De martyribus et adversus Arianos
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- De martyribus et adversus Arianos (orat. 35) [Sp.], MPG 36: 257–261.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg043.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ποις τὴν εὐσχημοσύνην τῶν πέπλων λυμαινομένη·πόδες ἀκροβατοῦντες καὶ ὑφαλλόμενοι· αἰδὼς εὐσχή-μων οὐδενὸς τῶν γινομένων ἐφαπτομένη. Δʹ. Διὰ μέσου δὲ τῆς τοιαύτης χορείας, ἀνδρὸςεἴδωλον τοιοῦτον· μιξόθηλύ τις, καὶ τὴν φύσιν ἀμφί-βολος, καὶ θηλυδρίας τὸ εἶδος, ἐν μεθορίῳ τῆς φύ-σεως κείμενος, λελυμένος τῷ σχήματι, οἷόν τινι κώ-ματι καὶ μέθῃ παράφορος. Οὗτος ἐπί τινος ἀπήνηςἐξυπτιάζων, διὰ τοῦ χοροῦ τῶν Μαινάδων ὑπὸ θη-ρῶν ἐκομίζετο. Πολὺς δὲ περὶ αὐτὸν ἐκ κρατῆ-ρος ὁ ἄκρατος, καί τινες λάλοι, τὴν φύσιν ἀλλόκοτοι,περὶ τὸ εἴδωλον ἦσαν, τὰ πρόσωπα λάσιοι, ἐπὶ σκε-λῶν τραγείων περισκιρτῶντες τὸ εἴδωλον. Τοιαῦτατῆς νυκτὸς ἐκείνης τὰ διηγήματα. Γυναῖκες ἐπ' ἀτι-μίᾳ γνωρισθεῖσαι τοῦ γένους, κοινῇ κατηγορίᾳ τῆςφύσεως τὴν νενομισμένην ἐν γυναιξὶν εὐκοσμίανἐξορχησάμεναι, πομπὴν ἦγον διὰ μέσης τῆς πόλεως,θεατρίζουσαι δι' ἐαυτῶν ἀσχημονοῦσαν τὴν φύσιν,λίθοις τὰς χεῖρας ἀντὶ θυρεῶν ὁπλίσασαι, φόνιονβλέπουσαι, ἀναιδεῖ τῇ τῶν ὀμμάτων βολῇ, ἐντὸςτῶν θείων περιβόλων γενόμεναι, ἐπὶ τῆς ἱερᾶς καθέ-δρας ἀνέθηκαν ἑαυτῶν τὸν Κορύβαντα. Εἶτα μέθη,καὶ ἄκρατος, καὶ οἱ ἐκ τῶν ἀσκητηρίων Πᾶνες, καὶνὺξ, καὶ διαγωγὴ συμμιγὴς, καὶ πάντα ὅσα κωλύειὁ Ἀπόστολος λέγειν, εἰπὼν, ὅτι Τὰ κρυφῇ ὑπ' αὐ-τῶν γενόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Τίς γὰρἂν μετὰ ἀκριβείας διεξέλθοι τῷ λόγῳ τὸ πῦρ, τοὺςλίθους, τὰς σφαγὰς, τὰ τραύματα; Ὅπως ἐκ βάθρωνἀνατρέψαι τοὺς τῶν ἱερῶν οἴκων θεραπευτὰς ἐφιλο-νείκησαν; Ὡς διὰ μέσης τῆς πόλεως ζηλωτήν τινατῆς ἀληθείας ῥοπάλοις διεχειρίσαντο, καὶ τὸνἀληθῆ φόνον ὁ ὑπονοηθεὶς φόνος ἐκώλυσεν; Ἀλλὰ γὰροὐκ οἶδα, πῶς τῆς πρεπούσης ἡδονῆς ἀπεῤῥύηὁ λόγος, ἐμφιλοχωρήσας τοῖς γηΐνοις διηγήμασιν.Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴνἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφρο-σύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸναὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰκαθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περι-λάμπουσιν. Διὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείωνπεριβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντεισ-ῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι,καὶ λείπει πρὸς εὐφροσύνην οὐδέν· οἱ δαιτυμόνες, οἱἑστιάτορες, ἡ τοῖς ἀγαθοῖς ἐδωδίμοις πλήθουσα τρά-πεζα.{ΛΟΓΟΣ Λ#2ʹ.}{Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς λέγοντας ἐπιθυμεῖν αὐτὸν τῆς καθέδρας Κωνσταντινουπόλεως, καὶ εἰς τὴν τοῦ λαοῦ προθυμίαν, ἣν ἐπεδεί-ξαντο εἰς αὐτόν.} Αʹ. Ἐγὼ θαυμάζω, τί ποτέ ἐστιν ὃ πρὸς τοὺςἐμοὺς πεπόνθατε λόγους, καὶ πόθεν τοσοῦτον ἥτ-τησθε τῆς ἡμετέρας φωνῆς, τῆς ὑπερορίου καὶ μι-κρᾶς ἴσως, καὶ οὐδὲν ἐχούσης ἐράσμιον, ὥστε ταυτόνμοι δοκεῖτε πρὸς ἡμᾶς πεπονθέναι, ὃ πρὸς τὴν μα-γνῆτιν λίθον τὰ σιδήρια. Ἐμοῦ τε γὰρ κρέ-μασθε, καὶ ἀλλήλων εἷς τοῦ ἑνὸς ἐχόμενοι, καὶΘεοῦ πάντες, ἐξ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰπάντα. Ὢ τῆς θαυμασίας ἁλύσεως, ἣν πλήκει τὸΠνεῦμα τὸ ἅγιον δεσμοῖς ἀλύτοις συνηρτισμένην!Τὸ δὲ αἴτιον, οὔτε τι οἶδα ἐγὼ τῶν ἄλλων σοφώτερον,ὅσα ἐμαυτῷ συνεπίσταμαι· εἰ μή τις τοῦτο αὐτὸἐμὴν σοφίαν ὑπολαμβάνει τὸ εἰδέναι, ὅτι μὴ σο-φὸς εἴην, μηδὲ τῆς ἀληθινῆς καὶ πρώτης σοφίαςἐγγύς· ὃ πολλῷ δέουσι περὶ ἑαυτῶν ὑπολαμ-βάνειν οἱ νῦν σοφοί· ἐπειδὴ ῥᾷστον ἑαυτὸν ἀπατᾷν,καὶ οἴεσθαι εἶναί τι, οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξηςφυσώμενον. Οὔτε πρῶτος ὑμῖν τὸν τῆς ὀρθοδοξίαςλόγον ἐκήρυξα, οὗ μάλιστα περιέχεσθε, ἴχνεσι δὲἀλλοτρίοις ἐπηκολούθησα, καὶ τούτοις ὑμετέ-ροις· εἰρήσεται γὰρ τἀληθές· εἴπερ ὑμεῖς Ἀλεξάν-δρου μαθηταὶ τοῦ πάνυ, τοῦ μεγάλου τῆς Τρι-άδος ἀγωνιστοῦ τε καὶ κήρυκος, καὶ λόγῳ καὶ ἔργῳτὴν ἀσέβειαν ἐξορίσαντος. Μέμνησθε γὰρ τῆς Ἀπο-στολικῆς ἐκείνης εὐχῆς, ἣ τὸν ἀρχηγὸν τῆς ἀσε-βείας κατέλυσεν ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσηςἀμαρευμάτων, ἵν' ὕβρις ὕβριν ἀμύνηται, καὶστηλιτευθῇ θανάτῳ δικαίῳ θάνατος ψυχῶν ἄδικος. Βʹ. Οὐ ξένην οὖν πηγὴν ὑμῖν ἐῤῥήξαμεν, ὥσπερἣν Μωϋσῆς ἀνέδειξεν ἐν ἀνύδρῳ τοῖς ἀπ' Αἰγύπτουδιωκομένοις, κεκρυμμένην δὲ καὶ συγκεχωσμένηνἀνεστομώσαμεν, κατὰ τοὺς παῖδας Ἰσαὰκ τοῦ μεγά-λου, μὴ ὀρύσσοντας μόνον φρέατα ζῶντος ὕδα-τος, ἀλλὰ καὶ φρασσόμενα ὑπὸ τῶν Φυλιστιαίων ἀνα-καθαίροντας. Ἀλλ' οὐδὲ τῶν κομψῶν τις καὶ ἡδέωνἐγὼ, καὶ οἷος κολακείᾳ κλέπτειν τὴν εὔνοιαν· οἵουςὁρῶ πολλοὺς τῶν νῦν ἱερατεύειν ὑπισχνουμένων οἳτὴν ἁπλῆν καὶ ἄτεχνον ἡμῶν εὐσέβειαν, ἔντεχνονπεποιήκασι, καὶ πολιτικῆς τι καινὸν εἶδος ἀπὸ τῆςἀγορᾶς εἰς τὰ ἅγια μετενηνεγμένης, καὶ ἀπὸτῶν θεάτρων ἐπὶ τὴν τοῖς πολλοῖς ἀθέατον μυσταγω-γίαν· ὡς εἶναι δύο σκηνὰς, εἰ δεῖ τολμήσαντατοῦτο εἰπεῖν, τοσοῦτον ἀλλήλων διαφερούσας, ὅσοντὴν μὲν πᾶσιν ἀνεῖσθαι, τὴν δὲ τισί· καὶ τὴν μὲνγελᾶσθαι, τὴν δὲ τιμᾶσθαι· καὶ τὴν μὲν θεατρικὴν,τὴν δὲ πνευματικὴν ὀνομάζεσθαι. Ὑμεῖς μάρτυρες,καὶ ὁ Θεὸς, φησὶν ὁ θεῖος Ἀπόστολος, ὡς οὐ ταύτηςἡμεῖς τῆς μερίδος, ἀλλ' οἷοι σκαιότητος ἂν θᾶττονκαὶ ἀγροικίας, ἢ θωπείας καὶ ἀνελευθερίας ἔγκλημαδέξασθαι· οἵ γε καὶ πρὸς τοὺς λίαν ἀντεχομένουςἡμῶν ἔστιν ὅτε καὶ ὅπου φαινόμεθα τραχυνόμενοι,ἄν τι μὴ κατὰ λόγον ἡμῖν ποιεῖν νομίζωνται. Καὶτοῦτο ἔδειξεν ἡ πρώην γενομένη περὶ ἡμᾶς καινοτο-μία, ἡνίκα ζήλῳ καὶ θυμῷ ζέσαντες ὑμεῖς ὁ λαὸς,βοῶντάς τε καὶ ὀδυρομένους ἐπὶ τὸν θρόνον τοῦτονἐθήκατε, τὸν οὐκ οἶδ' εἴτε τυραννικὸν χρὴ λέγειν,εἴτε ἀρχιερατικόν· ἐθήκατε δ' οὖν, διὰ τὸν πό-θον παρανομήσαντες. Ἔνθα τοσοῦτόν τισι τῶν θερ-μοτέρων ἐδυσχεράναμεν, ὥστε ἀπεπήδησανἡμῶν, τὸ φίλτρον εἰς ἔχθραν τρέψαντες. Οὐ γὰρἐξ ὧν χαριούμεθα σκοποῦμεν μᾶλλον, ἢ ἐξ ὧν ὠφε-λήσομεν. Γʹ. Τίς οὖν ἡ αἰτία τοῦ τοσούτου περὶ ἡμᾶς πό-θου, καὶ τοὺς λόγους τοὺς ἡμετέρους, αὐτοὶ βούλεσθεδηλῶσαι ταύτην καὶ παραστῆσαι, καὶ τὸ ὑμέτερονπάθος αὐτοὶ γνωρίσαι, ἢ δι' ἡμῶν τοῦτο δημοσιεῦσαι,ὡς καὶ τῶν ἄλλων ἡμῖν χρῆσθε προθύμως ἐξ-ηγηταῖς; Ἡμέτερον οἶδ' ὅτι ποιεῖσθε τὸν λόγον,ὅσον ἐκ τῆς ἡσυχίας τεκμαίρομαι. Οὐκοῦν ἀκούσατε,καὶ σκοπεῖτε, μὴ φαῦλος ἐγὼ τῶν τοιούτων εἰκαστής.Ἐμοὶ δοκεῖτε μάλιστα μὲν, ὡς αὐτοὶ καλέσαντεςἡμᾶς, οἰκείᾳ βοηθεῖν κρίσει, καὶ διὰ τοῦτο περιέπειντὸ ὑμέτερον θήραμα. Φύσις δὲ αὕτη πρὸς τὸ οἰκεῖονἅπαν εὐμενῶς ἔχειν, εἴτε κτῆμα, εἴτε γέννημα, εἴτελόγον, καὶ δι' εὐνοίας ἑκουσίου χειροῦσθαι τοῖς ἑαυ-τῶν προβλήμασιν. Δεύτερον δὲ, οὐδὲν οὕτως αἰ-δεῖσθαι, ὡς τὸ μὴ ἰταμὸν ἡμῶν, μήτε βίαιον,μήτε θεατρικόν τε καὶ πανηγυρικὸν, ἀλλ' ὑποχωρη-τικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ,καὶ μονότροπον, καὶ, συντομώτερον εἰπεῖν ἔτι,φιλόσοφον· οὐδὲ αὐτὸ τεχνικῶς, καὶ πολιτικῶς ἡμῖνἀνευρημένον, ἀλλ' ἁπλῶς καὶ πνευματικῶς τετιμη-μένον. Οὐ γὰρ, ἵνα ζητηθῶμεν, ἀποκρυπτόμεθα, οὐδ'ἵνα πλείονος ἄξιοι δόξωμεν τιμῆς, ὥσπερ οἱ τὰςὥρας μικρὸν προφαίνοντες, εἶθ' ὑποστέλλοντες·ἀλλ' ἵνα τὸ φεύγειν τὰς προεδρίας, καὶ μὴμεταποιεῖσθαι τῶν τοιούτων τιμῶν, τῷ ἡσυχίῳ δείξω-μεν. Τρίτον, ὁρῶντες ἡμᾶς οἷα πάσχομεν ὑπό τε τῶνἔξωθεν πολεμούντων, καὶ τῶν ἔνδοθεν ἐπιβουλευόν-