The Greek Library Author

Anonymous

Carmina quae spectant ad alios

Authority group
Gregory of Nazianzus (catalogue association; authorship remains anonymous)
Edition reference
Carmina quae spectant ad alios, MPG 37: 1451–1577.
CTS identifier
urn:cts:greekLit:tlg2022.tlg062.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

1451

{ΤΟΜΗ Βʹ. ΠΕΡΙ ΤΩΝ ΕΤΕΡΩΝ.

Αʹ. Πρὸς Ἑλλήνιον περὶ τῶν μοναχῶν προτρε-

πτικόν.}

Δίζηαι μὲν ἐμῶν μύθων σθένος οὐκέτ' ἐόντων

Ἐξ οὗπερ κόσμῳ τῷδ' ὀλιγοδρανέω,

Σταυρὸν ἀειράμενος, φόρτον γλυκὺν, ὅς μ' ἐσάωσε,

Καὶ πάντων βροτέων Χριστὸν ἀμειψάμενος.

1452

Οἱ δέ τοι οὔτι λίην μαλακοὶ καὶ θῶπες ἔασιν·

Οὐδὲ γὰρ οὐδὲ Λόγῳ κρείσσονι τοῦτο φίλον.

Οὐ γενεὴν, οὐκ ὄλβον, ὃς ἄφροσιν ὀφρὺν ἀνέλκει,

Οὐ ῥήτρης πυρόεν ἐξερέουσι μένος,

Σεῖο, κασιγνήτου τε μέγα κλέος, ὧν ῥα πόληες

Νωμῶνται μεγάλης οἰάκεσι παλάμης.

1453

Ἀλλὰ τὰ μὲν κενεοῖσι λόγοις μελεδήματα κείσθω·

Οἱ δ' ἐμοὶ, οὔτι φίλοις ἦρα φέρους' ὀλίγην,

Ἀλλά σε παρφασίῃσι θεουδέσι πολλὸν ἀρείω

Θήσουσιν. Σὺ δέ μοι ἤπιον οὖας ἔχοις.

Ἦ τάχα κρείσσονα μισθὸν ἐμοῖς ἐπέεσσιν ὀπάσσοις,

Πλείοσιν εὐμενέειν, οὐ δέκα δευομένοις,

Οὕς μοι χθιζὸν, ἄριστε, ὑπέσχεο, καὶ κατένευσας,

Οὐκ ὀλίγος ὀλίγῳ μακρὰ χαριζόμενος.

Ἀλλ' ἄγ' ἐμῶν ἐπέων ἐμπάζεο, οὓς ἀπὸ Βίβλων

Φθέγξομαι οὐρανίων, νειόθεν ἐκ κραδίης.

Ἄλλοι μὲν χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ τὰ σηρῶν

Δῶρα φέρουσι Θεῷ νήματα λεπταλέα.

Καὶ Χριστῷ θυσίην τις ἁγνὴν ἀνέθηκεν ἑαυτόν·

Καὶ σπένδει δακρύων ἄλλος ἁγνὰς λιβάδας.

Σεῖο δὲ Χριστὸς ἔχοι δῶρον τόδε. Εἰσὶ Θεοῖο

1454

Λάτριες, οἷσι πόροις πᾶσαν ἐλευθερίην,

Οἵ κε γαληνιόωντι νόῳ, ψυχαῖς τε τελείαις,

Πληθὺν ἄγουσιν ἄνω μύστιν ἐπουρανίων,

Πᾶσί τε Χριστοφόροισιν, ὅσοι χθονός εἰσιν ὕπερθεν

Ἀζυγέες, κόσμου βαιὸν ἐφαπτόμενοι,

Ὕμνοις παννυχίοισι καὶ ἠματίοισιν Ἄνακτα

Μέλποντες, χθαμαλῶν ἀλλότριοι κτεάνων,

Οἷς κόσμου μεδέων δειλὸν γένος ἔνθα καὶ ἔνθα

Παίζει ἐπιχθονίων, ἄλλοτ' ἐπ' ἄλλον ἄγων·

Οἶον πλοῦτον ἔχοντες ὑπέρτατον, ἐλπίδα κούφην

Τῶν οὐκ ὀλλυμένων, οὐδὲ μεθισταμένων·

Πλευρᾶς οὐ χατέοντες, ἑὸν δέμας ἀμφαγαπώσης,

Οὐδὲ νέῃ παλάμῃ παισὶν ἐρειδόμενοι·

Οὐδὲ κασιγνήτοισι πεποιθότες, οὐδ' ἑτάροισιν,

Αἵματι καὶ τέφρῃ αὔριον ὀλλυμένῃ·

1455

Οὐδὲ μέγα πνείοντες ἐν ἄστεσι καὶ πολιήταις,

Ἀδρανέων ἀνέμων κάρτεϊ θαρσαλέοι·

Οὐδὲ μὲν ἰσχανόωντες ἀφιπταμένοιο τάχιστα

Κύδεος ἀνδρομέου, τέρψιος ἐννυχίης,

Ἀλλὰ Θεῷ πέμποντες ὅλον νόον, ἔκ τε Θεοῖο

Εὐπαγέος πέτρης πείσματ' ἀναπτόμενοι·

Μύσται κρυπτομένης ζωῆς Χριστοῖο ἄνακτος,

Ὅς κε φαεινομένης παμφανόωσι μέγα,

Δερκόμενοι Τριάδος καθαρὸν σέλας εἰς ἓν ἰούσης,

Καὖθις ἀνοιγομένης ὄμμασιν ἁγνοτάτοις,

Οὐρανίης στρατιῆς τε μέγα κλέος, οὐκέτ' ἀμυδροῖς

Φάσμασιν, οὐδ' ὀλίγοις ἴχνεσιν ἀτρεκίης.

Ἀλλὰ τὰ μὲν μετόπισθε· τὰ δ' ἐνθάδε, καπνὸς ἄτιμος,

Ἢ κόνις, οἳ ζωὴν τῖσαν ἐπουρανίην.

Ὧν οἱ μὲν σπήλυγξιν ἐρημαίαις τε χαμεύναις

1456

Τέρπονται σχεδίοις, καὶ στυγέουσι δόμους,

Καὶ πτολίων φεύγουσιν ὁμήγυριν, οὐρανίης δὲ

Στέργουσιν σοφίης σύγγονον ἀτρεμίην.

Οἱ δὲ σιδηρείῃσιν ἀλυκτοπέδαις μογέουσι,

Τήκοντες κακίην σὺν χοῒ τηκομένῳ.

Ἄλλοι δ' αὖ θήρεσσιν ὁμοίϊα δώμασι τυτθοῖς

Εἱρχθέντες, βροτέης οὐδ' ὀπὸς ἠντίασαν.

Εἴκοσι δ' αὖ νύκτας τε καὶ ἤματα μίμνον ἄπαστοι

Πολλάκι, τῆς Χριστοῦ ἥμισυ καρτερίης.

Αὐχήσω· ποίμνης τις ἐμῆς ὄϊς ἦεν ἐκείνων,

Ἔνθεν ἀφορμηθεὶς ἄστεος ἐξ ὀλίγου.

Καὶ γλῶσσάν τις ἔδησε λάλον, καὶ χείλεα σιγῇ,

Ἐκ δὲ νόου, μεγάλῳ αἶνον ἔθυσε νόῳ.

Καί πού τις λυκάβαντας ὅλους ἱερῷ ἐνὶ χώρῳ

Ἑστηὼς, καθαρὰς ἐξεπέτασσε χέρας·

1457

Οὐδ' ὅγ' ἐπὶ βλεφάροισιν ὕπνον βάλε, θάμβος ἄπιστον!

Ἀλλ' ἐπάγη Χριστῷ, ἔμπνοος ὥστε λίθος.

Τῷ δὲ κόραξ γείτων τυτθῆς ἐμερίζετο δαιτὸς

Λείψανον· εἷς δ' ἄρ' ἔην ἀμφοτέροις ἄκολος.

Καί τις ἀνὴρ θείοιο κατ' οὔρεος, ἔνθεν ἀέρθη

Χριστὸς, ὅτ' ἀνθρώπους λεῖψε πάθος τελέσας,

Ἔνθα λόγῳ τε νόῳ τε καὶ ἅψεσιν ἀστυφέλικτος,

Ἑστηὼς νιφετῷ βάλλετο καὶ ἀνέμοις·

Οὐδ' ὑπόεικε λιτῇσι περισταδὸν ἄλλοθεν ἄλλων

Ἀνδρῶν εὐσεβέων ἀμφὶς ἑλισσομένων,

Ἀλλ' ἔχετο κρατερῶς Χριστοῦ μεγάλοιο ἄνακτος,

Ἔνθεν ἀναστήσας ὃν νόον ἐκ μερόπων,

Μέσφ' ὅτ' ἀποψύχοντι δόμον νέον ἀμφὶς ἔθηκαν,

Οὐδ' ἐμπαζομένῳ κηδεμόνος παλάμης.

1458

Ἆ, φρίκος ἦλθεν ἔμοιγε· λόγοις πιστοῖσι τετύχθαι

Τόνδε νόμον μοναχοῖς οὔνομα καὶ βίοτον,

Οὓς πλεῖστοι μὲν ἴσασιν, ἀτιμάζουσι δὲ παῦροι

Πλεῖον θερμοτέρους ἔμφρονος εὐσεβίης,

Εὖτέ τις εὐαγέων ἀνδρῶν κείνοισι πελάσσῃ·

Ἡμεδαποῖο νόμου μηδὲν ἐπιστάμενος,

Πρῶτά μιν εὐμενέως μὲν ἑοῖς τίουσι δόμοισιν,

Ἀμφαγαπαζόμενοι πᾶσι τύποις φιλίοις,

Καὶ ψυχὰς θείοισι λόγοις, οὓς Πνεῦμ' ἐχάραξεν,

Ὑψοῦσιν, φαενὴν δαῖτα χαριζόμενοι·

Αὐτὰρ ἔπειτα, νόμου τις ἀπηνέος ἐν μεσάτοισι

Μνήσατο, καὶ τοῖον ἐξερέεινεν ἔπος,

Εἰ καλὸν εὐσεβέεσσι Θεοῦ πέρι πότμον ἐπισπεῖν,

Ἕλκων κρυπταδίοις ῥήμασι πικρὸν ἔπος.

1459

Εἰ δ' ὅγ' ἀϊδρείῃσιν ἐπαινήσειε τελευτήν·

Θνήσκουσιν πολλοῖς προφρονέως θανάτοις·

Αὐτοὶ ὑπὸ σφετέρης παλάμης, καὶ γαστρὸς ἀνάγκῃ·

Οἱ δὲ κατὰ σκοπέλων, βένθεσί τ' ἠὲ βρόχοις,

Μάρτυρες ἀτρεκίης, πολέμου δ' ἄπο καὶ στονόεντος

Χαίρουσιν βιότου τοῦδ' ἀπανιστάμενοι

Ἵλαθι, Χριστὲ ἄναξ, πισταῖς φρεσὶν ἀφραδέουσιν,

Οἷά τ' ἀπὸ νύσσης πῶλος ἀεθλοφόρος

Τῆλε φέρων ἑὰ γοῦνα, ποδωκείῃσι πεποιθὼς,

Οὐδὲ χαλινοῖσιν ἐντὸς ἐεργόμενος.

Ἄλλος δ' αὖτ' ἄλλης ἀρετῆς ἐπιτέρπετ' ἐρωῇ·

Σταθμῶν πλειοτέρων, πλείονες ἐργατίναι.

Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; Στεινὴν γὰρ ἀταρπὸν

Παύροισιν μερόπων ἐνθάδ' ὁδευομένην

1460

Οἵδε διεξελάουσι, καὶ ἀργαλέον πυλεῶνα,

Τῶν ἀγαθῶν πολλοῖς στειβόμενον καμάτοις.

Τοῖον μὲν Χριστοῖο λάχος, τοῖον δ' ἀπὸ γαίης

Πατρὶ Χριστὸς ἄγει καρπὸν ἑῶν παθέων,

Ἕρμα λόγου, λαοῦ δὲ κλέος, κόσμου δὲ θέμεθλον,

Κάλλεσιν οὐρανίοις ἀντεπιδεικνύμενον.

Τῶν καὶ ἐμοὶ γένος ἐστὶ φαεσφόρον. Ὄμματα τήκοι

Ὁ φθόνος. Ἀλλὰ σύ μοι τοῖσδε φίλα φρονέειν,

Κληδονίῳ πρώτιστον ἐνηέϊ, ὅς γε πενιχροῖς

Ζώει, καὶ Χριστῷ πάντ' ἀνέθηκε φέρων,

Αὐτὸν μὲν πρώτιστον, ἔπειτα δὲ ὅσς' ἐπέπαστο·

Οὐδὲν ἑῇ ζωῇ λειπόμενος χθονίῃ,

Μάργαρος ἐν λάεσσιν, ἐν ἀστράσι φωσφόρος ἄλλος,

Εἴαρ ἐν ὥρῃσιν, ἐν δὲ φυτοῖσι ῥόδον.

1461

Καὶ χθονίου ποτ' ἄνακτος ἐν αὐλαῖς κύδεϊ γαίων,

Μεῖζον ἐν ἡμετέρῳ ἕρκεϊ κῦδος ἔχει·

Χριστῷ γὰρ βασιλῆϊ παρίσταται. Αὐτὰρ ἔπειτα,

Πολλὸν ὁμηλικίης κρείσσονι Εὐλαλίῳ,

Τόν ῥα κασιγνήτοιο μέγα σθένος Ἑλλαδίοιο

Ἥμισυν ἄρτι λιπὼν, ᾤχετ' ἀποπτάμενος

Ἐς χορὸν, ὃν ποθέεσκεν· ὁ δ' ἐνθάδε μοῦνος ἐλείφθη,

Οὐδὲν ἔχων ὁράαν φέρτερον Ἑλλαδίου.

Μητέρα δ' ἀμφιβέβηκεν ἑὴν στυγερῆς ὑπὸ νούσου

Τειρομένην, ὀλίγαις ἐν ψεκάσι βιότου·

Οἵαν πουλὺς ὁ μῦθος ἐλεγχέμεν, ἄρκιον εἰπεῖν

Τοιούτων τεκέων μητέρα βαιὸν ἔπος.

Καρτέριον δ' ἑτέρῳ δῶκεν Θεός· ἀλλ' ἄρα καὶ τὸν

Θήσεις σὸν, φιλότης, εὐμενέων ἑτάροις·

Καρτέριον, τοῦ κῦδος ἐν οὐρανίοισι μέγιστον

1462

Αἰὲν ἀειρομένου πνεύματι σαρκὸς ἄπο.

Φείδεο καὶ μεγάλου Νικομήδεος, εἴ τιν' ἀκούεις,

Ὃς ζωὴν βροτέην δῶκεν ἐπουρανίῃ,

Καὶ θυσίην μεγάλοιο πατρὸς ζήλωσε παλαιὴν

Ἀβραὰμ, ἁγνίσσας ὧν τεκέων δυάδα,

Σπεύδοντ' ἐς θυσίην ἱερήϊα· καὶ γάμον ἐσθλὸν

Θήκατ', ἐπεί ῥα γάμου κἀγαμίης στέφανος.

Οὐδ' ἔλιπεν γαίῃ πτόρθους χοὸς, ὡς ὅλος ἔλθῃ

Γαῖαν ἐς αἰπεινὴν, τῆσδε λυθεὶς βιοτῆς,

Καρπὸν ἀριστεύοντα μετ' ἀνδράσιν, ἠδὲ γυναιξὶν,

Ἀνδράσιν υἷα φίλον, θηλυτέραις θύγατρα,

Ἡμετέροισι χοροῖσιν ἑὸν στάχυν ἐγκαταλέξας,

Ἔλπομαι, ὡς ληνῶν ἄξιον οὐρανίων,

Εὐθαλέας ὅρπηκας ἀπ' εὐόδμοιο φυτοῖο·

Εἰ δὲ καὶ ὧν τοκέων κρείσσονας, ἐκ τοκέων.

1463

Ἀλλὰ τὰ μὲν κρατεροῖο Θεοῦ ἐν χείρεσι κείσθω,

Ὃς μέγα ταῖς μεγάλαις ἐλπίσι τέρμα φέρει.

Νῦν γε μὲν οἷς τεκέεσσι πατὴρ, πτερὸν οἷα νεοσσοῖς

Αἰετὸς ὠκυπέτης, πλησίον ἱπτάμενος,

Ἰθύνει νεόπηκτον, ὅτ' ἠέρος ἐν λαγόνεσσι

Δινεύοντ' οὔπω θαρσαλέῃ πτέρυγι,

Πολλὰ μὲν εὐσεβίης παιδεύματα τοῖσιν ὀπάζων,

Οὔπω δ' ἧς ἀρετῆς φέρτερον οὐδὲν ἔχων·

Ὃς θείοισι λόγοισι, καὶ ἤθεσι τούσδ' ἀνέθηκεν,

Ἐξ ἁπαλῶν ὀνύχων ἐσθλὸν ἐρειδόμενος,

Καὶ πενίην ἱερὴν κλῆρον πόρσυνε μέγιστον,

Μηδὲν ὥς κε λίποι ὄργανον εὐοδίης.

Οὗτος μὲν δή σοι τοῖος δόμος, εὖχος ἐμοῖο,

1464

Εὖχος ἐμῆς μάνδρης, αἵματος ἐξ ἐμέθεν.

Οὐδὲ μὲν ἐν πυμάτοισι Θεόγνιος, ἀλλ' ἐπὶ γαίης

Ἱστάμενος, θώκων ἅπτεται οὐρανίων,

Μείλιχος, ἡδυεπὴς, αἰεὶ χλοάοντι προσώπῳ

Φαίνων εὐμενέος πνεύματος ἀγλαΐην,

Οὐδ' ἐπίπλαστον ὕπερθεν, ὁμοίϊα θηλυτέρῃσι,

Βάλλων χρῶμ' ἀρετῆς, κάλλος ἐλεγχόμενον,

Ἀλλὰ φόβον πραπίδεσσι Θεῷ φίλον ἐντὸς ἐέργων,

Μούνῳ τῷ κρυφέων ἴδμονι φαινόμενον.

Θαῦμα μέγ', ὑστάτιόν περ ἐπαΐξας σταδίοισι

Τῆς ἀρετῆς, ὅσσον ἔφθασε τοὺς προτέρους

Καρπαλίμοισι πόδεσσι· φίλοις δέ τε παισὶν ἀρείω

Γευσαμένοις σοφίης μοῖραν ἔδειξε βίου.

1465

Ἢν δὲ πάρος γαίηθεν ἐς οὐρανὸν εἶδε ταθεῖσαν

Ἰσακίδης Ἰακὼβ ἡμέτερος προπάτωρ

Κλίμακα, τήνδ' ἀνιὼν, ὥς κεν Θεὸν αὐτὸν ἴδηται,

Πηγὴν ἀκροτάτην οὐρανίων φαέων·

Βαθμῶν τὸν μὲν ἔλειπεν, ὁ δ' ἴχνια νῦν ὑπέδεκτο,

Τοῦ δ' ἔχεται παλάμῃ, ὄμματα δ' ἄλλον ἔχει.

Τοίη γὰρ μερόπεσσιν ὁδὸς, καὶ τοῖον ἐμοῖο

Αἷμ' ἀνάγει Χριστῷ εὐγενέτης γενέτης.

Πολλὰ δ' ἄρ' Εὐάνδρου κειμήλια ἔνδοθι κεύθει

Ψυχὴ, καὶ πολιῆς λευκότεραι πραπίδες.

Τίς δέ κεν Ἀστερίοιο σαοφρονέων λελάθοιτο,

Ἠδὲ κασιγνήτων τῆς ἱερῆς τριάδος,

Οἷς ξυνὴ σοφίη, ξυνὸς βίος, εἰς ἓν ἄγερθεν

Ἐλπωρῇ· μούνῃ σαρκὶ μεριζόμενοι,

(Σιγήσω Φιλάδελφον, ἐμὸν κέαρ, εὐγενὲς αἷμα·)

1466

Μακροβίου δ', ἐπὶ τοῖς, θρέμματος ἡμετέρου,

Θρέμματος ἡμετέροιο, φίλον δ' ἐμὸν, ὃν πτερύγεσσιν

Εὐμενέων Χριστὸς ἀμφὶς ἔχει μεγάλαις,

...............

Ὃν πάντων κρατέων οὐκ ἐφύσησε τύφος;

Ῥήγινον ὕψι βιβάντα, Λεόντιον, Ἡλιόδωρον,

Οἳ Χριστοῦ σοφίης ἄκρον ἔχουσι γέρας,

Ἄλλους τ' ἀγροτέροισι μετ' ἀνδράσιν ἄστρα φαεινὰ,

Πολλοῖς ἡμερίων οὐδὲ φαεινόμενα,

Ἐν Χριστοῦ μελέεσσι τὰ τίμια, τίς κεν ἐνίσποι

Σφρηγίδας ἀθανάτου, κάλλεα σαρκοφόρα;

Πάντες δ' οἵ γε Θεοῖο μεγασθενέος θεράποντες,

Ἄλλος ἐν ἀλλοίῃ ἄρτιος εὐσεβίῃ,

Ἴχνεσι κουφοτάτοισιν ἐπιστείβοντες ἄρουραν,

Δεξιτερῆς παλάμης θρέμματ' ἀριπρεπέα,

1467

Καὶ νηοῦ μεγάλοιο λίθοι, οὓς Χριστὸς ἔδησεν

Ἀλλήλοις ἐρατῇ Πνεύματος ἁρμονίῃ·

Οἳ ζωῆς σπινθῆρσι μικροῖς ζώουσιν ἐλαφρὸν

Τόνδε βίον, γαστρὶ παῦρα χαριζόμενοι

Ἀρχεκάκῳ, παθέων δὲ βαρὺν κλόνον, ἠδὲ κελαινὸν

Ἱστᾶσιν Βελίου οἶδμ' ἐπανιστάμενον,

Σταθμὰ λόγῳ, σιγῇ δὲ μέτρον, καὶ δεσμὰ γέλωτι,

Οὔασι, καὶ σταθεροῖς ὄμμασι βαλλόμενοι,

Νήλιποι, αὐαλέοι, πενθήμονες, οἰοχίτωνες,

Νεκροὶ ἐπιχθόνιοι, ζῶντες ἄνω πραπίσι,

Μεῖζον ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας αἰὲν ἔχοντες,

Ψυχῶν τ' εὐσεβέων κεῖθι χοροστασίην.

Παρθενικὰς δὲ γυναῖκας, ὅσαι κλείουσιν Ἄνακτα

Νυμφίον, ἁγνοτάταις μιγνύμενον κραδίαις,

Αἳ Χριστὸν δοκέουσιν ἀκοιμήτοις φαέεσσιν,

1468

Οὔτι μαραινομένας λαμπάδας ἁψάμεναι,

Τίσας, ἐπεὶ δεδάηκας ἐμὸν γέρας, εἴ τιν' ἔτισας,

Αὐλῆς ἡμετέρης ὄμμα φαεινότατον.

Ξυνὴ γὰρ πάντεσσι πέλει χάρις, εὖτέ τις ἐσθλῶν

Ἐσθλὰ πάθῃ, θεσμῷ κιρναμένης φιλίης.

Ναὶ μὴν καὶ τῇσίν γε μέγας νόος, ἄῤῥενι θυμῷ

Ῥιπτούσαις δολερὴν Εὖαν ἀπὸ κραδίης,

Ναὶ μὴν καὶ τῇσίν γε περὶ χροῒ σάκκος ἐρυμνὸς,

Καὶ κόνις ἐν δαπέδῳ, φάρμακα σωφροσύνης·

Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄϋπνοι,

Καὶ πηγαὶ δακρύων ἔνδοθι λειβομένων.

Γούνατα δ' ἐῤῥώσαντο, καὶ ἀδρανίης λελάθοντο,

Εὐσθενέων Χριστοῦ δραξάμεναι θυσάνων.

Αἱ δ' ἁπαλαὶ σάρκες τε καὶ εἵματα σιγαλόεντα,

Κάλλος τ' εἰαρινὸν ὦκα μαραινόμενον,

1469

Ἀμφότερον φύσιός τε καὶ ὁππόσον ἔκτοθι χερσὶν

Ἄνδρες ἐτρίψαντο εἴδεσι μαχλοτέρων,

Εἶξαν ὑπὸ πραπίδεσσι, νόου σθένος ἀνδράσιν ἴσας

Θεῖναι θηλυτέρας, καὶ δέμας, ὡς σοφίην.

Οὐ μέγα· καὶ Χριστὸν γὰρ ἀπ' οὐρανοῦ ἀστερόεντος

Σαρκὶ σὺν ἀνδρομέῃ γαῖαν ἐπερχόμενον,

Καὶ τέκον ἡμερίοις ἁγνῆς διὰ μητρὸς ἰόντα

Παρθένου, ὄφρα νόμον ἀνδρόμεον τελέσῃ,

Ἀχράντοισι γονῇσι, καὶ ἐκ τύμβοιο θορόντα

Ἤματι ἐν τριτάτῳ θερμοτέροισι πόθοις

Πρῶται ἐθηήσαντο, φίλοις τε ἤγγειλαν ἑταίροις,

Γευόμεναι Χριστοῦ γεῦσιν, ἄκος προτέρης.

Πολλαὶ μὲν δὴ γαῖαν ἐπιπνείουσιν ἅπασαν,

Ὁσσατίην σωτὴρ μῦθος ἐπιστρέφεται.

1470

Αἱ μὲν ὁμηγερέες, ξυνὸν πόθον ἀμφιέπουσαι

Οὐρανίου ζωῆς, ἶσά τε μέτρα βίου,

Αἱ δ' ἄρ' ἑοῖς τοκέεσσι παρήμεναι ἀδρανέουσιν,

Ἠὲ κασιγνήτοις μάρτυσι σωφροσύνης.

Αὐτὰρ ἐμοὶ παῦραι μὲν, ἀτὰρ πλεόνεσσιν ἐρίζω,

Γηθόσυνος Χριστοῦ κάλλεσιν οὐρανίοις.

Χρύσεα μὲν Λυδίοισι δόμοις ἐχαρίζετο μῦθος

Ψήγματα, καὶ ποταμοῦ ὀλβοδότοιο ῥόον.

Χρυσοφόροι δ' Ἰνδοῖσι μελαγχρώτεσσιν ἄφυσσον

Μύρμηκες κοίλης πλοῦτον ἀπὸ ψαμάθου.

Νεῖλος δ' εὐκάρποισιν ἐπαΐσσων πεδίοισιν

Ὥριος, Αἴγυπτον θῆκεν ἐρισθενέα.

Ἄλλος δ' ὀρνίθεσσιν ἀγάλλεται, ὃς δὲ φυτοῖσιν,

Ὃς δὲ λίθοις τερπνοῖς ἔνδοθι λαμπομένοις.

1471

Αὐτὰρ ἐμοὶ πάντων περιώσιον εὖχος ἔδωκε

Χριστὸς ἄναξ, πολλῶν εὐσεβέων στέφανον.

Ἦ ῥ' ἐτεόν· τυτθοῖσι Θεὸς χάριν αἰὲν ὀπάζει,

Ὥσπερ ὑποσχεσίη ἐστὶ παλαιοτέρη

Βηθλεὲμ ἐν προτέροισιν, ἐμῷ νέον ἄστεϊ τυτθῷ,

Τῇ μὲν ἑῇ γέννῃ, τῷ δ' ἄρ' ἐμοῖσι φίλοις.

Οὗτός σοι χορὸς ἄλλος ἐμῆς ἀπολάμπεται αἴης,

Οἷος ἀριστοτόκου πατρίδος ὑμετέρης,

Ἀρμενίης, ἣ πολλὸν ἀριστεύους' ἐπὶ γαίης,

Φέρτατον εὖχος ἔχει ἀζυγέων ἄφενος.

Τοῖσι χαριζόμενος, βαιὴν μὲν ἔμοιγε, φέριστε,

Σοὶ δ' αὐτῷ μεγάλην ἴσθι χάριν παρέχων,

Σαυτῷ, καὶ τεκέεσσι, φίλῃ τε δάμαρτι μέγιστον

Πλοῦτον ἄγων, ζωῆς ἐλπίδα λαμπροτέρης.

1472

Εἰ δέ τέ που καὶ ἐμῆς, ἑτάρων ἀγανώτατε πάντων,

Τῆς ἀρχαιοτέρης μνῆστιν ἔχεις φιλίης

(Οὐ γὰρ ἐν εὐσεβέεσσιν ἐμόν ποτε οὔνομα θήσω),

Μηδέ μ' ἀτιμάζειν, οὐ γὰρ ἔοικε, φίλος·

Ἀλλ' ἐπ' ἐμοῖς ἑτάροισι χάριν καὶ κῦδος ὀπάζειν·

Ἔστι δὲ καὶ ἐμέο πὰρ πλεόνεσσι λόγος·

Εἴ τοι μὴ πλεόνεσσι, σὲ δ' ἄξιον ἀντί νυ πάντων

Ἅζεσθαι φιλίην, ὦ μάκαρ, ἡμετέρην.

Ὧδ' ἂν καὶ πάντεσσι φίλοις κεχαρισμένα ῥέζοις,

Οἷσιν ὁμῶς τιμὴ εὔαδε τῶν ὁσίων,

Βασιλίῳ δὲ μάλιστα, τὸν ἔξοχα Χριστὸς ἔτισεν,

Ὃς μέσος ἀμφοτέρων ἵσταται, εἰς ἓν ἄγων

Ἄκρα φίλων, ξυνῷ δὲ πόθῳ συνέδησεν ἄμεινον·

Τῷ σὺ χαρίζεσθαι πάντα δικαιότατος,

1473

Αἰδόμενος πάτρην τε φίλην, καὶ ἥλικα μῦθον,

Καὶ καθαρὰς θυσίας, καὶ πτερόεντα βίον,

Οἷσιν ἔσω σκηνῆς πάντων ἀβάτοιο πόδεσσι

Δεύτερος ἐξ Ἀαρὼν ἱστάμενος μεγάλου,

Καὶ Θεὸν ὑψιμέδοντα καταντίον ὄμματι λεύσσων,

Θνητοὺς ἀθανάτῳ μίγνυσι λισσόμενος.

Κείνῳ μὲν τὰ ἔμοιγε χαρίζεαι, ὅσσα δ' ἐκείνῳ,

Χριστῷ, τοῦδε χάρις ἐς Πατέρ' ἐστὶ χάρις.

Λίσσομ' ὑπὲρ ψυχῶν, καὶ οὐρανίου βιότοιο,

Λίσσομ' ὑπὲρ μελέων πνεύματι δαπτομένων.

Δὸς χάριν ἠματίοισι πόνοις, νυχίῃσί τ' ἀοιδαῖς·

Δὸς δὲ χαμευνίῃ, λεπταλέοις τε γόοις,

Καὶ τρυχίνοις ῥακέεσσι, καὶ ὄμμασι τηκομένοισι·

Δὸς δὲ νόῳ καθαρῷ, δὸς δ' ἱεροῖσι λόγοις,

Ὄφρ' ἀρετὴν τίων, ἀρετῆς ὁδὸν ἀμπετάσειας

1474

Πλείοσι, καὶ πλεόνων μισθὸν ἔχοις Θεόθεν.

Σπείραις δ' ἔνθα μένοντα, καὶ ἄφθιτον ἀμήσαιο

Καρπὸν ἐπουράνιον, πλούσιον ἀντ' ὀλίγων.

Αἴδεο καὶ πολιὴν θεοειδέα πατρὸς ἐμοῖο,

Ἔμπλεον ἀνθρώποις θαύματος ἱστορίην

Ἀμφότερον, ἐτέων τε κύκλοισι, καὶ ἤθεσι κεδνοῖς·

«Ὑστάτιόν τοι ἔπος φθέγξομαι ἀδρανέων.

Ποίμνης ἡμετέρης περιφείδεο, φείδεο ποίμνης,

Ὦ τέκος, ἡμετέρης, ἧς ῥα περιτρομέω.

Καὶ γὰρ πόλλ' ἐμόγησα, Θεὸς δέ μοι ἐγγυάλιξε

Ποιμαίνειν πολλὰς εἰς ἐτέων δεκάδας.

Σοὶ δὲ Θεὸς ὀπάσειεν, ὅς' εὐσεβέεσσιν ὀπάζει,

Ἄλλα τε καὶ λιπαροῦ γήραος ἀντιάσαι.»

Τοῖα πατρὸς ἐμοῖο θεόφρονος, αὐτὰρ ἔγωγε

Φθέγξομ' ἀφ' ἡμετέρου Γράμματος ἐσθλὸν ἔπος·

1475

«Μέτρα Θεοῦ μέτροισιν ἰσάζεται ἡμετέροισιν·

Οἷά περ ἀλλήλοις ἐνθάδε μετρέομεν,

Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας.» Ἀλλὰ μετροίη

Κρείσσοσι τὰ κρείσσω νῦν τε καὶ ὑστάτιον·

Νῦν πᾶσιν ἀνθρώποισι θεμείλιον, ἠὲ κάκιστον,

Ἠὲ καλὸν βιότου βάλλετ' ἐφημερίου.

Καὶ τυτθῇ πλάστιγγι μέγα κτέαρ οὐρανίοιο

Σείεται· ἡ δὲ ῥοπὴ ἔνθα καὶ ἔνθα φέρει.

Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη,

Ἠνίκα Καῖσαρ ὅλην γαῖαν ἀπεγράφετο·

Καὶ τέλος αὐτὸς ἔδωκε βροτῷ Θεὸς, ὥς κεν ὀπάσσῃ

Θνητοῖς δουλοσύνης τήνδε παρηγορίην.

Ἅζεο τὴν Χριστοῖο χάριν, καὶ φείδεο λαῶν·

Ἅζεο, καὶ σὺ γράφῃ βίβλον ἐς οὐρανίην

Ἐσθλὴν, ἐσθλὰ γράφων· εἰ δ' ἔμπαλιν, ἄλλος ἐνίσποι·

1476

Ἔμπα γε μὴν ὁσίως λώϊόν ἐστι γράφειν.

Οὐχ ἅλις, ὅττι βροτοῖσι βαρὺν ζυγὸν ἤγαγε πρώτη

Ἀρχεγόνου κακίη, καὶ φυτὸν ἀνδροφόνον,

Βασκανίη τε δράκοντος, ἀτασθαλίη τε γυναικὸς,

Γεῦσίς τ' οὐλομένη γνώσιος ἀντιπάλου,

Ἥ με θνητὸν ἔθηκε, καὶ ἐς χθόνα, ἔνθεν ἐτύχθην,

Αὖθις ἀπωσαμένη, λυπρὸν ἔθηκε βίον,

Ὠδῖνάς τε μόθους τε καὶ ἐς πλατὺ νῶτον ἀρούρης

Κύπτοντα ζώειν, τειρόμενον καμάτοις;

Ἀλλά με καὶ πλεόνεσσιν ἀδελφεὸς ἄλγεσι δώσει,

Χοῦς εἷς, ἔν τε ἰῇ κείμενος ἀμπλακίῃ;

Οὐ θέμις, οὐδ' ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστι

Φάρμακον, ἠὲ πόνον, τοῖς νοσέουσι φέρειν.

Τοῦτό σοι ἡμετέρη ξεινήϊον, ὦ πανάριστε,

Πέμπει ὁμηλικίη, ὃ χρόνος οὐ δαμάσει,

1477

Εὖχος Ἀρμενίης, Ἑλλήνιε, ὃς λάχες αἴῃ

Στῆσαι ἡμετέρῃ μέτρα δίκαια φόρων.

Καὶ στήσαις μεγάλοιο Θεοῦ σὺν ἀμύμονι χειρὶ,

Ὥς κεν ἁγνῶς στήσαις, μηδ' ἑτεροκλινέα,

Κέρδεσιν οὐχ ὁσίοισι δαμεὶς φρένας. Εἰ γὰρ ἅπασιν

Ἶσα ταλαντεύσαις, ὄμμα μέγα τρομέων,

Τυτθὴ μὲν πόλις ἐσμὲν, ἀτὰρ πολὺ σεῖο, φέριστε,

Δώσομεν ἀνθρώποις, ἡ Διοκαισαρέων,

Οὕνομα, καὶ πινάκεσσι χαράξομεν· «Οὗτος ἄριστος,

Οὗτος ὁ καὶ Μώμου κρείσσονα μέτρα φέρων.»

{Βʹ. Πρὸς Ἰουλιανόν.}

Ὄμβρῳ διψάδα γαῖαν ἐπέκλυσεν, ὅς μιν ἔδησεν·

Ἄλλος τ' ἐξ ὑδάτων ἥρπασε κόσμον ὅλον·

1478

Καὶ νούσοις τις ἄρηξεν, ὁ δ' ἐκ πολέμων ἐσάωσεν,

Ἄλλος δ' οὐρανόθεν λαὸν ἔθρεψε μέγαν.

Σοὶ δὲ Θεὸς χείρεσσι φόρων ἐνέθηκε τάλαντον,

Κύδιμ' Ἰουλιανὲ, ὡς τοπάροιθε δίκης,

Ἄῤῥοπον, ἄκλοπον, ἶσον, ἀοίδιμον. Ἀλλὰ, φέριστε,

Φείδεό μοι πτωχῶν, φείδεο σῇ γραφίδι,

Οὓς νόσος ἠΐστωσε φαγοῦς' ἀπὸ σάρκα τάλαιναν·

Φείδεο, καὶ σὺ γράφῃ οὐρανίαις σελίσι.

Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας ἀντιτάλαντα,

Οἷά περ ἀνθρώποις ἐνθάδε μετρέομεν.

Τῷ βροτέῳ συνάρηξον, ἐπεὶ δέμας ἐστὶν ἅπασι·

Λάζαρος ἐν προθύροις, δὸς ψίχας ἀλλοτρίας.

Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη.

Ἅζεο τὴν Χριστοῦ ἥλικ' ἰσογραφίην.

1479

Ἅζεο μητέρα σὴν πτωχοτρόφον, εὐσεβὲς αἷμα,

Καὶ δόμον, ὃς μελέοις εὐμενέειν ἐδάη.

Ἅζεο καὶ τὸν ἐμὸν πλοῦτον, φίλος, ὅν ῥα πένησι

Πάντ' ἀπέδωκα φέρων, σταυροφόροισι πόθοις.

Ξυνὸς ποντοπόροισι λιμὴν, ξυνὴ δέ τ' ἀρωγὴ

Τοῖς ἐπιδευομένοις, ἠδὲ μερὶς κτεάνων.

Ἡμετέρη κτῆσις, σὴ δὲ γραφίς. Ἶσον ἔχοιμεν

Τῆς πτωχοτροφίης μισθόν. Ἄναξ γραφέτω.

Ἦ μὲν δὴ πολλοῖς σε Θεὸς μέγας ἐκλήϊσσεν,

Ὁσσατίοις ὀλίγους τῶν χθόν' ἐπερχομένων.

Αἷμ' ἱερὸν, μῦθοι, κτεάνων σθένος, εἶδος ἀγητόν·

Βήμασι κάρτος ἄγειν Αὐσονίοισι νόμοις·

Ἀλλ' ἔμπης τόδε σοι πάντων πλέον, ἠπιόμητι,

1480

Χεῖρα Θεοῖο φέρειν τοῖς ἀτάφοις νέκυσι.

{Γʹ. Πρὸς Βιταλιανὸν παρὰ τῶν υἱῶν.}

Ὦ πάτερ, ὅν περ ἔμοιγε Θεὸς θεὸν ἐνθάδ' ἔδωκεν,

Οὐ γεγαὼς γεγαῶτα, καὶ οὐ φθινύθων φθινύθοντα,

Ὥς κεν ἐπιχθονίοισι γέρας καὶ κῦδος ὀπάσσῃ

Ὡς γὰρ ὁμοῦ πάντων γενέτης, νωμεύς τε φέριστος,

Χριστὸς ἄναξ μεγάλοισι νοήμασι κόσμον ἑλίσσων,

Ὥς ῥα καὶ οἷς τεκέεσσι πατὴρ θεός. Ἀλλ' ἐπάκουσον

Μῦθον ἐμὸν θείοισιν ἐνὶ σπλάχνοισιν ἄριστον·

Καὶ τὸ Θεοῦ μεγάλοιο. Θεὸς βροτὸν οὐκ ἀθερίζει,

Ὧ| θάνεν, ὃν συνέγειρε, καὶ ᾧ Θεὸς ἵξεται αὖτις,

Ἵξεται ὑστατίοισιν ἐν ἤμασι πάντας ἐλέγχων.

1481

Τίπτε τόσον τεκέεσσι τεοῖς ἐπέβρισας ὀδόντα;

Πῶς ποινὴ κακόχαρτος ἐνήλατο σοῖσι δόμοισι;

Τίς δ' Ἐρινὺς τόσον ὄλβον ἀτάσθαλος ἐξετίναξεν;

Ἤτοι μὲν πατέρων ἀγαθῶν ἔφυς, οὐκ ὀλίγος δὲ

Αὐτὸς ἐν ἡμερίοισι, Θεῷ δέ γε πάγχυ μέμηλας,

Ὃς φιλέει φιλέοντας, ἀπεχθαίρει δὲ κακίστους.

Οὗτος μὲν τοπάροιθε Θεοῦ νόμος. Ἀλλὰ τέθηπα,

Πῶς σὺ θεοστυγέεσσιν ὁμοίϊα κύδε' ἀνέτλης,

Δαμνάμενος πληγῇσιν, ὃ δὴ φάτις, αὐτὸς ἑῇσιν.

Ἄλλοις ἀπροτίοπτα βίου φύσις ἄλγε' ἀνεῦρε,

Τῇ καὶ τῇ δονέουσα βροτῶν γένος. Οὐδέ τις οἶδε,

Ποῖ λήξει μέγα κῦμα πολυπλανέος βιότοιο,

Ἢ τίς νῆα μέλαιναν ἑὴν ὑποδέξεται ὅρμος.

Ἄλλον πόντος ὄλεσσεν ἀπείριτος, ἢ κλύσε χέρσῳ

1482

Ζωὸν, ἄτερ σπείροιο καὶ εἵματος, οἰκτρὸν ἀλήτην.

Τὸν πρόσθεν πολύολβον· ἃ δ' ἤγετο, κεύθεται ἅλμῃ

Ἄλλον δηριόωντα μόθος κτάνεν, ἤ μιν ἔπεμψε

Δουριαλῆ χείρεσσιν ὕπ' ἀνδροφόνοισιν ἑλόντων.

Ἄλλον δ' αὖ βασιλῆες ἐνόσφισαν, ὧνπερ ἔχεσκον,

Αὐτῆμαρ χθαμαλόν τε καὶ ὄλβιον ἄνδρα τιθέντες·

Καί τινα ληϊστῆρες ἀπηνέες, ἤ τινα φῶρες

Ἠματίῃ κακότητι καὶ ὀρφναίοισι δόλοισιν.

Ἄλλους δ' αὖ μελέων κατεδάσσατο δάπτρια νοῦσος.

Σοὶ δ' ὧν μὲν κατέλεξα, Θεὸς κατένευσε γαλήνην

Πάντων, καὶ νεύσειεν ἔτ' ὄμμασιν εὐμενέεσσι,

Πάντα περιφράσσων τά τε ἔνδοθεν, ὅσσα τ' ἔασιν

Ἔκτοθεν; οὗ δέ τίς ἐστι δύη, καὶ κάρτος ὄπασσεν.

Ἓν δὲ τόδ' οὐ κατένευσε, τεοῖς τεκέεσιν ἀρήγειν

1483

Ὡς γλήνην βλεφάροισιν ὑπ' εὐκύκλοισι φυλάσσων,

Ὡς μή τις βιότοιο περῶν πλόον ὧδ' ἀγορεύσῃ·

«Μοῦνος ἐγὼ κακότητα βίου καὶ κύδε' ἄλυξα.»

Ὦ Σαμίων ποτ' ἄναξ, σὺ Πολύκρατες, οἷον ἐμήσω;

Δείσας εὐτυχίης δρόμον ἄσχετον, ἔμβαλες ἅλμῃ

Πόρκην, ὃν φιλέεσκες, ὅπως φθόνον ἐξαρέσαιο·

Καὶ τὸν μὲν πάλιν εἶχες, ἀτὰρ μόρον οὐχ ὑπάλυξας.

Ἡμῶν δ' οὐδὲν ἄποινον ἔχει φθόνος. Οὐ μέγα θαῦμα,

Εἴ τι δόμοις καὶ βαιὸν ἐπήχλυσεν ἡμετέροισιν.

Ἀχλὺς γὰρ τόδε γ' ἐστὶν ἐτήτυμον, ἠέ τις ὄρφνη

Ἱσταμένη τεκέων τε μέση καὶ πατρὸς ἀρίστου.

Τίς τάδε θρηνήσειε γόων πολύϊδρις ἀοιδός;

Πῶς μῦθον προτέροισιν ἐδώκαμεν οἷς παθέεσσι;

1484

Μορφῆς μέν τις ἑῆς ποτ' ἐράσσατο, καὶ κατὰ πηγῆς

Ἥλατο, καί μιν ἔσοπτρον ἀπώλεσεν εἴδεος ἐσθλοῦ.

Σάρκας δ' οὔ ποθ' ἑάς τις ἀπέστυγε. Κεῖνο δ' ἄκουσα,

Ὡς μήτηρ φίλον υἷα κατέκτανε μαργοσύνῃσι·

Κτεῖνε μὲν, ὥς τινα θῆρα, τὸ δέρκετο· ὡς δ' ἐνόησε,

Μύρατο οὐκέτι θῆρα, πάϊν δ' ὑπὸ χερσὶ δαμέντα.

Καὶ μήτηρ τεκέεσσιν ἑοῖς ἐνὶ φάσγανον ἧκεν,

Ἀμφιχολωσαμένη λεχέων καὶ πατρὸς ἔρωτος.

Καί τινα θηρητῆρα κατ' οὔρεος, ἀντ' ἐλάφοιο

Ὠκείης, ἐδάσαντο θοαὶ κύνες, ἃς φιλέεσκε.

Μή σε, πάτερ, τούτων τιν' ἀριθμήσειεν ἀοιδὸς

Μνωόμενος πατέρων κακίης καὶ πήματ' ἀείδων

Ἐνδήμου πολέμοιο, καὶ αἵματος ἀντιβίοιο.

1485

Ἅζομ' ἐγῶ. Κακίη μὲν ἐμὴ, κακίη δέ τε πατρὸς,

Πατρὸς δ' εἰσέτι μᾶλλον, ἐπεὶ καὶ φέρτερός ἐστιν

Ἀμφότερον πολιῇ τε καὶ ἤθεσι κυδαλίμοισιν·

Εἴ τοι μὴ κακίη γε, δυσωνυμίη δ' ἀλεγεινὴ,

Ἥ τε καὶ ἐσθλὸν ἐόντα χαμαὶ βάλε πολλάκι φῶτα.

Πολλοὶ μὲν γὰρ ἴσασιν ἀληθέα, οὐκ ὀλίγοι δὲ

Δόξαν ἐποπτεύουσι, τό σε φράζεσθαι ἄνωγα.

Καὶ γὰρ ἅπαντ' ἐθέλω πάντων κρατέειν γενετῆρα,

Καὶ μάλα χωόμενός περ, ἐπεὶ φύσις ὧδε κελεύει,

Καὶ κλέος ἐσθλὸν ἔχοντα μετ' ἀνδράσιν, ὕψι φέρεσθαι.

Πῶς σε, πάτερ, ξείνῳ τις ἐνηέα φῶτα δοκήσει,

Τοσσάτιον τεκέεσσι χολούμενον, οὓς ἐφύτευσας,

Οὓς ἤρω ποτ' Ἄνακτι τεοῖς ἐπὶ γούνασι θεῖναι,

Καὶ κλεινῇσι γέρηρας ἐπωνυμίῃσι φανέντας;

1486

Πέτρος ἐγὼ, Φωκᾶς δὲ κάσις, Χριστοῖο μαθητῶν

Κλήσιες. Αὐτὰρ ἔπειτα χόλος, καὶ πάντα λέλασται,

Τίς, πάτερ, ὡς σὺ, φέριστε, τόσον τεκέεσσιν ἑοῖσιν

Ἤπιος ἀρτιγόνοισιν, ἀεξομένοισι δ' ἀπηνής;

Εἰ μὲν δὴ θέμις ἠὲ Θεῷ βροτὸν ἀντιφερίζειν,

Ἢ παῖδας τοκέεσσι, τάχ' ἄν τινα μῦθον ἀνεῦρον

Ἡμετέροις παθέεσσιν ἀρηγόνα· νῦν δὲ τόδ' οἶον

Ῥήξομεν ἡμετέρων στομάτων ἔπος. Εἴτε κάκιστοι,

Σοὶ, πάτερ, εἴτ' ἀγαθοί· τοῦ σπέρματος ὁ στάχυς ἔστω.

Σὸν κλέος οὗτος, ἔγωγε, μακάρτατε, σὸν δέ τ' ὄνειδος,

Ἢ καλὸς, ἠὲ κάκιστος ἐών. Τόδε πᾶσι πέφανται,

Στέργειν ἐσθλὸν ἐόντα, κακῷ δ' ὑπὸ χεῖρα ἐρείδειν.

Οὐδὲ γὰρ ἀρτεμέουσι τὰ φάρμακα, τοῖς δ' ὑπὸ νούσου

Τειρομένοις ἐπάγουσιν ἀκέστορες. Οὐδέ τις ὄρνιν

1487

Ἑζόμενον κλαδεῶνι, καὶ ἠέρι ταρσὸν ἱέντα,

Ἧς δ' ἀπὸ τῆλε πεσόντα φίλης ἐλέηρε καλιῆς,

Ἢ γναμπτοῖς ὀνύχεσσι πεπαρμένον ὠμοβόροιο

Ἵρηκος, καὶ στυγνὸν ὑποτρύζοντα πόδεσσι.

Σὴ χάρις ὄντα κάκιστον ἑοῖς σπλάγχνοισι γεραίρειν·

Εἰ δ' ἀγαθὸν, τοῦ πατρὸς ἐμοὶ νόμος. Οἱ γὰρ ἄριστοι

Καὶ ξείνοις τελέθουσι προσηνέες. Οὐδὲ Θεοῖο

Ἥδε χάρις τὸν ἄριστον ἔχειν πέλας, ἀλλὰ κακίστῳ

Εὐμενέειν, καὶ χερσὶν ἀπὸ χθονὸς ὑψός' ἀείρειν.

Οὐδὲ γὰρ ἀπτώτοισι θάνεν Θεὸς, εὖτ' ἐπὶ γαῖαν

Ἤλυθε, καὶ θεότητι ἑὸν βροτὸν ἀμφὶς ἔπηξεν,

Ἀλλὰ χαμαιπετέεσσι, καὶ οἳ θάνον ἐξ Ἀδάμοιο.

Οὐκ ἀΐεις υἱῆα νεώτερον, ὡς ἀπὸ πατρὸς

Πλάγχθη, μαχλοσύνῃσι πατρώϊα πάντα λαφύξας,

1488

Καί μιν λιμὸς ἔτειρεν ἀλήμονα; Ὡς δ' ἐπὶ δῶμα

Πατρὸς ἑοῦ παλίνορσος ἔβη, καὶ γούνασι κάμφθη,

Αἶψα πατὴρ ἐλέηρε κακὸν πάϊν, αὐχένι χεῖρας

Πλέξατο, δάκρυα χεῦε, καὶ εἰλαπίνῃσι γέρηρε

Καὶ ποιμὴν ὀΐων τις, ἰῆς ἀπομουνωθείσης,

Ἐσθλὸς, λεῖψεν ἅπαντα, μετ' ἴχνια δ' ἤλυθε κείνης·

Ἢν δέ μιν ἢ κατὰ πρῶνας ἀπόπροθεν, ἠὲ καθ' ὕλας

Πλαζομένην εὕρῃσιν, ἑοῖς ὤμοισιν ἀείρας,

Καγχαλόων δεκάδεσσιν ἐνηρίθμησε φίλῃσι.

Τοῖος ἐμοῦ Χριστοῖο μέγας νόμος, ὃς χθαμαλοῖσιν

Εὐμενέει πάντεσσιν, ὑπερφιάλους ἀθερίζων.

Πολλάκις ἐξαγόρευσις ἁμαρτάδος ἄνδρ' ἐσάωσε

Μούνη, καὶ δακρύοισιν ἀπέκλυσε πήματα πικροῖς,

Καὶ ψυχὴν ἐκάθηρε μελαινομένην κακότητι.

1489

Ἑπτάκι πολλάκι τόσσον Ἄναξ μειλίσσετ' ἀλιτροῖς,

Ὡς λογίων ἐπάκουσα Θεοῦ, καὶ Πνεῦμ' ἐδίδαξε.

Τίς Μανασῆ βασιλῆος ἐν ἀνθρώποισι χερείων;

Τίς δ' ἄρ' ἐνὶ πτολίεσσι Νίνου μεγάλοιο πόληος;

Τίς δὲ τελωναίης ἀμέτρου χερός; ἀλλ' ἄρα καὶ τοὺς

Χριστὸς ἄναξ ἐλέηρεν ὀδυρομένους κακότητα.

Ἀλλὰ τί μοι Χριστοῖο, τί δὲ βροτέοιο πόθοιο,

Τόν ῥα φύσις τοκέεσσιν ἐπήξατο ἀμφὶ γενέθλην;

Καὶ θῆρες φιλέουσιν ἑὸν γόνον, εἴ ποτ' ἄκουσας

Παρδάλιάς τε σύας τε βοῶν τ' ἀγέλην ἑλικώπων,

Ὥς ῥα περιτρομέουσι, καὶ ὡς περὶ δῆριν ἔχουσι,

Θηρσί τε καὶ μερόπεσσιν ἀπεχθέσιν ἀντιόωντες.

Σοὶ δ' ἄρ' καὶ θηρῶν ὀλοώτερος ἔπλετο θυμὸς,

Καὶ μερόπων. Δάμασον θυμὸν μέγαν· ἤ σέ γε πέτραι

Ἠλίβατοι θρέψαντο, πάτερ φίλε, ἤ σε θάλασσα,

1490

Στεῤῥοτέρην ἀδάμαντος ἐνὶ φρεσὶ μῆνιν ἔχοντα.

Ἄλλοι μὲν κτεάτεσσι τεοῖς ἔπι τέρψιν ἔχουσι,

Ξεῖνοί θ' ἡμεδαποί τε, θεουδέες, ἀφραδέοντες.

Ξυνὸς γὰρ πάντεσσι λιμὴν χατέουσι τέτυκται

Σὸς δόμος· ἡ δὲ τράπεζα, καὶ ἄλσεος Ἀλκινόου

Τερπνοτέρη, πλήθουσα φίλοις, πλήθουσα δ' ἐδωδῆς

Ἠερίων, χθονίων τε καὶ ὁππόσα νήχεται ὕδωρ.

Ἡμεῖς δ' ἦμαρ ἐπ' ἦμαρ ἐπ' ἀλλοτρίῃσι θύρῃσιν

Αὐαλέοι, κρυεροὶ, καὶ ἀνείμονες, ἔνθα καὶ ἔνθα

Πλαζόμεθ', οὐδέ τίς ἐστι δύης ἄκος, οὐδὲ πρόσωπον

Σεῖο, πάτερ, λεύσσοντες ἐπὶ χρόνον, εὖτ' ἐχολώθης,

Καὶ μάλα περ ποθέοντες, ὃ καὶ δμώεσσιν ὀπάζεις

Πολλάκι, χωόμενός περ, ὃ δὴ πόνος. Ἀλλὰ τραπέζαις

Ἥμεθ' ἐπὶ σχεδίῃσι δυσάμμοροι, οὐδ' ὀλίγας περ,

Λάζαρος ὥς τις ἐκεῖνος, ὑπερφιάλοιο τραπέζης

1491

Ψῖχας ἀφαρπάζοντες, ὁμὴν κυσὶ δαῖτα φέροντες.

Πολλοὶ μὲν στυγέουσι τεὴν χάριν, οὐκ ὀλίγοι δὲ

Τίουσιν. Μέγα θαῦμα, πατρὸς γέρας υἷες ἄτιμοι,

Οὓς κοτύλη βαιή τις ἀναψύξει γοάοντας·

Ἄλγος ἀρειοτέροις γὰρ ἀρηγόνες εἰσὶ χερείους.

Ἄλλοι δ' αὖ οὐδ' ἴσασι τίνες, τίνος. Αἰδέομαι γὰρ

Φράζειν καὶ γενετῆρα. Δύω γε μὲν εὐμενέουσιν,

Ὄφρα κεν ἠὲ φύγωσι δύην, ἢ ἄλκαρ ἔχωσι

Πήμασιν ἐν σφετέροισιν, ὅτ' ἀντία κυμαίνῃσι

Δαίμων, ἀλλοτρίῃσιν ἑὴν τίοντες ὀϊζύν.

Εἴπω μείζονα μῦθον· ἀτὰρ, πάτερ, ἵλαος εἴης.

Τόσσον ἄκος παθέεσσι πόροις, μὴ μῦθον ἐρύξῃς.

Ἄλλοις μὲν τεκέεσσι πατὴρ καὶ ἤπιος ἐσσὶ,

1492

Τόσσον, ὅσον τ' ἐπέοικε Θεοῦ Πατρὸς ἐκγεγαῶτα.

Οὐ φθόνος· οὐ γὰρ ἔοικε κασιγνήτῃσι μεγαίρειν.

Θρέψας ἐν θαλάμοισι δροσώδεας, ἔργ' ἐδίδαξας

Εὐγενέος παλάμῃσι, διέπλασας ἤθεα κεδνὰ,

Θηλυτέρης Χείρωνος· ὑπὸ προπόδεσσι γάμοιο

Ἐσθλοὺς ἄνδρας ὄπασσας· ἐνὶ πτολίεσσι γερήρας.

Μοῖραν ἑῶν κτεάνων ἀπεδάσσαο χειρὶ παχείῃ.

Ἡμᾶς δ', οὓς σὺ φύτευσας ἰῆς ἀπὸ μητρὸς ἀρίστης,

Ἥν ς' ἔτι δακρυχέοντα, πάτερ φίλε, πολλάκι λεύσσω,

Εὐσεβέος, πάντεσσιν ἐπιχθονίοισιν ἀγητῆς,

Πρωτογόνους υἱῆας, ὃ πατράσιν ἐστὶ μέγιστον,

Τόσσον ἀπεχθαίρεις, καὶ δώματος ἐκτὸς ἐλαύνεις,

Ὁσσάτιον κείνῃσιν ἐνηέα θυμὸν ἔδειξας.

1493

Φθέγξομαι οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκτοθε ῥήξω,

Ὄφρα με μὴ ῥήξειεν ἐεργόμενος πραπίδεσσιν.

Ἦν θάλαμος, καὶ δεῖπνα γαμήλια· πάντα γεγήθει,

Ἕδνα λόγοι θαλάμων καὶ ἀθύρματα τερπνὰ γάμοιο.

Πολλοὶ μὲν θαλέθοντες ἀφ' αἵματος, οὐκ ὀλίγοι δὲ

Γείτονες, οἵ τε ἄνακτος ἐν ἕρκεσι κῦδος ἔχοντες,

Δαῖτα γάμου τίεσκον, ἀγακλειτοί θ' ἱερῆες

Εὐχαῖς καὶ στεφέεσσιν ὁμοζυγίην συνάγοντες·

Καί ῥ' οἱ μὲν πάλλοντο καλὸν περὶ κοῦρον ἑταῖροι,

Νυμφίον ὑμνείοντες ἐοικότα ἔρνεϊ καλῷ·

Αἱ δ' ἄρα παρθενικὴν ἑλικώπιδα πορσύνεσκον

Ἐς γάμον ἱμερόεντα· πατὴρ δ' ἐπετέρπετο παισίν·

Ἡμεῖς δ', ὡς θήρεσσιν ἐοικότες ἠὲ σύεσσιν,

Ἢ μορφὴν ὀλέσαντες ἀπηνέϊ δαίμονος αἴσῃ,

1494

Εἰρχθέντες κατὰ δῶμα κασιγνήτης ἀπάνευθεν,

Ἠρώμεσθ', ὅτι λυπρὸν ἐσήλθομεν οἶδμα βίοιο·

Ὡς ὄφελον μὴ μητρὸς ἐνὶ σπλάγχνοισι παγῆναι,

Ἠὲ θανεῖν ἀτέλεστος ἐν ὠδίνεσσι τεκούσης,

Εἰ δὲ πύλας ἐπέρησα, καὶ εἵλκυσα πνεῦμα μόροιο,

Κλαυθμὸν ἐμοὶ τὸν πρῶτον ἐμοῦ θανάτοιο γενέσθαι

Δάκρυον! οὐκ ἂν ἔγωγε τόσοις ἐνέκυρσα κακοῖσιν.

Ἓν δὲ τόδ' αἰάζω περιώσιον. Ἦ γὰρ ἀοιδῆς

Ἴδρις ἐὼν, ποθέων τε γάμον καὶ λέκτρον ἀεῖσαι

Αὐτοκασιγνήτης πάντων ὀλοώτατε δαῖμον,

Καὶ θαλάμου μελέεσσι πατρὸς χόλον ἐξακέσασθαι,

Καὶ τοῦδ', ὥς τις ἀλιτρὸς, ἀπήμπλακον. Ἄλλος ἄεισε

Κάλλος ἐμὸν, ξανθοῖσιν ὑπὸ πλοκάμοισι μέλαιναν

Ὀφρὺν ὑπερτέλλουσαν ὑπ' ἀργυρέῃσι παρειαῖς.

1495

Ἕσπερον εἴρυσεν ἄλλος, Ἑωσφόρον ἄλλος ἄεισεν,

Οὐδ' ἀγαθός τις ἀοιδός. Ἐγὼ δ' ἀγέραστος, ἄναυδος,

Πένθεος ἑσσάμενος κείμην νέφος. Οὐδ' ὅσον Ἠχὼ,

Ποιμενίας μέλποντος ἐν οὔρεσι Πανὸς ἀοιδὰς,

Ἄκρων ὑστερόφωνον ἀπὸ σκοπέλων χέον αὐδήν.

Κλαύσω πρωτοτόκων ἐπέων μόρον, οὐκέτ' ἀείσω.

Ἔῤῥετέ μοι, βίβλοι πολυηχέες· ἔῤῥετε, Μοῦσαι.

Τίς χάρις, εἰ μὴ πατρὸς ἐν οὔασι κείσετ' ἀοιδὴ,

Εἴ μου καὶ Ὀρφείη τις ἐν Ὀδρυσίοις σκοπέλοισι

Λᾶας ἄγοι, καὶ θῆρας ἀπόπροθε, καὶ πετεηνά;

Δώσω καὶ τόδε σοι, μογερὲ φθόνε. Λήξατ', ἀοιδαί.

Μή σοι τοῖα, φέριστε, Θεὸς, μηδ' ὅστις ἑταῖρος

Ἀντιταλαντεύσειε. Δέος δέ με καὶ τόδ' ὀρίνει.

Οὔθ' ἡμᾶς φιλέεις, μέγα φέρτατε, οὔτε θύγατρας,

Τὰς νῦν ἐν παλάμῃσι φέρεις, καὶ ὑψός' ἀείρεις.

1496

Ἡμῖν μὲν σέο δῶμα, φίλην τ' ἀπέκλεισας ὀπωπὴν,

Τὰς δ' ἄρα πᾶσιν ἔθηκας ἀπεχθέας. Οὐκ ἐθέλει γὰρ

Χριστὸς ἄναξ, τεκέων τῷ μὲν πατέρ' ἤπιον εἶναι,

Τῷ δὲ βαρυφρονέοντα· καὶ ἀντιρέποντι ταλάντῳ,

Πολλάκι στεργομένοισιν ἐπιβρίθει κακότητα,

Ἐκ πατέρων ἐπὶ παῖδας ἄγων χόλον Υἱὸς Ἀνάρχου.

Ταῦτα μὲν ἐς πόντοιο πέσοι βυθὸν, ἡμετέρου δὲ

Δώματος ἐκτὸς ἔοι, μηδ' ἄλγεσιν ἄλγος ἕποιτο.

Καὶ τόδ' ἅλις τεκέεσσιν ἔπι πρώτοισιν Ἐριννύς.

Σοὶ δὲ, πάτερ, πάντες μὲν ὅσοι τελέθουσι τοκῆες

Καὶ παῖδες, κοτέουσιν ἀμείλιχον ἦτορ ἔχοντι.

Ῥῆξις γὰρ βιότοιο πατρὸς μόθος, ὃν συνέδησε

Συζυγίη τε πόθος τε, κακὴ δ' ἐκέδασσεν Ἐνυώ.

Πάντες δὴ μέγαν οἶκτον ἐνὶ σπλάγχνοισι φέρουσι,

Ἤ τι Θεοῦ ῥέξαντες ἐπάξιον, ἠὲ παθόντες·

1497

Ἔξοχα δ' αὖθ' ἱερῆες, ὅσους δώροισι γεραίρεις,

Καὶ τίεις μεγάροισιν, ἀτιμάζεις δ' ἀπεόντας,

Πολλάκι καὶ παρεόντας ἐπεί σέ γε παρφασίῃσιν

Οὐκ οἶον μαλακῇσι, καὶ εὐμενέεσσι προσώποις,

Ἀλλ' οὖν καὶ στερεοῖσιν ἐπιστύφουσι λόγοισι·

Γρηγόριος πρώτιστον ὁμωνυμίῃ τε βίῳ τε,

Συζυγέα στομάτεσσιν ἐρευγόμενος θεότητα·

Βοσπόριος δ' ἄρ', ἔπειτα καὶ Ἀμφίλοχος, μεγαθύμω,

Οἷς ἄρα καὶ στυγερὴ νούσων ὑποδάμνατ' ἀνίη

Εὐχαῖς τε Τριάδος τε σεβάσματι, καὶ θυέεσσι.

Σοὶ δ' οὔτ' εὐχωλὴ κάμπτει φρένας, οὔτε θυηλή·

Οὐδὲ μὲν ἀθλοφόροισι δίδως χάριν, οὓς σὺ γεραίρων

Εἰς ἔτος ἐξ ἔτεος μεγάλῃ καὶ ἀπείρονι χειρὶ,

Βήμασι, καὶ δώροισι, καὶ εἰλαπίνῃσι χορείαις,

1498

Καὶ πολλοῖς κρητῆρσι μεθύσματος ἡδυπότοιο,

Καὶ μεγάλαις στιβάδεσσι, Θεοῦ νόμον ὧδ' ἀθερίζεις.

Κρεῖσσον βαιὰ φέροντα Θεῷ κραδίην ἱερεύειν,

Ἢ πᾶσιν θυέεσσι, νόῳ ῥυπόωντι, γεραίρειν.

Οὐ μὲν γάρ τι Θεοῖο ἐπάξιον, οὐδ' ὁπόσα χθὼν

Ἥδε φέρει μερόπεσσι, καὶ οὐρανὸς, ἠδὲ θάλασσα.

Καὶ γὰρ ἅπαντα Θεοῖο· τί κεν βροτὸς ἔκτοθεν εὕροι·

Μούνης δὲ ψυχῆς καθαρὸν θύος, ᾧ τις ἄνολβος

Πολλάκι καὶ πολύολβον ἐπιθρέξας παράμειψεν.

Αἰδέομαι καὶ τήνδε, πάτερ, μεγαλήτορα βουλὴν,

Ἧ| πολλοὺς παρέθρεξας, ὑπεννεσίῃσι Θεοῖο.

Οὐκ οἴη μερόπεσσιν ἴη δειλοῖσι γενέθλη,

Ἐρχομένη σαρκῶν τε καὶ αἵματος, οἷα βροτοῖσιν

Ἐνθάδε τικτομένοισι καὶ ὀλλυμένοισι τάχιστα·

1499

Τοίη μὲν πρώτιστον· ἔπειτα δὲ Πνεύματος ἁγνοῦ,

Εὖτε λοεσσαμένοισι δι' ὕδατος ἤλυθεν αἴγλη·

Ἡ δὲ τρίτη, δακρύων τε καὶ ἄλγεος ἡμετέροιο,

Εἰκόν' ἀποξύουσα μελαινομένην κακότητι.

Τάων τὴν μὲν ἔχεις πατέρων ἄπο, τὴν δὲ Θεοῖο,

Τῆς δ' αὐτὸς γενέτης, βιότῳ φάος ἐσθλὸν ὀπάζων.

Ῥήξας δεσμὰ βίοιο, καὶ ἰλύος ἐκτὸς ἔθηκας

Σὸν πόδα, καὶ Σοδόμων ἔφυγες πυρόεσσαν ἀπειλήν·

Καὶ χθαμαλῶν πεδίων σε φίλη διεδέξατο Σηγὼρ,

Μηκέτι παπταίνοντα πρὸς ἄστεα τεφρωθέντα.

Πάντων δὲ κτεάνων ἕνα μάργαρον ἐσθλὸν ἐδέξω

Ἐσχατιῇ, Χριστόν τε νόον τε σὸν ἁγνὸν ἀγείρας.

Καὶ νεφέλην καθύπερθεν ἐφέσσαο, ἄνδιχα κόσμου

1500

Τεμνόμενος χθονίοιο, μέσον δέ τε τεῖχος ἐγείρας

Γαστέρος ὕβριν ἔπαυσας, ἀπληρώτοιο βερέθρου

Θώκους ὀφρυόεντας ἀπέπτυσας, οἰδαλέον τε

Ὄγκον ἀγηνορίης κενεαυχέα ῥίψας ἔραζε.

Οἶόν σοι κλέος ἐστὶ Θεὸς μέγας, ἀνδρομέου τε

Αἵματος εὐσεβέες μέγ' ἀρείονες. Εἶξεν ἅπαντα

Σταυρῷ, τῷ προσέπηξας ἄγων ληΐστορα κόσμον.

Ὕμνοις παννυχίοισι καὶ ἠματίῃσιν ἀοιδαῖς

Μέλπεις οὐρανίοιο τριλαμπέα πνεύματος αἴγλην.

Ταῦτα μὲν ἐσθλὰ, πάτερ, καὶ τέρματος ἆσσον ἀρίστου·

(Τέρμα δέ μοι Θεός ἐστι νοούμενος, οὐκέτ' ἐσόπτρῳ·)

Μοῦνος δ' ἐντὸς ἔμεινε χόλος καὶ ἡδὺς ὄλεθρος,

Δάπτων, οἷα σίδηρον ἀτειρέα λάθριος ἰὸς,

1501

Ἠὲ χόλῳ βαρύποτμος ἀπιστοτάτοιο δράκοντος,

Ὃς καὶ πρωτογόνους γεύσει βάλεν ἐκ παραδείσου

Βαιῇ. καὶ θεότητος ἐνόσφισεν, ἧς πέσεν αὐτός.

Ἀλλὰ, πάτερ, δάμασον δεινὸν χόλον. Ἔστι καὶ ἡμῖν

Χριστὸς ἄναξ, χατέεις δὲ καὶ αὐτὸς ἐϋμενέοντος.

Τοῖος σοῖς τεκέεσσι πέλοις, πάτερ, ἀφραδέουσιν,

Οἷον ἂν ἀρήσαιο Θεὸν σέο πήμασιν εὑρεῖν,

Εἴ ποτέ σοι βαρύμηνις ἀπαντήσειεν ἀνίη.

Οὐκ οἶος μερόπων γενέτης ἔφυς, οὔτε σε μοῦνον

Παῖδες ἀνιάζουσιν ἀπειθέες. Εἶδον ἔγωγε

Πολλάκι καὶ στερεοῖσι κακοῖς εἴκοντα τοκῆα

Παιδὸς ἀτασθαλέοντος. Ὁ μὲν πεσσοῖσιν ἄμετρος,

Ὃς δ' ὀλοοῖσι πότοισι, καὶ αἰθομένοισιν ἔρωσιν,

Οἷς δόμον ἐξαλάπαξαν· ὁ δ' ἤλυθε καὶ κατὰ πατρὸς

1502

Ἀντιβίοις ἐπέεσσι, χέρας δ' ἤειρεν Ἐριννύς.

Ἀλλ' ἔμπης καὶ τοῖσι πατὴρ χόλον ἐσθλὸς ἔπεψε,

Γραπτῶν γὰρ βασίλεια νόμων ἀδίδακτος ἀνάγκη

Ἥ ῥά τε καὶ τοκέεσσιν ἐφ' υἱάσι θυμὸν ἰαίνει.

Πολλὰ μὲν, ὧν λεύσσουσιν, ἐπεί ῥ' ἐθέλουσιν, ἄλευστα·

Πολλὰ δ' ἀνηκούστησαν ἐν οὔασιν οἷσιν ἔχοντες,

Ὄφρα κε μὴ θράσος αἰνὸν ἀποῤῥήξειεν ἔλεγχος,

Αἰδὼ τὴν τοκέων ἐσθλὴν ἐπίκουρον ἐλέγξας,

Τίκτει γὰρ θράσος ὕβρις, ἐνηείη δέ τε φειδὼ,

Καὶ τεκέεσσι μάλιστα, ἐπεὶ κλέος ἐγγὺς ἔχοντες,

Οὐ χερὸς εἰκαθέουσι βίῃ, πειθοῦς δέ γε δεσμοῖς.

Φλὸξ καλάμης τεκέεσσι πατρὸς χόλος αὐτίκα λήγων·

Θυμὸς γλῶσσαν ἔφλεξεν, ὁ δ' ἔσβεσεν οἶκτος ὑποφθάς.

1503

Ἀρὴν ἐκπροέηκε, νόος δ' ἐφθέγξατ' ἀρωγήν.

Ἄχθεϊ χεῖρας ἄειρε, καὶ ἄλγεϊ κλαῦσε περισχών.

Δαυῒδ, ὃς βασιλεῦσι μετέπρεπεν Ἀβραμίδῃσι,

Πᾶσι μὲν ἤπιος ἦε, τόσον δέ τε παισὶν ἑοῖσιν,

Ὡς καὶ πατροφόνοισι χόλον καὶ κήδεα πέσσειν.

Τεκμαίρου βασιλῆϊ τὸν ἀντία θωρηχθέντα,

Ὄζῳ θ' ἡμιόνῳ τε, θανόνθ' ὑπὸ δάσκιον ὕλην,

Οὐκ οἶον θρήνοισιν ἐκλαύσατο, ὥς τιν' ἄριστον,

Ἀλλὰ καὶ ἀγγείλαντι δίκην ἐπέθηκε φονῆος.

Τύνη δ', ὦ κακόβουλε, πόσον κακὸν, ἢ τί πεπονθὼς,

Ὧδε χόλον ἀδάμαστον ἐνὶ φρεσὶ σῇσιν ἀέξεις;

Οὔτε σε πατρῴης ἀπεμέρσαμεν, ὦ ἄνα, τιμῆς·

Οὐδὲ μὲν ἀσταχύεσσιν ἐπεχράομεν σέο χώρης,

1504

Οὐδὲ βοῶν ἀγέλαις, οὐ πώεσιν, οὐδὲ μὲν ἵπποις·

Οὐδὲ λέχους ἐπέβημεν, ὃ μὴ φίλον ἀφραδέοντες,

Οὐδὲ δόλον φρασάμεσθα σὺν ἀνδράσι δυσμενέεσσι.

Ταῦτα γὰρ εἴ τι χόλοιο φέρει, πάτερ, οὐ νεμεσητόν.

Ἓν σέο παισὶ κάκιστον, ἀρειοτέροιο τοκῆος

Χείρονες ἐξεφάνημεν, ὃς οὔ τινι πρῶτα λέλοιπας

Εἶδός τε μέγεθός τε. Λόγος δ' οὐκ εὔδρομος ἡμῖν·

Γλῶσσα δὲ δεσμὸν ἔχει. Τίπτ' ἤλιτον; ἢ σὺ, φέριστε,

Οὐκ ἐθέλων τεκέεσσιν ἀρείονα φύσιν ὀπάσσαι;

Στήσομεν ἐνθάδε μῦθον. Ἄναξ Πάτερ, Υἱὲ μέγιστε,

Δὸς χέρα, καὶ νεύσειας ἐμοὶ πατέρ' ἵλαον εἶναι.

Ἠνίδε καὶ χείρεσσι γενειάδος, ἠνίδε γούνων

Ἁπτόμεθ', ὥστε θεοῖο. Θεοῦ δ' ὀπὸς ἀντιάσαιμεν.

Οὐ γάμον, οὐδέ γε πλοῦτον ἐοικότα, οὐ δόμον αἰπὺν

1505

Αἰτέομεν. Δὸς χεῖρα καὶ εὐμενέουσαν ὀπωπήν.

Μῆτερ ἐμὴ, σὺ δ' ἔμοιγε καὶ ἐννυχίοισιν ὀνείροις

Πατρὶ παρισταμένη, λιταῖς χόλον ἐγκεράουσα,

Μνωομένη λεχέων τε ὁμοζυγίης τ' ἐρατεινῆς,

Λίσσεο σοῖς τεκέεσσι τεὸν πόσιν ἵλαον εἶναι.

Καὶ μολπῆς κόρος ἐστὶ, καὶ ἀργαλέου πολέμοιο.

Εἰ μὲν δὴ πεπίθοιμι, κακῶν ἅλις· εἰ δ' ἀπιθήσαις,

Καὶ τεκέων Θεός ἐστιν· ἀλησόμεθ' ὡς τοπάροιθεν.

Σὸν κλέος, εἴτε λιποίμεθ' ἀκηδέες, εἴτε θάνοιμεν·

Δάκρυα πατρὸς ἔχοιμεν ἐς ὕστερον εὐμενέοντος.

{Δʹ. Παρὰ Νικοβούλου πρὸς τὸν πατέρα.}

Ὦ πάτερ, εἴ μ' ἔφυσας, βαιὴ χάρις· ἦ γὰρ ἁπάντων

1506

Εἷς νόμος οὗτος ἄνωθεν, ὁμῶς μερόπων ἀλόγων τε,

Κάμπτεσθαι φιλότητι, λόγου δ' ἰότητι σοφοῖο,

Τικτομένους, τίκτοντας ἐφημέριον βίον ἕλκειν,

Καὶ ζώειν φθινύθοντας ἐπ' ἀσταχύεσσιν ἑοῖσιν.

Ἀλλ' ἔθρεψας ἔπειτα· βοῶν δέ τε καὶ κρατεροῖσιν

Οὔθαθ' ὑποσκαίροντες ἀνακρούουσι καρήνοις

Μόσχοι· ταὶ δὲ φέρουσι μόγον γλυκερῆς ὑπ' ἀνάγκης

Ὄρνις δ' ἄπτερα τέκνα, φίλης καθύπερθε καλιῆς,

Ἀμφιπεριτρύζει, καὶ τείρεται ἔνθα καὶ ἔνθα

Μάστακ' ἀλητεύουσα, τροφὸς κενεὴ καὶ ἄπαστος.

Φίλτρῳ γὰρ συνέδησε φύσις τοκέας τε γόνους τε,

Μησαμένη τοκέων τόδε φάρμακον, ὥς κε βαρείας

1507

Κουφοτάτοισι πόθοισιν ἐλαφρίζωσιν ἀνίας.

Τοὔνεκα καὶ δριμεῖα νέῃ περὶ πόρτακι μήτηρ,

Ὡς δὲ κύων σκυλάκεσσι νέοις, καὶ πτηνὰ νεοσσοῖς

Δῆριν ἄγει· στικτὴ δὲ διέσσυται ἀγριόθυμος

Πάρδαλις ἐκ ξυλόχοιο, συῶν δέ τε μαίνεται ἀλκὴ,

Χαίτη δενδρήεσσα, κόρης σέλας, ἀτμὸς ὀδόντων

Θηγομένων καναχηδὰ, γένυς δέ τε βάλλεται ἀφρῷ,

Ἱεμένων τεκέεσσιν ἀμυνέμεν, ἠὲ δαμῆναι·

Οἶστρος γὰρ τόδ' ἔπεισεν ἀδιδάκτοισι νόμοισι.

Σφῆκες δ' αὖ πέτρῃσιν ἐνήμενοι, ἤν τιν' ἴδωνται

Πλησίον, οὐδὲ φέροντα κακὸν τεκέεσσι νεογνοῖς,

Πετρόθεν ἐκχυμένοι, στρατὸς ἀθρόος, ἀμφὶ πρόσωπα

Βομβεῦσιν, κέντροις δὲ πικροῖς βάλλουσιν ὁδίτην.

Ἔστι καὶ ἐν βυθίοισι πόθου νόμος, εἰ ἐτεόν γε

1508

Δελφὶς, εἰναλίων βασιλεύτατος, ἤν τιν' ἴδηται

Θῆρ' ἁλὸς ἠπεδανοῖσιν ἐπιπλώοντα τέκεσσιν,

Ἣν γένυν ἁπλώσας, εἴσω γόνον αὖθις ἔδεκτο,

Λάπτων ὥς τιν' ἐδητὺν, ὅπως μὴ θηρσὶ γένοιτο·

Οὐδ' ὅγε πρὶν κευθμῶνος ἀνέπτυσε φόρτον ἄπιστον,

Πρὶν θηρὸς κρατεροῖο φυγεῖν στονόεσσαν ἀπειλήν·

Τῆμος δ' ἐκ λαγόνων ὠδῖν' ἠρεύξατο κούφην.

Τῷ μή μοι γένεσιν προφέρειν, καὶ τυτθὸν ἐδωδὴν,

Ἣν σύ γε καὶ δμώεσσι τεοῖς καὶ βουσὶν ὀπάζεις.

Ἀλλά τι τῶνδε περισσὸν ἔχειν χατέω, πανάριστε,

Ὡς βροτὸς, ὡς ἀγαθοῖο πατρὸς πάϊς. Ἀλλ' ἐπίνευσον,

Εἴ τινα καὶ δακέθυμον ἐρῶ λόγον, οὐδ' ἐπικεύσω.

Οὐκ ἐθέλοντα τέκες με, τεκὼν δ' ἔθρεψας ἀνάγκῃ.

Ἢν δὲ τεκὼν μεθέῃς με, βοτὸν τέκες ἀντὶ βροτοῖο.

Οὐ χρυσὸν ποθέω, οὐδ' ἄργυρον, οὐδὲ τὰ σηρῶν

1509

Νήματα, καὶ λιθάκεσσι μεμιγμένας ἔνδοθεν αὐγὰς,

Οὐ γαῖαν πολύμετρον ὁμοίϊα…

Αἰ…

The complete text is available when the reading interface loads.