The Greek Library Author

Anonymous

Fragmentum ex oratione contra astronomos

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmentum ex oratione contra astronomos [Sp.], MPG 36: 675–678.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg054.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

ἄφρονες, καὶ ἄλλα πλεῖστα Ἕλληνες. Φιλοσόφωνἀπαίδευτοι οἱ τὴν πολυθρύλλητον τῶν μετεώρωνἄστρων ἀστρολογίαν μυθευσάμενοι, τήν τε εἱ-μαρμένην δεινῶς δογματίσαντες, τῇ διοικήσει τῶνἄστρων, καὶ οὐ Θεῷ πάμπαν τὰ καθ' ἡμᾶςοἰακίζεσθαι δεινῶς ἐδογμάτισαν. Οἱ δὲ τὰς εὐσυν-έτους καὶ θεοσδότους ἐπιστημονικῶς καταλαβόντεςποιότητάς τε καὶ ἀληθεῖς οὐσιώδεις περὶ τῆς ἀν-θρώπου φυσικῆς πραότητός τε καὶ ὀξύτητος, ἁπαλό-τητός τε καὶ δεινότητος, σωφροσύνης τέ φημι καὶἀκολασίας καὶ τῶν τοιούτων ἁπάντων φυσικῶνπλεονεκτημάτων, εὐσόφως ἔφησαν οὕτως· ὡς οὐκἀφ' ἑνὸς καὶ μόνου τρόπου αἱ τοιαῦται τῇ φύσειφυσικαὶ συνεπιγίνονται καὶ συναποτίκτονται γνῶμαικαὶ καταστάσεις, ἀλλὰ καὶ ἀπὸ δευτέρας τινὸς καὶτρίτης καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶἑβδόμης αἰτίας· καὶ πρῶτον μὲν ἀπὸ γονικῆς τῶν πα-τέρων ὁμοιότητος, δεύτερον ἐκ τῆς διαφορᾶς τῶνστοιχείων ἡμερινῆς καὶ νυκτερινῆς κινήσεως. Γνῶθιγὰρ, ὦ φιλόσοφε, ὡς τρεῖς κινήσεις ἐκ τῶν διαστη-μάτων τῶν τριῶν ὡρῶν τοῖς στοιχείοις ὑπάρχουσιν·ἀπὸ μὲν πρώτης ὥρας ἡμερινῆς ἄχρι τρίτης κινου-μένης τῆς χολῆς, ὡς μαρτυροῦσι πολλάκις ἕωθενὀφθαλμοί τινων .....δέστεροι ὁρώμενοι· ἀπὸ δὲτρίτης ἕως ἕκτης σὺν τῇ θέρμῃ τοῦ ἡλίου .....αἵματος κινήσεις καὶ ἀναζέσεις, ὀξύτεραι καὶ πι-κρότεραι .....ότεραι δὲ μετὰ βρῶσιν· ἀπὸ δὲἕκτης ὥρας ἕως ἐνάτης, εἴωθεν ἡ τοῦ ...ματοςκίνησις γίνεσθαι, καὶ οὕτω λοιπὸν ἡ τοῦ χυμοῦ ἕωςἑσπέρας.{Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ.} Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς,Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, καὶ χαρισάμενοςἡμῖν παῤῥησίαν, τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς,καὶ ἀναξίοις δούλοις σου, παραστῆναι τῷ ἁγίῳ σουθυσιαστηρίῳ, καὶ προσφέρειν σοι τὴν φοβερὰν καὶἀναίμακτον θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημά-των, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, εἰς ἄνεσινκαὶ ἀνάπαυσιν τῶν προκοιμηθέντων πατέρων ἡμῶνκαὶ ἀδελφῶν, καὶ στηριγμὸν παντὸς τοῦ λαοῦ σου.Ἐπίβλεψον εἰς ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου, καὶἐξάλειψόν μου τὰ παραπτώματα, διὰ τὴν σὴν εὐ-σπλαγχνίαν· καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴνκαρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύ-ματος· καὶ ἀπόστησον ἀπ' ἐμοῦ πάντα λογισμὸναἰσχρόν τε καὶ ἀσύνετον· καὶ ἁγίασόν με τῇ δυνά-μει τοῦ ἁγίου σου Πνεύματος εἰς τὴν λειτουργίανταύτην, καὶ πρόσδεξαί με διὰ τὴν σὴν ἀγαθότητα,προσεγγίζοντα τῷ ἁγίῳ σου θυσιαστηρίῳ· καὶ εὐ-δόκησον, Κύριε, δεκτὰ γενέσθαι τὰ μέλλοντα προσ-αγόμενά σοι δῶρα, διὰ τῶν ἡμετέρων χειρῶν, συγκα-ταβαίνων ταῖς ἐμαῖς ἀσθενείαις· καὶ μὴ ἀποῤῥίψῃςμε ἀπὸ τοῦ προσώπου σου· μὴ βδελύξῃς με, τὴνἐμὴν ἀναξιότητα, ἀλλ' ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸμέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶνσου ἐξάλειψον τὸ ἀνόμημά μου, ἵνα ἀκατακρίτωςπροσελθὼν κατενώπιον τῆς δόξης σου, καταξιωθῶτῆς σκέπης σου, καὶ τῆς ἐλλάμψεως τοῦ παναγίουσου Πνεύματος· καὶ μὴ ὡς δοῦλος ἁμαρτίας ἀπο-δόκιμος γένωμαι, ἀλλ' ὡς δοῦλος, ὃς εὕρω* χάρινκαὶ ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν, ἐν τῷ νῦν καὶ ἐντῷ μέλλοντι αἰῶνι. Ναὶ, Δέσποτα παντοκράτορ, παν-τοδύναμε Κύριε, ἐπάκουσον τῆς δεήσεώς μου. Σὺγὰρ εἶ ὁ τὰ πάντα ἐνεργῶν ἐν πᾶσι· καὶ τὴν παρὰσοῦ πάντες ἐπιζητοῦμεν ἐπὶ πᾶσι βοήθειάν τεκαὶ ἀντίληψιν· ὅτι φιλάνθρωπος εἶ, καὶ δεδοξασμέ-νος ὑπάρχεις, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶἀεί.{Εὐχὴ μετὰ τὴν ἑτοιμασίαν τοῦ ἁγίου θυσιαστη-ρίου.} Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ διὰτῆς σωτηριώδους παρουσίας σου καὶ τῆς ἐλλάμψεωςτοῦ παναγίου σου Πνεύματος καταξιώσας ἡμᾶς τοὺςταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σουπαραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσ-φέρειν καὶ λειτουργεῖν, τοῖς ἀχράντοις μυστηρίοιςτῆς καινῆς σου διαθήκης. Αὐτὸς ζωοποιὲ, καὶ ἀγα-θῶν χορηγὲ, ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθὸν,καὶ ἀξίωσον ἡμᾶς ἐν καθαρῷ συνειδότι λατρεῦσαίσοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, καὶ ἐνἁγιασμῷ ταύτην σοι τὴν θείαν προσενέγκειν λει-τουργίαν, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ἀπόλαυσιντῆς μελλούσης μακαριότητος. Μνήσθητι, ἀγαθὲ, εὐ-εργέτα, βασιλεῦ τῶν αἰώνων, καὶ τῆς κτίσεωςἁπάσης δημιουργὲ, τῶν προσενεγκάντων, καὶ δι' ὧνπροσήγαγον· καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐντῇ ἱερουργίᾳ τῶν θείων σου μυστηρίων· ὅτι ηὐλόγη-ται, καὶ ἡγίασται, καὶ δεδόξασται, τὸ πάντιμον καὶμεγαλοπρεπὲς ἅγιον ὄνομά σου, μετὰ τοῦ Πατρὸςκαὶ τοῦ ἁγίου Πνεύματος νῦν, καί.{Εὐχὴ τοῦ ἁγίου Εὐαγγελίου.Εἰρήνη πᾶσιν.} Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁτοῖς ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς σου ἀποστόλοιςεἰπὼν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύ-μησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον· καὶἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν· ὑμῶν γὰρμακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦταὑμῶν, ὅτι ἀκούει. Καὶ καταξιωθείημεν ἄρτι τοῦἀκοῦσαι καὶ ποιῆσαι τὰ ἅγιά σου Εὐαγγέλια, ταῖςλιταῖς τῶν ἱερῶν σου. Μνημόνευσον οὖν, Δέσποτα, καὶ νῦν, πάντων τῶνἐντειλαμένων ἡμῖν ἀναξίοις, τοῦ μνημονεύειν αὐ-τῶν εἰς τὰς δεήσεις ἡμετέρας, καὶ τὰς αἰτήσεις, ἃςἀναβιβάζομέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν. Τοὺς προτε-τελευτηκότας, ἀνάπαυσον αὐτούς· κάμνοντας, ἔῤῥω-σον αὐτούς· σὺ γὰρ εἶ ζωὴ ἡμῶν πάντων, καὶ σω-τηρία ἡμῶν πάντων· καὶ ἐλπὶς ἡμῶν πάντων, καὶἴασις ἡμῶν πάντων, καὶ ἀνάστασις οἰκεία πάντωνἡμῶν· καὶ σοὶ τὴν δόξαν, τιμὴν, καὶ προσκύνησινἀναπέμπομεν, σὺν τῷ παντοκράτορί σου, καὶ παν-τεπόπτῃ τεκόντι καὶ τῷ παναγίῳ καὶ ζωαρχικῷ καὶὁμοουσίῳ σου Πνεύματι, νῦν καὶ ἀεί.{Εὐχὴ τοῦ καταπετάσματος.} Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖςἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι, ἢ προσεγγί-ζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης. Τὸ γὰρδιακονεῖν σοι, μέγα καὶ φοβερὸν, καὶ αὐταῖς ταῖςἐπουρανίαις δυνάμεσιν ἀπρόσιτον. Ἀλλ' ὅμως διὰτὴν ἄφατον καὶ ἄμετρόν σου φιλανθρωπίαν, ἀτρέ-πτως, καὶ ἀναλλοίως γέγονας ἄνθρωπος, καὶ ἀρχιε-ρεὺς ἡμῖν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύ-της καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρ-έδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ(εἶ*) δεσπόζεις τῶν ἐπουρανίων, καὶ ἐπιγείων καὶτῶν καταχθονίων· ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχού-μενος· ὁ τῶν σεραφὶμ Κύριος, καὶ Βασιλεὺς τοῦἸσραήλ· ὁ μόνος ἅγιος, καὶ ἐν ἁγίοις ἀναπαυόμε-νος. Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν, καὶ εὐ-ήκοον Θεὸν, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν, καὶἀχρεῖον δοῦλόν σου· καὶ ἱκάνωσόν με τῇ δυνάμειτοῦ ἁγίου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείαςχάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ, καὶἱερουργῆσαι τὸ ἄχραντόν σου σῶμα, καὶ τὸ τιμιόνσου αἷμα. Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦαὐχένα· καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσ-ωπόν σου ἀπ' ἐμοῦ· μηδὲ ἀποδοκιμάσῃς με ἐκ παί-δων σου· ἀλλ' ἀξίωσόν με προσενεχθῆναί σοι τὰδῶρα ταῦτα, ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίουδούλου σου· Σὺ γὰρ εἶ ἁγιάζων καὶ ἁγιαζόμενος·προσφέρων τε καὶ προσφερόμενος· ὁ δεχόμενος καὶδεκτός· ὁ διδοὺς καὶ διαδιδόμενος· καὶ σοὶ δόξανἀναπέμπομεν, μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύ-ματος.