Carmina dogmatica
- Authority group
- Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
- Edition reference
- Carmina dogmatica, MPG 37: 397–522.
- CTS identifier
urn:cts:greekLit:tlg2022.tlg059.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital facsimile
- View facsimile ↗
- Facsimile rights
- Creative Commons Public Domain Mark 1.0
399
Πλειοτέρης ἀπὸ χειρὸς ὅσον φιλίης ὀλίγης τε),
Τοὔνεκα θαρσαλέως ῥήξω λόγον. Ἀλλ' ἀπὸ τῆλε
Φεύγετε, ὅστις ἀλιτρός· ἐμὸς λόγος, ἢ καθαροῖσιν,
Ἠὲ καθαιρομένοισιν ὅδ' ἔρχεται· οἱ δὲ βέβηλοι,
Ὡς θῆρες, Χριστοῖο κατ' οὔρεος ἀκροτόμοιο
Λαμπομένου, Μωσῆϊ νόμον τ' ἐνὶ πλαξὶ γράφοντος,
Αὐτίκα ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν.
Κεῖνοι μὲν δὴ τοῖα· καὶ ὡς Λόγος ὦσε κακίστους
Ἡμετέροιο χοροῖο θεημάχον ἦτορ ἔχοντας.
Αὐτὰρ ἐγὼν ὄπα τήνδε προοίμιον ἐν σελίδεσσι
Θήσομαι, ἣν τὸ πάροιθε θεόφρονες ἄνδρες ἕηκαν,
Λαῷ τάρβος ἄγοντες ἀπηνέϊ μάρτυρε μύθων,
400
Μωσῆς, Ἡσαΐας τε (ἐπισταμένοις δ' ἀγορεύσω),
Ἤτοι ὁ μὲν νεόπηγα διδοὺς νόμον, ὃς δὲ λυθέντος,
Οὐρανὸς εἰσαΐοι, χθὼν δέχνυσο ῥήματ' ἐμοῖο.
Πνεῦμα Θεοῦ, σὺ δ' ἔμοιγε νόον καὶ γλῶσσαν ἐγείροις
Ἀτρεκίης σάλπιγγα ἐρίβρομον, ὥς κεν ἅπαντες
Τέρπωνται κατὰ θυμὸν ὅλῃ Θεότητι μιγέντες.
Εἷς Θεός ἐστιν ἄναρχος, ἀναίτιος, οὐ περίγραπτος
Ἤ τινι πρόσθεν ἐόντι, ἢ ἐσσομένῳ μετέπειτα,
Αἰῶν' ἀμφὶς ἔχων, καὶ ἀπείριτος, Υἱέος ἐσθλοῦ
Μουνογενοῦς μεγάλοιο Πατὴρ μέγας, οὔ τι πεπονθὼς
Υἱέϊ, τῶν ὅσα σαρκὸς, ἐπεὶ νόος. Εἷς Θεὸς ἄλλος,
Οὐκ ἄλλος θεότητι, Θεοῦ Λόγος, οὗτος ἐκείνου
Σφρηγὶς κιννυμένη πατρώϊος, Υἱὸς ἀνάρχου
401
Οἶος, καὶ μούνοιο μονώτατος, ἰσοφέριστος,
Ὥς κεν ὁ μὲν μίμνῃ γενέτης ὅλος, αὐτὰρ ὅγ' Υἱὸς
Κοσμοθέτης νωμεύς τε, Πατρὸς σθένος ἠδὲ νόημα.
Ἓν Πνεῦμ' ἐξ ἀγαθοῖο Θεοῦ Θεός. Ἔῤῥετε πάντες,
Οὒς μὴ Πνεῦμ' ἐτύπωσεν ἑὴν θεότητ' ἀναφαίνειν,
Ἀλλ' ἢ βένθος ἔχουσι κακῶς, ἢ γλῶσσαν ἄναγνον,
Ἡμιφαεῖς, φθονεροί τε, νοήμονες αὐτοδίδακτοι,
Πηγὴ κευθομένη, λύχνος σκοτίοις ἐνὶ κόλποις.
{Βʹ. Περὶ τοῦ Υἱοῦ.}
Υἱέα δὲ πρώτιστον ἀείσομεν, αἷμα σέβοντες
Ἡμετέρων παθέων τὸ καθάρσιον. Ἦ γὰρ ἀνάγκη
402
Καὶ βροτὸν οὐρανίοισιν ἀρηγέμεν εἴνεκα γλώσσης
Μαρναμένης θεότητι, κακόφρονος, αὐτοφόνοιο.
Οὐδὲν ἔην μεγάλοιο Πατρὸς πάρος. Ὃς γὰρ ἅπαντα
Ἐντὸς ἔχει, καὶ Πατρὸς ὑπέρτερον οὐδέν· ὁ Πατρὸς
Ἐκπεφυὼς μεγάλοιο Θεοῦ Λόγος· ἄχρονος Υἱὸς,
Εἰκὼν ἀρχετύποιο, φύσις γεννήτορος ἴση.
Πατρὸς γὰρ κλέος ἐστὶ πάϊς μέγας, ἐκ δὲ φαάνθη,
Ὡς μόνος οἶδε Πατήρ τε καὶ ὃς Πατρὸς ἐξεφαάνθη,
Οὐδὲν γὰρ θεότητος ἔην πέλας· ἀλλὰ τόδ' ἔμπης
Πᾶσιν ὁμῶς μερόπεσσιν ἀριφραδὲς, ὥσπερ ἔμοι γε,
Οὐδὲν ἐμῆς θέμις ἐστὶ φέρειν θεότητι γενέθλης,
Οὐ ῥύσιν, οὐδὲ τομὴν κακοαισχέα. Εἰ γὰρ ἔγωγε
403
Οὐκ ἀπαθὴς γενέτωρ· καὶ γὰρ δετός· οὔτι παθητὸς,
Ὅς τις πάμπαν ἄπηκτος, ἀσώματος. Ὧν γὰρ ἄπωθεν
Εἰσὶ φύσεις, τί τὸ θαῦμα καὶ εἰ γεννήσιες ἄλλαι;
Εἰ χρόνος ἐστὶν ἐμεῖο παροίτερος, οὐ πρὸ Λόγοιο
Ὁ χρόνος, οὗ γενέτης ἔστ' ἄχρονος. Ἦμος ἄναρχος
Ἦε Πατὴρ θεότητος ὑπέρτερον οὔτι λελοιπὼς,
Τῆμος καὶ Πατρὸς Υἱὸς, ἔχων Πατέρ' ἄχρονον ἀρχὴν,
Ὡς φάος ἠελίοιο μέγαν περικαλλέα κύκλον·
Εἰ καὶ εἴδεα πάντα κάτω μεγάλοιο Θεοῖο,
Ὄφρα κε μή τι Πατρὸς καὶ Υἱέος αἰὲν ἐόντων
Μεσσηγὺ στήσαντες, ἀποῤῥήξωμεν ἄνακτα
Υἱὸν Πατρὸς ἄνακτος. Ὃ γὰρ πάρος ἐστὶ Θεοῖο,
Ἢ χρόνος, ἠὲ θέλησις, ἐμοὶ τμῆξις θεότητος.
404
Ὡς Θεὸς, ὡς γενέτης, γενέτης μέγας. Εἰ δὲ μέγιστον
Πατρὶ τὸ μή τιν' ἔχειν κεδνῆς θεότητος ἀφορμὴν,
Οὔθ' ἧσσον μεγάλοιο Πατρὸς γεννήματι σεπτῷ
Τοίην ῥίζαν ἔχειν. Τῷ μὴ Θεὸν εἶργε Θεοῖο.
Οὐ γὰρ ἀπόπροθι Πατρὸς ἔγνως Πάϊν. Ἡ δ' ἀγένητος
Φωνὴ, γέννησίς τε Πατρὸς ἄπο, οὐ θεότητος
Ἔπλετο εἴδεα δισσά· τὶς ἔπλασεν, ἀμφὶ δ' ἐκείνην
Ἀμφότερ' ἐκτὸς ἐόντα, φύσις δ' ἀκέαστος ἔμοιγε·
Εἰ μὲν δὴ γέννησιν ἔχει Λόγος, οὔτε Πατήρ τι
Σαρκὸς, ἄσαρκος ἐὼν ἐπιδέξεται (οὔποτε τόσσον
Ἀνθρώπων νόος ἐστὶν ἀτάσθαλος ὥστε νοῆσαι),
Καὶ Θεὸν Υἱὸν ἔχεις, γεννήτορος ἄξιον εὖχος.
Εἰ δ' ἐπίηρα φέρων Πατρὸς μεγάλου θεότητι
Μαψιδίως, κενεόν τε δέος πραπίδεσσι χαράσσων,
405
Τὴν μὲν ἀπαρνήσαιο, βάλοις δ' ἐς κτίσματα Χριστὸν,
Ἀμφοτέρων θεότητα καθύβρισας, ὦ κενεόφρον,
Τὸν μὲν Παιδὸς ἄμερσας, ὁ δ' οὐ Θεὸς, εἴπερ ἐτύχθη.
Πᾶν γὰρ ὃ μή ποτε ἦν, αὐτῶν τόδε· κἄν τι Θεοῖο
Τοῖς μεγάλοισι λόγοισι μένοι, καὶ ἔμπεδον εἴη.
Τίς δὲ λόγος, σὲ μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε,
Τοῖς Χριστοῦ παθέεσσι Θεὸν μετέπειτα γενέσθαι,
Τὸν δ' ὑπὸ δεσμὰ φέρειν, καὶ σὸν καλέειν ὁμόδουλον
Δουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ Θεοῖο;
Εἴ μιν ἔτευξεν ἔπειτα Θεὸς μέγας ὄργανον ἐσθλὸν
(Χαλκεὺς ὡς ῥαιστῆρα πονησάμενος δι' ἅμαξαν),
Ὥς κεν ἔμ' Ἀρχεγόνοιο Θεὸς χειρὶ κτεατίσσῃ·
Ὡδ' ἂν καὶ Χριστοῖο πέλοι κτίσις οὐρανίοιο
406
Πολλὸν ἀρειοτέρη, κείνης Λόγος εἴ περ ἕκητι
Οὐ κείνη Χριστοῖο. Τίς ἂν τάδε μυθήσαιτο;
Εἰ δ' ὅτι σῶμ' ὑπέδεκτο τεοῖς παθέεσσιν ἀρήγων,
Τοὔνεκα καὶ θεότητι μεγακλέϊ μέτρ' ἐπιθήσεις·
Ἤλιτεν ὅς ς' ἐλέῃρεν; ἐμοὶ δέ γε πλεῖον ἀγητός·
Οὔτε τι γὰρ θεότητος ἀπέξεσε, καί μ' ἐσάωσεν,
Ἰητὴρ δυσόδμοισιν ἐπικύψας παθέεσσιν.
Ἦν βροτὸς, ἀλλὰ Θεός. Δαβὶδ γένος, ἀλλ' Ἀδάμοιο
Πλάστης. Σαρκοφόρος μὲν, ἀτὰρ καὶ σώματος ἐκτός.
Μητρὸς, παρθενικῆς δέ· περίγραφος, ἀλλ' ἀμέτρητος.
Καὶ φάτνη μὲν ἔδεκτο, Μάγοις δέ τε ἡγεμόνευεν
Ἀστὴρ, δωροφόροι δ' ἄρ' ἔβαν, καὶ γούνατ' ἔκαμψαν.
Ὡς βροτὸς ἦλθ' ἐπ' ἀγῶνα, ὑπέρσχεθε δ' ὡς ἀδάμαστος
407
Πειραστὴν τρισσοῖσι παλαίσμασιν· εἶδαρ ὑπέστη,
Θρέψε δὲ χιλιάδας, ὕδωρ τ' εἰς οἶνον ἄμειψε.
Λούσατο, ἀλλ' ἐκάθηρεν ἁμαρτάδας, ἀλλ' ἐβοήθη
Πνεύματι βρονταίης φωνῆς ὕπο Υἱὸς Ἀνάρχου·
Ὡς βροτὸς ὕπνον ἔδεκτο, καὶ ὡς Θεὸς εὔνασε πόντον.
Γοῦνα κάμεν, παρέτοις δὲ μένος καὶ γούνατ' ἔπηξεν.
Εὔξατο· τίς δ' ἐσάκουσε λιταζομένων ἀμενηνῶν;
Ἦν θύος, ἀρχιερεὺς δέ· θυηπόλος, ἀλλὰ Θεός περ.
Αἷμ' ἀνέθηκε Θεῷ, κόσμον δ' ἐκάθηρεν ἅπαντα.
Καὶ σταυρός μιν ἄειρε, πάγη δ' ἥλοισιν ἁμαρτάς.
Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; νεκύεσσιν ἐμίχθη,
Ἔγρετο δ' ἐκ νεκύων, νεκροὺς δ' ἀνέγειρε πάροιθεν
Ἐκεῖνα βροτέης πενίης, ὅδε πλοῦτος ἀσάρκου·
408
Μὴ σύ γε τοῖς βροτέοισιν ἀτιμάζοις θεότητα,
Κείνῃ δὲ χθονίην μορφὴν ἐρικυδέα τεύχειν,
Ἣν, σοί γ' εὐμενέων, μορφώσατο ἄφθιτος Υἱός.
{Γʹ. Περὶ τοῦ ἁγίου Πνεύματος.}
Θυμὲ, τί δηθύνεις; καὶ Πνεύματος εὖχος ἄειδε,
Μηδὲ τέμῃς μύθοισιν, ὃ μὴ φύσις ἐκτὸς ἔθηκε.
Πνεῦμα μέγα τρομέωμεν, ὁμοίθεον, ᾧ Θεὸν ἔγνων,
Ὃς Θεός ἐστιν ἔναντα, καὶ ὃς Θεὸν ἐνθάδε τεύχει·
Πανσθενὲς, αἰολόδωρον, ἁγνῆς ὕμνημα χορείης,
Οὐρανίων χθονίων τε φερέσβιον, ὑψιθόωκον,
Πατρόθεν ἐρχόμενον, θεῖον μένος, αὐτοκέλευστον,
Οὔτε Πάϊς (μοῦνος γὰρ ἑνὸς Πάϊς ἐσθλὸς ἀρίστου),
409
Οὔτ' ἐκτὸς θεότητος ἀειδέος, ἀλλ' ὁμόδοξον.
Ὅστις δ' ἐν σελίδεσσι θεοπνεύστοιο νόμοιο
Πνεύματος οὐρανίοιο λαβεῖν ποθέει θεότητα,
Πολλὰς μὲν πυκινάς τε τρίβους εἰς ἓν συνιούσας
Ὄψεται, ἢν ἐθέλῃσι, καὶ εἴ τι Πνεύματος ἁγνοῦ
Εἴρυσεν ᾗ κραδίῃ, καὶ εἰ νόος ὀξὺ δέδορκεν.
εἰ δὲ γυμνὴν ποθέει φωνὴν θεότητος ἐραννῆς,
Ἴστω μὴ πινυτὸν ποθέων λόγον. Οὐ γὰρ ἐῴκει,
Μή πω τῆς Χριστοῖο βροτῶν πλεόνεσσι φανείσης,
Ἄχθος ἄγειν κραδίῃσιν ἀφαυροτάτῃσιν ἄπιστον.
Οὐδὲ γὰρ ἀρχομένοισι τελειοτέροιο λόγοιο
Καιρός. Τίς δ' ἀμυδροῖσιν ἔτ' ὄμμασιν ἢ πυρὸς αὐγὰς
Δεῖξεν ὅλας, ἢ φωτὸς ἀπληστοτέροιο κόρεσσεν;
Λώϊον, ἢν κατὰ μικρὸν ἄγῃς πυριθαλπέας αὐγὰς,
410
Μή πως καὶ γλυκεροῖο φάους πηγάς τι χαλέψῃς.
Ὡς γὰρ Πατρὸς ἄνακτος ὅλην θεότητα προφαίνων
Πρόσθε λόγος, Χριστοῖο μέγα κλέος αὐγάζεσκε
Παύροισιν πινυτοῖσι φαεινόμενον μερόπεσσιν,
Ὣς καὶ Παιδὸς ἔπειτα φαεινοτέρην ἀναφαίνων,
Πνεύματος αἰγλήεντος ὑπήστραψεν θεότητα.
Βαιὸν τοῖσδ' ὑπέλαμψε, τὸ δὲ πλέον ἡμῖν ἔλειπεν,
Οἷς ῥα καὶ ἐν γλώσσῃσι πυρὸς μετέπειτ' ἐμερίσθη,
Σῆμα φέρον θεότητος, ὅτ' ἐκ χθονὸς ἆλτο Σαωτήρ.
Καὶ γὰρ πῦρ Θεὸν οἶδα κακοῖς, ὡς φῶς ἀγαθοῖσιν.
Οὕτω σοι θεότητα συνήγαγον. Εἰ δὲ τέθηπας
Υἱόν τ' οὐχ Υἱόν τε μιῆς θεότητος ἀκούων,
Μύθοις τ' ἀντιθέτοισιν ἐϋστροφέεσσι πέποιθας
Δώσει κἀνθάδ' ἔμοιγε Θεὸς λόγον αὐτὸς ἐπελθών.
411
Ἐξ ἑνὸς ἀρχεγόνοιο δάμαρ καὶ Σὴθ ἐγένοντο,
Ἡμίτομος, δυάδος τε γόνος θεσμοῖσι γάμοιο·
Οὐ τεκτὴ, τεκτός τε, βροτοί γε μὲν ἔσκον ὁμοίως.
Τῶν σὺ μνωόμενος μηδὲν Θεότητος ἀτίζειν,
Πρόσθε φέρων τόδ' ἔνερθεν. Ἴη φύσις ἐστὶν, ἄμετρον,
Ἄκτιστον, ἄχρονον, ἐσθλὸν, ἐλεύθερον, ἠδ' ὁμόσεπτον,
Εἷς Θεὸς ἐν τρισσοῖς ἀμαρύγμασι κόσμον ἑλίσσων.
Τοῖσιν ἐγὼ νέος ἄλλος ἐγείρομαι, εὖτε λοετρῷ
Θαπτομένου θανάτοιο παλίσσυτος ἐς φάος ἔλθω.
Τρισσὴ γὰρ θεότης με φαεσφόρον ἐξανέτειλεν.
Οὔ σε, κάθαρσι φίλη, οὐ ψεύσομαι. Εἰ θεότητι
412
Λουσάμενος θεότητα διατμήξαιμι φαεινὴν,
Λώϊον ἦν ... τρομέω δὲ κακοῦ μύθοιο τελευτὴν,
Ἐλπωρῇ θείοιο χαρίσματος ἠδὲ λοετρῶν.
Εἴ μ' ὅλον ἐξεκάθηρεν, ὅλος καὶ σεπτὸς ἔμοιγε
Ἔστι Θεός. Τὸ δ' ἂν ἴσον ἔχοι βροτὸς ὅστις ἀλιτρὸς,
Αὐτὸς ἑὴν θεότητα, Θεοῦ γέρας, ἄνδιχα τέμνων.
Εἴ τινα δ' ἢ περὶ Παιδὸς ἀκούομεν, ἢ ἀγαθοῖο
Πνεύματος ἐν θείοισι λόγοις καὶ θειοφόροισιν
Ἀνδράσιν, ὥς ῥα Θεοῖο τὰ δεύτερα Πατρὸς ἔχουσιν,
Ὧδε νοεῖν κέλομαί σε λόγοις Σοφίης βαθυκόλπου
Ὡς εἰς ῥίζαν ἄναρχον ἀνέρχεται, οὐ θεότητα
Τέμνει, ὄφρα κεν οἶον ἔχῃς κράτος, οὐ πολύσεπτον.
413
Ἐκ μονάδος Τριάς ἐστι, καὶ ἐκ Τριάδος μονὰς αὖθις,
Οὔτε πόρος, πηγὴ, ποταμὸς μέγας, ἕν τε ῥέεθρον,
Ἐν τρισσοῖσι τύποισιν ἐλαυνόμενον κατὰ γαίης·
Οὔτε δὲ πυρκαϊῆς λαμπὰς πάλιν εἰς ἓν ἰοῦσα,
Οὔτε λόγος προϊών τε νόου, καὶ ἔνδοθι μίμνων,
Οὔτε τις ἐξ ὑδάτων κινήμασιν ἡλιακοῖσι,
Μαρμαρυγὴ, τοίχοισι περίτρομος, ἀστατέουσα,
Πρὶν πελάσαι φεύγουσα, πάρος φυγέειν πελάουσα.
Οὐδὲ γὰρ ἄστατός ἐστι Θεοῦ φύσις, ἠὲ ῥέουσα,
Ἠὲ πάλιν συνιοῦσα· τὸ δ' ἔμπεδόν ἐστι Θεοῖο.
Ἀλλ' ὧδ' ἂν φρονέων καθαρὸν θύος ἔνδοθι ῥέζοις.
Ἐν τρισσοῖς φαέεσσιν ἴη φύσις ἐστήρικται.
414
Οὔτε μονὰς νήριθμος, ἐπεὶ τρισὶν ἵστατ' ἐν ἐσθλοῖς
Οὔτε Τριὰς πολύσεπτος, ἐπεὶ φύσις ἔστ' ἀκέαστος.
Ἡ μονὰς ἐν θεότητι, τὰ δ' ὧν θεότης τρισάριθμα.
Εἷς Θεός ἐστιν ἕκαστον, ἐπὴν μόνον ἐξαγορεύῃς.
Εἷς Θεὸς αὖθις ἄναρχος, ὅθεν πλοῦτος θεότητος,
Εὖτε τριῶν τινα μνῆστιν ἔχῃ λόγος, ὡς τὸ μὲν εἴη
Τῶν τρισσῶν φαέων σεπτὸν κήρυγμα βροτοῖσι,
Τῷ δὲ μονοκρατίην ἐριλαμπέα κυδαίνωμεν,
Μηδὲ θεῶν ἀγορῇ τερπώμεθα τῇ πολυάρχῳ.
Ἴσον γὰρ πολύαρχον ἐμοὶ καὶ πάμπαν ἄναρχον
Μαρνάμενον. Δῆρις δὲ διάστασις· ἡ δ' ἐπὶ λῦσιν
Σπεύδει. Τῷ Θεότητος ἑκὰς πολύαρχον ἔμοιγε.
Τρεῖς δὲ θεοὺς καλέοιεν, ὅσους χρόνος, ἠὲ νόημα,
415
Ἢ κράτος, ἠὲ θέλησις ἀπ' ἀλλήλων ἐκέαυσεν.
Αὐτοῦ ταυτὸν ἕκαστον ἀδήριτον οὔ ποτ' ἐόντα.
Τῆς δ' ἄρ' ἐμῆς Τριάδος ἓν μὲν σθένος, ἓν δὲ νόημα,
Ἓν κλέος, ἓν δὲ κράτος. Τῷ καὶ μονάς ἐστιν ἄρευστος,
Ἀρμονίῃ θεότητος ἰῇ μέγα κῦδος ἔχουσα.
Τόσσον ἐμοῖς φαέεσσι Τριὰς σέλας ἐξεκάλυψεν,
Ἐκ πτερύγων θείου τε πετάσματος ἔνδοθι νηοῦ,
Τοῖς ὕπο κεύθετ' ἄνασσα Θεοῦ φύσις. Εἰ δὲ πλέον τι
Ἀγγελικοῖσι χοροῖσι, τόδε πλέον ἡ Τριὰς ἴστω.
{Δʹ. Περὶ κόσμου.}
Εἰ δ' ἄγε καὶ μεγάλοιο Θεοῦ κτίσιν ὑμνείωμεν,
Δόξαις ψευδομένῃσιν ἐναντία δηριόωντες.
416
Εἷς Θεός· ὕλη δ' αὖτε καὶ εἴδεα μῦθος ἀφαυρὸς,
Ἑλλήνων πινυτοῖσι νοούμενα ὡς συνάναρχα.
Τῶν μὲν ὅσα πλάσσουσι θεοὺς μορφώματα σεπτὰ,
Οὐκ ἔσαν, ἀλλὰ γένοντο, Θεοῦ μεγάλοιο θέλοντος.
Τίς δ' ὕλην ποτ' ὄπωπεν ἀνείδεον, ἢ τίς ἄϋλον
Μορφὴν, καὶ μάλα πολλὰ νόου στροφάλιγξι μογήσας;
Οὐδὲ γὰρ ἄχροον εὗρον ἐγὼ δέμας, ἤ τιν' ἄσωμον
Χροιήν. Τίς διέκρινεν ἃ μὴ φύσις, εἰς ἓν ἄγουσα;
Ἀλλ' ἔμπης τέμνωμεν· ἄθρει δέ μοι, εἰ μὲν ἄμικτα
Πάμπαν ἔην, πῶς εἰς ἓν ἐλήλυθεν, ἢ τίς ὁ κόσμος
Ἕστακεν ἄνδιχα πάντα διαμπερές; Εἰ δ' ἐπίμικτα,
Πῶς μίχθη; τίς ἔμιξε Θεοῦ δίχα; εἰ δὲ κεραστὴς
Ἔστι Θεὸς, τοῦτον καὶ κτίστορα δέχνυσο πάντων.
417
Εἶδος καὶ κεραμεὺς πηλῷ βάλε κύκλον ἑλίσσων,
Χρυσῷ χρυσοχόος, λαοξόος οἷσι λίθοισι.
Δὸς πλέον ἡμετέρης τι Θεῷ φρενὸς, ὦ φιλάναρχε.
Ὕλη τὸ πλέον ἐστὶ σὺν εἴδεσι κινυμένοισι.
Νώσατο, καὶ τὰ γένοντο ἐνείδεα· θεία νόησις,
Ἡ πάντων γενέτειρα πολύπλοκος. Οὐ γὰρ ἔοικε
Ζωγράφον ὥς τιν' ἐοικὸς ἀπ' εἴδεος εἶδος ἐγείρειν
Δερκόμενον προπάροιθε τὰ μὴ νόος ἔγραφεν οἶος.
Καὶ σὺ, Μανιχαίοιο κακὸν σκότος, οὐ πάρος ἦες
Ἀκροτάτοιο φάους ἀντίθρονον. Εἰ Θεὸς ἦεν,
Οὐ σκότος. Οὐ γὰρ ἔοικε Θεῷ κακὸν ἀντιφερίζειν.
Εἰ σκότος, οὐ Θεὸν οἶδας. Ὁμοφρονέειν μὲν ἄκοσμον·
Μαρναμένων δὲ, τὸ κάρτος ἀρείονος. Ἰσοπαλεῖς δὲ,
418
Τίς τρίτος εἰς ἓν ἄγων σοφίῃ καὶ νείκεα λύων;
Καὶ τόδε θαῦμα μέγιστον, ἐπεὶ μόθον αἰνὸν ἐγείρεις,
Αὖθις ὁμοφρονέοντα τιθεὶς, ἐπελήσαο χάρμης.
Ψυχὴ καὶ δέμας εἰμί. Τὸ μὲν θεότητος ἀποῤῥὼξ
Φωτὸς ἀπειρεσίοιο· τὸ δὲ σκοτίης ἀπὸ ῥίζης
Σοὶ πλάσθη. Τὰ δὲ πολλὸν ἀπόπροθεν εἰς ἓν ἄγειρας·
Εἰ ξυνὴ φύσις εἰμὶ, λύω μόθον. Εἰ μόθος αἰνὸς,
Ἔμπεδος, οὐκέτ' ἐγὼ πλεκτὴ φύσις ἀμφοτέρωθεν.
Οὐ γὰρ μαρναμένων ξυνὸς γόνος, ἀλλὰ φιλεύντων.
Τοῖος μὲν κραδίης τῆς σῆς ζόφος. Αὐτὰρ ἔμοιγε
Εἷς Θεός ἐστιν ἄναρχος, ἀδήριτος, ἓν φάος ἐσθλὸν,
Ἁπλῶν τε πλεκτῶν τε νοῶν σθένος ὑψιθεόντων,
419
Οὐρανίων χθονίων τε· τὸ δὲ σκότος ὕστατον ἦλθεν,
Οὐ φύσις ἑστηκυῖα περίγραφος, ἡμετέρη δὲ
Τοῦτο πέλει κακίη. Κακίη δέ τε λῦσις ἐφετμῆς,
Ὡς νὺξ ἠελίοιο δύσις, νεότητος ἀφαυρὸν
Γῆρας. Χεῖμα δ' ἔνεγκεν ἄνω δρόμος ἠελίοιο
Φρικτόν. Ὁ μὲν πρώτιστος ἐν οὐρανίοις φαέεσσιν
Ἧ|ς ὑπεροπλίῃσι φάος καὶ κῦδος ὀλέσσας,
Αἰὲν ἀπεχθαίρει μερόπων γένος. Ἐκ δ' ἄρ' ἐκείνου
Γεύσατο καὶ κακίης πρῶτος βροτὸς ἀνδροφόνοιο,
Καὶ θανάτου, ῥιπίσαντος ἐμοὶ φλόγα οἷσι δόλοισιν.
Ἥδε μὲν ὀψιγόνοιο κακοῦ φύσις, ἧς περ ἐκεῖνος
Ἔστι πατήρ. Λώβη μὲν ἰὸς κρατεροῖο σιδήρου·
420
Λώβην δ' αὐτοδάϊκτος ἐγὼ κακίην ἐφύτευσα,
Ἑσπόμενος φθονεροῖο παλαίσμασιν ἣν διὰ μῆτιν.
Κόσμε, σὺ δ' εἰ μὲν ἔης τῆμος Τριὰς, ἐγγὺς ἀνάρχου
Κύδεϊ. πῶς δέ σε τόσσον ἀπόπροθι φῶτες ἔθηκαν
Χριστοφόροι, θείων τε δαήμονες, ὥστε μετρεῖσθαι
Οὐ μάλα πολλὸν ἀριθμὸν ἑλισσομένων ἐνιαυτῶν,
Ἐξότε πῆξε μέγας σε Θεοῦ Λόγος; Εἰ δ' ἄρ' ἔπειτα
Πήχθης, φραζώμεσθα τί κίννυτο θεία νόησις
(Οὐδὲ γάρ ἐστιν ἄπρηκτος ἐμοὶ Θεὸς, οὐδ' ἀτέλεστος),
Πρὶν τόδε πᾶν στῆναί τε καὶ εἴδεσι κοσμηθῆναι.
Αἰῶσιν κενεοῖσιν ὑπέρτατος ἐμβασιλεύων,
Κίννυτο κάλλεος οἷο φίλην θηεύμενος αἴγλην,
421
Τρισσοφαοῦς Θεότητος ὁμὸν σέλας ἰσοφέριστον,
Ὡς μούνῃ Θεότητι, καὶ ὧν Θεὸς, ἔστ' ἀρίδηλον.
Κίννυτο καὶ κόσμοιο τύπους οὓς στήσατο λεύσσων
Οἷσιν ἐνὶ μεγάλοισι νοήμασι κοσμογόνος νοῦς
Ἐσσομένου μετέπειτα, Θεῷ δέ τε καὶ παρεόντος.
Πάντα Θεῷ προπάροιθεν, ἅτ' ἔσσεται, ὅσς' ἐγένοντο,
Ὅσσα τε νῦν παρέασιν. Ἐμοὶ χρόνος ὧδε κέασσε,
Πρόσθε τὰ μὲν, τὰ δ' ὄπισθε· Θεῷ δέ τε εἰς ἓν ἅπαντα,
Καὶ μεγάλης Θεότητος ἐν ἀγκοίνῃσι κρατεῖται.
Τοὔνεκεν ὅσσον ἔτετμεν ἐμὸς νόος εἰσαΐοιτε.
Νοῦς ὤδινεν ἅπαντα, ῥάγη δ' εἰς ὕστερον ὠδὶς,
Ὥριος, εὖτε Θεοῖο μέγας Λόγος ἐξεκάλυψεν.
422
Ἤθελε μὲν νοερὰν στῆναι φύσιν, οὐρανίην τε
Καὶ χθονίην, πρώτοιο διαυγέα φωτὸς ἔσοπτρα,
Τὴν μὲν ἄνω στίλβουσαν, ὑποδρήστειραν ἄνακτος,
Πλησιφαῆ, μεγάλην, τὴν δ' ἐνθάδε κῦδος ἔχουσαν,
Πηγάζων θεότητα, ὅπως πλεόνεσσιν ἀνάσσῃ
Οὐρανίοις, πλεόνων τε πέλῃ φάος ὀλβιόδωρον.
Ἥδε γάρ ἐστιν ἄνακτος ἐμοῦ φύσις ὄλβον ὀπάζειν.
Ὄφρα δὲ μὴ πελάουσα Θεῷ κτίσις ἀντιθέοιο
Κύδεος ἱμείρουσα, φάος καὶ κῦδος ὀλέσσῃ
(Μέτρα φέρειν γὰρ ἄριστον, ἀμετρίη δὲ κάκιστον),
Τοὔνεκεν ἐσσομένοισι φίλα φρονέων Λόγος αἰπὺς
Τῆλε βάλε Τριάδος μὲν ὅσον φάος ἀμφιθόωκον,
Ἀγγελικῶν τε χορῶν βροτέην φύσιν, ἀγγελικὴν μὲν
423
Οὐ μάλα πολλὸν ἄνευθε παραστάτιν, ἡμετέρην δὲ
Καὶ μάλα πολλὸν ἄνευθεν, ἐπεὶ χθονὸς ἐκγενόμεσθα
Μιχθείσης Θεότητι· ἁπλῆ δέ τε φύσις ἀρείων.
Κόσμων δ' ὃς μὲν ἔην προγενέστερος οὐρανὸς ἄλλος,
Θειοφόρων χώρημα, μόνοις τε νόεσσι θεητὸν,
Παμφαὲς, εἰς ὃν ἔπειτα Θεοῦ βροτὸς ἔνθεν ὁδεύει,
Εὖτε Θεὸς τελέθῃσι, νόον καὶ σάρκα καθήρας·
Αὐτὰρ ὅ γε θνητοῖσι πάγη θνατὸς, ἡνίκ' ἔμελλε
Στήσεσθαι φαέων τε χάρις κῆρύξ τε Θεοῖο,
Κάλλεΐ τε μεγέθει τε, καὶ εἰκόνος ἐμβασίλευμα·
Πρῶτος δ' ὑστάτιός τε Θεοῦ μεγάλοιο λόγοισι.
424
{Εʹ. Περὶ Προνοίας.}
Ὧδε μὲν εὐρυθέμεθλον ἐπήξατο κόσμον ἄπειρον
Νοῦς μέγας, ἐντὸς ἅπαντα φέρων, καὶ παντὸς ὕπερθεν
Αὐτὸς ἐών· τί δὲ μῆχος ἀχωρήτοιο λαβέσθαι;
Αὐτὰρ ἐπεί μιν ἔτευξεν, ἄγει πρώτης ὑπὸ ῥιπῆς,
Πληγῆς ὡς ὕπο ῥόμβον ἐπειγόμενον στροφάλιγξι,
Κιννύμενον μεγάλοισιν ἀκινήτοισι λόγοισιν.
Οὔτε γὰρ αὐτομάτη φύσις κόσμοιο τοσούτου
Καὶ τοίου, τῷ μηδὲν ὁμοίϊον ἔστι νοῆσαι·
Μὴ τόσον αὐτομάτοισιν ἐπιτρέψητε λόγοισι.
Τίς δὲ δόμον ποτ' ὄπωπεν, ὃν οὐ χέρες ἐξετέλεσσαν;
425
Τίς ναῦν, ἢ θοὸν ἅρμα; τίς ἀσπίδα καὶ τρυφάλειαν;
Οὔτ' ἂν τόσσον ἔμεινεν ἐπὶ χρόνον, εἴπερ ἄναρχος,
Καὶ χορὸς ἂν λήξειεν ἀνηγεμόνευτος ἔμοιγε.
Οὔτ' ἄλλον τιν' ἐοικὸς ἔχειν σημάντορα παντὸς,
Ἠὲ τὸν ὅς μιν ἔτευξεν. Ὁδ' ἀστέρας ἡγεμονῆας
Ἡμετέρης γενεῆς τε βίου θ' ἅμα παντὸς ὀπάζων,
Αὐτοῖς δ' ἄστρασιν εἰπὲ τίν' οὐρανὸν ἄλλον ἑλίξεις;
Καὶ τῷ δ' αὖ πάλιν ἄλλον, ἀεί τ' ἐπ' ἄγουσιν ἄγοντας;
Εἷς βασιλεὺς πλεόνεσσι συνάστερος, ὧν ὁ μὲν ἐσθλὸς,
Ὃς δὲ κακὸς, ῥητήρ τις, ὁ δ' ἔμπορος, ὃς δ' ἄρ' ἀλήτης,
Τὸν δὲ φέρει θρόνος αἰπὺς ὑπέρφρονα. Ἐν δέ τε πόντῳ
Καὶ πολέμῳ πλεόνεσσιν ὁμὸς μόρος ἀλλογενέθλοις.
Ἀστέρες, οὓς συνέδησαν, ὁμὸν τέλος οὐ συνέδησε.
426
Κείνους δ' οὓς ἐκέασσαν, ὁμὴ συνέδησε τελευτή.
Εἰ μὲν δὴ καθ' ἕκαστον ἔχει πρώτη τις ἀνάγκη,
Μῦθος ὅδ'· εἰ δ' ἄρα τῆς κρατέει ξυνή τις ἀρείων,
Τείρεα τείρεσίν ἐστιν ἐναντία. Τίς δ' ἄρ' ὁ μίξας;
Ὃς γὰρ δὴ συνέδησε, καὶ ἢν ἐθέλῃσιν ἔλυσεν.
Εἰ δὲ Θεὸς, πῶς πρῶτον, ὅ μοι Θεὸς ἐξετίναξεν;
Εἰ μὴ καὶ Θεὸν αὐτὸν ὑπ' ἄστρασι σοῖσιν ἑλίξῃς.
Εἰ δ' οὔ τις κρατέων, πῶς στήσεται; Οὐ γὰρ ὄπωπα.
Κεῖνοι μὲν τοίοισι λόγοις Θεὸν ἐκτὸς ἔχοιεν.
Ἢ γὰρ δὴ Θεός ἐστιν, ἢ ἀστέρες ἡγεμονῆες.
Αὐτὰρ ἐγὼ τόδε οἶδα, Θεὸς τάδε πάντα κυβερνᾷ,
Νωμῶν ἔνθα καὶ ἔνθα Θεοῦ Λόγος ὅσσα θ' ὕπερθεν,
Ὅσσα τ' ἔνερθεν ἔθηκε νοήμασι· τοῖς μὲν ἔδωκεν
427
Ἁρμονίην τε δρόμον τε διαρκέα ἔμπεδον αἰεὶ,
Τοῖς δὲ βίον στρεπτόν τε, καὶ εἴδεα πολλὰ φέροντα·
Ὧν τὸ μὲν ἡμῖν ἔφηνε, τὸδ' ἐν κευθμῶσι φυλάσσει
Ἧς σοφίης, θνητοῦ δ' ἐθέλει κενὸν εὖχος ἐλέγχειν.
Καὶ τὰ μὲν ἐνθάδ' ἔθηκε, τὰ δ' ἤμασιν ὑστατίοισιν
Ἀντήσει. Κείρει δὲ γεημόρος ὥρια πάντα,
Ὡς καὶ Χριστὸς ἄριστος ἐμοῦ βιότοιο δικαστής.
Οὗτος ἐμὸς λόγος ἐστὶν ἀνάστερος, αὐτοκέλευθος.
Ὡροθέτας δὲ σύ μοι καὶ λεπταλέας ἀγόρευε
Μοίρας, ζωοφόρους τε κύκλους καὶ μέτρα πορείης·
Λῦε δέ μοι ζωῆς τε νόμους, καὶ τάρβος ἀλιτροῖς,
Ἐλπωρήν τ' ἀγαθοῖσιν ἐς ὕστερον ἀντιόωσαν.
428
Εἰ γὰρ κύκλος ἅπαντα φέρει, κείνου περιωγῇ
Ῥοιζοῦμαι, τὸ θέλειν δὲ καὶ αὐτόγε κύκλος ἐποίσει,
Οὐδέ τίς ἐστιν ἔμοιγε ῥοπὴ πρὸς κρεῖσσον ἄγουσα,
Βουλῆς ἠδὲ νόοιο, πόλος δέ με τῇδε κυλίνδει.
Σιγάσθω Χριστοῖο μέγα κλέος ἄγγελος ἀστὴρ
Ἀντολίηθε Μάγοισιν ἐπὶ πτόλιν ἡγεμονεύσας,
Ἔνθα Χριστὸς ἔλαμψε βροτοῦ γόνος ἄχρονος Υἱός.
Οὐ γὰρ τῶν τις ἔην ὅσσων φραστῆρες ἔασσιν
Ἀστρολόγοι, ξεῖνος δὲ καὶ οὐ πάρος ἐξεφαάνθη,
Ἑβραϊκῇσι βίβλοισιν ὁρώμενος, ὧν ἄπο παῖδες
Χαλδαίων προμαθόντες, ὅσοις βίος ἀστροπολεύειν,
Μοῦνον ἀπὸ πλεόνων θηεύμενοι, οὓς ἐδόκευον,
429
Ἀρτιφαῆ τροχάοντα κατ' ἠέρος ἀντολίηθεν
Ἑβραίων ἐπὶ γαῖαν, ἐτεκμήραντο ἄνακτα·
Τῆμος ὅτ' ἀστρολόγοισιν ὁμοῦ πέσε μήδεα τέχνης,
Ἀστρολόγων τὸν ἄνακτα σὺν οὐρανίοισι σεβόντων.
Ἀλλ' οἱ μὲν περόωεν ἑὴν ὁδὸν, ἥνπερ ἔταξε
Χριστὸς ἄναξ, πυρόεντες, ἀείδρομοι, ἀστυφέλικτοι,
Ἀπλανέες τε πλάνοι τε παλίμποροι, ὡς ἐνέπουσιν,
Εἴτε τις ἄτροφός ἐστι πυρὸς φύσις, εἴτε τι σῶμα,
Πέμπτον ὃ δὴ καλέουσι, περίδρομον οἶμον ἔχοντες·
Ἡμεῖς δ' ἡμετέρην ὁδὸν ἄνιμεν. Εἰς λογικὴν γὰρ
Σπεύδομεν, οὐρανίην τε φύσιν, καὶ δέσμιοι αἴης.
430
{Ϛʹ. Περὶ τῆς αὐτῆς.}
Ἔῤῥοιεν οἱ τὸ Θεῖον ἐξηρνημένοι,
Καὶ μηδὲ τὴν ἄφραστον εὐαρμοστίαν
Τοῦ παντὸς εἴς τιν' ἀναφέροντες αἰτίαν
Ποιητικήν τε καὶ συνεκτικὴν ὅλων.
Ἔῤῥοιεν οἱ θεῶν τιν' ἐσμὸν εἰδότες,
Ἢ δαιμόνων καλῶν τε καὶ κακῶν κράτος.
Ἔῤῥοιεν οἱ Πρόνοιαν ἐξηρνηκότες,
Ὥσπερ τὸ σώζεσθ' ἐκ Θεοῦ δεδοικότες·
Ἀλλ' ἢ φορᾷ νέμοντες ἀστάτῳ τὸ πᾶν,
Ἢ καὶ διδόντες ἀστέρων κινήμασι,
Τοῖς πῶς, πόθεν τε, κἀκ τίνος, κινουμένοις·
431
Εἰ μὲν Θεοῦ, πῶς πρῶτον, ὃ στρέφει Θεός;
Τοῦ γὰρ πλέκοντός ἐστι καὶ μεταπλέκειν.
Εἰ δ' οὐ Θεοῦ, πῶς στήσετ' ἐξ ἀναρχίας,
Ἢ καὶ μάχης τοῦ κρείσσονος; Πῶς δ' οὐ μάχη;
Ἡ γὰρ προνοίας ἄρσις, ἄνταρσις Θεοῦ·
Εἰ μὴ σὺ ποιεῖς καὶ Θεὸν πεπρωμένον,
Φέροντ' ἄκοντα τὴν πλοκῆς τυραννίδα.
Οὕτω μὲν οὗτοι σφῶν ἁλίσκονται λόγοις.
Ἡμῖν δ' ἄγει μὲν εἷς Θεὸς τὸ πᾶν τόδε,
Σοφῶς ἑλίσσων καὶ πλέκων, ὡς ἂν θέλῃ,
Τοῖς αὐτὸς αὑτοῦ νεύμασί τε καὶ λόγοις,
Κἂν μὴ τὰ πάντα δεξιῶς στρέφειν δοκῇ.
Πολλοί γε μὴν κάμνουσι καὶ σοφωτάτων,
Τοῖς τῇδ' ἀνίσοις, καὶ πάλαι καὶ νῦν ἔτι.
Τί δεῖ λέγειν ἅπαντας; ἀλλά μοι σκόπει
432
Δαυῒδ τί πάσχει· τοὺς κακοὺς ὁρῶν καλῶς
Πράττοντας (ὡς δοκοῦσι), σφόδρ' εἰλιγγιᾷ,
Μή τις φορᾷ δῷ τὴν φύσιν τῶν πραγμάτων,
Ὡς οὐκ ἐπιστατοῦντος ἡμῖν οὐδενός.
Ὁ δ' αὐτὸς οἶδε τὴν λύσιν· Τὸ γὰρ τελὸς
Πάντων σκόπει μοι, φησὶν, ὡς ἀντίστροφον.
Ἔσπειρας· ὄψει τῆς σπορᾶς καὶ τὸν στάχυν.
Εἰ δ' ἀγνοεῖς σὺ τοὺς λόγους, οὐ καὶ Λόγος·
Οὐδὲ γὰρ, εἰ σὺ τῆς γραφῆς, καὶ ζωγράφος·
Οὐδ' εἰ σὺ γραμμῶν, καὶ γεωμέτρης ὃ σύ.
Τὸ μὲν κατείληφάς τι, τῷ δ' ἕπου σοφῶς.
Ἔστιν λόγος καὶ τοῦτο, πείθεσθαι λόγῳ.
Εἰ πάντα δῆλα, ποῦ τὸ πιστεύειν, λέγε.
Πίστις γάρ ἐστιν ἀπράγμων συναίνεσις
Ἐγὼ δὲ καὶ τοῦτ' ἐννοῶ σοφῶς ἴσως·
433
Οὐ ταῦτα εἰσιόντι σοι καθυπεσχόμην,
Πλουτεῖν, ἀμεριμνεῖν, εὐσθενεῖν, ἢ εὐτεκνεῖν·
Εὐζωΐαν δὲ καὶ τὰ προσδοκώμενα·
Ὡς ἀντὶ τῶν νῦν προσδοκᾷν τὰ μείζονα.
Πῶς οὖν δίκαιον, ὥσπερ ἐν συναλλαγῇ,
Καὶ τὸ πραθὲν ζητεῖν σε, καὶ τὸ χρῆμ' ἔχειν;
Εἰ μὴ μόνῳ σοι τοῦτο τῶν πάντων γέρας.
Ὡς σφόδρ' ἄπληστον, καὶ ξένης συνεισφορᾶς!
Ἢ κεῖνα ῥίψον, φίλτατ', ἢ καὶ ταῦτα δός·
Εἴ πέρ τι δεῖ σοι τὸν σὸν ἑστάναι λόγον,
Μηδ' ἐκτὸς ἔρχῃ τῶν καλῶς συγκειμένων.
Πῶς οὖν, ἂν εἴποις, τοῖς πάλαι καὶ ταῦτα ἦν;
434
Οὔπω τότ' ἦν ἧ πίστις ἐῤῥιζωμένη,
Καὶ πίστις ἦν τὰ τῇδε τῶν νοουμένων,
Ὥσπερ γάλακτι νηπίοις ἀνδρουμένοις.
Τεκμήριον δὲ τοῦ λόγου. Καὶ γὰρ τότ' ἦν
Τὰ μὲν μέγιστα τῶν κακῶν συγγνωστά πως·
Τὰ δ' οὐ μέγιστα τῶν κακῶν τιμητέα·
Ἀντιζυγούσης τῆς ἐν ἀμφοῖν ἀξίας.
Αἱ δ' ἐκδικήσεις τῶν σοφῶν ὑπέρμετροι.
Δαυΐδ σε ταῦτα πειθέτω, καὶ Μωϋσῆς,
Ἐλισσεός τε, οὗ τρέμω μεμνημένος·
Ὁ μὲν κολασθεὶς ἐνδεῶς τοῖς πταίσμασι,
Ὁ δ' ἀντὶ μικρῶν, καὶ Θεοῦ λαβὼν θέαν·
435
Νόμον τε, καὶ τοσοῦτον ἐκσώσας στρατόν·
Ὁ δ' ἐκ βραχείας ὕβρεως καὶ νηπίοις
Πληγὴν τοσαύτην ἀντιδοὺς παρ' ἐλπίδας.
Οὕτω σκιώδης τηνικαῦτ' ἦν καὶ νόμος.
Οὕτω κάθαρσις θυσιῶν δι' αἵματος,
Σαρκῶν τ' ἀνάγνων ἀσθενῆ ῥαντίσματα·
Οὕτως ἄριστον ἡ φυγὴ τῶν χειρόνων,
Εἰ καὶ πλέον τι μὴ προσῆν, μικροῖς ὅροις
Τῆς εὐσεβείας περιγραφομένης τοῖς τότε.
Εἴπω τι μεῖζον, ὧν ἔφην; Λελέξεται.
Οὐδ' εἰσφορὰν τοσαύτην εἶχον οὐδέπω,
Ὅσην περ ἡμεῖς, τοῖς Θεοῦ παθήμασιν,
436
Ἀμνῷ τε τῷ σφαγέντι τοῖς ἐμοῖς κακοῖς.
Ὥστ' ἦν τὸ κείνων πλεῖον· εἰ δὲ πλεῖον ἦν,
Δὸς πλεῖον εἶναι τῶν πόνων καὶ τὸ χρέος,
Ἡμῖν δ' ἔλαττον τοῖς τυχοῦσι πλειόνων.
Ὃδ' ἀντὶ πάντων καὶ πρὸ πάντων χρὴ λέγειν·
Μὴ σφόδρ' ἐπαίνει τοῦ βίου τὸ εὔδρομον,
Ὁ μεῖζον εἰδὼς τῶν ὁρωμένων φρονεῖν·
Μή πως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον,
Σοὶ δ' ἀμφίκρημνον τοῦ δρόμου τὸ εὐπετές.
Ἐμοῦ τὸ λυπρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν.
Βοῶν ποτ' εἶδες τὸν μὲν ἐν φάτνῃ μέγαν,
Ἐπῃρμένον, στίλβοντα τῇ εὐσαρκίᾳ,
437
Τραχηλιῶντα, τὸν δὲ κάτω νενευκότα,
Ῥικνὸν, δυσειδῆ συμβόλοις γεωργίας·
Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον,
Τὸν δὲ τρέφονθ' αὑτόν τε καὶ τὸν δεσπότην.
Τούτων τίς ἐστιν εὐτυχέστερος, δοκεῖς;
Οὐχ ὁ στενός τε, καὶ ζυγῷ τετρυμμένος;
Εὔδηλον. Ἀλλὰ σοί γε τὸ πλάτος φίλον,
Κἂν ᾖ κακόν τε καὶ κακῷ συγκείμενον.
Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσῃς;
Ἢ καὶ φρενοπλὴξ ἰσχύειν σοι φαίνεται;
Τὸ δ' ἡδὺ πάντως φάρμακον σωτήριον;
Πολλοὺς τὸ πικρὸν ἐξέσωσε πολλάκις·
Τὸ δ' ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πόλλ' ἄγει.
Υἱῷ δὲ πατρὸς ῥάβδος οὐ σεβασμία
Τῷ νοῦν ἔχοντι; τῷ δὲ κακὸν ἡ χρηστότης
438
Οὔτ' ἐστὶν υἱὸς, οὔτε ῥάβδῳ πλήσσεται.
Τί δ' εἰ παλαίεις, ὡς Ἰὼβ, ὑπὲρ στέφους;
Ἔπᾳδε σαυτῷ ταῦτα, καὶ ῥᾴων ἔσῃ,
Παρηγόρημα τοῦ πονεῖν ποιούμενος,
Τῷ δ' εὐχαρίστῳ κτώμενος τὴν ἐλπίδα.
Δούλου κακοῦ γὰρ, προσγελῶντα μὲν σέβειν
Τὸν δεσπότην· πλήττοντα δ' ἡγεῖσθαι κακόν.
Δέον δέχεσθαι πᾶσαν οἴακος στροφὴν,
Ὧ| μ' ἐκ πάλης τε καὶ ζάλης διεξάγει,
Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ·
Εἴπερ γε τὴν ναῦν μὴ μάτην ἐπήξατο,
Ἀλλ' εἰς καλόν τε κἀπιδέξιον τέλος.
{Ζʹ. Περὶ νοερῶν οὐσιῶν.}
Οἵη δ' ὑετίοιο κατ' ἠέρος εὐδιόωντος,
439
Ἀντομένη νεφέεσσιν ἀποκρούστοις περιωγαῖς,
Ἀκτὶς ἠελίοιο πολύχροον ἶριν ἑλίσσει,
Ἀμφὶ δέ μιν πάντη σελαγίζεται ἐγγύθεν αἰθὴρ,
Κύκλοισιν πυκινοῖσι καὶ ἔκτοθε λυομένοισι·
Τοίη καὶ φαέων πέλεται φύσις, ἀκροτάτοιο
Φωτὸς ἀποστίλβοντος ἀεὶ νόας ἥσσονας αὐγαῖς.
Ἤτοι ὁ μὲν πηγὴ φαέων, φάος οὔτ' ὀνομαστὸν,
Οὔθ' ἑλετὸν, φεῦγόν τε νόου τάχος ἐγγὺς ἰόντος,
Αἰὲν ὑπεκπροθέον πάντων φρένας, ὥς κε πόθοισι
Τεινώμεσθα πρὸς ὕψος ἀεὶ νέον. Οἱ δέ τε φῶτα
Δεύτερα ἐκ Τριάδος βασιλήϊον εὖχος ἐχούσης,
Ἄγγελοι αἰγλήεντες, ἀειδέες, οἵ ῥα θόωκον
Ἀμφὶ μέγαν βεβαῶτες, ἐπεὶ νόες εἰσὶν ἐλαφροὶ,
440
Πῦρ καὶ πνεύματα θεῖα δι' ἠέρος ὦκα θέοντες
Ἐσσυμένως μεγάλῃσιν ὑποδρήσσουσιν ἐφετμαῖς,
Ἁπλοῖ τε, νοεροί τε, διαυγέες, οὔτ' ἀπὸ σαρκῶν
Ἐρχόμενοι (σάρκες γὰρ ἐπεὶ πάγεν αὖθις ὀλοῦνται),
Οὔτ' ἐπὶ σάρκας ἰόντες, ὅπερ δ' ἐγένοντο μένοντες.
Ἤθελον εἰπεῖν πάμπαν ἀτειρέες· ἀλλ' ἄνεχ' ἵππον
Καὶ μάλα θερμὸν ἐόντα, νόου ψαλίοισιν ἐέργων.
Καί ῥ' οἱ μὲν μεγάλοιο παραστάται εἰσὶ Θεοῖο·
Οἱ δ' ἄρα κόσμον ἅπαντα ἑαῖς κρατέουσιν ἀρωγαῖς,
Ἄλλην ἄλλος ἔχοντες ἐπιστασίην παρ' ἄνακτος,
Ἄνδρας τε, πτόλιάς τε, καὶ ἔθνεα πάνθ' ὁρόωντες,
Καὶ λογικῶν θυέων ἐπιίστορες ἡμερίοισι.
Θυμὲ, τί καὶ ῥέξεις; τρομέει λόγος οὐρανίοισι
441
Κάλλεσιν ἐμβεβαώς· ἀχλὺς δέ μοι ἀντεβόλησεν,
Οὐδ' ἔχω ἢ προτέρω θεῖναι λόγον ἢ ἀναδῦναι.
Ὡς δ' ὅτε τρηχαλέῳ ποταμῷ περάων τις ὁδίτης
Ἐξαπίνης ἀνέπαλτο, καὶ ἴσχεται ἱέμενός περ,
Πολλὰ δέ οἱ κραδίη πορφύρεται ἀμφὶ ῥεέθρῳ·
Χρειὼ θάρσος ἔπηξε, φόβος δ' ἐπέδησεν ἐρωήν·
Πολλάκι ταρσὸν ἄειρεν ἐφ' ὕδατι, πολλάκι δ' αὖτε
Χάσσατο, μαρναμένων δὲ, φόβον νίκησεν ἀνάγκη.
Ὣς καὶ ἐμοὶ θεότητος ἀειδέος ἐγγὺς ἰόντι,
Τάρβος μὲν καθαροῖο παραστάτας ὑψιμέδοντος
Θεῖναι ὑπ' ἀμπλακίῃ, φωτὸς κεκορημένον εἶδος,
Μή πω καὶ πλεόνεσσιν ὁδὸν κακίης στορέσαιμι.
Τάρβος δ' ἄτροπον ἐσθλὸν ἐμοῖς ἐπέεσσι χαράξαι,
442
Μέσφ' ὅτε καὶ σκολιόν τιν' ὁρῶ κακίης μεδέοντα.
Οὔτε γὰρ ἦν ἀγαθοῖο, κακοῦ φύσιν ἄμμι φυτεῦσαι,
Ἠὲ μόθον προφέρειν καὶ ἔχθεα οἷσι φίλοισιν·
Οὔτε μὲν ἀντιθόωκον ἀναστῆναι κακότητα
Ὕστατον, ἢ καὶ ἄναρχον ἔχειν φύσιν ὥσπερ ἄνακτα.
Ὧδέ μοι ἀσχαλόωντι Θεὸς νόον ἔμβαλε τοῖον.
Πρῶτον μὲν Θεότητος ἁγνὴ φύσις ἄτροπος αἰεὶ,
Ἀνθ' ἑνὸς οὔ ποτε πολλά. Τί γὰρ Θεότητος ἄρειον
Εἰς ὃ μετακλίνοιτο; τὸ δὲ πλέον ὄντος ἄλυξις.
Δεύτερον ἀκροτάτοιο φάους μεγάλοι θεράποντες,
Τόσσον πρωτοτύποιο καλοῦ πέλας, ὁσσάτιόν περ
Αἰθὴρ ἠελίοιο. Τὸ δὲ τρίτον ἠέρες ἡμεῖς.
443
Εἰς πάντ' ἄτροπός ἐστι Θεοῦ φύσις· εἰς κακίην δὲ
Δύστροπος ἀγγελικὴ, καὶ τὸ τρίτον εὔτροπος ἡμεῖς,
Ὅσσον τῆλε Θεοῖο, τόσον κακίης πελάοντες.
Τοὔνεκεν ὁ πρώτιστος Ἑωσφόρος ὑψός' ἀερθεὶς
(Ἦ γὰρ δὴ μεγάλοιο Θεοῦ βασιληΐδα τιμὴν
Ἤλπετο, κῦδος ἔχων περιώσιον), ὤλεσεν αἴγλην,
Καὶ πέσεν ἐνθάδ' ἄτιμος, ὅλον σκότος ἀντὶ Θεοῖο·
Καὶ κοῦφός περ ἐὼν χθαμαλὴν ἐπὶ γαῖαν ὄλισθεν,
Ἔνθεν ἀπεχθαίρει πινυτόφρονας, οὐρανίης δὲ
Εἴργει πάντας ὁδοῖο, χολούμενος ἣν διὰ λώβην.
Οὐδ' ἐθέλει θεότητος, ὅθεν πέσεν, ἆσσον ἱκέσθαι
Πλάσμα Θεοῦ· ξυνὴν γὰρ ἔχειν ἐπόθησε βροτοῖσιν
Ἀμπλακίην σκοτίην τε· τῷ ἔκβαλεν ἐκ παραδείσου,
444
Κύδεος ἱμείροντας ὁ βάσκανος ἰσοθέοιο.
Ὣς ἄρ' ὅγ' οὐρανίης ἐξ ἄντυγος ἦλθεν ἀερθείς·
Ἀλλ' οὐ μοῦνος ὄλισθεν, ἐπεὶ δέ μιν ὤλεσεν ὕβρις,
Κάππεσε σὺν πλεόνεσσιν, ὅσους κακίην ἐδίδαξεν
(Ὡς στρατὸν ἐκ Βασιλῆος ἀποῤῥήξας τις ἀλιτρὸς),
Βασκανίῃ τε χοροῖο θεόφρονος ὑψιμέδοντος,
Καὶ πλεόνεσσι κακοῖσιν ἔχων πόθον ἐμβασιλεύειν.
Ἔνθεν ἄρ' ἐβλάστησαν ἐπιχθόνιοι κακότητες,
Δαίμονες ἀνδροφόνοιο κακοῦ βασιλῆος ὀπηδοὶ,
Ἀδρανέα, σκιόεντα, δυσαντέα φάσματα νυκτὸς,
Ψεῦσταί θ', ὑβρισταί τε, διδάσκαλοι ἀμπλακιάων,
Πλάγκται, ζωροπόται, φιλομειδέες, ἐγρεσίκωμοι,
Χρησμολόγοι, λοξοὶ, φιλοδήριες, αἱματόεντες,
Ταρτάρεοι, μυχόεντες, ἀναιδέες, ἀρχιγόητες,
445
Ἐρχόμενοι καλέουσιν, ἀπεχθαίρουσι δ' ἄγοντες·
Νὺξ, φάος, ὥς κεν ἕλωσιν, ἢ ἀμφαδὸν, ἢ λοχόωντες.
Τοίη μὲν κείνων στρατιὴ, τοῖος δὲ καὶ ἀρχὸς,
Χριστὸς δ' οὔτε μιν ἔσχεν ἀϊστώσας ἰότητι,
Ἧ| καὶ κόσμον ἔτευξεν ὅλον· καὶ τόνδ' ἂν ὄλεσσεν,
Αἶψ' ἐθέλων (χαλεπὴ δὲ Θεοῦ κοτέοντος ἄλυξις),
Οὐδὲ μὲν οὐδ' ἀνέηκεν ἐλεύθερον ἐχθρὸν ἐμεῖο,
Ἀλλὰ μέσον μεθέηκεν ὁμῶς ἀγαθῶν τε κακῶν τε,
Δῶκε δ' ἐπ' ἀλλήλοισι κακὸν μόθον, ὡς ὁ μὲν αἰνὸν
Αἶσχος ἔχῃ, καὶ τῇδε, χερείονί περ πολεμίζων,
Οἱ δ' ἀρετῇ μογέοντες ἑὸν κλέος αἰὲν ἔχωσιν,
Ὡς χρυσὸς, χοάνοισι καθαιρόμενοι βιότοιο,
446
Ἢ τάχα κεν μετέπειτα δίκας τίσειεν ἀτειρὴς,
Ὕλης δ' ἁπτομένης, ὅτε ἔμπυρός ἐστιν ἄμειψις,
Πολλὰ πάροιθεν ἑοῖσιν ἐνὶ δρηστῆρσι δαμασθεὶς
Τειρομένοις· τὸ γάρ ἐστι κακοῦ γεννήτορι τίσις.
Ταῦτα μὲν ἀγγελικῆς αἴγλης πέρι Πνεῦμ' ἐδίδαξε
Πρώτης θ', ὑστατίης τε. Μέτρον δέ τε κἀνθάδ' ἀνεῦρε.
Μέτρον δ' αὖ Θεός ἐστιν. Ὅσον πελάει τις ἄνακτι,
Τοσσάτιον φάος ἐστὶν, ὅσον φάος, εὖχος ὁμοῖον.
{Ηʹ. Περὶ ψυχῆς.}
Ψυχὴ δ' ἐστὶν ἄημα Θεοῦ, καὶ μίξιν ἀνέτλη
Οὐρανίη χθονίοιο, φάος σπήλυγγι καλυφθὲν,
447
Ἀλλ' ἔμπης θείη τε καὶ ἄφθιτος. Οὐ γὰρ ἔοικεν
Εἰκόνα τὴν μεγάλοιο Θεοῦ λύεσθαι ἀκόσμως,
Ἑρπυστῆρσιν ὁμοῖα βοτοῖσί τε ἀφραδέεσσιν,
Εἰ καί μιν θνητήν γε βιήσατο θεῖναι ἁμαρτάς.
Οὔτε πυρὸς μαλεροῖο πέλει φύσις· οὐ γὰρ ἐοικὸς
Δάπτον δαπτομένοιο πέλειν κέαρ· οὔτ' ἀποπνευστοῦ
Ἠέρος, ἢ πνευστοῖο, καὶ οὔ ποτε ἱσταμένοιο
Οὐδὲ μὲν αἱματόεσσα χύσις διὰ σάρκα θέουσα·
Ἀλλ' οὐδ' ἁρμονίη τῶν σώματος εἰς ἓν ἰόντων.
Οὐ γὰρ ἴη σαρκῶν τε καὶ εἴδεος ἀθανάτοιο
Ἔστι φύσις. Τί δὲ πλεῖον ἀρειοτέροισι κακίστων,
Οὓς κράσις ἠὲ κακοὺς τεκτήνατο ἠὲ φερίστους;
Πῶς δ' οὐ καὶ ἀλόγοισι λόγου φύσις; Ἁρμονίη γὰρ
448
Ἡ σαρκῶν βροτέων τε καὶ εἴδεός ἐστ' ἀλόγοισιν,
Εὐκραέες δ' ἄρα πάντες ἀρείονες, ὡς ὅγε μῦθος.
Κεῖνοι μὲν δὴ τοῖα· τὸ δ' αἴτιον, ὧν ἀπεόντων
Ψυχὴ σῶμα λέλοιπε, κέαρ τάδε μυθήσαντο.
Φορβὴ δ' οὔ ποτέ σοι κέαρ ἔπλετο, ἧς δίχα θνητὸν
Ζώειν πάμπαν ἄπιστον, ἐπεὶ σθένος ἐστὶν ἐδητύς.
Οἶδα δὲ καὶ λόγον ἄλλον, ὃν οὔ ποτε δέξομ' ἔγωγε,
Οὐδὲ γὰρ ἂν ξυνή τις ἐμοὶ καὶ πᾶσι μεριστὴ
Ψυχὴ, πλαζομένη τε δι' ἠέρος. Ὧδ' ἂν ὁμοίη
Πᾶσι πέλοι πνευστή τε καὶ ἔκπνοος· ἐν δ' ἄρα πᾶσι,
Πάντες, ὅσοι ζώουσι μεταπνείοντες, ἔκειντο,
Εἰ δὲ καὶ ἠέρος ἐστὶ χυτὴ φύσις ἄλλοτ' ἐν ἄλλοις.
449
Εἰ δὲ μένει, τί μὲν ἔσχε, τί δ' ἐν σπλάγχνοισι τεκούσης
Ζωὸν ἔτ', εἰ κείνη με προέσπασεν ἐκτὸς ἐόντα;
Εἰ δὲ πλειοτέρων τεκέων σύ γε μητέρα θείης,
Ψυχαῖς δαπτομένῃσιν ἔτι πλεόνεσσι γέρηρας.
Οὐ πινυτῶν ὅδε μῦθος, ἐτώσια παίγνια βίβλων,
Οἳ καὶ σώματα πολλὰ βίοις προτέροισιν ὅμοια
Ἐσθλοῖς ἠδὲ κακοῖς, ψυχῇ δόσαν αἰὲν ἀμείβειν,
Ἢ τιμὴν ἀρετῆς, ἢ ἀμπλακίης τινὰ ποινήν·
Εἵμασιν ὥς τινα φῶτα κατενδύοντες ἀκόσμως,
Ἠὲ μετεκδύοντες, ἐτώσια μοχθίζοντες,
Ἰξίονος κύκλοισιν ἀλιτροτάτοιο φέροντες,
Θῆρα, φυτὸν, βροτὸν, ὄρνιν, ὄφιν, κύνα, ἰχθὺν ἔτευξαν.
Πολλάκι καὶ δὶς ἕκαστον, ἐπὴν τὸ δὲ κύκλος ἀνώγῃ.
450
Μέχρι τίνος; Θηρὸς δὲ σοφοῦ λόγον οὔποτ' ὄπωπα,
Οὐδὲ θάμνον λαλέουσαν. Ἀεὶ λακέρυζα κορώνη·
Αἰεὶ δ' ἰχθὺς ἄναυδος ὑγρὴν διανήχεται ἅλμην.
Εἰ δὲ καὶ ὑστατίη ψυχῆς τίσις, ὡς ἐνέπουσι
Κεῖνοι, τῶν ὅδ' ἐλεγμὸς ἐτώσιος. Εἰ μὲν ἀσάρκου,
Θαῦμα μέγ'. Εἰ δ' ἅμα σαρκὶ, τίν' ἐκ πλεόνων πυρὶ δώσεις;
Καὶ τότε θαῦμα μέγιστον, ἐπεὶ πλεόνεσσιν ἔδησας
Σώμασι, καὶ πλεόνων με δαήμονα θήκατο δεσμὸς,
Πῶς τόδε μοῦνον ἄλυξεν ἐμὴν φρένα, τίς με πάροιθεν
Εἶχε δορή; τίς ἔπειτα; πόσοις θάνον; οὐ γὰρ ἐπλούτει
Ψυχαῖς, ὡς θυλάκοισι, δέτης ἐμός. Ἢ ἄρα μακρῆς
Καὶ τόδ' ἄλης, λήθην με παθεῖν προτέρης βιότητος.
451
Ἡμέτερον δ' ἀΐοις ψυχῆς πέρι μῦθον ἄριστον.
Ἔνθεν ἑλὼν, τέρψιν δὲ μικρὴν ἀναμίξομεν οἴμῃ.
Ἦν ποτε ἦν ὅτε κόσμον ἐπήξατο νοῦ Λόγος αἰπὺς,
Ἑσπόμενος μεγάλοιο νόῳ Πατρὸς, οὐ πρὶν ἐόντα.
Εἶπεν ὅδ', ἐκτετέλεστο ὅσον θέλεν. Ὡς δὲ τὰ πάντα
Κόσμος ἔην, γαίη τε καὶ οὐρανὸς ἠδὲ θάλασσα,
Δίζετο καὶ σοφίης ἐπιίστορα μητρὸς ἁπάντων,
Καὶ χθονίων βασιλῆα θεουδέα, καὶ τόδ' ἔειπεν·
«Ἤδη μὲν καθαροὶ καὶ ἀείζωοι θεράποντες
Οὐρανὸν εὐρὺν ἔχουσιν ἁγνοὶ νόες, ἄγγελοι ἐσθλοὶ,
Ὑμνοπόλοι μέλποντες ἐμὸν κλέος οὔποτε λῆγον·
Γαῖα δ' ἔτι ζώοισιν ἀγάλλεται ἀφραδέεσσι.
Ξυνὸν δ' ἀμφοτέρωθεν ἐμοὶ γένος εὔαδε πῆξαι
452
Θνητῶν τ' ἀθανάτων τε νοήμονα φῶτα μεσηγὺ,
Τερπόμενόν τ' ἔργοισιν ἐμοῖς, καὶ ἐχέφρονα μύστην
Οὐρανίων, γαίης τε μέγα κράτος, ἄγγελον ἄλλον
Ἐκ χθονὸς, ὑμνητῆρα ἐμῶν μενέων τε, νόου τε.»
Ὣς ἄρ' ἔφη, καὶ μοῖραν ἑλὼν νεοπηγέος αἴης,
Χείρεσιν ἀθανάτῃσιν ἐμὴν ἐστήσατο μορφὴν,
Τῇ δ' ἄρ' ἑῆς ζωῆς μοιρήσατο. Ἐν γὰρ ἕηκε
Πνεῦμα, τὸ δὴ θεότητος ἀειδέος ἐστὶν ἀποῤῥώξ.
Ἐκ δὲ χοὸς πνοιῆς τε πάγην βροτὸς ἀθανάτοιο
Εἰκών· ἢ γὰρ ἄνασσα νόου φύσις ἀμφοτέροισι.
Τοὔνεκα καὶ βίοτον τὸν μὲν στέργω διὰ γαῖαν,
Τοῦ δ' ἔρον ἐν στήθεσσιν ἔχω θείαν διὰ μοῖραν.
Ἥδε μὲν ἀρχεγόνοιο βροτοῦ δέσις. Αὐτὰρ ἔπειτα
453
Σῶμα μὲν ἐκ σαρκῶν, ψυχὴ δ' ἐπιμίσγετ' ἀΐστως,
Ἔκτοθεν εἰσπίπτουσα πλάσει χοός. Οἶδεν ὁ μίξας
Πῶς πρῶτόν τ' ἔπνευσε, καὶ εἰκόνα δήσατο γαίῃ
Εἰ μὴ τόνδε λόγον τις, ἐμοῖς ἐπέεσσιν ἀρήγων,
Θήσει θαρσαλέως τε, καὶ ἑσπόμενος πλεόνεσσιν·
Ὡς καὶ σῶμα τὸ πρῶτον ἀπὸ χθονὸς ἄμμι κερασθὲν,
Ὕστερον ἀνδρομέη ῥύσις ἔπλετο, οὐδ' ἀπολήγει
Ἄλλοτε ἄλλον ἔχουσα βροτὸν πλαστῆς ἀπὸ ῥίζης·
Καὶ ψυχὴ πνευσθεῖσα Θεοῦ πάρα, κεῖθεν ἔπειτα
Ἀνδρομέοισι τύποισι συνέρχεται ἀρτιγένεθλος,
Σπέρματος ἐκ πρώτοιο μεριζομένη πλεόνεσσι,
Θνητοῖς ἐν μελέεσσιν ἀεὶ μένον εἶδος ἔχουσα.
Τοὔνεκεν ἡγεσίην νοερὴν λάχεν. Ὡς δ' ἐνὶ τυτθοῖς
Πνεῦμα μέγα στεινόν τε καὶ ἔκτροπον ἴαχεν αὐλοῖς,
454
Καὶ μάλα ἴδριος ἀνδρὸς, ἐπὴν δ' εἰς χεῖρας ἵκωνται
Εὐρύποροι, τημόσδε τελειοτέρην χέον ἠχὴν,
Ὣς ἥγ' ἀνδρανέεσσιν ἐν ἅψεσιν ἀδρανέουσα,
Πηγνυμένοις συνέλαμψε, νόον δέ τε πάντ' ἀνέφηνεν.
Αὐτὰρ ἐπειδὴ τεῦξεν ἑὸν βροτὸν ἄφθιτος Υἱὸς,
Ὄφρα κε κῦδος ἔχῃσι νέον, καὶ γαῖαν ἀμείψας
Ἤμασιν ὑστατίοισι Θεῷ Θεὸς ἔνθεν ὁδεύσῃ,
Οὔτε μιν οὔτ' ἀνέηκεν ἐλεύθερον, οὔτε τι πάμπαν
Δήσατο· θεὶς δὲ νόμον τε φύσει, καὶ ἐσθλὰ χαράξας
Ἐν κραδίῃ, γυάλοισιν ἀειθαλέος παραδείσου
Θῆκέ μιν ἀμφιτάλαντον, ὅπη ῥέψειε δοκεύων,
Γυμνὸν ἄτερ κακίης τε καὶ εἴδεος ἀμφιθέτοιο.
Ζωὴ δ' οὐρανίη πέλεται παράδεισος ἔμοιγε.
Τοῦ ῥά μιν ἐντὸς ἔθηκε λόγων δρηστῆρα γεωργόν.
455
Οἴου μιν ἀπέεργε τελειοτέροιο φυτοῖο,
Ἐσθλοῦ τ' ἠδὲ κακοῖο διάκρισιν ἐντὸς ἔχοντος
Τὴν τελέην. Τελέη γὰρ ἀεξομένοισιν ἀρείων,
Ἀλλ' οὐκ ἀρχομένοισιν· ἐπεὶ τόσον ἐστὶ βαρεῖα,
Ὅσσον νηπιάχοισι τελειοτέρη τις ἐδωδή.
Ἀλλ' ἐπεὶ οὖν φθονεροῖο παλαίσμασιν ἀνδροφόνοιο,
Θηλυτέροιο λόγοιο παραιφασίῃσι πιθήσας,
Γεύσατο μὲν καρποῖο προώριος ἡδυβόροιο,
Δερματίνους δὲ χιτῶνας ἐφέσσατο σάρκα βαρεῖαν
Νεκροφόρος (θανάτῳ γὰρ ἁμαρτάδα Χριστὸς ἔκορσεν),
Ἦλθε μὲν ἄλσεος ἐκτὸς ἐπὶ χθόνα τῆς γένος ἦεν,
Καὶ ζωὴν πολύμοχθον ἐδέξατο. Τῷ δ' ἄρ' ἔθηκε
Ζῆλον ἑὸν πυρόεντα φυτῷ κληῖδ' ἐριτίμῳ,
456
Μή τις Ἀδὰμ, ὁ πρόσθε, προώριος ἐντὸς ἴκηται,
Πρὶν πτόρθου γλυκεροῖο φυγεῖν δαπτρεῖαν ἐδωδὴν,
Καὶ ζωῆς πελάσειε φυτῷ κακός· ὡς δ' ὑπ' ἀήταις
Χειμερίοις παλίνορσος ἁλίπλοος ἦλθεν ὀπίσσω,
Αὖθις δ' ἠὲ πνοιῇσιν ἐλαφροτέρῃσι πετάσας
Ἱστίον, ἢ ἐρέτῃσι μόγῳ πλόον αὖθις ἄνυσσεν,
Ὣς ἡμεῖς μεγάλοιο Θεοῦ ἀπὸ τῆλε πεσόντες,
Ἔμπαλιν οὐκ ἀμογητὶ φίλον πλόον ἐκπερόωμεν.
Τοίη πρωτογόνοιο νεόσπορος ἤλυθεν ἄτη
Δειλοῖσιν μερόπεσσιν, ὅθεν στάχυς ἐβλάστησε.
{Θʹ, Περὶ Διαθηκῶν καὶ Ἐπιφανείας Χριστοῦ.}
Δεῦρ' ἄγε καὶ δισσοῖο νόμου λόγον ἐξερέεινε.
457
Ὅς τε παλαιότερος, καὶ ὃς νέος ἐξεφαάνθη,
Πρῶτα μὲν Ἑβραίοισιν, ἐπεὶ Θεὸν ὑψιμέδοντα
Πρῶτοι καὶ γνώσαντο, ἔπειτα δὲ πείρασιν αἴης.
Οὐ γὰρ μαρναμένοισι Θεὸς βροτὸν ἡγεμονεύει
Δόγμασιν, ὥς τις ἄϊδρις ἐὼν, Λόγος ἴδρις ἁπάντων,
Οὐδὲ παλιμβούλοισιν, ὃ καὶ θνητοῖσιν ὄνειδος.
Ἀλλ' ὅδ' ἐμὸς λόγος ἐστὶ Θεοῦ φιλέοντος ἀρωγῆς.
Λυσσήεις ὅτε πρῶτον Ἀδὰμ βάλεν ἐκ παραδείσου,
Κλέψας ἀνδροφόνοιο φυτοῦ δηλήμονι καρπῷ,
Ὡς στρατὸν ἡγητῆρος ὀλωλότος αἴσχεϊ τύπτων,
Δίζετο καὶ τεκέεσσι κακὸν καὶ κῆρα φυτεῦσαι,
Ῥήξας δ' οὐρανίοιο Θεοῦ κλεψίφρονι βουλῇ,
Τρέψατο ὄσσε βροτοῖο πρὸς οὐρανὸν ἀστερόεντα,
458
Κάλλεσι παμφανόωσι τεθηλότα, πρός τε θανόντων
Μορφὰς, ἃς ἐτύπωσε πόθος, καὶ μῦθος ἔτισε,
Πιστὸς ἐν οὐ ξείνοισι κακοῖς, ψεύστης ἀνέλεγκτος,
Αἰὲν ἐπερχομένοισιν ἀεξόμενος λυκάβασιν.
Ἑβραίων ἱερῶν ὀλοὸν γένος, οὐχ ὑποφήταις
Εἶκον ὀδυρομένοισι, λιταζομένοισιν, ἄνακτος
Μῆνιν ἀεὶ προφέρουσι. Πάρος γε μὲν ὤλλυον αὐτούς.
Οὐδὲ μὲν οὐ βασιλῆες ἐτάρβεον, ἀλλ' ἄρα καὶ τῶν
Οἱ πλέονες κακίους, οὐδ' ἄλσεα πάμπαν ἔλειπον,
Οὐδ' ὀρέων κορυφὰς, καὶ δαίμονας αἱματόεντας.
Τοὔνεκα καὶ μεγάλοιο Θεοῦ ζηλήμονα μῆνιν
Εἴρυσαν, ἐκ δὲ τίναχθεν. Ὁ δ' ἀντεισῆλθον ἔγωγε
459
Ἀτραπιτὸν ζήλοιο ποδηγεσίῃ σφίσιν ἕλκων,
Πίστιν ἐς εὐσεβέα Χριστοῦ παλίνορσα φέρεσθαι,
Ὀψὲ μεταστρεφθεῖσιν, ἐπὴν κορέσωνται ἀνίης,
Βασκανίῃ λαοῖο νεήλυδος, ᾧ διάμειφθεν.
Ἀλλὰ τὰ μὲν μετόπισθ'. Οἱ δ' ὡς νόμον εἶχον ἄτιμον,
Ὑστάτιον τοιῆσδε βροτῶν γένος ἔμμορε τιμῆς,
Νεύμασιν ἀθανάτοιο Πατρὸς, καὶ ἔργμασι Παιδός·
Χριστὸς ὅσον βροτέων ἐνὶ σώματι κάτθετο μοίρης
Οὐρανίης, λεύσσων κακίης ὕπο θυμοβόροιο
Δαπτόμενον, σκολιόν τε βροτῶν μεδέοντα δράκοντα,
Ὥς κεν ἀναστήσειεν ἑὸν λάχος, οὐκ ἔτι νοῦσον
Ἄλλοισιν ἐφέηκεν ἀρηγόσιν (οὐ γὰρ ἐπαρκὲς
Τοῖς μεγάλοις παθέεσσι μικρὸν ἄκος)· ἀλλὰ κενώσας
Ὃν κλέος ἀθανάτοιο Θεοῦ Πατρὸς Υἱὸς ἀμήτωρ
460
Αὐτὸς καὶ δίχα πατρὸς ἐμοὶ ξένος υἱὸς ἐφάνθη·
Οὐ ξένος, ἐξ ἐμέθεν γὰρ ὅδ' ἄμβροτος ἦλθε βροτωθεὶς
Παρθενικῆς διὰ μητρὸς, ὅλον μ' ὅλος ὄφρα σαώσῃ.
Καὶ γὰρ ὅλος πέπτωκεν Ἀδὰμ διὰ γεῦσιν ἀλιτρήν.
Τοὔνεκεν ἀνδρομέοισι καὶ οὐ βροτέοισι νόμοισι,
Σεμνοῖς ἐν σπλάγχνοισιν ἀπειρογάμοιο γυναικὸς
Σαρκωθεὶς (ὢ θάμβος ἀφαυροτάτοισιν ἄπιστον!)
Ἦλθε Θεὸς θνητός τε, φύσις δύο εἰς ἓν ἀγείρας,
Τὴν μὲν κευθομένην, τὴν δ' ἀμφαδίην μερόπεσσιν
Ὧν Θεὸς ἡ μὲν ἕην, ἡ δ' ὕστατον ἡμῖν ἐτύχθη.
Εἷς…
The complete text is available when the reading interface loads.