In novam Dominicam
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- In novam Dominicam (orat. 44), MPG 36: 608–621.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg051.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
36
612
σθέντες, καὶ Θεῷ πλησιάσαντες. Ἐπεὶ δὲ τῷ φθό-
νῳ τοῦ πονηροῦ θάνατος εἰς τὸν κόσμον εἰσῆλ-
θε, καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦ-
το τῷ ἡμετέρῳ πάθει πάσχει Θεὸς, γενόμενος ἄν-
θρωπος, καὶ πτωχεύει τῷ σὰρξ παγῆναι, ἵν'
ἡμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσωμεν. Ἐντεῦθεν
θάνατος, καὶ ταφὴ, καὶ ἀνάστασις. Ἐντεῦθεν ἡ καινὴ
κτίσις, καὶ μεθέορτος ἑορτὴ, καὶ πάλιν ἐγὼ πανη-
γυριστὴς, ἐγκαινίζων τὴν ἐμαυτοῦ σωτηρίαν.
Εʹ. Τί οὖν, φησίν; Οὐχ ἡ πρώτη Κυριακὴ τὸ Ἐγ-
καίνιον ἦν, ἡ μετὰ τὴν ἱερὰν νύκτα καὶ δᾳδουχίαν;
Ἀλλὰ τῇ σήμερον τοῦτο δίδως, ὦ φιλέορτε
σὺ, καὶ πολλὰς ἐπινοῶν φαιδρότητας; Ἐκείνη τὸ
σωτήριον ἦν, αὕτη δὲ τὸ τῆς σωτηρίας γενέ-
θλιον· κἀκείνη μέν ἐστι μεθόριον τῆς ταφῆς καὶ
τῆς ἀναστάσεως, αὕτη δὲ καθαρῶς τῆς δευτέρας γε-
νέσεως· ἵν', ὥσπερ ἡ πρώτη κτίσις τὴν ἀρχὴν
ἀπὸ Κυριακῆς λαμβάνει (δῆλον δέ· ἀπὸ γὰρ ταύτης
ἑβδόμη τὸ Σάββατον γίνεται, κατάπαυσις οὖσα τῶν
ἔργων), οὕτω καὶ ἡ δευτέρα πάλιν ἐκ τῆς αὐτῆς ἄρ-
χηται, πρώτη οὖσα τῶν μετ' αὐτὴν, καὶ ὀγδοὰς ἀπὸ
τῶν πρὸ αὐτῆς, ὑψηλῆς ὑψηλοτέρα, καὶ θαυμασίας
θαυμασιωτέρα. Πρὸς γὰρ τὴν ἄνω φέρει κατάστασιν
ἣν καὶ ὁ θεῖος Σολομὼν αἰνίττεσθαί μοι δοκεῖ, διδόναι
μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, νομοθετῶν·
613
καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι· ἐκ τῆς ἐντεῦθεν εὐ-
πραγίας καὶ τῆς ἐκεῖθεν ἀποκαταστάσεως. Ἀλλὰ καὶ
ὁ μέγας Δαβὶδ τῇ αὐτῇ προσᾴδειν ἔοικε τοὺς περὶ
τῆς ὀγδόης ψαλμοὺς, ὥσπερ καὶ τῇ τῶν Ἐγκαι-
νίων ἡμέρᾳ ταύτῃ ψαλμὸν ἕτερον, οἴκου τινὰ
ἐγκαινισμὸν ὀνομάζων· ὅστις ἐσμὲν ἡμεῖς, οἱ Θεοῦ
ναὸς εἶναί τε καὶ ἀκούειν ἠξιωμένοι καὶ γίνε-
σθαι.
#2ʹ. Ἔχετε τῶν Ἐγκαινίων τὸν λόγον. Ἀλλ' ἐγκαι-
νίζεσθε, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποῤῥίψαντες, ἐν
καινότητι ζωῆς πολιτεύεσθε, πᾶσι χαλινὸν ἐπιθέντες,
ἐξ ὧν ὁ θάνατος, πάντα τὰ μέλη παιδαγωγήσαντες,
πᾶσαν τὴν πονηρὰν τοῦ ξύλου βρῶσιν μισήσαντες, ἢ
ἐμέσαντες, καὶ διὰ τοῦτο μόνον μεμνημένοι τῶν
παλαιῶν, ἵνα φύγωμεν. Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ
καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· φεύγω-
μεν τὰς εὐχροίας, εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν. Μή σε
νικησάτω κάλλους ἐπιθυμία, μηδὲ συναρπασθῇς σοῖς
βλεφάροις, εἰ δυνατὸν, μέχρι καὶ παροράματος,
τὴν Εὖαν ἐνθυμηθεὶς, τὸ γλυκὺ δέλεαρ, τὸ τιμώμενον
φάρμακον. Πῶς γὰρ σώσει ῥᾳδίως ἡ ἀλλοτρία, ὃν ἀπ-
ώλεσεν ἡ ἰδία; Μὴ γλυκανθήτω σοι φάρυγξ, οὗ
κατασύρεται πᾶν τὸ διδόμενον· καὶ πρὶν ληφθῆναι,
τιμώμενον, μετὰ τὸ λαβεῖν ἀτιμάζεται. Ἡ ὄσφρησις
ἐθήλυνέ σε; Φεῦγε τὰς εὐωδίας. Τῇ ἁφῇ κατεμαλακί-
σθης; Ἀπόταξαι ταῖς λειότησι, καὶ ταῖς ἁπαλότησιν.
Ἡ ἀκοὴ παρέπεισε; Θὲς θύραν τοῖς ἀπατηλοῖς λό-
γοις καὶ περιέργοις. Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, ἵν'
ἑλκύσῃς Πνεῦμα, μὴ σπάσῃς θάνατον. Ὅταν τί σε δε-
λεάζῃ τῶν ἀπειρημένων, μνήσθητι ὅστις ἦς, καὶ ὅθεν
ἀπόλωλας. Ἐὰν μικρόν τι τοῦ λόγου παρεκτραπῇς,
πρὸς ἑαυτὸν ἐπανάγου, πρὶν παντελῶς ἔξω πεσεῖν,
καὶ κατενεχθῆναι πρὸς θάνατον, καὶ γενοῦ καινὸς
ἀντὶ παλαιοῦ, καὶ ψυχῆς ἑόρταζε τὰ Ἐγκαίνια.
Ζʹ. Ὁ θυμὸς ἔστω σοι κατὰ μόνου τοῦ ὄφεως, δι'
ὃν ἐξέπεσες. Τὸ ἐπιθυμητικὸν τετάσθω σοι πᾶν
πρὸς Θεὸν, μὴ πρὸς ἄλλο τι τῶν ἐπιβούλων καὶ σφα-
λερῶν. Ὁ λογισμὸς πᾶσιν ἐπιστατείτω, καὶ μὴ καθ-
ελκέσθω τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος. Μὴ μισήσῃς σου
τὸν ἀδελφὸν, καὶ ταῦτα δωρεὰν, ὑπὲρ οὗ Χριστὸς ἀπέθα-
νε, καὶ σὸς ἀδελφὸς ἐγένετο, Θεὸς ὢν καὶ Δεσπότης.
Μὴ φθονήσῃς τῷ κατορθοῦντι, ὁ φθονηθεὶς, καὶ φθονεῖ-
σθαι πεισθεὶς, καὶ διὰ τοῦτο κατενεχθείς. Μὴ ἀτιμάσῃς
δάκρυον, ὁ πολλῶν ἄξια δακρύων πεπονθὼς, εἶτα ἠλεη-
616
μένος. Μὴ ἀπώσῃ πένητα, ὁ πλουτήσας θεότητα· εἰ δ'
οὖν, ἀλλὰ μὴ πλουτήσῃς κατὰ τοῦ πένητος. Καὶ τοῦτο
γὰρ πολὺ παρὰ τῶν ἀκορέστων. Μὴ ἀτιμάσῃς
ξένον, ὑπὲρ οὗ Χριστὸς ἐξενίτευσεν, οὗ πάντες ἡμεῖς
ξένοι καὶ πάροικοι, μὴ ἀποξενωθῇς τοῦ παραδείσου
καθὼς τὸ πρότερον. Μετάδος τῷ δεομένῳ στέγης,
σκέπης, τροφῆς, ὁ τούτοις ἐντρυφῶν, καὶ ὑπὲρ τὴν
χρείαν. Μὴ ἀγαπήσῃς τὸν πλοῦτον, εἰ μὴ βοη-
θῇ πένησιν. Ἄφες, ὁ ἀφεθείς· ἐλέησον, ὁ ἠλεη-
μένος· κτῆσαι τῷ φιλανθρώπῳ τὸ φιλάνθρωπον,
ἕως καιρός· πᾶς ὁ βίος ἐγκαινιζέσθω σοι, πᾶσα πο-
λιτείας ὁδός.
Ηʹ. Αἱ ὑπὸ ζυγὸν, δότε τι καὶ Θεῷ· προσείλη-
φθε γάρ. Αἱ παρθένοι, τὸ πᾶν Θεῷ· λέλυσθε γάρ. Μὴ
γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, φυγοῦσαι τὴν ἐλευθε-
ρίαν, ἐκ τοῦ συνοικεῖν, οὐκ ἀνδράσι μὲν, ἀνδράσι δ'
ὅμως. Οὐ δέχομαι κάμνειν ἀεὶ τοῖς τῆς ἡδονῆς ὑπο-
μνήμασι· μισῶ καὶ τὴν δι' ἀέρος συνήθειαν. Οἱ δυ-
νάσται, φοβεῖσθε τὸν δυνατώτερον· οἱ τῶν ὑψηλῶν
θρόνων, τὸν ὑψηλότερον. Μὴ θαυμάσῃς μηδὲν, ὃ μὴ
παραμένει· μὴ παρίδῃς, ὃ μένει· μηδὲ περισφί-
γξῃς μηδὲν, ὃ διαῤῥεῖ κρατούμενον· μὴ ζηλώσῃς τι
τῶν οὐ φθονουμένων, ἀλλὰ μισουμένων· μὴ
ἐπαρθῇς μέγα, ἵνα μὴ μεῖζον κατενεχθῇς· μὴ φρό-
νει τῶν κακῶν φαίνεσθαι κρείττων· λυποῦ δὲ,
τῶν ἀγαθῶν ἡττώμενος· μὴ γελάσῃς πτῶμα τοῦ πέ-
λας· διάβαινε δὲ ἀσφαλῶς, ὅση σοι δύναμις,
ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Μήτε ἀθυμῶν,
ἀπελπίσῃς εὐημερίαν· μήτε πράττων καλῶς, ἀθυ-
μίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία
ῥοπὴ καιροῦ, πολλὰς πραγμάτων μεταβολάς. Ἐπι-
κοπτέτω σοι, μέριμνα μὲν ἡδονὴν, λύπην δὲ ἡ κρείτ-
των ἐλπίς. Οὕτως ἐγκαινίζεται ἄνθρωπος, οὕτως
τιμᾶται ἡ τῶν Ἐγκαινίων ἡμέρα, τοιαύτῃ τρυφῇ,
τοιούτοις ἐδέσμασιν. Οὐκ ὀφθήσῃ, φησὶ, κενὸς
ἐναντίον μου· ἀλλ' εἴ τι καλὸν, μετὰ σεαυτοῦ φέ-
ρων. Νῦν δὲ ὄφθητι καινὸς, τρόπον ἕτερος,
ὅλως ἠλλοιωμένος. Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ
γέγονε τὰ πάντα καινά. Τοῦτο τῇ ἑορτῇ καρποφό-
ρησον, τὴν καλὴν ἀλλοίωσιν ἀλλοιώθητι· καὶ μηδὲ
οὕτω μέγα φρονήσῃς, ἀλλὰ φθέγξαι τὸ τοῦ Δαβίδ.
Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου,
παρ' οὗ πᾶν ἀνθρώποις τὸ κατορθούμενον. Οὐ βού-
λεταί σε ὁ λόγος ποτὲ ἐν ταυτῷ μένειν, ἀλλὰ
ἀεικίνητον εἶναι, εὐκίνητον, πάντως νεόκτιστον· ἂν
617
ἀμαρτάνῃς, ἐπιστρέφοντα· εἰ κατορθοῖς, ἐπιτεί-
νοντα.
Θʹ Χθὲς πίστιν εἶχες τὴν τῶν καιρῶν, σήμερον
τὴν τοῦ Θεοῦ γνώρισον· μέχρι τίνος ἐπ' ἀμφο-
τέραις χωλανεῖς ταῖς ἰγνύαις; μέχρι τίνος οἰκονο-
μήσεις; Καὶ οἰκοδομῆσαί ποτε προθυμήθητι· χθὲς
τὸ δοκεῖν τις ἐτίμας, σήμερον τὸ εἶναι προτίμησον·
Μέχρι ποῦ τὰ ἐνύπνια; καὶ ἡ ἀλήθειά ποτε σπου-
δασθήτω σοι. Χθὲς ἦσθα θεατρικὸς, σήμερον
φάνηθι θεωρητικός· χθὲς λοίδορος, ἰταμὸς, σή-
μερον εὔφημος, ἥμερος· χθὲς κωμαστὴς, σή-
μερον σωφρονιστής. Σήμερον οἰνοπότης, αὔριον
ὑδροπότης. Σήμερον κατασπαταλῶν ἐπὶ κλινῶν ἐλε-
φαντίνων, καὶ τὰ πρῶτα μύρα χριόμενος, αὔριον
χαμεύνης καὶ ἄγρυπνος· ἀντὶ γελοιαστοῦ, σύννους·
ἀντὶ καλλωπιστοῦ, δυσείμων· ἀντὶ γαύρου καὶ ἀλα-
ζόνος, εὐτελὴς τὸ φαινόμενον· ἀντὶ χρυσορόφου,
στενόχωρος· κάτω νεύων, ἀντὶ ὑψαύχενος. Ἐὰν
οὕτω διανοῇ, καὶ οὕτω ποιῇς, ἔσται σοι ὁ οὐρανὸς
καινὸς, καὶ ἡ γῆ καινὴ, τά τε ἄλλα καὶ τὸν τούτων
Ιʹ. Ἀλλ' ἀπίωμεν ἤδη, καὶ τῷ καιρῷ τὰ εἰκότα συν-
εορτάσοντες. Πάντα γὰρ εἰς καλὸν τῇ πανηγύρει συν-
τρέχει καὶ συναγάλλεται· ἴδε γὰρ οἷα τὰ ὁρώμενα. Ἡ
βασίλισσα τῶν ὡρῶν τῇ βασιλίδι τῶν ἡμερῶν πομ-
πεύει, καὶ δωροφορεῖ παρ' ἑαυτῆς πᾶν ὅ τι κάλλι-
στον καὶ τερπνότατον. Νῦν οὐρανὸς διαυγέστερος·
νῦν ἥλιος ὑψηλότερος καὶ χρυσοειδέστερος· νῦν σε-
λήνης κύκλος φανότερος, καὶ ἀστέρων χορὸς
καθαρώτερος. Νῦν αἰγιαλοῖς μὲν κύματα σπένδεται,
ἡλίῳ δὲ νέφος, ἀέρι δὲ ἄνεμοι, γῆ δὲ φυτοῖς, φυτὰ
δὲ ὄψεσι. Νῦν πηγαὶ διαυγέστερον νάουσι· νῦν δὲ
ποταμοὶ δαψιλέστερον, τῶν χειμερίων δεσμῶν
λυθέντες. Καὶ λειμὼν εὐωδεῖ, καὶ φυτὸν βρύει, καὶ
κείρεται πόα, καὶ ἄρνες ἐπισκιρτῶσι χλοεραῖς ταῖς
ἀρούραις. Ἄρτι μὲν ναῦς ἐκ λιμένων ἀνάγεται σὺν
κελεύσμασι, καὶ τούτοις ὡς τὰ πολλὰ φιλοθέοις, καὶ
τῷ ἰστίῳ πτεροῦται· καὶ περισκιρτᾷ δελφὶς, ἀνα-
φυσῶν ὡς ἥδιστον καὶ ἀναπεμπόμενος, καὶ παρα-
πέμπει πλωτῆρας σὺν εὐθυμίᾳ. Ἄρτι δὲ γεωρ-
γὸς ἄροτρον πήγνυται, ἄνω βλέπων, καὶ τὸν καρ-
ποδότην ἐπικαλούμενος, καὶ ὑπὸ ζυγὸν ἄγει βοῦν
ἀρότην, καὶ τέμνει γλυκεῖαν αὔλακα, καὶ
ταῖς ἐλπίσιν εὐφραίνεται. Ἄρτι δὲ ποιμὴν καὶ βου-
620
κόλος ἀρμόζονται σύριγγας, καὶ νόμιον ἐμπνέουσι
μέλος, καὶ φυτοῖς καὶ πέτραις ἐνεαρίζουσιν. Ἄρτι δὲ
φυτὸν φυτουργὸς θεραπεύει, καὶ ἰξευτὴς καλάμους
οἰκοδομεῖ, καὶ ὑποβλέπει πτόρθους, καὶ περιεργά-
ζεται πτερὸν ὄρνιθος. Καὶ ἀλιεὺς βυθοὺς διορᾷ, καὶ
δίκτυον ἀνακαθαίρει, καὶ πέτρας ὑπερκαθέζεται.
ΙΑʹ. Ἄρτι μὲν ἡ φιλεργὸς μέλισσα, τὸ πτερὸν
ἐκλύσασα, καὶ τῶν σίμβλων ἀπαναστᾶσα, τὴν
ἑαυτῆς σοφίαν ἐπιδείκνυται, καὶ λειμῶνας ἐφίπτα-
ται, καὶ συλᾷ τὰ ἄνθη· καὶ ἡ μὲν φονεῖ τὰ κηρία,
τὰς ἐξαγώνους καὶ ἀντιθέτους σύριγγας ἐξυφαίνου-
σα, καὶ τὰς εὐθείας ταῖς γωνίαις ἐπαλλάττουσα,
ἔργον ὁμοῦ κάλλους καὶ ἀσφαλείας· ἡ δὲ τὸ μέλι
ταῖς ἀποθήκαις ἐναποτίθεται, καὶ γεωργεῖ τῷ ξενί-
ζοντι καρπὸν γλυκὺν καὶ ἀνήροτον. Ὡς ὄφελόν
γε καὶ ἡμεῖς, ὁ Χριστοῦ μελισσὼν, καὶ τοιοῦτο
λαβόντες σοφίας καὶ φιλοπονίας ὑπόδειγμα! Ἄρτι δὲ
καλιὰν ὄρνις πήγνυται, καὶ ὁ μὲν ἐπανέρχεται, ὁ δὲ
εἰσοικίζεται, ὁ δὲ περιίπταται, καὶ καταφωνεῖ τὸ
ἄλσος, καὶ περιλαλεῖ τὸν ἄνθρωπον. Πάντα Θεὸν
ὑμνεῖ καὶ δοξάζει φωναῖς ἀλαλήτοις· ἐπὶ πᾶσι
γὰρ εὐχαριστεῖται δι' ἐμοῦ Θεός· καὶ οὕτως ὁ ἀκεί-
νων ὕμνος, ἡμέτερος γίνεται, παρ' ὧν ἐγὼ τὸ ὑμ-
νεῖν λαμβάνω. Νῦν μὲν γελᾷ πᾶν ζώων γένος, καὶ
πᾶσαν αἴσθησιν ἐστιώμεθα. Νῦν δὲ ὑψαύχην ἵππος
καὶ ἀγέρωχος, τοῖς οἴκοις δυσχεραίνων, καὶ τὰ δεσμὰ
τυραννήσας, κροαίνει κατὰ πεδίον, καὶ ποταμοῖς
ὡραΐζεται.
ΙΒʹ Τί τἄλλα; Νῦν μάρτυρες αἰθριάζουσι, καὶ
πομπεύουσι, καὶ λαμπροῖς τοῖς βήμασι συγκα-
λοῦσι λαὸν φιλόχριστον. καὶ τοὺς ἄθλους δημοσιεύου-
σι. Τούτων εἷς ἐστι καὶ ὁ ἐμὸς στεφανίτης (ἐμὸς
γὰρ, εἰ καὶ μὴ παρ' ἐμοὶ, πιπτέτω φθόνος,
εἰδόσι λέγω), Μάμας ὁ περιβόητος, καὶ ποιμὴν, καὶ
μάρτυς· ὁ πρότερον μὲν τὰς ἐλάφους ἀμέλγων κατ-
επειγομένας ἀλλήλων, ἵνα ξένῳ γάλακτι τραφῇ
δίκαιος· νῦν δὲ ποιμαίνων λαὸν μητροπόλεως,
καὶ τὸ ἔαρ ἐγκαινίζων σήμερον ταῖς πολλαῖς χιλιάσι
τῶν πανταχόθεν ἐπειγομένων, διάφορόν τε ἀρε-
τῆς κάλλεσι, καὶ ποιμέσιν ἄξιον, καὶ λόγοις
ἐπινικίοις. Ἔτι δὲ συντομώτερον εἰπεῖν, νῦν ἔαρ
621
κοσμικὸν, ἔαρ πνευματικὸν, ἔαρ ψυχαῖς, ἔαρ σώμα-
σιν, ἕαρ ὁρώμενον, ἔαρ ἀόρατον· οὗ κἀκεῖθεν μετα-
λάβοιμεν ἐνταῦθα καλῶς ἀμειφθέντες, καὶ καινοὶ
πρὸς τὸν καινὸν βίον παραπεμφθείημεν, ἐν Χρι-
στῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πᾶσα δόξα,
τιμὴ, καὶ κράτος σὺν ἁγίῳ Πνεύματι, εἰς δόξαν Θεοῦ
Πατρός. Ἀμήν.
{ΛΟΓΟΣ ΜΕʹ.}{Εἰς τὸ ἅγιον Πάσχα.} Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁθαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ' αὐτοῦ σήμε-ρον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξου-σίας καὶ θεωρίας, καὶ ἀποσκοπεύσω καὶ γνώσομαι,τί ὀφθήσεται, καὶ τί λαληθήσεταί μοι. Καὶ ἔστην,καὶ ἀπεσκόπευσα· καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶννεφελῶν, καὶ οὗτος ὑψηλὸς σφόδρα· καὶ ἡ ὅρασιςαὐτοῦ, ὡς ὅρασις ἀγγέλου· καὶ ἡ στολὴ αὐτοῦ, ὡςφέγγος ἀστραπῆς διερχομένης· καὶ ἐπῆρε τὴνχεῖρα αὐτοῦ κατ' ἀνατολὰς, καὶ ἐβόησε φωνῇ μεγάλῃ.Φωνὴ αὐτοῦ, ὡς φωνὴ σάλπιγγος· καὶ κύκλῳ αὐτοῦ,ὡς πλῆθος οὐρανίου στρατιᾶς, καὶ εἶπε· Σήμερονσωτηρία τῷ κόσμῳ, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρα-τος. Χριστὸς ἐκ νεκρῶν, συνεγείρεσθε· Χριστὸς εἰςἑαυτὸν, ἐπανέρχεσθε· Χριστὸς ἐκ τάφων, ἐλευ-θερώθητε τῶν δεσμῶν τῆς ἁμαρτίας. Πύλαι ᾅδουἀνοίγονται, καὶ θάνατος καταλύεται, καὶ ὁ παλαιὸςἈδὰμ ἀποτίθεται, καὶ ὁ νέος συμπληροῦται·εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε. Ταῦταὁ μὲν ἔλεγεν· οἱ δὲ ἀνύμνουν, ὅπερ καὶ πρότερον,ἡνίκα ἡμῖν ἐπεφάνη Χριστὸς διὰ τῆς κάτω γεννή-σεως, τὸ, δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ-ρήνη, ἐν ἀνθρώποις εὐδοκία. Μεθ' ὧν καὶ αὐτὸςἐν ὑμῖν ταῦτα φθέγγομαι· εἴη δὲ καὶ φωνὴν λαβεῖντῆς ἀγγελικῆς ἀξίαν, καὶ πάντα περιηχοῦσαν τὰπέρατα. Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα,τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶπανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πά-σας, οὐ τὰς ἀνθρωπικὰς μόνον καὶ χαμαὶ ἐρχομέ-νας, ἀλλ' ἤδη καὶ τὰς αὐτοῦ Χριστοῦ καὶ ἐπ' αὐτῷτελουμένας, ὅσον ἀστέρας ἥλιος. Καλὴ μὲν καὶἡ χθὲς ἡμῖν λαμπροφορία καὶ φωταγωγία, ἣνἰδίᾳ τε καὶ δημοσίᾳ συνεστησάμεθα, πᾶν γένος ἀν-θρώπων μικροῦ καὶ ἀξία πᾶσα, δαψιλεῖ τῷ πυρὶ τὴννύκτα καταφωτίζοντες, καὶ τοῦ μεγάλου φωτὸςἀντίτυπος, ὅσον τε οὐρανὸς ἄνωθεν φρυκτωρεῖ, κό-σμον ὅλον αὐγάζων τοῖς παρ' ἑαυτοῦ κάλλεσι,καὶ ὅσον ὑπερουράνιον, ἔν τε ἀγγέλοις τῇ πρώτῃφωτεινῇ φύσει μετὰ τὴν πρώτην, τῷ ἐκεῖθεν πηγά-ζεσθαι, καὶ ὅσον ἐν τῇ Τριάδι, παρ' ἧς φῶςἅπαν συνέστηκεν, ἐξ ἀμερίστου φωτὸς μεριζόμενονκαὶ τιμώμενον. Καλλίων δὲ ἡ σήμερον, καὶ πε-ριφανεστέρα. Ὅσῳ χθὲς μὲν πρόδρομον ἦν τοῦ με-γάλου φωτὸς ἀνισταμένου τὸ φῶς, καὶ οἷον εὐφροσύνητις προεόρτιος. Σήμερον δὲ τὴν ἀνάστασιν αὐτὴνἑορτάζομεν, οὐκ ἔτι ἐλπιζομένην, ἀλλ' ἤδη γεγενη-μένην, καὶ κόσμον ὅλον ἑαυτῇ συνάγουσαν. Ἄλ-λος μὲν οὖν ἄλλο τι τῷ καιρῷ καρποφορείτω, καὶ δω-ροφορείτω δῶρον ἑόρτιον, ἢ μικρὸν, ἢ μεῖζον,τῶν πνευματικῶν τε καὶ Θεῷ φίλων, ὅπως ἂν ἕκα-στος ἔχῃ δυνάμεως. Τῆς γὰρ ἀξίας, μόλις ἂν καὶἄγγελοι τύχοιεν, οἱ πρῶτοι, καὶ νοεροὶ, καὶ καθαροὶ,καὶ τῆς ἄνω δόξης ἐπόπται καὶ μάρτυρες· εἴπερκαὶ τούτοις τὸ πᾶν ἐφικτὸν τῆς ὑμνήσεως.Ἡμεῖς δὲ λόγον εἰσοίσομεν, ὧν ἔχομεν τὸ κάλλιστόντε καὶ τιμιώτατον, ἄλλως τε καὶ Λόγον ὑμνοῦντες,ἐπ' εὐεργεσίᾳ τῆς λογικῆς φύσεως. Ἄρξομαι δὲ ἐν-τεῦθεν. Οὐδὲ γὰρ ἀνέχομαι, τοὺς περὶ τοῦ μεγάλουθύματος καὶ τῆς μεγίστης ἡμερῶν θύων λόγους, μὴπρὸς Θεὸν ἀναδραμεῖν, κἀκεῖθεν ποιήσασθαι τὴνἀρχήν. Καί μοι καθήρασθε καὶ νοῦν, καὶ ἀκοὴν, καὶδιάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα (ἐπειδὴ περὶ Θεοῦκαὶ θεῖος ὁ λόγος), ἵν' ἀπέλθητε τρυφήσαντες ὄντωςτὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς πληρέστατός τεἅμα καὶ συντομώτατος, ὡς μήτε τῷ ἐνδεεῖ λυπεῖν,μήτε ἀηδὴς εἶναι διὰ τὸν κόρον. Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται· μᾶλ-λον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται,τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆςφύσεως· ὁ δὲ ὢν ἀεὶ, καὶ τοῦτο αὐτὸς ἑαυτὸν ὀνο-μάζει, τῷ Μωϋσεῖ χρηματίζων ἐπὶ τοῦ ὄρους. Ὅλονγὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι, μήτε ἀρξά-μενον, μήτε παυσόμενον, οἷόν τι πέλαγος οὐσίαςἄπειρον καὶ ἀόριστον, πᾶσαν ὑπερεκπίπτον ἔννοιαν,