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοη-τοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον,ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὄψειςἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπ-εργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶτοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴντοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένωνἐστὶ τὸ κάλλιστον· οὕτω Θεὸς τοῖς νοοῦσι καὶ τοῖςνοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δη-μιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον,εἰς ὃν πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέ-ρεται. Οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει,οὐδὲ ὁ φιλοσοφώτατος νοῦς καὶ διαβατικώτατος, ἢπολυπραγμονέστατος. Τοῦτο γάρ ἐστι τὸ τῶν ὀρε-κτῶν ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνά-παυσις. Βʹ. Ὧ|τινι μὲν οὖν ἐξεγένετο, διὰ λόγου καὶ θεω-ρίας διασχόντι τὴν ὕλην καὶ τὸ σαρκικὸν τοῦτο, εἴτενέφος χρὴ λέγειν, εἴτε προκάλυμμα, Θεῷ συγγε-νέσθαι, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθ-όσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει· μακάριος οὗτος, τῆςτε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖσε θεώσεως,ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴνὑλικὴν δυάδα γενέσθαι, διὰ τὴν ἐν τῇ Τριάδι νοουμέ-νην ἑνότητα. Ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρωνἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς μὴδυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγὰς,μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι, γεγονὼς ἄνωθεν, καὶπρὸς τὰ ἄνω καλούμενος· ἄθλιος οὗτος ἐμοὶ τῆς τυ-φλώσεως, κἂν εὐροῇ τοῖς ἐνταῦθα· καὶ τοσούτῳπλέον, ὅσῳπερ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται,καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος κα-λοῦ, πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος, ἢζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκἐγνώρισεν. Γʹ. Ταῦτα ὀλίγοις μὲν ἐφιλοσοφήθη, καὶ τῶν νῦν,καὶ τῶν πάλαι (ὀλίγοι γὰρ οἱ τοῦ Θεοῦ, εἰ καὶ πάντεςπλάσματα), νομοθέταις, στρατηγοῖς, ἱερεῦσι, προφή-ταις, εὐαγγελισταῖς, ἀποστόλοις, ποιμέσι, διδασκά-λοις, καὶ παντὶ πνευματικῷ πληρώματι καὶ συ-στήματι, ἐν δὲ τοῖς πᾶσι, καὶ τῷ νῦν ἐπαινουμένῳ.Τίνας δὴ λέγω τούτους; Οἷον τὸν Ἐνὼχ ἐκεῖνον, τὸνΝῶε, τὸν Ἀβραὰμ, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ, τοὺςδώδεκα πατριάρχας, τὸν Μωϋσέα, τὸν Ἀαρὼν,τὸν Ἰησοῦν, τοὺς Κριτὰς, τὸν Σαμουὴλ, τὸν Δαβὶδ,τὸν Σολομῶντα μέχρι τινὸς, τὸν Ἡλίαν, τὸν Ἐλισ-