The Greek Library Author

Anonymous

In Aegyptiorum adventum

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
In Aegyptiorum adventum (orat. 34), MPG 36: 241–256.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg042.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

36

248

χειροποιήτῳ νέφει κεκαλυμμένην, καὶ κάλλος νηῶν,

καὶ τάχος, ὥσπερ εἰς πομπὴν ἐσταλμένων, καὶ πνεῦ-

μα μέτριον κατὰ πρύμναν ἱστάμενον, ὥσπερ δορυ-

φοροῦν ἐξεπίτηδες, καὶ παραπέμπον τῇ πόλει πόλιν

πελάγιον· καλλίων δὲ ἡ νῦν ὁρωμένη καὶ μεγα-

λοπρεπεστέρα. Οὐ γὰρ τοῖς πολλοῖς φέροντες ὑμᾶς

αὐτοὺς ἀνεμίξατε, οὐδὲ πλήθει τὴν εὐσέβειαν ἐμε-

τρήσατε, οὐδὲ δῆμος γενέσθαι μᾶλλον ὀχλώδης ἠν-

έσχεσθε, ἢ λαὸς Θεοῦ λόγῳ κεκαθαρμένος· ἀλλ' ὅσον

εἰκὸς, Καίσαρι τὰ τοῦ Καίσαρος εἰσενεγκόντες, τῷ

Θεῷ τὰ τοῦ Θεοῦ προσενείματε· τῷ μὲν τὸ τέλος,

τῷ δὲ τὸν φόβον· καὶ τὸν δῆμον τοῖς ὑμετέροις θρέ-

ψαντες, ἥκετε καὶ αὐτοὶ παρ' ἡμῶν τραφησόμενοι.

Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς

ὑμετέρας οὐ φαυλοτέραν. Δεῦτε, φάγετε τὸν ἐμὸν

ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ

μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ

γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ,

ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ

προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμή-

σατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς

τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζε-

σθαι, καὶ τὸ καθ' ἕκαστον σαθρὸν οἴεσθαι διορ-

θοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοι-

νίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συν-

ιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς

γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεό-

τητα. Καὶ ἵνα γε εἰδῆτε, μὴ μάτην προσδραμόντες

ἡμῖν, μηδὲ ὡς ξένοις καὶ ἀλλοτρίοις, ἀλλ' ἐν ὑμετέ-

ροις καταχθέντες, καὶ καλῶς ὁδηγηθέντες ὑπὸ τοῦ

Πνεύματος, βραχέα περὶ Θεοῦ φιλοσοφήσομεν ὑμῖν.

Καὶ γνωρίσατε τὰ ὑμέτερα, ὥσπερ οἱ τοῖς ἐπισήμοις

τῶν ὅπλων τὸ οἰκεῖον διαγινώσκοντες.

Ηʹ. Δύο διαφορὰς ἐν τοῖς οὖσι γινώσκω τὰς ἀνω-

τάτω, δεσποτείαν τε καὶ δουλείαν· οὐχ ἃς παρ' ἡμῖν,

ἢ τύραννις ἔτεμεν, ἢ πενία διέστησεν, ἀλλ' ἃς φύσις

διώρισεν, εἴ τῳ φίλον οὕτω καλεῖν. Τὸ γὰρ πρῶτον,

καὶ ὑπὲρ τὴν φύσιν. Τούτων δὲ, ἡ μὲν ποιητική τέ

ἐστι, καὶ ἀρχικὴ, καὶ ἀκίνητος· ἡ δὲ πεποιημένη,

καὶ ὑπὸ χεῖρα, καὶ μεταπίπτουσα. Καὶ ἔτι συντομώ-

249

τερον εἰπεῖν, ἡ μὲν ὑπὲρ χρόνον, ἡ δὲ ὑπὸ χρόνον.

Καλεῖται δὲ ἡ μὲν, Θεὸς, καὶ ἐν τρισὶ τοῖς μεγίστοις

ἵσταται, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ· τῷ

Πατρὶ λέγω, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἃ

μήτε οὕτως ἀλλήλων ἀπήρτηται, ὡς φύσει τέ-

μνεσθαι· μήτε οὕτως ἐστένωται, ὡς εἰς ἓν πρόσ-

ωπον περιγράφεσθαι· τὸ μὲν γὰρ τῆς Ἀρειανῆς

μανίας, τὸ δὲ τῆς Σαβελλιανικῆς ἀθεΐας ἐστίν·

ἀλλ' ἔστι, τῶν μὲν πάντη διαιρετῶν ἑνικωτέρα, τῶν

δὲ τελείως μοναδικῶν ἀφθονωτέρα. Ἡ δὲ μεθ'

ἡμῶν τέ ἐστι, καὶ καλεῖται κτίσις, κἂν ἄλλα ἄλλων

ὑπεραίρῃ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν

ἐγγύτητος.

Θʹ. Τούτων δὲ οὕτως ἐχόντων, ὅτῳ μὲν ἡ καρδία

πρὸς Κύριον, ἴτω μεθ' ἡμῶν, καὶ προσκυνῶμεν τὴν

μίαν ἐν τοῖς τρισὶ θεότητα, μηδὲν ταπεινότητος ὄνο-

μα τῇ ἀπροσίτῳ δόξῃ προσάγοντες, ἀλλὰ τὰς ὑψώσεις

τοῦ ἑνὸς Θεοῦ ἐν τοῖς τρισὶ διαπαντὸς ἐν τῷ λάρυγγι

φέροντες. Ἧς γὰρ οὐδὲ μέγεθος φύσεως κυρίως ἔστιν

εἰπεῖν, διὰ τὸ ἄπειρον καὶ ἀόριστον, πῶς ταύτῃ τα-

πεινότητα ἐπεισάξομεν; Ὅστις δὲ ἀλλοτρίως ἔχει

Θεοῦ, καὶ διὰ τοῦτο τέμνει τὴν μίαν καὶ ὑπὲρ πάντα

τὰ ὄντα οὐσίαν εἰς ἀνισότητα φύσεων, θαυμαστὸν,

εἰ μὴ τῇ ῥομφαίᾳ τμηθήσεται, καὶ τὸ μέρος αὐτοῦ

μετὰ τῶν ἀπίστων τεθήσεται, πονηρὸν δρεπομένου

πονηρᾶς δόξης καρπὸν, καὶ νῦν καὶ ὕστερον.

Ιʹ. Περὶ μὲν γὰρ τοῦ Πατρὸς, τί χρὴ καὶ λέγειν, οὗ

καὶ τὸ παρὰ πάντων συγκεχωρηκὸς φείδεσθαι

ταῖς φυσικαῖς ἐννοίαις προκατειλημμένων; Εἰ

καὶ τῆς ἀτιμίας τὰ πρῶτα ἠνέγκατο, πρῶτος τμηθεὶς

εἰς Ἀγαθὸν καὶ Δημιουργὸν παρὰ τῆς ἀρχαίας και-

νοτομίας. Περὶ δὲ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,

σκοπεῖτε ὡς ἁπλῶς καὶ συντόμως διαλεξώμεθα. Εἰ

μέν τις ἔχοι τούτων τι λέγειν τρεπτὸν ἢ ἀλλοιω-

τὸν, ἢ χρόνῳ, ἢ τόπῳ, ἢ δυνάμει, ἢ ἐνεργείᾳ με-

τρούμενον, ἢ οὐ φυσικῶς ἀγαθὸν, ἢ οὐκ αὐτοκίνητον,

ἢ οὐκ αὐτεξούσιον, ἢ λειτουργὸν, ἢ ὑμνῳδὸν, ἢ φοβού-

μενον, ἢ ἐλευθερούμενον, ἢ οὐ συναριθμούμενον·

δεικνύτω τοῦτο, καὶ ἡμεῖς στέρξομεν, συνδούλων

σεμνότητι δοξαζόμενοι, εἰ καὶ Θεὸν ζημιούμεθα. Εἰ

252

δὲ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς

αἰτίας· πάντα δὲ ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύ-

ματος, πλὴν τῆς υἱότητος, καὶ τῶν ὅσα σωματικῶς

περὶ αὐτοῦ λέγεται διὰ τὸν ἐμὸν ἄνθρωπον, καὶ

τὴν ἐμὴν σωτηρίαν, ἵνα τὸ ἐμὸν λαβὼν, τὸ ἑαυτοῦ

χαρίσηται διὰ τῆς καινῆς ἀνακράσεως· παύσασθε

παραληροῦντες ὀψὲ γοῦν, ὦ σοφισταὶ κενῶν ῥη-

μάτων, αὐτοῦ πιπτόντων. Καὶ ἵνα τί ἀποθνήσκετε,

οἶκος Ἰσραὴλ, ἵν' ἐκ τῆς Γραφῆς ὑμᾶς ὀδύρωμαι;

ΙΑʹ. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προσ-

ηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς

καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν· αἰδοῦ-

μαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος· φοβοῦμαι δὲ

τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι.

Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς

θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφη-

μούμενον, ὁ Κύριος ἦν· τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦ-

μα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώ-

τιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι

τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐντα-

φῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ' εἰς νέκρω-

σιν τελειούμενος.

ΙΒʹ. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς· καὶ συγγνώ-

μη τῇ ἀπονοίᾳ· περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών

εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω

τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ

Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ

οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη

τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς

εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθ-

ομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ

κλοπαὶ καὶ ἀπάται, δι' ἄλλης ἐρωτήσεως καὶ

ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμ-

πρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ

λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ

τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ

Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκω! Δός μοι λου-

τρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον.

Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με

ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικη-

τήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν,

τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν' ἐμοὶ τέ-

μῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χα-

ρίσματι; Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε,

253

ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ

γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότι-

μον.

ΙΓʹ. Κεφάλαιον δὲ τοῦ λόγου· Μετὰ τῶν χερου-

βὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς

μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς

πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ

πτέρυγες. Μετὰ Δαβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέ-

γοντος· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ

ἐν τῷ Πνεύματι τὸν Υἱόν· οὗ τί ἂν γένοιτο τηλαυ-

γέστερον; Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς

βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ' ἀπὸ

γῆς, ἀλλ' ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε

ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν

γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς,

ἀλλ' οὐ σύνδουλον ἀγαθὸν, υἱοῦ προσηγορίᾳ μόνῃ

τετιμημένον· καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ

ἄλλον τοῦ λέγοντος· Θεοῦ δὲ ὁ Λόγος)· καὶ ὅταν

μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς,

τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος· ὅταν δὲ,

Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ

ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογι-

ζόμενος· ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου

Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.

ΙΔʹ. Μετὰ Λουκᾶ ἐμπνεύσθητι, ταῖς Πράξεσι τῶν

ἀποστόλων προσομιλῶν. Τί μετὰ Ἀνανίου τάττῃ καὶ

Σαπφείρας τῶν καινῶν νοσφιστῶν (εἴ γε καινὸν

ὄντως ἡ τῶν ἰδίων κλοπὴ), καὶ ταῦτα νοσφιζόμενος,

οὐκ ἀργύριον, οὐδ' ἄλλο τι τῶν εὐτελῶν καὶ μικρῶν,

οἷον γλῶσσαν χρυσῆν, ἢ ψιλὴν, ἢ δίδραχμον, ὥς

ποτε στρατιώτης ἄπληστος, ἀλλ' αὐτὴν κλέπτων θεό-

τητα, καὶ ψευδόμενος, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν,

ὅπερ ἤκουσας; Τί; Μηδὲ τὴν ἐξουσίαν αἰδῇ τοῦ

Πνεύματος, ἐφ' οὓς θέλει, καὶ ἡνίκα, καὶ ὅσον πνέον-

τος; Ἐπιδημεῖ τοῖς περὶ Κορνήλιον πρὸ τοῦ βαπτί-

σματος, ἄλλοις μετὰ τὸ βάπτισμα διὰ τῶν ἀποστόλων.

Ὥστε ἀμφοτέρωθεν, ἔκ τε ὧν ἐπιφοιτᾷ δεσποτι-

κῶς, ἀλλ' οὐ δουλικῶς, καὶ ἐξ ὧν ἐπιζητεῖται πρὸς

τὴν τελείωσιν, τὴν θεότητα μαρτυρεῖσθαι τοῦ Πνεύ-

ματος.

ΙΕʹ. Μετὰ Παύλου θεολόγησον, τοῦ πρὸς τρίτον οὐ-

ρανὸν ἀναχθέντος· ποτὲ μὲν συναριθμοῦντος τὰς

τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετη-

ρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦν-

256

τος, ὑπαριθμοῦντος τὸ αὐτό. Ἵνα τί; Δηλώσῃ

τὴν ἰσοτιμίαν τῆς φύσεως. Ποτὲ δὲ τῶν τριῶν με-

μνημένου· ποτὲ δὲ τινῶν, ἢ τινὸς, ὡς ἑπομένου

πάντως τοῦ λείποντος· καὶ ποτὲ μὲν τὴν ἐνέργειαν

τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος, ὡς οὐδὲν διαφέρον-

τος· ποτὲ δὲ, ἀντὶ τοῦ Πνεύματος, τὸν Χριστὸν ἐπι-

φέροντος· καὶ ὅτε μὲν διαιρεῖ τὰς ὑποστάσεις, εἷς

Θεὸς, λέγοντος, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς

εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι'

οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Ὅτε δὲ συνάγει

τὴν μίαν θεότητα· ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ

εἰς αὐτὸν τὰ πάντα, δηλαδὴ διὰ τοῦ ἁγίου Πνεύμα-

τος, ὡς πολλαχοῦ δείκνυται τῆς Γραφῆς. Αὐτῷ ἡ

δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

{ΛΟΓΟΣ ΛΕʹ.}{Εἰς τοὺς μάρτυρας, καὶ κατὰ Ἀρειανῶν.} Α. Τί τοσοῦτον ἔστιν εἰπεῖν, ὅσον τοῖς ὀφθαλμοῖςπάρεστι βλέπειν; Τίς δὲ λόγος τῶν φαινομένωνἀγαθῶν ἰσοστάσιος; Ἰδοὺ πρόκειται τοῖς ὀφθαλμοῖςἡμῶν τὸ ἀπιστούμενον θέαμα, ὃ καὶ ἰδεῖν μὲνπολλάκις ηὐξάμεθα, κρεῖττον δὲ ἦν ἢ κατ' εὐχὴν τὸποθούμενον. Πάλιν ἐνταῦθα μαρτύρων τιμαὶ, πολὺνἤδη τὸν πρὸ τούτου χρόνον ἀμεληθεῖσαι· πάλιν ἱερέωνΘεοῦ συνδρομαί· πάλιν χοροστασίαι καὶ πανηγύρειςπνευματικαί. Ὁ σύλλογος πολυάνθρωπος ἑορτάζειν,οὐχ ὁπλομαχεῖν προθυμούμενος. Ὢ τοῦ θαύματος·ἔῤῥιπται τῶν χειρῶν τὰ ὅπλα, λέλυται ἡ παράταξις,ἀμελεῖται ὁ πόλεμος. Οὐκ ἔτι αἱ φωναὶ τῶν ἀλαλα-ζόντων ἀκούονται· ἀντὶ δὲ τούτων ἑορταὶ, καὶ εὐφρο-σύναι, καὶ εἰρηνικαὶ θυμηδίαι τὴν πόλιν πᾶσαν πε-ριχορεύουσι· τὴν πάλαι μὲν οὖσαν τῶν μαρτύρωνμητέρα, πολὺν δὲ τὸν ἐν τῷ μέσῳ χρόνον, ἄμοιρονγενομένην τῆς ἐπὶ τοῖς τέκνοις τιμῆς. Ἀλλὰ νῦνἀπέχει πάντα καὶ περισσεύει, καθώς φησιν ὁ Ἀπό-στολος. Εὖγε, ὦ μάρτυρες· ὑμέτερος καὶ οὗτος ὁἆθλος· ὑμεῖς νενικήκατε τὸν πολὺν πόλεμον, εὖ οἶδα.Μόνα καὶ ταῦτα τῶν ὑμετέρων ἱδρώτων τὰ κατ-ορθώματα. Ὑμεῖς ἠγείρατε τῇ εἰρήνῃ τὸ τρόπαιον.Ὑμεῖς τοὺς ἱερέας τοῦ Θεοῦ ἐφ' ἑαυτοὺς ἐφειλκύσα-σθε. Ὑμεῖς τοὺς χορευτὰς τοῦ ἁγίου Πνεύματος τῷσυλλόγῳ τούτῳ προεστήσασθε. Ὢ πόσην πεπόνθασιτὴν ζημίαν, οἷς ὁ χρόνος τῆς ζωῆς μέχρι τοῦ νῦν οὐδιήρκεσε θεάματος, ἵνα τῶν σκυθρωπῶν εἰς κόρονἐλθόντες, τῶν ἀγαθῶν τῆς εἰρήνης ἀπελαύσειεν! Βʹ. Οἴχεται μὲν, καὶ ἠφάνισται ἡ τῆς αἱρέσεωςἀπάτη, οἷόν τις ὁμίχλη, ὑπὸ τοῦ ἁγίου Πνεύματοςσκεδασθεῖσα· καθαρὰ δὲ διέλαμψεν ἡ τῆς εἰρήνηςαἰθρία, καὶ διαφαίνονται κατ' αὐτὴν οἱ τοῦ ἄστεωςἐν λαμπρῷ τῆς ἀληθείας φωτὶ μαρμαρύσσοντες ἀστέ-ρες, οὐχὶ νυκτὶ ἀποκεκληρωμένοι καὶ σκότῳ, ἀλλ'ἡμεροφανεῖς οἱ πάντες, τῷ ἀληθινῷ φωτὶ τῆς δικαιο-σύνης ἀναλάμψαντες. Καὶ ἐπειδὴ, καθά φησιν ὁἈπόστολος, ἡ νὺξ προέκοψε, μᾶλλον δὲ, τὸ παρά-παν ἠφάνισται, τῷ δὲ φωτὶ τῆς ἡμέρας ἅπανκαταφαιδρύνεται, φεύγει μὲν τὰ νυκτονόματῶν θηρίων, καὶ συνελαύνονται πρὸς τοὺς δρυμοὺςκαὶ τὰς σπήλυγγας· φεύγουσι δὲ νυκτερίδες αἱρετικαὶτρύζουσαι, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἀμβλυώ-πτουσαι, καὶ εἰς τὰς τρώγλας τῶν πετρῶν κα-ταδύονται, ἐπὶ κεφαλὴν ἀλλήλων ἐχόμεναι. Πέπαυταιδιὰ τῆς ἡμέρας ταύτης τὰ τῶν κωμαστῶν καὶ τῶνμεθυόντων συντάγματα. Λωποδύται, καὶ τοιχωρύχοι,καὶ κλέπται, καὶ εἴ τι ἄλλο τῆς νυκτὸς ἔργον ἐστὶ, τοῦφωτὸς τῆς εἰρήνης ἐπανατείλαντος, κέκρυπται. Ἕωςδὲ ἦν ἡ νὺξ ἐκείνη τῷ τῆς ἀπάτης γνόφῳ τὰ πάντακατασκοτίζουσα, οἷα ἦν τὰ πραττόμενα; Λήθης ἄξιακαὶ βαθείας σιγῆς, ὡς ἂν μὴ μνήμῃ τῶν ἀηδεστέ-ρων, ἡ παροῦσα χάρις καταμολύνοιτο. Πῶς γὰρ ἄντις εἴποι τὰ κατ' αὐτῆς κακά; πῶς δὲ ἄν τις καὶσιωπήσειε· τί πάθος ἐκ τραγῳδίας τοιοῦτον; τίςμῦθος συμφορὰς ἀναπλάσσων; τίς ποιητὴς δραμά-των τοιοῦτον ἐπὶ σκηνῆς πάθος ἐβόησεν; Ὑπὲρ λό-γον ἡ συμφορά· ὑπὲρ τὴν δύναμιν τῶν διηγουμένωντὰ πάθη. Γʹ. Ὁρμητήριον ἦν τοῦ διαβόλου ὁ χορός.Ἐνταῦθα τὸ στρατόπεδον ἑαυτῷ κατεστήσατο, καὶτοὺς ἰδίους ὑπασπιστὰς ἐν αὐτῷ καθιδρύσατο. Ἐν-ταῦθα ὁ στρατὸς τοῦ ψεύδους, οἱ τῆς ἀπάτης πρό-μαχοι, ἡ τῶν δαιμόνων ἐκστρατεία, αἱ λεγεῶνες τῶνἀκαθάρτων πνευμάτων· εἰ δὲ χρὴ καὶ τῶν ἔξωθενὀνομάτων εἰπεῖν, ἐντεῦθεν ὁ πονηρὸς τῶν δαιμόνωνἐριννύων στρατὸς κατὰ τῆς Ἐκκλησίας ἐκώμασεν.Οὕτω γὰρ ὀνομάζειν τὰς γυναῖκας προάγομαι,αἳ ὑπὲρ τὴν φύσιν εἰς τὸ κακὸν ἠνδρίζοντο. Μία ἦνἐν ταῖς ἡμέραις Ἠλιοῦ ἡ Ἰεζάβελ, κατὰ τῶν προ-φητῶν τοῦ Κυρίου φονῶσα, καὶ στηλιτεύει αὐτὴνἡ θεόπνευστος ἱστορία, ὡς ἂν οἶμαι, τῇ μνήμῃ τοῦἀκολάστου γυναίου, πᾶς ὁ μετὰ ταῦτα βίος παιδεύοιτο.Τοσαῦται τοίνυν κατὰ τὴν Ἰεζάβελ ἐκείνην, ὥσπερτι κώνειον, ἐκ τῆς χώρας ἀθρόως ἐβλάστησαν, νικῶ-σαι τὴν μνημονευθεῖσαν τῇ τῆς πικρίας ὑπερβολῇ. Εἰδὲ ἀπιστεῖς τῷ λόγῳ, τὴν ἱστορίαν ἐπίσκεψαι. Ἐκείνητὴν ἄμπελον του Ναβουθαὶ τῷ ἐκλύτῳ Ἀχαὰβ ἐχαρίζε-το, ἵνα ποιήσῃ κῆπον τὴν ἄμπελον, τρυφῆς ἐγκαλ-λώπισμα, γυναικείαν χλιδήν· αὗται τὴν ζῶσαν τοῦΘεοῦ ἄμπελον, τὴν Ἐκκλησίαν λέγω, εἰς παν-τελῆ ἀφανισμὸν μετενεγκεῖν ἐβιάσαντο, αὗται δι'ἑαυτῶν τὸ κακὸν ἐνεργοῦσαι. Ποῖον εὕρω τοῦ λόγουπαράδειγμα; τίνα τῆς κακίας ταύτης ἐπινοήσω εἰ-κόνα; Εἶδον ἐπὶ κονιάματος τοίχου τοιαύτηνγραφήν· καί μου βαστάσατε τὴν καρδίαν τῇτῶν κακῶν μνήμῃ περιοιδαίνουσαν· μᾶλλον δὲ, τῷπόνῳ καὶ ὑμεῖς συναλγήσατε· ἡμέτερα γὰρ, καὶ οὐκἀλλότρια διηγούμεθα πάθη· τίς τοίνυν ἡ γραφὴ, ἣνπροσεικάζω τοῖς πράγμασι; χορεία τις ἦν γυναικῶνἀσχημονοῦσα, ἄλλης κατ' ἄλλο τι σχῆμα ὀρχηστικὸνἑαυτὴν διαστρεβλούσης. Μαινάδας οἱ μῦθοι τὰςτοιαύτας γυναῖκας καλοῦσιν. Κόμαι ταῖς αὔραιςἀνασοβούμεναι, βλέμμα μανίας πάροδον, πυρσοὶ διὰχειρῶν φερόμενοι, καὶ φλόγες ἐκ τούτων τῇ περι-στροφῇ τῶν σωμάτων ἐνειλισσόμεναι· αὖρα ἐν κόλ-