The Greek Library Author

Anonymous

Significatio in Ezechielem

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Significatio in Ezechielem [Sp.], MPG 36: 665–669.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg053.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

36

665

Θεοῦ. Σάπφειρος, τὰ ἀπόῤῥητα· κρύσταλλος, τὸ

καθαρὸν καὶ ἄδολον. Ὀρθοὶ οἱ πόδες, διὰ τὸ βάσι-

μον καὶ μόνιμον. Πῦρ ἐν μέσῳ συστρεφόμενον, οὐχὶ

χαῦνον καὶ διαῤῥέον. Φέγγος δὲ, διὰ τὸ τέλος τῆς

ἀναπαύσεως. Τὸ ἴχνος δὲ τῶν ποδῶν, ὡς μὲν ὁ Σύμ-

μαχος, μόσχου, διὰ τὸ γεωπόνον· ὡς δὲ Ἀκύλας,

στρογγύλον, διὰ τὸ κάλλιστον τῶν σχημάτων. Τὸ

εἶδος δὲ τῶν τροχῶν, ὡς μὲν ὁ Σύμμαχος, ὑακίν-

668

θινον. Ἀνέκαμπτον δὲ, ὡς εἶδος τοῦ βεζὲκ, ὡσεὶ

δυσοδοῦντα, τὸ ὅλον τοῦ φωτὸς μὴ ἔχοντα, ἀλλ'

ὡς εἶδος τοῦ βεζὲκ, ὅ ἐστι τῆς ἀστραπῆς. Ἐὰν μὲν

ἀπαρτίσῃ τὸ ὁμοίωμα τοῦ ἀνθρώπου, κυριεύει τῶν

ἄλλων ἀνθρώπων· εἰ δὲ μὴ, τὸ ἐναντίον συμβαί-

νει. Ἔχει τι ὁ λέων, τὸ γαῦρον, τὸ εὔτονον, ἵνα

καλῶς αὐτῷ χρησώμεθα. Τὸν δὲ μόσχον, ἵνα δεόντως

ἐπιθυμῶμεν. Ἡσαΐας λέγει· Ἁγιάσεις αὐτὸν ἐν

πυρὶ καιομένῳ. Ἀπὸ ὀσφύος, καὶ ἄνω, ἤλεκτρον·

τὰ γὰρ ἄνω οὐ δεῖται κολάσεως. Ἀπὸ ὀσφύος, καὶ

κάτω, πῦρ, τὰ γενέσεως πράγματα· ταῦτα δὲ κο-

λάσεως δεῖται. Τὸ Πνεῦμα πρῶτον ἐξαίρει καθαῖρον·

εἶτα τοὺς μὴ καθαρθέντας ἐκ τούτου τὸ πῦρ καθαί-

ρει. Τὸ δὲ φέγγος, χρηστὸν τέλος. Τοιαῦται γὰρ

αἱ κολάσεις. Εἷς ὅρος δημιουργοῦ, τὸ τὴν ὑπο-

κειμένην ὕλην, ὡς βούλεται, καὶ ὡς ἐνδέχεται τῇ

τέχνῃ ποιεῖν· ὥσπερ ὁ Θεὸς ἀγαθὸς καὶ σοφὸς, ἀλλ'

οὐχ ὡς ἡμεῖς, οὕτως καὶ δημιουργός· ἐπειδὴ ἁπλοῦς

καὶ ἀσύνθετος· ἡμεῖς γὰρ σύνθετοι ὑπάρχοντες, οὐχ

οὕτως ἐσμέν. Ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων

αὐτῆς, τοὺς σοφοὺς τὰ τέκνα λέγων. Καὶ πάλιν αὐ-

τὸς αὐτοῖς ὁ Σωτήρ φησιν ἐν τῷ· Σοφώτεροί εἰσιν

οἱ υἱοὶ τοῦ αἰῶνος τούτου, ὑπὲρ τοὺς υἱοὺς τοῦ

φωτὸς, ἐν τῇ γενεᾷ αὐτῶν· υἱοὺς φωτὸς λέγων

τοὺς πεφωτισμένους τῇ γνώσει. Καὶ, Ἦμεν φύσει

τέκνα ὀργῆς, οὐ τὸ κατὰ φύσιν λέγων, ἀλλ' ὅτι ἐν

ἀληθείᾳ ὑπεύθυνοι ὀργῆς τυγχάνουσιν οἱ ἁμαρτάνον-

τες. Καὶ περὶ τοῦ Ἰούδα γέγραπται, ὅτι Υἱὸς ἀπ-

ωλείας· ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπε, τῷ τὰ τῆς

ἀπωλείας πεπραχέναι. Ἡσαΐας ἔτεσι τρισὶ γυμνὸς

καὶ ἀνυποδέστατος διήγαγε. Τὸν Μωσέα φασὶ μετὰ

τὸ ἀκοῦσαι τῶν χρησμῶν τοῦ Θεοῦ, μηκέτι ἅψασθαι

τῆς γυναικὸς, μηδὲ τεκνοποιῆσαι. Βδέλυγμα τῆς

ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, φασὶν, ὅτι ὁ ναὸς

ὁ ἐν Ἱεροσολύμοις οἰκοδομηθήσεται ὕστερον, ὡς τοῦ

Ἀντιχρίστου πιστευθησομένου ὑπὸ Ἰουδαίων Χριστοῦ

εἶναι, καὶ καθεσθησομένου, καὶ δόξοντος ὅλης τῆς

οἰκουμένης εἶναι βασιλέως. Ἥξει δὲ ἐπ' ἐρημίᾳ τοῦ

κόσμου· βδέλυγμα γάρ ἐστι τῆς ἐρημώσεως. Λέγον-

669

ται οἱ τρεῖς παῖδες, οἱ ἐν Βαβυλῶνι, καὶ κατὰ τὴν

κάμινον, παῖδες εἶναι τοῦ Ἐζεκίου, καὶ Ἱεζεκιὴλ

δοῦλος γεγενῆσθαι πρότερον Ἱερεμίου.

{Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐκ τοῦ πρὸς ἀστρονόμους λόγου.} Ὥσπερ οἱ ἰχθύες οἱ ἐν τοῖς ὕδασι ζῶντες διὰ τῶνἐν μήτρᾳ συνεπικλυζομένων χυμῶν καὶ ὑδάτων εἰςζωογονίαν ψυχαγωγοῦνται, μετὰ μέντοι τὸν τόκονοὐ κατ' ἐκπνοὴν, ἀλλὰ κατ' εἰσπνοὴν καὶ ἀναπνοὴντῆς ζωῆς τοῦ ἀέρος πᾶν ἔμψυχον ἀπολαύει ζῶον·καὶ δεσμὸς μὲν τῆς ψυχῆς ἐστι τὸ σῶμα, δεσμὸς δὲτοῦ σώματός ἐστι τὸ αἷμα, μᾶλλον δὲ ἡ τοῦ αἵματοςἐνυπόστατος θέρμη, ἧς ἀποψυχωμένης, ὁ τῆς ψυχῆςχωρισμὸς ἐκ τοῦ σώματος γίνεται, ἀποπηγνυμένουτοῦ αἵματος. Ὅθεν τὰ αὐθωρὰ καὶ αὐθήμερα τῶνἀνθρώπων νεκρὰ σώματα ἀνατεμνόμενα, χολὴν μὲνἴσως ἔτι ἔχουσιν ἔνδον, ὡσαύτως καὶ φλέγμα καὶχυμὸν, αἷμα δὲ οὐδαμῶς· κατ' ἔλλειψιν γὰρ, ὡςἤδη εἶπον, τοῦ θερμοῦ στοιχείου ὁ τῆς ψυχῆς χω-ρισμὸς ἐκ τοῦ σώματος γίνεται. Καὶ τούτου χάριντὰ πλεῖστα τῶν βρεφῶν νυκτὶ καὶ τίκτονται, ἀποψυ-χωμένης τῆς μήτρας καὶ ἐξωδούσης διὰ τῆς νυκτε-ρινῆς ψύξεως τὸ βρέφος· τὸν αὐτὸν δὴ τρόπον καὶτὰ πλεῖστα τῶν σωμάτων νυκτὶ τελευτῶσιν, ὡς ἀν-τιδιωκομένης τῆς θέρμης τοῦ αἵματος καὶ δη...ούσης ὑπὸ ψύχους τῆς νυκτός. Καὶ οὗτος μὲν ὁ λό-γος τοῦ χωρισμοῦ τῶν ψυχῶν. Ἀναγκαῖον δέ σε καὶτὸν ἴδιον τῶν στοιχείων τοῦ σώματος χωρισμὸν ἐπί-στασθαι, ἵνα καὶ τὸν τῆς ἀναστάσεως ἐν βεβαίῳ κατ-έχῃς λόγον. Ἀποχωριζομένης γὰρ τῆς ψυχῆς ἐκτοῦ σώματος, τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν συνῆλθον ...μων ἐν αὐτοῖς καὶ ἀποφέρονται, ἐν μὲν τῷ πυρὶτὸ θερμὸν τοῦ αἵματος ὡς εἰς ἰδίαν παρακαταθήκην,ἐν δὲ τῷ ὕδατι τὸ ὑγρὸν, ἐν δὲ τῷ ἀέρι τὸ ψυχρόν·λοιπὸν ἐν τῇ γῇ, ἤτοι τῷ τάφῳ, ἀπομένει τὸ ξηρὸν,ἤτοι ὁ χοῦς ὁ ληφθεὶς παρ' αὐτῆς ὑπὸ Θεοῦ ἀπ'ἀρχῆς. Τῷ οὖν καιρῷ τῆς ἀναστάσεως ὡς ἐκ παρα-θηκῶν τινων τῶν εἰρημένων τοῦ κόσμου μερῶν,ἀποδίδωσιν ἕκαστον στοιχεῖον πρὸς τὸν χοῦν τὸ ἴδιον,καὶ πάλιν συνίσταται τὸ σῶμα ἐκ τεσσάρων, καὶπροστρέχει αὐτῷ ἡ ψυχὴ, καὶ οὕτως πάλιν ἀναμορ-φοῦται ὁ ἄνθρωπος. Θελήσεις δὲ ὡς πάντα φιλολο-γοῦντα καὶ τοῦτο ἐν εἴδει ποιήσασθαι· φημὶ δὴ τῶνδιὰ τοῦ σώματος ἐνεργειῶν τῆς ψυχῆς μνήμης τέφημι καὶ λόγου, ἐπιθυμίας καὶ θυμοῦ, γέλωτός τεκαὶ πνοῆς, ποῦ ταῦτα, καὶ διὰ ποίων ἐνεργοῦνταιμορίων. Αἱ μέντοι γὰρ μνῆμαι καὶ αἱ τούτωνδιακρίσεις διὰ τοῦ ἐγκεφάλου ὑπὸ τῆς ψυχῆς ἐνερ-γοῦνται· διόπερ πολλάκις κατὰ κεφαλῆς τινες και-ρίαν πληγὴν λαβόντες, οὐκ ἀπέθανον μὲν παρ' αὐτὰ,ἔκφρονες δὲ καὶ ἀνούστατοι γέγοναν· διὰ τοῦτο με-τάφρενα τὰ ὄπισθεν τῆς κεφαλῆς λέγονται. Τὸ δὲλογιστικὸν διὰ τῆς καρδίας ἐνεργεῖ ἡ ψυχή. Τὸ δὲἀναπνευστικὸν διὰ τοῦ πνεύμονος· τὸ δὲ θυμικὸνδιὰ τοῦ αἵματος· ὅθεν ἔστιν ἰδέσθαι πολλάκις ἐντοῖς θυμουμένοις κατὰ τὴν ὥραν τοῦ θυμοῦ, ὕφαι-μον καὶ πυρακτούμενον τὸ εἶδος αὐτῶν. Τὸ δὲ ἐπι-θυμητικὸν ἡ ψυχὴ διὰ τοῦ ἥπατος ἐνεργεῖ· ὅθεντοῦ ἥπατος ψυχομένου, δυσπευσίας εὐθέως παρακο-λουθούσης, ἀνορεκτεῖ ὁ ἄνθρωπος περὶ τὰς βρώσεις.Ἐπίστησον γὰρ ὡς πάντα τὰ λίχνα ζῶα τέλειονἥπατος ἔχουσιν· οἷον γίνονται χοῖροι καὶ στρου-θίονες. Γνώσῃ δὲ πάλιν τὸ μειδιαστικὸν διὰ τοῦσπληνὸς ἐνεργεῖν τὴν ψυχὴν δυσεπιθύμως πρὸς τοὺςγέλωτας ἔχουσι· καὶ οἱ πολλάκις ὑπὸ πλειόνων γε-λώντων κατασυρόμενοι, σπληνίζεσθαί φασι. Θελήσειςδὲ πάντως καὶ περὶ σπερμογόνων νοεῖν δι' οἵων καὶπόθεν πρόεισι μορίων, οἵτινές εἰσιν οἱ νεφροί· ὅθενκαὶ οἱ περὶ τὰ τοιαῦτα δεινοὶ φιλοῦσιν εἰπεῖν τοὺςλίαν περὶ τὰς συνουσίας ἀφειδῶς ἔχοντας κατα-κάμπτεσθαι τῇ ὀδύνῃ τῶν νεφρῶν. Μέντοιγε οὖνπεφιλολογότας εἰδέναι χρὴ τὸ τοῖς πολλοῖς ἄδηλον,ὡς ψυχὴ ἀποῤῥαγεῖσα ἐκ τοῦ σώματος καὶ τῶν τοῦσώματος ἀπηριθμημένων μορίων, καὶ γυμνὴ καθ'ἑαυτὴν ἐν ἀσαρκίᾳ καὶ ἀς...μασίᾳ οὖσα, οὔτεμέμνηται λοιπὸν, οὔτε γεωργεῖ καθῶς μαρτυρεῖ ὁεἰπὼν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνταιπάντες οἱ διαλογ... (forte διαλογισμοὶ) αὐτοῦ.Ζητήσεις δὲ, σοφὲ, κατὰ τὸν τόπον γενόμενος ἐπι-μελῶς τὸν περὶ ...χῆς (forte ψυχῆς) λόγον. Τὸδιὰ τοῦτο καὶ τοῖς πολλοῖς ἄληπτον ὁμοῦ τεκαὶ ἄλυτον ... τε καὶ πῶς ψυχὴ ἀσώματος χωρί-ζεται τοῦ σώματος, καὶ ἐν τῷ τῆς ψυχῆς χωρισμῷθάνατος οὐ γίνεται· εἷς γάρ ἐστι καὶ μόνος ψυχῆςχωρισμὸς ἀπὸ σώματος. Ἐπίστησον δὲ μετὰ πάν-των τοῦτο· πόθεν καὶ τίνος χάριν οἱ μὲν τῶν ἀν-θρώπων φυσικῶς, καὶ οὐκ ἔκ τινος ἀσκήσεως, ἐξαὐτῆς τῆς νεαρᾶς αὐτῶν νηπιότητος οἱ μὲν ὀξεῖς,οἱ δὲ πραεῖς, οἱ δὲ φιλήδονοι, καὶ ἄλλοι σώφρονες,καὶ ἄλλοι ἥσυχοι, ἕτεροι δὲ ταραχώδεις· καὶ οἱ μὲνφρόνιμοι, οἱ δὲ ἀκεραιότεροι, καὶ οἱ μὲν δόλιοι, οἱ δὲ