The Greek Library Author

Anonymous

In sanctum baptisma

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
In sanctum baptisma (orat. 40), MPG 36: 360–425.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg048.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

36

360

{ΛΟΓΟΣ Μʹ.}

{Εἰς τὸ ἅγιον βάπτισμα.}

Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυ-

ρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς

σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ

γαμήλια, καὶ γενέθλια, καὶ ὀνομαστήρια, τοῖς σαρ-

κὸς φίλοις, κουρόσυνά τε καὶ κατοικέσια,

καὶ ἐτήσια, ὅσα τε ἄλλα πανηγυρίζουσιν ἄν-

θρωποι), σήμερον περὶ τοῦ βαπτίσματος βραχέα

διαλεξόμεθα, καὶ τῆς ἐντεῦθεν ἡμῖν ὑπαρχού-

σης εὐεργεσίας· εἰ καὶ χθὲς ἡμᾶς ὁ λόγος παρέδρα-

με, τῆς ὥρας κατεπειγούσης, καὶ ἅμα τοῦ λόγου

τὸν κόρον φεύγοντος. Κόρος δὲ λόγου πολέμιος

ἀκοαῖς, ὡς ὑπερβάλλουσα τροφὴ σώμασι. Προσ-

έχειν δὲ ἄξιον τοῖς λεγομένοις, καὶ μὴ παρέργως,

ἀλλὰ προθύμως τὸν περὶ τηλικούτων δέξασθαι λό-

γον· ἐπειδὴ καὶ τοῦτό ἐστι φωτισμὸς, τὸ γνῶναι τοῦ

μυστηρίου τὴν δύναμιν.

Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος· τὴν ἐκ

σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀνα-

στάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι,

καὶ δούλη, καὶ ἐμπαθής· ἡ δὲ ἡμερινὴ, καὶ ἐλευ-

θέρα, καὶ λυτικὴ παθῶν, πᾶν τὸ ἀπὸ γενέσεως κά-

λυμμα περιτέμνουσα, καὶ πρὸς τὴν ἄνω ζωὴν ἐπαν-

361

άγουσα· ἡ δὲ φοβερωτέρα καὶ συντομωτέρα,

πᾶν τὸ πλάσμα συνάγουσα ἐν βραχεῖ τῷ πλάστῃ

παραστησόμενον, καὶ λόγον ὑφέξον τῆς ἐνταῦθα δου-

λείας, καὶ πολιτείας, εἴτε τῇ σαρκὶ μόνον ἐπηκο-

λούθησεν, εἴτε τῷ Πνεύματι συνανῆλθε, καὶ τὴν

χάριν ᾐδέσθη τῆς ἀναπλάσεως. Ταύτας δὴ τὰς γεν-

νήσεις ἁπάσας παρ' ἑαυτοῦ τιμήσας ὁ ἐμὸς Χριστὸς

φαίνεται· τὴν μὲν, τῷ ἐμφυσήματι τῷ πρώτῳ

καὶ ζωτικῷ· τὴν δὲ, τῇ σαρκώσει, καὶ τῷ βαπτί-

σματι, ὅπερ αὐτὸς ἐβαπτίσατο· τὴν δὲ, τῇ ἀναστά-

σει, ἧς αὐτὸς ἀπήρξατο· ὡς ἐγένετο πρωτότοκος ἐν

πολλοῖς ἀδελφοῖς, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν

γενέσθαι καταξιώσας.

Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ

φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόν-

τος καιροῦ· περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀναγ-

καίας, ἧς ἐπώνυμος ἡ τῶν φώτων ἡμέρα, φιλοσοφήσω-

μεν· Τὸ φώτισμα, λαμπρότης ἐστὶ ψυχῶν, βίου

μετάθεσις, ἐπερώτημα τῆς εἰς Θεὸν συνειδήσεως·

τὸ φώτισμα, βοήθεια τῆς ἀσθενείας τῆς ἡμετέρας·

τὸ φώτισμα, σαρκὸς ἀπόθεσις, Πνεύματος ἀκολούθη-

σις, Λόγου κοινωνία, πλάσματος ἐπανόρθωσις, κα-

τακλυσμὸς ἁμαρτίας, φωτὸς μετουσία, σκότους κα-

τάλυσις· τὸ φώτισμα, ὄχημα πρὸς Θεὸν, συνεκδη-

μία Χριστοῦ, ἔρεισμα πίστεως, νοῦ τελείωσις,

κλεὶς οὐρανῶν βασιλείας, ζωῆς ἄμειψις, δουλείας

ἀναίρεσις, δεσμῶν ἔκλυσις, συνθέσεως μεταποίη-

σις· τὸ φώτισμα (τί δεῖ πλείω καταριθμεῖν),

τῶν τοῦ Θεοῦ δώρων τὸ κάλλιστον καὶ μεγαλο-

πρεπέστατον. Ὥσπερ γὰρ Ἅγια ἁγίων καλεῖ-

ταί τινα, καὶ Ἄ|σματα ᾀσμάτων (ἐμπεριεκτι-

κώτερα γάρ ἐστι καὶ κυριώτερα)· οὕτω καὶ αὐτὸ

παντὸς ἄλλου τῶν παρ' ἡμῖν φωτισμῶν ὂν ἁγιώ-

τερον.

Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ,

πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώ-

ρημα· εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο

παθόντων ἡμῶν (φιλοῦσι γὰρ οἱ σφόδρα περί τι ἐρω-

τικῶς διακείμενοι, ἡδέως συνεῖναι καὶ τοῖς ὀνόμασιν),

εἴτε τοῦ πολυειδοῦς τῆς εὐεργεσίας πολλὰς καὶ τὰς

κλήσεις ἡμῖν δημιουργήσαντος. Δῶρον καλοῦμεν,

χάρισμα, βάπτισμα, χρίσμα, φώτισμα, ἀφθαρσίας

ἔνδυμα, λουτρὸν παλιγγενεσίας, σφραγῖδα, πᾶν ὅ τι

τίμιον· δῶρον μὲν, ὡς καὶ μηδὲν προεισενεγκοῦσι

364

διδόμενον· χάρισμα δὲ, ὡς καὶ ὀφείλουσι· βά-

πτισμα δὲ, ὡς συνθαπτομένης τῷ ὕδατι τῆς

ἁμαρτίας· χρίσμα δὲ, ὡς ἱερὸν καὶ βασιλικὸν (ταῦ-

τα γὰρ ἦν τὰ χριόμενα)· φώτισμα δὲ, ὡς λαμ-

πρότητα· ἔνδυμα δὲ, ὡς αἰσχύνης κάλυμμα·

λουτρὸν δὲ, ὡς ἔκπλυσιν· σφραγῖδα δὲ, ὡς συντήρη-

σιν, καὶ τῆς δεσποτείας σημείωσιν. Τούτῳ συγχαί-

ρουσιν οὐρανοί· τοῦτο δοξάζουσιν ἄγγελοι, διὰ τὸ

συγγενὲς τῆς λαμπρότητος· τοῦτο εἰκὼν τῆς ἐκεῖθεν

μακαριότητος· τοῦτο ἡμεῖς ἐξυμνεῖν βουλόμεθα μὲν,

οὐ δυνάμεθα δὲ ὅσον ἄξιον.

Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσι-

τον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε

λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως.

Τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ἥλιος· ὅσον ἂν

καθαιρώμεθα, φανταζόμενον· καὶ ὅσον ἂν φαντα-

σθῶμεν, ἀγαπώμενον· καὶ ὅσον ἂν ἀγαπήσωμεν,

αὖθις νοούμενον· αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ κα-

ταληπτικὸν, ὀλίγα τοῖς ἔξω χεόμενον. Φῶς δὲ λέγω,

τὸ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρού-

μενον· ὧν πλοῦτός ἐστιν ἡ συμφυΐα, καὶ τὸ ἓν

ἔξαλμα τῆς λαμπρότητος. Δεύτερον δὲ φῶς ἄγγελος,

τοῦ πρώτου φωτὸς ἀποῤῥοή τις, ἢ μετουσία, τῇ πρὸς

αὐτὸ νεύσει καὶ ὑπουργίᾳ τὸν φωτισμὸν ἔχουσα·

οὐκ οἶδα, εἴτε τῇ τάξει τῆς στάσεως μεριζομένη

τὸν φωτισμὸν, εἴτε τοῖς μέτροις τοῦ φωτισμοῦ τὴν

τάξιν λαμβάνουσα. Τρίτον φῶς ἄνθρωπος, ὃ καὶ τοῖς

ἔξω δῆλόν ἐστι. Φῶς γὰρ τὸν ἄνθρωπον ὀνομάζουσι,

διὰ τὴν τοῦ ἐν ἡμῖν λόγου δύναμιν· καὶ ἡμῶν αὐτῶν

πάλιν οἱ θεοειδέστεροι, καὶ μᾶλλον Θεῷ πλησιάζοντες.

Οἶδα καὶ ἄλλο φῶς, ᾧ τὸ ἀρχέγονον ἠλάθη σκότος,

ἢ διεκόπη, πρῶτον ὑποστὰν τῆς ὁρατῆς κτίσεως, τήν

τε κυκλικὴν τῶν ἀστέρων περίοδον, καὶ τὴν ἄνωθεν

φρυκτωρίαν, κόσμον ὅλον αὐγάζουσαν.

#2ʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρω-

τόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ

φῶς· καὶ διότι, Φῶς τὰ προστάγματά σου

ἐπὶ τῆς γῆς), εἰ καὶ τὸ φθονερὸν σκότος ἐπεισελθὸν

τὴν κακίαν ἐδημιούργησεν· φῶς δὲ τυπικὸν καὶ σύμ-

μετρον τοῖς ὑποδεχομένοις, ὁ γραπτὸς νόμος, σκια-

γραφῶν τὴν ἀλήθειαν, καὶ τὸ τοῦ μεγάλου

φωτὸς μυστήριον· εἴπερ καὶ τὸ Μωϋσέως πρόσωπον

τούτῳ δοξάζεται. Καὶ ἵνα πλείονα φῶτα δῶμεν τῷ

365

λόγῳ, φῶς μὲν ἦν ἐκ πυρὸς τῷ Μωϋσεῖ φαντα-

ζόμενον, ἡνίκα τὴν βάτον ἔκαιε μὲν, οὐ κατέκαιε δὲ,

ἵνα καὶ τὴν φύσιν παραδείξῃ, καὶ γνωρίσῃ τὴν δύ-

ναμιν· φῶς δὲ, τὸ ἐν στύλῳ πυρὸς ὁδηγῆσαν τὸν

Ἰσραὴλ, καὶ ἡμερῶσαν τὴν ἔρημον· φῶς, τὸ Ἡλίαν

ἁρπάσαν ἐν τῷ τοῦ πυρὸς ἅρματι, καὶ μὴ συμφλέξαν

τὸν ἁρπαζόμενον· φῶς, τὸ τοὺς ποιμένας περιαστρά-

ψαν, ἡνίκα τὸ ἄχρονον φῶς τῷ χρονικῷ ἐμίγνυτο·

φῶς, τὸ τοῦ προδραμόντος ἀστέρος ἐπὶ Βηθλεὲμ

κάλλος, ἵνα καὶ Μάγους ὁδηγήσῃ, καὶ δορυφο-

ρήσῃ τὸ ὑπὲρ ἡμᾶς φῶς, μεθ' ἡμῶν γενόμενον

φῶς, ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθη-

ταῖς, μικροῦ στεῤῥοτέρα δὲ ὄψεως· φῶς, ἡ Παῦ-

λον περιαστράψασα φαντασία, καὶ πληγῇ τῶν

ὄψεων, τὸν σκότον τῆς ψυχῆς θεραπεύσασα·

φῶς, καὶ ἡ ἐκεῖθεν λαμπρότης, τοῖς ἐνταῦθα κεκα-

θαρμένοις, ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος,

ὧν ἵσταται ὁ Θεὸς ἐν μέσῳ, θεῶν ὄντων καὶ βασι-

λέων, διαστέλλων καὶ διαιρῶν τὰς ἀξίας τῆς ἐκεῖθεν

μακαριότητος· φῶς παρὰ ταῦτα ἰδιοτρόπως,

ὁ τοῦ βαπτίσματος φωτισμὸς, περὶ οὗ νῦν ἡμῖν ὁ λό-

γος, μέγα καὶ θαυμαστὸν τὸ τῆς σωτηρίας ἡμῶν

περιέχων μυστήριον.

Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ,

καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως· ἁπλότης

γὰρ εἰρηναία καὶ ἀστασίαστος· θαῤῥῶ δὲ εἰπεῖν,

ὅτι καὶ τῆς ἀγγελικῆς, ἢ ὅτι ἐγγυτάτω τούτου, διὰ

τὴν πρὸς Θεὸν ἐγγύτητα. Τὸ δὲ ἁμαρτάνειν, ἀνθρώ-

πινον, καὶ τῆς κάτω συνθέσεως· σύνθεσις γὰρ ἀρχὴ

διαστάσεως· οὐκ ᾤετο δεῖν ἀβοήθητον τὸ ἑαυτοῦ πλά-

σμα καταλιπεῖν ὁ Δεσπότης, οὐδὲ περιϊδεῖν κινδυνεῦον

τὴν ἀπ' αὐτοῦ διάστασιν. Ἀλλ' ὥσπερ οὐκ ὄν-

τας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασε, πλάσιν

θειοτέραν τε καὶ τῆς πρώτης ὑψηλοτέραν· ἣ τοῖς

μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέ-

ροις, τὴν ἡλικίαν, καὶ χάρισμα, καὶ τῆς πεσούσης

εἰκόνος, διὰ τὴν κακίαν, ἐπανόρθωσις· ἵνα μὴ τῇ

ἀπογνώσει χείρους γινόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον

καταφερόμενοι, τελέως ἔξω τοῦ καλοῦ καὶ τῆς

ἀρετῆς δι' ἀπόγνωσιν πίπτωμεν· μηδὲ εἰς κακῶν

368

βάθος ἐμπεσόντες, ὃ δὴ λέγεται, καταφρονῶμεν·

ἀλλ' ὥσπερ οἱ μακρὰν ὁδὸν τέμνοντες, καταλύματι

τοὺς πόνους διαναπαύσαντες, οὕτω τὸ ἑξῆς τῆς ὁδοῦ

νεαροὶ καὶ πρόθυμοι διανύσωμεν. Αὕτη μὲν ἡ τοῦ

βαπτίσματος χάρις καὶ δύναμις, οὐ κόσμου κατα-

κλυσμὸν ὡς πάλαι, τῆς δὲ τοῦ καθ' ἕκαστον ἁμαρ-

τίας κάθαρσιν ἔχουσα, καὶ παντελῆ ῥύψιν τῶν

ἀπὸ κακίας ἐπεισελθόντων συγχωσμάτων ἢ μολυ-

σμάτων.

Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ

σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύ-

σεως· διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ

φημι καὶ Πνεύματος, τοῦ μὲν θεωρητῶς τε καὶ σω-

ματικῶς λαμβανομένου, τοῦ δὲ ἀσωμάτως καὶ ἀθεω-

ρήτως συντρέχοντος· καὶ τοῦ μὲν τυπικοῦ, τοῦ δὲ

ἀληθινοῦ, καὶ τὰ βάθη καθαίροντος· ὃ τῆς πρώτης

γενέσεως ἐπικουρία τυγχάνον, καινοὺς ἀντὶ παλαιῶν,

καὶ θεοειδεῖς ἀντὶ τῶν νῦν ὄντων ἐργάζεται, χω-

ρὶς πυρὸς ἀναχωνεῦον, καὶ ἀνακτίζον δίχα συν-

τρίψεως. Εἰ γὰρ δεῖ συντόμως εἰπεῖν, συνθήκας πρὸς

Θεὸν δευτέρου βίου καὶ πολιτείας καθαρωτέρας, ὑπο-

ληπτέον τὴν τοῦ βαπτίσματος δύναμιν. Ὃ δὴ καὶ

μάλιστα φοβητέον, καὶ πάσῃ φυλακῇ τηρητέον

τὴν ἑαυτοῦ ψυχὴν ἕκαστον, μὴ ψεῦσται τῆς ὁμολο-

γίας ταύτης φαινώμεθα. Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους

ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθεὶς, πόσος

ὁ κίνδυνος, ὧν πρὸς αὐτὸν ἐθέμεθα τὸν Θεὸν συνθη-

κῶν, τούτων παραβάτας εὑρίσκεσθαι· καὶ μὴ μόνον

τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύ-

δους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ; Καὶ ταῦτα οὐκ

οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως,

οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως, κἂν ὅτι μά-

λιστα ἐπιζητῶμεν ταύτην ἐν πολλοῖς στεναγμοῖς τε

καὶ δάκρυσιν, ἐξ ὧν συνούλωσις μὲν ἔρχεται μόγις

κατά γε τὸν ἐμὸν ὅρον καὶ νόμον (ἔρχεται γὰρ καὶ

πιστεύομεν· εἰ δὲ καὶ τὰς οὐλὰς ἐξαλείφωμεν,

ἀγαπῴην ἂν, ἐπειδὴ καὶ αὐτὸς χρῄζω φιλανθρωπίας)·

πλὴν μὴ δευτέρας δεηθῆναι καθάρσεως, ἀλλὰ στῆναι

μέχρι τῆς πρώτης ἄμεινον, ἣν κοινὴν οἶδα πᾶσι καὶ

ἄμοχθον καὶ ὁμότιμον, δούλοις, δεσπόταις, πένησι,

πλουσίοις, ταπεινοῖς, ὑψηλοῖς, εὐγενεστέροις, ἀγε-

νεστέροις, ὀφείλουσιν, οὐκ ὀφείλουσιν, ὡς ἀέρος

πνεῦσιν, καὶ φωτὸς χύσιν, καὶ ὡρῶν ἀλλαγὰς, καὶ

κτίσεως θέαν, τοῦ μεγάλου καὶ κοινοῦ πᾶσιν ἡμῖν

ἐντρυφήματος, καὶ ἰσομοιρίαν πίστεως.

369

Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν

ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν

οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ

διόρθωσιν. Πόσον γὰρ εἰσοίσομεν δάκρυον, ἵν' ἀντι-

σωθῇ τῇ πηγῇ τοῦ βαπτίσματος; τίς δὲ ὁ ἐγγυητὴς,

ὅτι μενεῖ τὴν θεραπείαν τὸ τέλος, ἀλλ' οὐκ ὀφείλοντας

ἡμᾶς ἔτι τὸ κριτήριον ὑποδέξεται, καὶ τῆς ἐκεῖσε

δεομένους πυρώσεως; Σὺ μὲν δεήσῃ τοῦ Δεσπό-

του τυχὸν, ὁ καλὸς καὶ φιλάνθρωπος γεωργὸς, ἔτι

φείσασθαι τῆς συκῆς, καὶ μήπω ταύτην ἐκτεμεῖν

ἐγκαλουμένην τὸ ἄκαρπον, ἀλλὰ συγχωρηθῆναι περι-

βαλεῖν κόπρια, δάκρυα, στεναγμοὺς, ἀνακλήσεις,

χαμευνίας, ἀγρυπνίας, τῆξιν ψυχῆς καὶ σώματος,

τὴν δι' ἐξαγορεύσεως, καὶ ἀτιμοτέρας ἀγωγῆς ἐπαν-

όρθωσιν· ἄδηλον δὲ, εἰ φείσεται ταύτης ὁ Δεσπότης,

ὡς καταργούσης τὸν τόπον, ἄλλου δεομένου

φιλανθρωπίας, καὶ γινομένου χείρονος ἐκ τῆς εἰς

τοῦτον μακροθυμίας. Συνταφῶμεν οὖν Χριστῷ διὰ

τοῦ βαπτίσματος, ἵνα καὶ συναναστῶμεν· συγκατ-

έλθωμεν, ἵνα καὶ συνυψωθῶμεν· συνανέλθωμεν, ἵνα

καὶ συνδοξασθῶμεν.

Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ

φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ· καὶ

γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε

διὰ τὸ κάλυμμα, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμε-

νον), ἔχεις ᾧ νικήσεις· μὴ φοβηθῇς τὸν ἀγῶνα.

Προβαλοῦ τὸ ὕδωρ, προβαλοῦ τὸ Πνεῦμα, ἐν ᾧ πάντα

τὰ βέλη τοῦ Πονηροῦ τὰ πεπυρωμένα σβεσθή-

σεται. Πνεῦμα μὲν ἔστιν, ἀλλὰ διαλύον ὄρη· ὕδωρ

μὲν ἔστιν, ἀλλὰ πυρὸς σβεστήριον. Ἐὰν προσ-

βάλῃ τὴν χρείαν (καὶ γὰρ κἀκείνῳ τετόλμηκε),

καὶ ζητῇ τοὺς λίθους ἄρτους γενέσθαι, τὸ πει-

νεῖν ἐπιθέμενος· μὴ ἀγνοήσῃς αὐτοῦ τὰ νοή-

ματα. Δίδαξον ἃ μὴ μεμάθηκε· τὸν λόγον ἀντίθες

τὸν ζωτικὸν, ὅς ἐστιν ἐξ οὐρανοῦ πεμπόμενος ἄρτος,

καὶ τῷ κόσμῳ τὸ ζῇν χαριζόμενος. Ἐὰν διὰ

κενοδοξίας ἐπιβουλεύῃ σοι (καὶ γὰρ ἐκείνῳ,

ἀνάγων ἐπὶ τὸ τοῦ ἱεροῦ πτερύγιον, καὶ, βάλε

σεαυτὸν κάτω, λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος),

μὴ κατενεχθῇς διὰ τῆς ἐπάρσεως. Ἂν τοῦτο

λάβῃ, οὐ μέχρι τούτου στήσεται. Ἄπληστός ἐστιν,

εἰς πάντα ἐπέρχεται. Σαίνει μὲν τῷ χρηστῷ,

τελευτᾷ δὲ εἰς πονηρόν. Οὗτος αὐτοῦ τῆς μάχης ὁ

τρόπος. Ἀλλὰ καὶ Γραφῶν ἔμπειρος ὁ λῃστής. Ἐκεῖ-

θεν τὸ, Γέγραπται, περὶ τοῦ ἄρτου· ἐντεῦθεν τὸ,

Γέγραπται, περὶ τῶν ἀγγέλων. Γέγραπται γὰρ,

372

φησὶν, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ

σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε. Ὦ σοφιστὰ τῆς

κακίας· πῶς τὸ ἑξῆς ὑπεκράτησας; Πάνυ γὰρ

νοῶ τοῦτο, κἂν αὐτὸς ἀποσιωπήσῃς, ὅτι

ἐπὶ τὴν ἀσπίδα σε καὶ τὸν βασιλίσκον ἐπιβήσομαι,

καὶ καταπατήσω ἐπάνω ὄφεων καὶ σκορπίων,

τῇ Τριάδι τετειχισμένος. Ἐὰν ἐξ ἀπληστίας καταπα-

λαίῃ σε, πάσας ὑποδεικνύων τὰς βασιλείας, ὡς

αὐτῷ διαφερούσας, ἐν μιᾷ καιροῦ τε ῥοπῇ καὶ

ὄψεως, ἀπαιτῶν τὴν προσκύνησιν· ὡς πένητος κα-

ταφρόνησον. Εἰπὲ, τῇ σφραγῖδι θαῤῥήσας· Εἰκών

εἰμι καὶ αὐτὸς Θεοῦ· τῆς ἄνω δόξης οὔπω δι' ἔπαρ-

σιν, ὥσπερ σὺ, καταβέβλημαι· Χριστὸν ἐνδέδυμαι·

Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι· σύ με

προσκύνησον. Ἀπελεύσεται, σαφῶς οἶδα, τού-

τοις ἡττημένος καὶ ᾐσχυμμένος, ὥσπερ ἀπὸ Χριστοῦ

τοῦ πρώτου φωτὸς, οὕτω τῶν ἀπ' ἐκείνου πεφωτι-

σμένων. Τοιαῦτα τὸ λουτρὸν τοῖς ᾐσθημένοις αὐτοῦ

χαρίζεται· τοιαύτην προτείνει τοῖς καλῶς πεινῶσι

τὴν πανδαισίαν.

ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν· μετάσχω-

μεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων,

αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως

ἱερωτέρων, ῥαντιζούσης τοὺς κεκοινωμένους, καὶ

πρόσκαιρον ἐχούσης σώματος κάθαρσιν, οὐ παντελῆ

τῆς ἁμαρτίας ἀναίρεσιν. Τί γὰρ ἔδει καθαίρεσθαι

τοὺς ἅπαξ κεκαθαρμένους; Βαπτισθῶμεν σήμερον,

ἵνα μὴ αὔριον βιασθῶμεν. Καὶ μὴ ἀναβαλώ-

μεθα τὴν εὐεργεσίαν, ὡς ἀδικίαν· μηδὲ ἀναμείνω-

μεν πλεῖον γενέσθαι κακοὶ, ἵνα πλεῖον συγχω-

ρηθῶμεν· μηδὲ γενώμεθα Χριστοκάπηλοι καὶ

Χριστέμποροι· μηδὲ φορτισθῶμεν πλέον

ἢ δυνάμεθα φέρειν, ἵνα μὴ αὐτάνδρῳ τῇ νηὶ βαπτι-

σθῶμεν, καὶ τὸ χάρισμα ναυαγήσωμεν, ἀνθ' ὧν τὸ

πλεῖον ἠλπίσαμεν, τὸ πᾶν ἀπολέσαντες. Ἕως

ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρή-

ματι· ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν,

ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς· ἕως

οὐκ ἐπ' ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ' αὐτὸς εἶ

τούτου κύριος· ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ

κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι

λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα· ἕως δύνασαι

γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ' ὁμολογού-

μενος· οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος· ἕως

δῆλόν σοι τὸ δῶρον, ἀλλ' οὐκ ἀμφίβολον· καὶ τοῦ

373

βάθους ἡ χάρις ἅπτεται, ἀλλ' οὐ τὸ σῶμα ἐπιτάφια

λούεται· ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύ-

ματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμε-

να, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλ-

κοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα· ἕως οὐκ

ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν

οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτη-

ρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θά-

νατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν,

ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος· ἕως οὐ μάχη βα-

πτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ

φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμ-

φότερα τοῦ καιροῦ μὴ συγχωροῦντος.

ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ' οὐ Θεόν;

Τί καιρὸν, ἀλλ' οὐ λογισμόν; Τί φίλον ἐπίβουλον, ἀλλ'

οὐ πόθον σωτήριον; Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τὴν βίαν;

Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν; Τί

παρ' ἄλλου δέῃ μαθεῖν τὴν ἔξοδον, ἀλλ' οὐχ ὡς ἤδη

παρούσης διανοήσῃ; Τί φάρμακα ἐπιζητεῖς, τὰ

μηδὲν ὀνήσοντα; Τί κριτικὸν ἱδρῶτα, ἴσως παρ-

εστῶτος τοῦ ἐξοδίου; Σαυτὸν πρὸ τῆς ἀνάγκης

ἰάτρευσον· σαυτὸν ἐλέησον, τὸν γνήσιον τῆς ἀσθε-

νείας θεραπευτήν· σαυτῷ προσάγαγε τὸ σωτή-

ριον ὄντως φάρμακον. Ἕως ἐξ οὐρίας πλεῖς, φοβή-

θητι τὸ ναυάγιον· καὶ ἧττον ναυαγήσεις, τῇ δειλίᾳ

βοηθῷ χρώμενος. Πανηγυρισθήτω τὸ δῶρον, ἀλλὰ

μὴ θρηνηθήτω· ἐπεργασθήτω τὸ τάλαντον, ἀλλὰ μὴ

συγχωσθήτω. Γενέσθω τι μέσον τῆς χάριτος

καὶ τῆς ἀναλύσεως, ἵνα μὴ ἐξαλειφθῇ τὰ πονηρὰ

γράμματα μόνον, ἀλλὰ καὶ μετεγγραφῇ τὰ βελ-

τίονα· ἵνα μὴ τὸ χάρισμα μόνον ἔχῃς, ἀλλὰ καὶ τὴν

ἀντίδοσιν· ἵνα μὴ τὸ πῦρ φύγῃς μόνον, ἀλλὰ καὶ

τῆς δόξης κληρονομήσῃς, ἣν τὸ ἐπεργάσασθαι τῷ

δώρῳ χαρίζεται. Ἔστι γὰρ τοῖς μὲν μικροψύ-

χοις μέγα, τὸ φυγεῖν βάσανον· τοῖς δὲ μεγαλοψύ-

χοις, τὸ καὶ τυχεῖν ἀντιδόσεως.

ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων,

δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς

πληγὰς φοβήθητι· εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν

βλέπε μόνον. Εἰ δὲ ὑπὲρ τούτους, καὶ υἱὸς, ὡς

πατέρα αἰδέσθητι. Ἔργασαι τὸ καλὸν, ὅτι καλὸν τῷ

πατρὶ πείθεσθαι, κἂν εἴ σοι μηδὲν ἔσεσθαι μέλλοι.

Τοῦτο αὐτὸ μισθὸς, τὸ τῷ πατρὶ χαρίζεσθαι.

376

Ὧν ἡμεῖς μὴ καταφρονοῦντες φαινοίμεθα. Ὡς

ἔστιν ἄτοπον, χρήματα μὲν προαρπάζειν, ὑγείαν

δὲ ἀναβάλλεσθαι· καὶ σώματα μὲν προκαθαίρειν,

ψυχῆς δὲ κάθαρσιν ταμιεύεσθαι· καὶ τῆς μὲν κάτω

δουλείας ἐλευθερίαν ζητεῖν, τῆς ἄνω δὲ μὴ

ἐφίεσθαι· καὶ ὅπως μὲν οἰκήσεις μεγαλοπρε-

πῶς, ἢ ἀμφιέσῃ, πᾶσαν ποιεῖσθαι σπουδὴν, ὅπως

δὲ αὐτὸς πλείστου ἄξιος ἔσῃ, μηδὲν φροντίζειν·

καὶ ἄλλους μὲν εὖ ποιεῖν πρόθυμον εἶναι, σαυτὸν

δὲ μὴ βούλεσθαι. Καὶ εἰ μὲν ὤνιον ἦν σοι τὸ ἀγα-

θὸν, μηδενὸς ἂν φείδεσθαι χρήματος· εἰ δὲ πρόκει-

ται τὸ φιλάνθρωπον, καταφρονεῖς τῷ ἑτοίμῳ τῆς

εὐποιΐας. Πᾶς σοι καιρὸς ἐκπλύσεως, ἐπειδὴ πᾶς

ἀναλύσεως. Μετὰ Παύλου βοῶ σοι, τῆς μεγάλης

φωνῆς· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν

ἡμέρα σωτηρίας· οὐχ ἕνα καιρὸν, ἀλλὰ πάντα τοῦ

Νῦν ὁρίζοντος. Καὶ πάλιν· Ἔγειραι, ὁ καθεύδων,

καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι

ὁ Χριστὸς, λύων τὴν νύκτα τῆς ἁμαρτίας·

ἐπειδὴ, Ἐν νυκτὶ ἐλπὶς πονηρὰ, κατὰ τὸν

Ἡσαΐαν, καὶ τῷ πρωῒ ληφθῆναι λυσιτελέ-

στερον.

ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκό-

μιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου και-

ρὸς, καὶ φύτευε καθ' ὥραν, καὶ κειρέσθω σοι βότρυς

ὥριμος, καὶ ἀνάγου θαῤῥήσας ἔαρι, καὶ ἄνελκε τὴν

ναῦν, πάλιν ἀρχομένου χειμῶνος, καὶ τῆς θαλάσσης

ἀγριουμένης. Καὶ πολέμου καιρὸς ἔστω σοι, καὶ εἰ-

ρήνης, καὶ γάμου, καὶ τῶν οὐ γάμου, καὶ φιλίας,

καὶ διαστάσεως, ἂν ταύτης δεήσῃ, καὶ παντὸς ὅλως

πράγματος, εἴ τι τῷ Σολομῶντι πειστέον. Πει-

στέον δέ· καὶ γὰρ ὠφέλιμος ἡ παραίνεσις. Ἀεὶ

δὲ τὴν σωτηρίαν ἐργάζου, καὶ πᾶς ἔστω σοι καιρὸς

τοῦ βαπτίσματος ὅρος. Ἐὰν ἀεὶ τὸ σήμερον παρα-

τρέχων, ἐπιτηρῇς τὸ εἰς αὔριον, λανθάνεις ταῖς

κατὰ μικρὸν ἀναβολαῖς ὑπὸ τοῦ Πονηροῦ κλεπτόμε-

νος, ὥσπερ ἐκείνου τρόπος. Ἐμοὶ δὸς τὸ παρὸν,

Θεῷ τὸ μέλλον· ἐμοὶ τὴν νεότητα, Θεῷ τὸ γῆρας·

ἐμοὶ τὰς ἡδονὰς, ἐκείνῳ τὴν ἀχρηστίαν. Ὅσος ὁ

περὶ σὲ κίνδυνος! ὅσα τὰ παρ' ἐλπίδα συμπτώ-

ματα! Ἢ πόλεμος παρανάλωσεν, ἢ σεισμὸς συν-

έχωσεν, ἢ θάλασσα ὑπεδέξατο, ἢ θηρίον ἥρπασεν, ἢ

νόσος ἀπώλεσεν, ἢ ψὶξ παραδραμοῦσα, τὸ φαυ-

λότατον (τί γὰρ τοῦ ἀποθανεῖν ἄνθρωπον εὐκολώ-

377

τερον, κἂν μέγα φρονῇς τῇ εἰκόνι;), ἢ πότος

πλεονάσας, ἢ ἄνεμος κρημνίσας, ἢ ἵππος συναρπά-

σας, ἢ φάρμακον ἐκ προνοίας ἐπιβουλεῦσαν,

τυχὸν δὲ καὶ ἀντὶ σωτηρίου φανὲν δηλητήριον, ἢ

δικαστὴς ἀπάνθρωπος, ἢ δήμιος ἀπαραίτητος,

ἤ τι τῶν ὅσα ταχίστην ποιεῖ τὴν μετάστασιν, καὶ

βοηθείας ἰσχυροτέραν.

ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ

τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων

καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα,

τῷ χρίσματι καὶ τῷ Πνεύματι, ὡς ὁ Ἰσραὴλ

πάλαι τῷ νυκτερινῷ καὶ φυλακτικῷ τῶν πρωτοτό-

κων αἵματι· τί σοι συμβήσεται, καὶ τί σοι πε-

πραγμάτευται; Τῶν Παροιμιῶν ἄκουσον· Ἐὰν γὰρ

κάθῃ, φησὶν, ἄφοβος ἔσῃ· Ἐὰν δὲ καθεύδῃς,

ἡδέως ὑπνώσεις. Καὶ παρὰ τοῦ Δαβὶδ εὐαγγελίσθη-

τι· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ

συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ. Τοῦ-

τό σοι καὶ ζῶντι μέγιστον εἰς ἀσφάλειαν. Πρόβατον

γὰρ ἐσφραγισμένον οὐ ῥᾳδίως ἐπιβουλεύεται, τὸ δὲ

ἀσήμαντον κλέπταις εὐάλωτον· καὶ ἀπελθόντι δεξιὸν

ἐντάφιον, ἐσθῆτος λαμπρότερον, χρυσοῦ τιμιώτερον,

τάφου μεγαλοπρεπέστερον, ἀγόνων χοῶν εὐσεβέστε-

ρον, ἀπαργμάτων ὡρίων καιριώτερον, ὧν τοῖς

νεκροῖς οἱ νεκροὶ χαρίζονται, νόμον ποιησάμενοι τὴν

συνήθειαν. Πάντα οἰχέσθω σοι, πάντα διαρπαζέσθω,

χρήματα, κτήματα, θρόνοι, λαμπρότητες, ὅσα τῆς

κάτω περιφορᾶς· σὺ δὲ κατάλυσον ἐν ἀσφαλείᾳ

τὸν βίον, μηδὲν ζημιωθεὶς τῶν ἐκ Θεοῦ σοι δοθέν-

των εἰς σωτηρίαν βοηθημάτων.

Ι#2ʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ

διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ

ἔχων; Τί δαί; Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύ-

σῃς, καὶ τὸ μέγιστον ὧν ἔχεις, ἀφαιρεθῇς Χριστόν;

Ἆρ' οὖν διὰ τοῦτο φεύξῃ καὶ τὸ γενέσθαι Χριστια-

νός; Ἄπαγε! Οὐχ ὑγιαίνοντος ὁ φόβος, παραφρο-

νοῦντος ὁ λογισμός. Ὢ τῆς ἀνευλαβοῦς εὐλαβείας, εἰ

δεῖ τοῦτο εἰπεῖν! ὢ τῶν τοῦ πονηροῦ σοφισμάτων!

Ὄντως σκότος ἐστὶ, καὶ φῶς ὑποκρίνεται. Ὅταν μη-

δὲν ἰσχύσῃ φανερῶς πολεμῶν, ἀφανῶς ἐπιβουλεύει.

380

Καὶ γίνεται σύμβουλος ὡς χρηστὸς, ὢν πονηρός·

ἵν' ἑνί γε τῷ τρόπῳ πάντως ἰσχύσῃ, καὶ μηδαμόθεν

αὐτοῦ τὴν ἐπιβουλὴν διαφύγωμεν. Ὅπερ οὖν κἀνταῦ-

θα σαφῶς τεχνάζεται. Τὸ γὰρ φανερῶς καταφρονεῖν

τοῦ βαπτίσματος πείθειν οὐκ ἔχων, ζημιοῖ σε διὰ τῆς

πλαστῆς ἀσφαλείας, ἵν' ὃ φοβῇ γε, τοῦτο λάθῃς

παθὼν διὰ τοῦ φόβου· καὶ τὸ φθεῖραι τὴν δωρεὰν δε-

δοικὼς, αὐτῷ τούτῳ τῆς δωρεᾶς ἐκπέσῃς. Ὁ μὲν

οὖν τοιοῦτός ἐστι, καὶ οὔποτε παύσεται τῆς ἑαυτοῦ δι-

πλόης, ἕως ἂν βλέπῃ πρὸς οὐρανὸν ἐπειγομένους

ἡμᾶς, ὅθεν αὐτὸς ἐκπέπτωκεν. Σὺ δὲ, ὦ ἄνθρω-

πε τοῦ Θεοῦ, γνῶθι τὴν ἐπιβουλὴν τοῦ ἀντικει-

μένου. Πρὸς γὰρ τὸν ἔχοντα, καὶ ὑπὲρ τῶν με-

γίστων, ἡ μάχη. Μὴ λάβῃς σύμβουλον τὸν ἐχθρόν·

μὴ καταφρονήσῃς τοῦ ἀκοῦσαι καὶ γενέσθαι πιστός.

Ἕως εἶ κατηχούμενος, ἐν προθύροις εἶ τῆς εὐσε-

βείας. Εἴσω γενέσθαι σε δεῖ, τὴν αὐλὴν διαβῆναι, τὰ

ἅγια κατοπτεῦσαι, εἰς τὰ Ἅγια τῶν ἁγίων παρα-

κύψαι, μετὰ τῆς Τριάδος γενέσθαι. Μεγάλα ἐστὶν

ὑπὲρ ὧν πολεμῇ· μεγάλης δεῖ σοι καὶ τῆς ἀσφα-

λείας. Προβαλοῦ τὸν θυρεὸν τῆς πίστεως. Φοβεῖταί

σε μετὰ τοῦ ὅπλου μαχόμενον· καὶ διὰ τοῦτο γυ-

μνοῖ σε τοῦ χαρίσματος, ἵνα κρατήσῃ ῥᾷόν σου

ἀόπλου καὶ ἀφυλάκτου. Πάσης ἡλικίας ἅπτεται,

πάσης ἰδέας βίου. Διὰ πάντων ἀποκρουσθήτω.

ΙΖʹ. Νέος εἶ; Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς

συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι,

ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας,

ἢ τὰς μυριάδας. Οὕτω τῆς ἡλικίας ἀπόλαυσον· ἀλλὰ

μὴ ἀνάσχῃ μαρανθῆναί σου τὴν νεότητα, τῷ ἀτελεῖ

τῆς πίστεως νεκρωθεῖσαν. Γηραιὸς εἶ, καὶ τῆς ἀναγ-

καίας ἐγγὺς προθεσμίας; τὴν πολιὰν αἰδέσθητι· δὸς

ἣν ἀπαιτῇ φρόνησιν, ἀνθ' ἧς νῦν ἔχεις ἀσθε-

νείας· ταῖς ὀλίγαις ἡμέραις βοήθησον· πίστευσον τῷ

γήρᾳ τὴν κάθαρσιν. Τί φοβῇ τὰ νεότητος ἐν βαθεῖ

γήρᾳ, καὶ ταῖς ἐσχάταις ἀναπνοαῖς; Ἢ καὶ σὺ μέ-

νεις, νεκρὸς λουθῆναι, οὐ μᾶλλον ἐλεούμενος, ἢ μι-

σούμενος; Ἢ ποθεῖς τῶν ἡδονῶν τὰ λείψανα, βίου

λείψανον ὤν; Αἰσχρὸν τὴν μὲν ἡλικίαν παρακμάσαι,

μὴ παρακμάσαι δὲ τὴν ἀσέλγειαν· ἀλλ' ἢ πάσχειν

τοῦτο, ἢ δοκεῖν, διαμέλλοντα πρὸς τὴν κάθαρσιν.

Νήπιον ἔστι σοι; Μὴ λαβέτω καιρὸν ἡ κακία· ἐκ

βρέφους ἁγιασθήτω, ἐξ ὀνύχων καθιερωθήτω τῷ

Πνεύματι. Σὺ δέδοικας τὴν σφραγῖδα διὰ τὸ τῆς

381

φύσεως ἀσθενές· ὡς μικρόψυχος ἡ μήτηρ, καὶ

ὀλιγόπιστος! Ἡ Ἄννα δὲ, καὶ πρὶν ἢ γεννηθῆ-

ναι τὸν Σαμουὴλ, καθυπέσχετο τῷ Θεῷ, καὶ γεννη-

θέντα, ἱερὸν εὐθὺς ποιεῖ, καὶ τῇ ἱερατικῇ στολῇ συν-

ανέτρεψεν, οὐ τὸ ἀνθρώπινον φοβηθεῖσα, τῷ δὲ Θεῷ

πιστεύσασα. Οὐδὲν δεῖ σοι περιαμμάτων καὶ ἐπᾳσμά-

των, οἷς ὁ πονηρὸς συνεισέρχεται, κλέπτων εἰς ἑαυ-

τὸν ἀπὸ τοῦ Θεοῦ τὸ σέβας, ἐν τοῖς κουφοτέροις. Δὸς

αὐτῷ τὴν Τριάδα, τὸ μέγα καὶ καλὸν φυλακτή-

ριον.

ΙΗʹ. Τί ἔτι; Παρθενίαν ἀσκεῖς; Τῇ καθάρσει

σφραγίσθητι· ταύτην ποίησαι τοῦ βίου κοινω-

νὸν, καὶ συνόμιλον· αὕτη ῥυθμιζέτω σοι, καὶ

βίον, καὶ λόγον, πᾶν μέλος, πᾶν κίνημα, πᾶσαν αἴ-

σθησιν. Τίμησον αὐτὴν, ἵνα σε κοσμήσῃ, ἵνα δῷ τῇ

σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς

ὑπερασπίσῃ σου. Δέδεσαι γάμῳ; Καὶ τῇ σφραγῖ-

δι συνδέθητι· ταύτην συνοίκισον σεαυτῷ τῆς σωφρο-

σύνης φύλακα· πόσων εὐνούχων οἴει, πόσων θυ-

ρωρῶν οὖσαν ἀσφαλεστέραν; Οὔπω σαρκὶ συνεζεύ-

χθης; μὴ φοβηθῇς τὴν τελείωσιν. Καθαρὸς εἶ,

καὶ μετὰ τὸν γάμον· ἐμὸς ὁ κίνδυνος, ἐγὼ τούτου

συναρμοστὴς, ἐγὼ νυμφοστόλος. Οὐ γὰρ, ἐπεὶ ἡ

παρθενία τιμιωτέρα, ἐν τοῖς ἀτίμοις ὁ γάμος. Μιμή-

σομαι Χριστὸν, τὸν καθαρὸν νυμφαγωγὸν, καὶ νυμ-

φίον, ὃς καὶ θαυματουργεῖ γάμῳ, καὶ τιμᾷ συζυγίαν

τῇ παρουσίᾳ. Μόνον ἔστω γάμος καθαρὸς, καὶ

πόθοις ῥυπαροῖς ἀνεπίμικτος. Ἓν αἰτῶ μόνον· λάβε

παρὰ τοῦ δώρου τὴν ἀσφάλειαν, καὶ δὸς τῷ δώρῳ

τὴν ἁγνείαν κατὰ καιρὸν, ἕως εὐχῆς πρόκειται προ-

θεσμία, καὶ ἀσχολίας τιμιωτέρα, καὶ ταύτην

ἐκ κοινῆς ὁμολογίας καὶ συναινέσεως. Οὐ γὰρ νομο-

θετοῦμεν, ἀλλὰ παραινοῦμεν, καὶ τῶν σῶν τι λαβεῖν

ὑπὲρ σοῦ βουλόμεθα, καὶ τῆς κοινῆς ὑμῶν ἀσφαλείας

ἕνεκεν. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐκ ἔστιν οὐ

βίος, οὐκ ἐπιτήδευμα, ᾧ μὴ τοῦτο λυσιτελέστερον.

Δέξαι, ὁ ἐν ἐξουσίᾳ, τὸν χαλινόν· ὁ ἐν δουλείᾳ,

τὴν ἰσοτιμίαν· ὁ ἀθυμῶν, τὴν παραμυθίαν· ὁ ἐν εὐ-

θυμίᾳ, τὴν παιδαγωγίαν, ὁ πένης, τὸν ἄσυλον πλοῦ-

τον· ὁ εὐπορῶν, τὴν καλὴν ὧν ἔχεις οἰκονομίαν. Μη-

δὲν σοφίσῃ, μηδὲν τεχνάσῃ κατὰ τῆς σεαυτοῦ

σωτηρίας. Κἂν γὰρ τοὺς ἄλλους παραλογιζώμεθα,

384

ἡμᾶς γε αὐτοὺς οὐ δυνησόμεθα· ὡς τό γε καθ' ἑαυ-

τοῦ παίζειν, λίαν ἐπισφαλὲς καὶ ἀνόητον.

ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δη-

μοσίοις· καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάν-

θρωπον; Ἁπλοῦς ὁ λόγος· Εἰ μὲν οἷόν τε, φύγε καὶ

τὴν ἀγορὰν μετὰ τῆς καλῆς συνοδίας, πτέρυγας ἀε-

τοῦ σεαυτῷ περιθεὶς, ἢ περιστερᾶς, ἵν' οἰκειότερον

εἴπω (τί γάρ σοι καὶ Καίσαρι, ἢ τοῖς Καίσαρος;).

Ἕως οὗ καταπαύσῃς, οὗ μὴ ἔστιν ἁμαρτία, μη-

δὲ μελάνωσις, μηδὲ δάκνων ὄφις ἐφ' ὁδοῦ, κωλύων

σου τὰ κατὰ Θεὸν διαβήματα. Ἅρπασον τὴν σεαυ-

τοῦ ψυχὴν ἐκ τοῦ κόσμου· φύγε Σόδομα· φύγε

τὸν ἐμπρησμόν· ὅδευσον ἀμεταστρεπτὶ, μὴ παγῇς

λίθος ἁλός· εἰς τὸ ὄρος σώζου, μὴ συμπαραληφθῇς.

Εἰ δὲ προκατέχῃ, καὶ δέδεσαι δεσμοῖς ἀναγ-

καίοις, ἐκεῖνο σεαυτῷ διαλέχθητι, μᾶλλον δὲ σοὶ αὐ-

τὸς διαλεχθήσομαι· Κρεῖσσον μὲν καὶ τυχεῖν

τοῦ ἀγαθοῦ, καὶ φυλάσσειν τὴν κάθαρσιν· εἰ δὲ ἀμ-

φότερα μὲν ἐνδέχεται, κρεῖσσόν ποτε μικρὰ μολυνθῆ-

ναι τοῖς σοῖς δημοσίοις, ἢ παντάπασιν ἐκπεσεῖν τῆς

χάριτος· ὥσπερ, οἶμαι, κρεῖσσον ἐπιτιμηθῆναί τι

παρὰ πατρὸς καὶ δεσπότου, ἢ ἀπωσθῆναι· καὶ μικρὸν

αὐγάζεσθαι, ἢ παντελῶς σκοτίζεσθαι. Σωφρόνων δὲ,

ὥσπερ τῶν ἀγαθῶν τὰ μείζω καὶ τελεώτερα, οὕτω

καὶ τῶν κακῶν αἱρεῖσθαι τὰ ἐλάττω τε καὶ

κουφότερα. Διὰ τοῦτο μὴ λίαν φοβηθῇς τὴν κάθαρσιν.

Κρίνεται γὰρ ἀεὶ μετὰ τῶν ἐπιτηδευμάτων τὸ κατ-

ορθούμενον, παρὰ τοῦ δικαίου καὶ φιλανθρώπου τῶν

ἡμετέρων κριτοῦ. Καὶ μικρὸν κατορθώσας πολλάκις

ὁ ἐν τῷ μέσῳ, πλέον ἔσχε τοῦ ἐν ἐλευθερίᾳ μὴ

τὸ πᾶν κατορθώσαντος· ὥσπερ, οἶμαι, παραδοξότερον

ἐν πέδαις μικρὰ προβαίνειν, ἢ τρέχειν μηδενὶ βαρού-

μενον· καὶ διὰ βορβόρου μικρὰ ῥαντίζεσθαι, ἢ καθα-

ρὸν εἶναι διὰ καθαρᾶς ὁδοῦ φερόμενον. Τεκμήριον δὲ

τοῦ λόγου, καὶ Ῥαὰβ τὴν πόρνην ἓν ἐδικαίωσε μό-

νον, ἡ φιλοξενία, τἄλλα οὐκ ἐπαινουμένην· καὶ

τὸν τελώνην ἓν ὕψωσεν, ἡ ταπείνωσις, οὐδὲν ἄλλο

μαρτυρηθέντα· ἵνα σὺ μάθῃς, σεαυτοῦ μὴ ῥᾳ-

δίως ἀπογινώσκειν.

Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι

διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ

διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδο-

ναῖς, καὶ τηνικαῦτα τυχεῖν τῆς χάριτος; Οὐδὲ γὰρ

τοῖς ἐν τῷ ἀμπελῶνι προκεκμηκόσιν ὑπῆρξέ τι

385

πλέον, ἴσου τοῦ μισθοῦ δοθέντος καὶ τοῖς τελευταίοις.

Ἀπήλλαξας ἡμᾶς πραγμάτων, ὅστις ποτὲ εἶ, ὁ ταῦτα

λέγων, μόγις τῆς ἀναβολῆς ἐξειπὼν τὸ ἀπόῤῥητον·

καί σε τῆς κακουργίας οὐκ ἐπαινῶν, ἐπαινῶ τῆς

ἐξαγορεύσεως. Ἀλλὰ δεῦρο, καὶ τὴν παραβολὴν ἑρ-

μηνεύθητι, ὡς ἂν μὴ βλάπτῃ τοῖς γεγραμμένοις

ἐξ ἀπειρίας. Πρῶτον μὲν, οὐ περὶ τοῦ βαπτίσματος

ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ τῶν κατὰ διαφόρους και-

ροὺς πιστευόντων, καὶ εἰς τὸν καλὸν ἀμπελῶνα εἰσ-

ερχομένων, τὴν Ἐκκλησίαν. Ἀφ' ἧς γὰρ ἡμέρας καὶ

ὥρας ἐπίστευσεν ἕκαστος, ἀπ' ἐκείνης καὶ ἀπαι-

τεῖται τὴν ἐργασίαν. Ἔπειτα, εἰ καὶ τῷ μέτρῳ τοῦ

μόχθου, πλεῖον εἰσήνεγκαν οἱ προεισελθόν-

τες, ἀλλ' οὐχὶ καὶ τῷ μέτρῳ τῆς προαιρέσεως·

καὶ τυχὸν τοῖς τελευταίοις, ἐκ ταύτης καὶ πλεῖον

ὠφείλετο, εἰ καὶ παράδοξός πως ὁ λόγος. Τοῦ μὲν

γὰρ ὕστερον εἰσελθεῖν, τὸ καὶ ὕστερον κληθῆναι πρὸς

τὴν ἀμπελουργίαν αἴτιον· τῶν ἄλλων δὲ τὸ διάφο-

ρον ὅσον ἐπισκεψώμεθα· Οἱ μὲν οὐ πρότερον

ἐπίστευσαν, οὐδὲ εἰσῆλθον, πρὶν ἢ συμφωνηθῆναι

αὐτοῖς τὸν μισθόν· οἱ δὲ ἀσύμφωνοι τῇ ἐργασίᾳ προσ-

ῆλθον, ὃ μείζονός ἐστι γνώρισμα πίστεως. Καὶ οἱ

μὲν φθονερᾶς, καὶ γογγυστικῆς εὑρέθησαν ὄντες φύ-

σεως· οἱ δὲ οὐδὲν ἐγκαλοῦνται τοιοῦτον. Καὶ τοῖς

μὲν μισθὸς ἦν τὸ διδόμενον, καίπερ οὖσι πονηροῖς,

τοῖς δὲ ἡ χάρις· ὥστε καὶ ἄνοιαν ἐγκληθέντες,

εἰκότως τοῦ πλείονος ἐστερήθησαν. Τί δ' ἂν καὶ

αὐτοῖς ὀψισθεῖσιν ἐγένετο, καταμάθωμεν· τὸ ἴσον τοῦ

μισθοῦ δηλονότι. Πῶς οὖν αἰτιῶνται τὸν ἐργοδότην,

ὡς διὰ τὸ τῆς ἰσότητος ἄνισον; Ταῦτα πάντα τὴν τοῦ

ἱδρῶτος ὑφαιρεῖ χάριν τοῖς πρώτοις, καὶ εἰ προ-

κεκμήκασιν. Ἐξ ὧν συμβαίνει καὶ δικαίαν εἶναι

τὴν τοῦ ἴσου διανομὴν, ἀντιμετρουμένης τῷ πό-

νῳ τῆς προαιρέσεως.

ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παρα-

βολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν· τί

κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα,

μὴ βασκαίνειν τοῖς τελευταίοις, ἵν' αὐτῷ τούτῳ

πλέον ἔχῃς τῷ φιλανθρώπῳ, καὶ χρέος, ἀλλὰ μὴ χά-

ριν λαβεῖν τὴν ἀντίδοσιν; Ἔπειτα εἰσελθόντας ἐκεῖ

388

λαμβάνειν τοὺς ἐργάτας, οὐ διαμαρτόντας τοῦ ἀμπε-

λῶνος· ὅ σοι παθεῖν, κίνδυνος. Ὥστε εἰ μὲν ἦν δῆ-

λον, ὅτι τεύξῃ τῆς δωρεᾶς, οὕτω φρονῶν, καὶ ὑπο-

κρατῶν τι κακούργως τῆς ἐργασίας, συγγνωστὸν ἦν

σοι πρὸς τοὺς τοιούτους καταφεύγοντι λογισμοὺς, καὶ

παρακερδαίνειν τι βουλομένῳ τῆς τοῦ Δεσπότου φιλ-

ανθρωπίας· ἵνα μὴ λέγω, ὅτι καὶ αὐτὸ τὸ καμεῖν

πλέον, πλείων μισθὸς τῷ μὴ πάντη καπηλικῷ τὴν

διάνοιαν. Εἰ δὲ κίνδυνός σοι, τοῦ ἀμπελῶνος παντε-

λῶς ἐκπεσεῖν διὰ τῆς ἐμπορίας, καὶ εἰς τὸ κεφάλαιον

ζημιοῖ τὰ μικρὰ παρεκλέγων· φέρε, τοῖς ἐμοῖς πεί-

σθητι λόγοις· ἀφεὶς τὰς τοιαύτας παρεξηγήσεις

καὶ ἀντιθέσεις, ἀσυλλογίστως τῷ δώρῳ πρόσελθε, μὴ

προαναρπασθῇς τῶν ἐλπίδων, καὶ κατὰ σεαυτοῦ

λάθῃς τὰ τοιαῦτα σοφιζόμενος.

ΚΒʹ. Τί δαί; Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον;

Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν,

καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ

βαπτίσματος. Αἰνίγματι λέγεις ὅμοιον, εἰ πεφωτισ-

μένος ἐστὶ Θεῷ, διὰ τὸ φιλάνθρωπον, ὁ ἀφώ-

τιστος, ἢ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐντὸς ὁ

ταύτης τυχεῖν σπουδάζων, δίχα τοῦ πράττειν τὰ τῆς

βασιλείας. Ἐγὼ δὲ, ὡς ἔχω περὶ τούτων, εἰπεῖν

θαῤῥήσω· οἶμαι δὲ καὶ τῶν ἄλλων συνθήσεσθαι τοὺς

νοῦν ἔχοντας. Τῶν τυχόντων τῆς δωρεᾶς, οἱ μὲν

παντελῶς ἦσαν ἀλλότριοι τοῦ Θεοῦ καὶ τῆς σωτηρίας,

πᾶν εἶδος κακίας διεξελθόντες, καὶ εἶναι κακοὶ σπου-

δάζοντες· οἱ δὲ ἡμιμόχθηροί πως, καὶ μέσως

ἔχοντες ἀρετῆς καὶ κακίας· οἳ τὸ μὲν κακὸν ἔπρα-

ξαν, τῷ πραττομένῳ δὲ οὐ συνῄνεσαν, καθάπερ οἱ

πυρέττοντες τῷ ἑαυτῶν ἀῤῥωστήματι. Οἱ δὲ καὶ πρὸ

τῆς τελειώσεως ἦσαν ἐπαινετοί· οἱ μὲν ἐκ

φύσεως, οἱ δὲ κατὰ σπουδὴν προκαθαίροντες

ἑαυτοὺς τῷ βαπτίσματι· καὶ μετὰ τὴν τελειότητα

πεφήνασι κρείττους καὶ ἀσφαλέστεροι· τὸ μὲν, ἵνα

τύχωσι τοῦ ἀγαθοῦ, τὸ δὲ, ἵνα φυλάξωσιν. Ἐν τού-

τοις, βελτίους μὲν τῶν παντάπασι πονηρῶν, οἱ

τῆς κακίας τι ὑφιέμενοι· βελτίους δὲ τῶν μικρόν

τι ὑφιεμένων, οἱ σπουδαιότεροι καὶ προσαρώ-

σαντες ἑαυτοὺς τοῦ βαπτίσματος· ἔχουσι γάρ

τι πλέον, τὴν ἐργασίαν. Οὐ γὰρ, ὥσπερ τῶν

ἁμαρτημάτων ἐξάλειψιν ἔχει τὸ λουτρὸν, οὕτω καὶ

τῶν κατορθωμάτων ἀναίρεσιν. Τούτων δὲ αὐτῶν

389

βελτίους, οἱ καὶ γεωργοῦντες τὸ χάρισμα, καὶ ὅτι

μάλιστα εἰς κάλλος ἑαυτοὺς ἀποξέοντες.

ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ

παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν

ἀνοίας ἢ πονηρίας ἔχωσιν· οἷς μετὰ τῶν ἄλλων κα-

κῶν, οὐδὲ τὸ χάρισμα, οἶμαι, σφόδρα αἰδέσιμον,

ἀλλ' ὄντως χάρισμα· εἰ μὲν δοθείη, στεργόμενον· εἰ

δὲ μὴ δοθείη, περιφρονούμενον. Οἱ δὲ γινώ-

σκουσι μὲν, καὶ τιμῶσι τὴν δωρεάν· ἀναβάλλονται

δὲ, οἱ μὲν διὰ ῥᾳθυμίαν, οἱ δὲ δι' ἀπληστίαν. Οἱ

δὲ οὐδέ εἰσιν ἐν δυνάμει τοῦ δέξασθαι, ἢ διὰ νηπιό-

τητα τυχὸν, ἤ τινα τελέως ἀκούσιον περιπέτειαν,

ἐξ ἧς οὐδὲ βουλομένοις αὐτοῖς ὑπάρχει τυχεῖν τοῦ

χαρίσματος. Ὥσπερ οὖν ἐν ἐκείνοις πλείστην δια-

φορὰν εὕρομεν, οὕτω κἂν τούτοις. Χείρους μὲν

οἱ παντάπασι καταφρονηταὶ τῶν ἀπληστοτέρων

ἢ ῥᾳθυμοτέρων· χείρους δὲ οὗτοι, τῶν ἐξ ἀγνοίας

καὶ τυραννίδος ἀποπιπτόντων τῆς δωρεᾶς. Τυραννὶς

γὰρ οὐκ ἄλλο τι, ἢ ἀκούσιος διαμαρτία. Καὶ ἡγοῦ-

μαι, τοὺς μὲν καὶ δίκας ὑφέξειν, ὥσπερ καὶ τῆς

ἄλλης πονηρίας, οὕτω καὶ τῆς τοῦ λουτροῦ περιφρο-

νήσεως· τοὺς δὲ ὑφέξειν μὲν, ἧττον δὲ, ὅτι μὴ

κακίᾳ μᾶλλον ἢ ἀνοίᾳ τὴν ἀποτυχίαν εἰργάσαντο·

τοὺς δὲ, μήτε δοξασθήσεσθαι, μήτε κολασθήσεσθαι

παρὰ τοῦ δικαίου κριτοῦ, ὡς ἀσφραγίστους μὲν,

ἀπονήρους δὲ, ἀλλὰ παθόντας μᾶλλον τὴν ζημίαν, ἢ

δράσαντας. Οὐ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη

καὶ τιμῆς· ὥσπερ οὐδὲ ὅστις οὐ τιμῆς, ἤδη καὶ κο-

λάσεως. Σκοπῶ δὲ κἀκεῖνο· Εἰ κρίνεις φόνου

τὸν φονικὸν ἐκ μόνου τοῦ βούλεσθαι, καὶ δίχα τοῦ

φόνου, βεβαπτίσθω σοι καὶ ὁ θελήσας τὸ βά-

πτισμα, δίχα τοῦ βαπτίσματος· εἰ δὲ οὐκ ἐκεῖνο, πῶς

τοῦτο, συνιδεῖν οὐκ ἔχω. Εἰ βούλει δὲ οὕτως·

εἰ ἀρκεῖ σοι πρὸς δύναμιν τοῦ βαπτίσματος ὁ πό-

θος, καὶ διὰ τοῦτο δικάζῃ περὶ τῆς δόξης, ἀρ-

κείτω σοι καὶ πρὸς δόξαν, ἡ τῆς δόξης ἐπιθυμία. Καὶ

τίς σοι βλάβη, τὸ μὴ τυχεῖν ταύτης, τὴν ἔφεσιν

ἔχοντι;

392

ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φω-

νῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ

τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρ-

τόντα τῆς χάριτος. Καὶ δέξασθε τὸν φωτισμὸν ἕως

καιρὸς, ἵνα μὴ σκοτία ὑμᾶς καταδιώξῃ, καὶ κατα-

λάβῃ χωρίσασα τοῦ φωτίσματος· Ἔρχεται νὺξ, ὅτε

οὐδεὶς δύναται ἐργάσασθαι, μετὰ τὴν ἐνθένδε

ἀπαλλαγήν. Ἐκείνη Δαβὶδ ἡ φωνή· αὕτη τοῦ ἀλη-

θινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον

ἐρχόμενον εἰς τὸν κόσμον. Οἴεσθε δὲ καὶ τὸν

Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν τοῖς ἀργοτέροις ἢ

νωθεστέροις· Ἕως πότε, ὀκνηρὲ, κατάπεισαι,

λέγοντα; Πότε δὲ ἐξ ὕπνου ἀναστήσῃ; Τὸ καὶ τὸ

σκήπτῃ, καὶ προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις.

Μένω τὰ Φῶτα· τὸ Πάσχα μοι τιμιώτερον· τὴν Πεν-

τηκοστὴν ἐκδέξομαι· Χριστῷ συμφωτισθῆναι βέλτιον·

Χριστῷ συναναστῆναι κατὰ τὴν ἀναστάσιμον ἡμέ-

ραν· τοῦ Πνεύματος τιμῆσαι τὴν ἐπιφάνειαν. Εἶτα

τί; Ἥξει τὸ τέλος ἐξαίφνης ἐν ἡμέρᾳ, ᾗ οὐ προσδο-

κᾷς, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκεις· εἶτα παραγίνεταί

σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία τῆς χάριτος,

καὶ λιμώξεις ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθό-

τητος· δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρποῦσθαι, τῷ

ἀόκνῳ τὸν ἄμητον, καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν, ὥσπερ

τὸν διψητικώτατον ἔλαφον, σπουδῇ ταῖς πηγαῖς

προστρέχοντα, καὶ σβεννύντα τὸν τοῦ δρόμου κόπον

τῷ ὕδατι· ἀλλὰ μὴ τὸ τοῦ Ἰσμαὴλ παθεῖν, ἀνυδρίᾳ

ξηραίνεσθαι· ἢ τὸ τοῦ μύθου, ἐν μέσῃ πηγῇ

δίψῃ κολάζεσθαι. Δεινὸν παρελθεῖν πανήγυριν,

καὶ τηνικαῦτα τὴν πραγματείαν ἐπιζητεῖν.

Δεινὸν τὸ μάννα παραδραμεῖν, καὶ τηνικαῦτα τροφῆς

ἐφίεσθαι. Δεινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς

ζημίας αἰσθάνεσθαι, ὅτε οὐκ ἔστι λύσις

ζημίας, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὸν πικρὸν

συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων, καὶ τὴν τῶν

ἁμαρτωλῶν κόλασιν, καὶ τὴν τῶν κεκαθαρμένων

λαμπρότητα. Διὰ τοῦτο μὴ μέλλετε πρὸς τὴν χάριν·

ἀλλ' ἐπείγεσθε, μὴ λῃστὴς ὑμᾶς προλάβῃ, μὴ μοιχὸς

παραδράμῃ, μὴ ἄπληστος πλεονεκτήσῃ, μὴ φονεὺς

προαρπάσῃ τὸ ἀγαθὸν, μὴ τελώνης, μὴ πόρνος, μή

τις τῶν βιαστῶν τῆς βασιλείας καὶ ἁρπακτῶν. Βιά-

ζεται γὰρ ἑκοῦσα, καὶ τυραννεῖται δι' ἀγαθότητα.

393

ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς

δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος· ἴσον γάρ ἐστι

κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις

πρὸς τὸ βέλτιον. Ἐὰν ἐπὶ κῶμον κληθῇς, μὴ ταχύ-

νῃς· ἐὰν ἐπ' ἄρνησιν, ἀποπήδησον· ἐὰν εἴπῃ

σοι πονηρὸν ἐργαστήριον· Ἐλθὲ μεθ' ἡμῶν, κοι-

νώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα

δίκαιον ἀδίκως· μηδὲ τὰς ἀκοὰς ὑπόσχῃς. Δύο γὰρ

τὰ μέγιστα κερδανεῖς· ἐκείνῳ τε γνωριεῖς τὴν

ἁμαρτίαν, καὶ σαυτὸν ἐξαιρήσεις πονηρᾶς κοινωνίας.

Ἂν δέ σοι λέγῃ Δαβὶδ ὁ μέγας· Δεῦτε, ἀγαλ-

λιασώμεθα τῷ Κυρίῳ· ἐὰν δὲ προφήτης ἄλλος·

Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου· ἐὰν δὲ

αὐτὸς ὁ Σωτήρ· Δεῦτε πρός με, πάντες οἱ κο-

πιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω

ὑμᾶς· ἢ, Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν, λαμπροὶ

λαμπρῶς ὑπὲρ χιόνα λάμψαντες, ὑπὲρ γάλα τυρω-

θέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες· μὴ ἀντι-

τείνωμεν, μὴ βραδύνωμεν. Γενώμεθα Πέτρος καὶ

Ἰωάννης· ὡς ἐπὶ τὸν τάφον ἐκεῖνοι καὶ τὴν ἀνάστα-

σιν, οὕτως ἐπὶ τὸ λουτρὸν αὐτοὶ σπεύδωμεν,

συντρέχοντες, ἀντιτρέχοντες, ὅπως ἂν τὸ ἀγαθὸν

προλάβωμεν ἀγωνιζόμενοι. Καὶ μὴ εἴπῃς, Ἀπελ-

θὼν ἐπάνηκε, καὶ αὔριον βαπτισθήσομαι, δυ-

νατὸς ὢν σήμερον εὖ παθεῖν· παρέστω μοι μή-

τηρ, παρέστω μοι πατὴρ, ἀδελφοὶ, γυνὴ, τέκνα,

φίλοι, πᾶν ὅ τί μοι τίμιον, καὶ τηνικαῦτα σωθήσο-

μαι· νῦν δὲ οὔπω μοι καιρὸς λαμπρύνεσθαι.

Δέος γὰρ, μὴ κοινωνοὺς λάβῃς πένθους, οὓς εὐφρο-

σύνης κοινωνοὺς ἤλπισας. Ἐὰν μὲν παρῶσιν, ἀγα-

πητέον· ἐὰν δὲ ἀπῶσι, μὴ ἀναμείνῃς. Αἰσχρὸν

γὰρ εἰπεῖν· Ποῦ δέ μοι τὸ καρποφορούμε-

νον ἐπὶ τῷ βαπτίσματι; Ποῦ δὲ ἡ ἐμφώτειος

ἐσθὴς, ᾗ λαμπρυνθήσομαι; Ποῦ δὲ τὰ πρὸς δεξίωσιν

τῶν ἐμῶν βαπτιστῶν, ἵνα κἀν τούτοις εὐδοκιμήσω;

Πάνυ γὰρ, ὡς ὁρᾷς, ἐστὶ ταῦτα τῶν ἀναγκαίων, καὶ

παρὰ τοῦτο ἡ χάρις ἐλαττωθήσεται. Μὴ μικρο-

λογοῦ περὶ τὰ μεγάλα· μηδὲν ἀγεννὲς πάθῃς.

Μεῖζον τῶν ὁρωμένων ἐστὶ τὸ μυστήριον· σαυτὸν

καρποφόρησον· Χριστὸν ἔνδυσαι, θρέψον με πολιτείᾳ·

οὕτως ἐγὼ χαίρω φιλοφρονούμενος· οὕτω καὶ Θεὸς,

ὁ τὰ μέγιστα χαριζόμενος. Οὐδὲν τῷ Θεῷ μέγα, ὃ

μὴ καὶ πένης δίδωσιν, ἵνα μὴ κἀνταῦθα παρωθῶν-

ται οἱ…

σίοις…

396

The complete text is available when the reading interface loads.