The Greek Library Author

Iamblichus

Protrepticus

Author namesJamblique · Iamblique · Iamblichus · Ιαμβλιχος

Scientific editors
Ermenegildo Pistelli
Edition reference
Iamblichi Protrepticus · Leipzig · Teubner · 1888
CTS identifier
urn:cts:greekLit:tlg2023.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΔΟΓΟΥ

Α Τίς ἡ ἀρχὴ κατὰ Πυθαγόραν τῆς εἰς παιδείαν καὶ φιλοσοφίαν εἰσαγωγῆς, καὶ πῶς κοινοτάτη ἐστὶ καὶ εἰς πάντα τὰ εἰς φιλοσοφίαν ἀγαθὰ διατείνουσα, τίς τε αὐτῆς ἡ τάξις καὶ ὅτι τριχῇ διαιρεῖται, καὶ πῶς ἀεὶ πρόεισιν ἐπὶ τὸ καθαρώτερον.

B Γνωμικὰ ὁμοιώματα προτρεπτικὰ ἀπὸ τῶν ἐναργῶν πᾶσι κινοῦντα ἡμῶν τὴν προθυμίαν ἐπὶ τὸ γενναίως ἀντιλαμβάνεσθαι τῆς κοινῶς κατὰ πᾶσαν αἵρεσιν νοουμένης ἀρετῆς.

Γ Πυθαγορικαὶ γνῶμαι προτρεπτικαὶ ἔμμετροι, εἰς πᾶσαν τὴν ἀρίστην καὶ θειοτάτην φιλοσοφίαν παρακαλεῖν δυνάμεναι.

Δ Ἐπιστημονικαὶ ἔφοδοι εἰς προτροπὴν τείνουσαι τῆς θεωρητικῆς φιλοσοφίας μετὰ τοῦ καὶ διδασκαλίαν παρέχειν p 4K. ὅσον τε καὶ ἡλίκον ἀγαθόν ἐστιν ἡ σοφία καὶ διὰ τίνας αἰτίας περισπούδαστον τοῖς εὖ φρονοῦσι.

Ε Πυθαγορικαὶ ἰδίως προτροπαὶ πολὺ παραλλάττουσαι τὰς παρὰ τοῖς ἄλλοις φιλοσόφοις παρακλήσεις καὶ ἰδίας ποιούμεναι τὰς ἐφόδους.

F Σύμμικτοι προτροπαὶ πρός τε τὴν πρακτικὴν καὶ πολιτικὴν ἀρετὴν καὶ πρὸς τὴν τῆς τελειοτέρας κατὰ νοῦν σοφίας κτῆσίν τε καὶ χρῆσιν.

Ζ Ἰδιάζουσαι παρακλήσεις πρὸς τὴν θεωρητικὴν φιλοσοφίαν καὶ διαφερόντως τὴν κατὰ νοῦν ζωήν, αἱ μὲν ἀπὸ τῆς τοῦ ὄντως ἀνθρώπου φύσεως, αἱ δὲ ἀπὸ τῶν ἐναργῶν ὑπομιμνῇσκουσαι τουτὶ τὸ προκείμενον.

Η Ὑπομνήσεις ἀπὸ τῶν κοινῶν ἐννοιῶν παραμυθούμεναι τὸ πρώτως ὀρεκτὸν καὶ διʼ ἑαυτὸ αἱρετὸν φιλοσοφίας, ἐναργῶς τε προάγουσαι εἰς τὴν προτροπὴν ἀπὸ τῶν γνωρίμων τοῖς πᾶσιν.

Θ Ἀπὸ τοῦ βουλήματος τῆς φύσεως ἔφοδος εἰς προτροπὴν κατὰ τὴν Πυθαγόρου ἀπόκρισιν, ἣν εἶπε τοῖς ἐν Φλιοῦντι πυνθανομένοις τίς ἐστι καὶ τίνος ἕνεκα γέγονε· ταύτῃ γὰρ ἑπομένως συλλογιζόμεθα τὴν προτροπὴν p. 5Κ ὅλην.

Ι Ὅτι καὶ μεγάλας ὡφελείας παρέχεται πρὸς τὸν βίον ἡ θεωρητικὴ φρόνησις, ὑπομνήσεις πλείονες καὶ ἀπὸ πλειόνων ἀφορμῶν τρόποι τε τῆς χρείας ὑποδείκνυνται διάφοροι καὶ πρὸς πολλὰ τέλη τῶν συμφερόντων ἡμῖν συμβαλλόμενοι.

ΙΑ Ὅτι τῷ τὸν κατὰ νοῦν ἑλομένῳ βίον καὶ τὸ χαῖρον διαφερόντως ὑπάρχει.

ΙΒ Ἀπὸ τοῦ πρὸς εὐδαιμονίαν φέρειν φιλοσοφίαν τελέως καὶ ἀληθῶς ἔφοδος εἰς προτροπὴν τοῦ φιλοσοφεῖν τελέαν καὶ ἀνυσιμωτάτην.

ΙΓ Ἀπὸ τῶν περὶ φιλοσοφίας ἐννοιῶν ἔφοδοι εἰς προτροπὴν κατὰ τὰς Πυθαγορικὰς ὑποθέσεις καὶ κατὰ τὰς ἀληθεῖς περὶ ψυχῆς δόξας.

ΙΔ Ἀπὸ τοῦ βίου τοῦ ἐν φιλοσοφίᾳ καὶ τῆς ὅλης ζωῆς τοῦ φιλοσόφου ἀφορμαὶ εἰς προτροπήν, ὁμοῦ ἐξ 1 Summaria ϛʹ et ζʹ h. l. coniuncta sunt || 3 ὄντως fol. 57 a: ὄντος h.l. || 6 πρῶτον fol. 58 b αὐτὸ h. l. || 8 πᾶσι fol 58 b || 19 fort. χαίρειν cl p. 160, 6 et 170,3Κiessl || 23 τελέαν fol. 62b: τελέως h.l. ἀντιπαραθέσεως ἐπιδεικνύουσαι ὅσῳ δή τινι προέχει ἡ τοιαύτη ἐνέργεια τῶν ἄλλων τῶν δοκούντων εὐδοκίμων εἶναι βίων.

ΙΕ Ἀπὸ τῆς παιδείας καὶ ἀπαιδευσίας ἡ προτροπή, εἰ p. 6K. τὸ μὲν μέγιστον τῶν ἀγαθῶν, τὸ δὲ τῶν κακῶν μέγιστον, εἰ καὶ αὐτά τέ ἐστι τοιαῦτα καὶ ἔοικε τοιούτοις τισὶν ἑτέροις οἷσπέρ ἐστιν αὐτά, καὶ ὅτι φιλοσοφία μὲν παιδείας ἐστὶν ἡγεμών, τὸ δὲ ἐναντίον κατάρχει ἀπαιδευσίας.

IF Ἄλλαι ἔφοδοι ἀπὸ τοῦ τέλους τῆς παιδείας προτρέπουσαι ἐπὶ τὴν συγγενῆ πρὸς τὸ παιδεύεσθαι φιλοσοφίαν, τό τε ἔργον ὁμοῦ τῆς φιλοσοφίας ἐπιδεικνύουσαι καὶ τὴν ὅλην αὐτῆς ἐπιμέλειαν περὶ τὰς ἀρίστας ἐνεργείας τῶν τῆς ψυχῆς δυνάμεων.

ΙΖ Ἀπὸ τῶν παλαιῶν λόγων καὶ τῶν ἱερῶν μύθων τῶν τε ἄλλων καὶ τῶν Πυθαγορικῶν ὑπομνήσεις εἰς προτροπὴν ἐπὶ τὸν σώφρονα καὶ μέτριον καὶ κεκοσμημένον βίον· αἱ δὲ αὐταὶ μεταβάλλουσι τὴν διάνοιαν ἡμῶν ἐκ τοῦ πρὸς τὴν ἀκολασίαν καὶ τοῦ κατὰ τὴν ἡδονὴν βίου.

ΙΗ Ἀπὸ τῶν ἐναργῶς περὶ τὸ σῶμα φαινομένων τάξεων καὶ ἀπὸ τοῦ περὶ αὐτὸ κόσμου κατὰ τὴν ἀνάλογον μετάβασιν τῆς διανοίας ἐπὶ ψυχὴν μεταβαίνοντες ποιούμεθα τὴν προτροπὴν γνωρίμως τοῖς ἀκούουσι καὶ πιθανῶς διὰ τὸ ἀπὸ τῶν ἐναργῶν αὐτὴν προιέναι.

ΙΘ Ἀπὸ τῶν ἐν τῇ ψυχῇ ἀγαθῶν ἔφοδος εἰς προτροπὴν ὡς ὄντων κυριωτάτων εἰς εὐδαιμονίαν, καὶ ἀπὸ p. 7K. τῶν ἀρετῶν ὡς αὐταρκῶν ὑπαρχουσῶν πρὸς τὸν μακάριον βίον ἡ ὁμοία παράκλησις.

K Μεμιγμέναι ὑποθῆκαι προτροπαῖς κοινῇ διήκουσαι ἐπὶ πάντα τὰ ἀγαθὰ καὶ τὰ μέρη πάντα τὰ ἐν φιλοσοφίᾳ καὶ τὰ τέλη τοῦ βίου, ὧν στοχάζεται ἡ ἀρετή.

ΚΑ Τίς ἡ συμβολικὴ προτροπὴ καὶ πῶς γίνεται διὰ συμβόλων, ἀνάπτυξίς τε καὶ κοινὴ τῶν συμβόλων καὶ ἰδία ἑκάστου, μόνον ἀπʼ αὐτῶν τὸ προτρεπτικὸν ἐξηγουμένη ποσαχῶς γίνεται, τὴν δὲ ἄλλην πραγματείαν περὶ τῶν συμβόλων ἀλλαχοῦ ὑπερτιθεμένη.

ΙΑΜΒΛΙΧΟΥ ΧΑΛΚΙΔΕΩΣ ΤΗΣ ΚΟΙΛΗΣ P. 1a. P. 8K. ΣΥΡΙΑΣ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΕΠΙ ΦΙΛΟΣΟΦΙΑΝ.

Ι. Περὶ μὲν Πυθαγόρου καὶ τοῦ κατʼ αὐτὸν βίου τῶν τε Πυθαγορικῶν ἀνδρῶν τὰ σύμμετρα ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν, ἀρχώμεθα δὲ τὸ λοιπὸν αὐτοῦ τῆς αἱρέσεως ἀπὸ τῆς κοινῆς εἰς πᾶσαν παιδείαν καὶ μάθησιν καὶ ἀρετὴν παρασκευῆς, ἥτις οὐ κατὰ μέρος ἀπολαβοῦσα πρὸς ἕν τι τῶν πάντων παρασκεύαζει τὸν ἄνθρωπον ἐπιτήδειον, ἀλλʼ ὡς ἁπλῶς εἰπεῖν τὰς ἐν αὐτῷ προθυμίας προτρέπει εἰς πάντα μὲν τὰ μαθήτὰ 2 πάντα τὰ ἀγ. h. l. : πάντα ἀγ. fol. 73 a || πάντα ἐν φιλ. h. l. || 4 γίγνεται h. l || 5 sq κοινῆ τῶν συμβ. καὶ διὰ ἑκάστου αὐτοῦ h.l. || 7 ποσαχῶς] πῶς ἀρχὴ fol. 76 b || 10 sq. προτρεπτικὸς ἐπὶ φιλοσοφίαν in indice libr. lambl. (f. 1 a): πυθαγορείων ὑπομνημάτων περιε τοὺς προτρεπτικούς λόγους εἰς φιλοσοφίαν (cf. lemmata Stobaei floril. lI 40. XLIII 71. VI 41, itemque XLVI 70) in inscriptione: πυθαγ. ὑπομνημ. 〈λόγος δεύτερος〉 περιέχων τοὺς προτρ. λόγ. εἰς φιλ. Fabricius (Zeitschr. für die Alterthumsw. 1838, 111) || 14 ἀρχώμεθα A: ἀρχόμεθα. ματα, πάσας δὲ τὰς ἐπιστήμας, πάσας δὲ τὰς ἐν τῷ 10K. βίῳ καλὰς καὶ γενναίας πράξεις, πάσας δὲ παιδείας, καὶ ὡς ἔπος εἰπεῖν πάντα ὅσα μετέχει τοῦ καλοῦ. οὔτε γὰρ ἄνευ τοῦ προτραπῆναι οἷόν τέ ἐστιν ὁρμῆσαι ἐπὶ τὰ καλὰ καὶ γενναῖα ἐπιτηδεύματα, οὔτε οἷόν τε εὐθὺς 2A ἐπὶ τὸ ἀκρότατον καὶ τελειότατον ἀγαθὸν προευτρεπίζειν τινὰ πρὶν ἐμποιῆσαι ὑποκατασκευὴν τῆς ψυχῆς διὰ τῆς προτροπῆς· ἀλλʼ ὥσπερ ἡ ψυχὴ κατὰ βραχὺ πρόεισιν ἐπὶ τὰ μείζονα ἀπὸ τῶν ἐλαττόνων, διὰ πάντων τε διέξεισι τῶν καλῶν, καὶ ἐπὶ τῷ τέλει τὰ τελεώτατα ἀγαθὰ εὑρίσκει, οὕτως καὶ τὴν προτροπὴν δεῖ ὁδῷ προιέναι ἀρχομένην ἀπὸ τῶν κοινῶν. εἰς γὰρ φιλοσοφίαν ἀπλῶς παρορμήσει καὶ πρὸς αὐτὸ τὸ φιλοσοφεῖν 12K. συλλήβδην καθʼ ἡντινοῦν ἀγωγήν, μηδεμιᾶς τῶν αἱρέσεων ἄντικρυς προκρινομένης, ἀλλὰ κοινῶς κατὰ γένος ἀπασῶν ἐπαινουμένων καὶ παρὰ τὰ ἀνθρώπινα ἐπιτηδεύματα πρεσβευομένων κατά τινα κοινὸν καὶ δημώδη προτρεπτικὸν τρόπον. μετὰ δὲ ταῦτα μέσῃ τινὶ μεθόδῳ χρηστέον, οὔτε παντάπασι δημώδει οὔτε μὴν ἄντικρυς Πυθαγορικῇ, ἀλλʼ οὐδὲ ἀπηλλαγμένῃ ὁλοσχερῶς ἑκατέρου τοῦ τρόπου τούτου. ἐν δὲ ταύτῃ κοινάς τε πάσης φιλοσοφίας τάξομεν παρορμήσεις, ὥστε 3A. κεχωρίσθαι αὐτὰς Πυθαγορικοῦ βουλήματος πατά γε τοῦτο, συμμίξομεν δὲ ἐγκαιρότατα καὶ τὰς τῶν ἀνδρῶν τούτων κυριωτάτας δόξας εἰς ἃς προτρέπειν τῶν Πυθαγορικῶν, ὥστε οἰκεῖον γίγνεσθαι τὸν τρόπον τῶν 18 sqq. cf. infra c. XXI p. 306, 6 sqq. Κiessl. 18 μετὰ δὲ] hinc alterum caput in codice: ipse K et ca- pitis αʹ summarium sequor || 19 sq. οὔτε μὴν (ex p. 306, 11 Kiessl.) reposui: οὐδὲ μὴν || 25 sq. εἰς ἃς (οἵας vel ἱκανὰς coni. et τῶν Πυθ. del. Vitelli) πρ. τῶν Πυθαγορικῶν et τὸν τρόπον delevi. Πυθαγορικῶν ἀνδρῶν κατά γε τοῦτο τὸν τρόπον τῶν λόγων· ἀφʼ οὗ δὴ λεληθότως, ὡς τὸ εἰκός, ἀπὸ μὲν τῶν ἐξωτερικῶν ἐννοιῶν ἀποσεησόμεθα, μεταβησόμεθα 14 K δὲ καὶ οἰκειωσόμεθα ταῖς κατὰ τὴν αἵρεσιν τεχνολογουμέναις ἀποδείξεσιν, οἷον διά τινος γεφύρας ἢ κλίμακος κάτωθεν εἰς ὕψος ἀνιόντες. ἐπὶ δὲ τῷ τέλει τὰ ἴδια προτρεπτικὰ τῆς Πυθαγορικῆς αἱρέσεως συντάξομεν, ἀλλότρια καὶ ἀπόρρητα τρόπον τινὰ πρὸς τὰς ἄλλας ἀγωγὰς ὑπάρχοντα.

Chapter 2

II. Ἀρξώμεθα δὲ τὸ λοιπὸν ἀπὸ τῶν ὡς πρὸς ἡμᾶς πρώτων. ἔστι δὴ τὰ ἐναργῆ ταῦτα καὶ φαινόμενα πᾶσι καὶ μηδέπω προειληφότα τὴν οὐσίαν τῆς ἀρετῆς, κατὰ δὲ τὰς κοινὰς ἐννοίας περὶ αὐτῆς ἀνεγείροντα ἡμῶν τὴν προθυμίαν κατά τινας γνωρίμους τοῖς πολλοῖς γνώμας, ἀπεικαζομένας πρὸς τὰ ἐναργῆ δείγματα τῶν ὄντων. ἔχουσι δὲ αὗται ὧδέ πως·

Ψυχῇ ζῶντας ἡμᾶς τῇ ταύτης ἀρετῇ ῥητέον εὖ ζῆν, ὡς ὀφθαλμοῖς ὁρῶντας τῇ τούτων ἀρετῇ καλῶς 4 A. ὁρᾶν. οὔτε χρυσοῦ νομιστέον ἰόν, οὔτʼ ἀρετῆς αἶσχος 16 Κ. ἅπτεσθαι. καθάπερ εἰς ἄσυλον τέμενος τὴν ἀρετὴν 5 διά τινος γεφύρας κτλ.] cf. Νicomach. Arithm. l 3, 6 (p. 7, 21 sqq. Hoche). lambl. in Villoison Anecd. ll p. 189, 13 17 sqq. cf. Mullach Fragm. Philos. Graec. l 492 sqq. || 17. 19. ψυχῇ — ὁρᾶν Stob. Flor. l 58 Br. Tr. (lemma ἐκ τῶν Ἰαμβλίχου Tr.: τοῦ αὐτοῦ Br., ubi praecedit lamblichi excerptum editum ab O. Hense, De Stob. Flor. Excerpt Bruxell. [Friburgi i. Br. 1882] p. 33) || 20. p. 9, 2 καθάπερ — ἔκδοτοι Stob. Flor. I 59 MATr. (lemma Ἰαμβλίχου ἐκ τῶν προτρεπτικῶν λόγων [λόγον M] MA: in Τr. cohaeret cum l 58). 1 τοῦτο seripsi: τοῦτον || 11 δή τοι ἐναργῆ et 12 περιειληφότα Hemsterhusius (Zeitschr. für die Alterthumsw. 1840, 1) 14 〈καὶ〉 κατά? Vitelli ὁρμητέον, ὅπως πρὸς μηδεμίαν ἀγεννῆ ψυχῆς ὕβριν ὦμεν ἔκδοτοι. περὶ κοινωνίας βίου καὶ παραμονῆς. ἀρετῇ μὲν θαρσητέον ὡς σώφρονι γαμετῇ, τύχῃ δʼ ὡς ἀστάτῳ πιστευτέον ἑταίρᾳ. κρεῖττον μετὰ πενίας ἀρετὴν ὑποληπτέον ἢ πλοῦτον μετὰ κακίας, ὀλιγοσιτίαν μετὰ ὑγείας ἢ πολυφαγίαν μετὰ νόσου. βλαβερὰ μάλιστα τροφῆς μὲν ἀφθονία τῷ τὸ σῶμα, κτήσεως δὲ 18 Κ. τῷ τὴν ψυχὴν διακειμένῳ κακῶς. καὶ ἐπισφαλὲς καὶ ὅμοιον μαινομένῳ δοῦναι μάχαιραν καὶ μοχηρῷ δύναμιν. καθάπερ τῷ ἐμπύῳ βέλτιον τὸ καίεσθαι τοῦ διαμένειν, καὶ τῷ μοχθηρῷ τὸ τεθνάναι τοῦ ζῆν. τῶν κατὰ σοφίαν θεωρημάτων ἀπολαυστέον ἐφόσον οἷόν τε, καθάπερ ἀμβροσίας καὶ νέκταρος· ἀκήρατόν τε γὰρ τὸ ἀπʼ αὐτῶν ἡδὺ καὶ τὸ θεῖον τὸ μεγαλόψυχον δύναται τε ποιεῖν, καὶ εἰ μὴ ἀδίους, ἀιδίων γε ἐπιστήμονας. 20 K. εἰ εὐκτὸν ἡ εὐαισθησία, μᾶλλον σπουδαστὸν 5 A. ἡ φρόνησις· ἔστι γὰρ τοῦ ἐν ἡμῖν πρακτικοῦ νοῦ οἱονεί τις εὐαισθησία· διʼ ἣν μὲν γὰρ ἐν οἷς πάσχομεν οὐ παραισθανόμεθα, διʼ ἣν δὲ ἐν οἷς πράττομεν οὐ παραλογιζόμεθα. 6 sq. cf. Menandr. inc. fab. fragm 65 (Com. Gr. IV 252 Meir.) 8. 10 ὁμοίως ἐπισφαλὲς μαιν. — δύναμιν Stob. Flor. lI 40 MA Br. XLlII 71 SMA (lemma: lI Ἐκ τῶν προτρεπτικῶν εἰς φιλοσοφίαν [ἐκ φιλοσ· M d] λόγων MA, om. Br.: XLllI Ἰαμβι S. cum XLIII 67 cohaer. in MA) || 10. 11 καθάπερ — ζῆν Stob. Flor. XLVI 70 SMA (lemma Ἰαμβλίχου ἐκ τῶν προτρεπτ. εἰς (sic M: πρὸς A) φιλοσ. λόγων MA: Ἰαμβλι S). 1 πρὸς] εἰς Stob. Tr. || τύχης Stobaeus; quod si verum est, scribas in proximis ἔκθετοι || 2 περὶ — παραμονῆς delevit Hemsterhusius: loco inscriptionis habenda putat K || 4 ἀπιστητέον Cobet || 8 καὶ ἐπισφαλὲς καὶ ὅμοιον] immo ὁμοίως ἐπισφαλὲς cum Stobaeo || 9 μοχθηρῷ ] πονηρῷ Stobaei (t. lI) codex A. 10 ὑποπύῳ et κάεσθαι Stobaeus, ubi mox οὕτω (sic MAS) καὶ τῷ 14 καὶ [τὸ ] θεῖον, καὶ μεγαλοψύχους tentabat Diels || 15 τε delevi. καὶ τὸν θεὸν σεβόμεθα κατὰ τρόπον, εἰ τὸν ἐν ἡμῖν νοῦν παρασκευάσαιμεν πάσης κακίας ὥσπερ τινὸς κηλῖδος καθαρόν. κοσμητέον ἱερὸν μὲν ἀναθήμασι, τὴν δὲ ψυχὴν μαθήμασιν. ὡς πρὸ τῶν μεγάλων μυστηρίων τὸ μικρὰ παραδοτέον, καὶ πρὸ φιλοσοφίας παιδείαν. ὁ μὲν τῆς γῆς καρπὸς διʼ ἐνιαυτοῦ, καθʼ ἕκαστον δὲ ὥρας μόριον ὁ τῆς φιλοσοφίας ἀποδίδοται. καθάπερ χώρας μάλιστα ἐπιμελητέον τῷ τῆς ἀρίστης ἐπιτυχόντι, καὶ ψυχῆς, ὅπως τῆς φύσεως ἄξιον ἐνέγκηται τὸν καρπόν.

Τοιαῦτα ἄν τις ἀπὸ τῶν ἐναργῶν γνωμικὰ ὁμοιώματα παρατιθέμενος κοινῶς ἂν εἰς φιλοσοφίαν προτρέψειεν.

Chapter 3

III. Ἔστι δὲ καὶ ἄλλος τύπος γνώμαις χρώμενος 22 Κ. καὶ αὐτός, οὐκέτι δὲ διὰ παραβολῆς ἀντιπαρατιθεὶς τὰς 6 Α. ὁμοιώσεις, ἔμμετρος καὶ ἐναρμόνιος, γνήσιος τῶν ἀνδρῶν τούτων, ὃν ἔχομεν παρειληφότες ἐν ἄλλοις τε καὶ ἐν τοῖς Χρυσοῖς ἔπεσιν, ὧν ὀλίγα ἄττα δείγματα παραθετέον τὰ τοιαῦτα· ταῦτα πόνει, ταῦτʼ ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε· ταῦτά σε τῆς θείας ἀρετῆς εἰς ἴχνια θήσει. διὰ γὰρ τούτων εἰς πάντα τὰ καλὰ μαθήματά τε καὶ ἐπιτηδεύματα προτρέπει, μήτε πόνων φείδεσθαι οἰόμενος δεῖν, μήτε μελέτην ὑφιέναι μηδεμίαν, εἰς ἔρωτά τε καὶ προθυμίαν τῶν καλῶν διεγείρων, καὶ 3. 4 κοσμητέον — μαθήμ ] cf. Stob. Ecl. II 31, 53 (v. II p. 210, 16 sq. Wacbsm.) || 4. 6 ὡς — παιδείαν] cf. Stob. l. c. 27 (p. 206, 26 sqq.) || 20 sq. Carm. Aur. vv. 45 sq. 1 καὶ delet Vitelli || 7 τῆς addidit K || 10 ἐνέγκῃ καὶ coni. K 18 ἅττα || 20 ταῦτʼ ἐκπο· || 24 μελέτης ὑφιέναι μηδεμιᾶς vel μελέτην ἀφιέναι μηδεμίαν Hemsterhusius. πάντα ταῦτα ἀνάγων εἰς τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν οὐχ ἀπλῶς τῆς τυχούσης, ἀλλʼ ἥτις ἡμᾶς ἀφίστησι 24 K. μὲν τῆς ἀνθρωπίνης φύσεως, ἐπὶ δὲ τὴν θείαν οὐσίαν καὶ τὴν γνῶσιν τῆς θείας ἀρετῆς καὶ τὴν κτῆσιν αὐτῆς περιάγει. ἀλλὰ μὴν εἴς γε τὴν θεωρητικὴν σοφίαν διὰ τούτων παρακαλεῖ· τούτων δὲ κρατήσας γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τʼ ἀνθρώπων σύστασιν, τε ἕκαστα διέρχεται ᾗ τε κρατεῖται· γνώσῃ δʼ, θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην, ὥστε σε μήτε ἄελπτʼ ἐλπίζειν μήτε τι λήθειν. τούτων γὰρ οὐκ ἔστιν ἄλλα θαυμασιώτερα τοῖς εὖ 7 A. πεφυκόσιν εἰς τὸ παρορμᾶσθαι γενναίως εἰς τὴν θεωρητικὴν φιλοσοφίαν. ἡ μὲν γὰρ γνῶσις τῶν θεῶν ἀρετή τέ ἐστι καὶ σοφία καὶ εὐδαιμονία τελεία, ποιεῖ τε ἡμᾶς τοῖς θεοῖς ὁμοίους, ἡ δὲ τῶν ἀνθρωπίνων ἐπιστήμη τάς τε ἀνθρωπίνας ἀρετὰς παρέχει καὶ τῶν ἡμετέρων πραγμάτων ἐμπείρους ποιεῖ, τά τε ἀπὸ τούτων ὠφέλιμα καὶ βλαβερὰ διακρίνει, καὶ τὰ μὲν φυλάττεται τὰ δὲ περιποιεῖ, καὶ ὅλως τὴν σύστασιν ἥτις ἐστὶ τῆς ἀνθρωπίνης ζωῆς λόγῳ τε καὶ ἔργῳ καταμανθάνει. 26 Κ. τὸ δὲ θαυμασιώτατον ἐκεῖνο διδάσκεται ἀπὸ τῆς τοιαύτης εἰδήσεως, κατὰ τί διέρχεται εὐλύτως καὶ ἀκωλύτως ἕκαστα τῶν ἐν ἡμῖν, ὅσα ἐστὶ τῆς κρείττονος μοίρας, καὶ κατὰ τί κρατεῖται καὶ κωλύεται, ὥστε μὴ δύνασθαι ῥᾳδίως ἐξιέναι καὶ τῶν δεσμῶν ἀπολύεσθαι.

Ἡ δὲ μετὰ ταύτην γνώμη εἰς φυσιολογίαν ποιεῖται τὴν παράκλησιν καὶ πᾶσαν τὴν περὶ τὸν οὐρανὸν θεωρίαν. ἡ γὰρ τούτου φύσις ἀεί ἐστιν ὁμοία κατὰ τὴν αὐτὴν περιφορὰν ὡσαύτως περιοῦσα, ἣν ἐάν τις καταμάθῃ, οὔτʼ ἄν ἀπροσδόκητά ποτε προσδοκήσειεν, οὔτʼ ἂν ἀγνοήσειέ τι τῶν κατʼ ἀνάγκην αὐτῷ μελλόντων 8 Α. συμβαίνειν.

Ἄι δὲ ἐπὶ τούτοις γνῶμαι ἀπὸ τῆς προαιρετικῆς ἐν ἡμῖν ζωῆς ποιοῦνται τὴν παράκλησιν, οἷον γνώσῃ δʼ ἀνθρώπους αὐθαίρετα πήματʼ ἔχοντας τλήμονας. εἰ γὰρ ἀρχαὶ τῶν πράξεών εἰσιν οἱ ἄνθρωποι, καὶ 28 Κ δύναμιν ἔχουσιν ἐξ ἑαυτῶν οἰκείαν εἰς αἵρεσιν τῶν ἀγαθῶν καὶ φυγὴν τῶν κακῶν, ὁ μὴ χρώμενος ταύτῃ τῇ δυνάμει τῶν δοθέντων ἐκ φύσεως αὐτῷ πλεονεκτημάτων ἐστὶν ἀνάξιος. οὐδὲν οὖν ἄλλο λέγει ἢ τοῦτο, ὅτι ἡμεῖς τὸν δαίμονα αἱρούμεθα, καὶ ὅτι αὐτοὶ ἑαυτοῖς ἐσμεν ἐν τύχης τάξει καὶ δαίμονος, καὶ ὅτι εὐδαίμονας αὐτοὶ ἑαυτοὺς παρασκευάζομεν· ὃ πρὸς μόνον τὸ καλὸν προτρέπει καὶ τὴν τούτου τιμὴν διʼ ἑαυτὸ αἱρετὴν ἐπιδείκνυσι.

Παραπλήσια δὲ τούτῳ καὶ τὰ τοιαῦτά ἐστιν· 10 sq. Carm. Aur. vv. 54 sq. 4 περιιοῦσα A περιιοῦσαν (cf. Plat. Theaet. p. 153 C) Hemsterhusius: vel hoc vel 〈καὶ〉 κατὰ scripserit K. servanndam duxi atticam verbi περιιέναι formam: cf. Voemel ad Demosth. IV 10 (Thuc. 1, 30, 3. Xen. Hell. 3, 2, 25), Epicurus ap. D. L. X 114 (Usener, Epicur. p. 53, 17), et comicorum loci quos comporuit lacobi in indice dict. com. p. 832 s. v. περίειμι || 5 οὔτʼ ἂν (priore loco) A: οὐ τὰ || 10 δὲ || 21 αὐτὸ Hemsterhusius: auctor in animo habuit μόνον τὸ καλὸν καὶ δι᾿ ἑαυτὸ αἱρετόνʼ Κ || αἱρετὴν A: ἀρετὴν. οἵ τʼ ἀγαθῶν πέλας ὄντων οὔτʼ ἐσορῶσιν οὔτε κλύουσι, λύσιν δὲ κακῶν παῦροι συνιᾶσι. τὸ γὰρ ἐγγὺς εἶναι τἀγαθὰ καὶ συμπεφυκέναι ἡμῶν τῇ ψυχῇ πάντων δὲ ὑπάρχειν οἰκειότατα ἡμῖν, θαυμαστῶς ἐστι προτρεπτικά. καὶ τὸ μήτε ὁρᾶν μήτε ἀκούειν, ὑπὸ δὲ τῆς αἰσθήσεως ἐπισκοτεῖσθαι, δαιμονίως 30 Κ. εἰς τὴν νοερὰν ζωὴν παρακαλεῖ, ὡς τοῦ νοῦ μόνου καὶ ὁρῶντος πάντα καὶ ἀκούοντος. ἡ δὲ ἀπαλλαγὴ 9 Α. τῶν κακῶν, ἣν ὀλίγοι καθορῶσι, προτρέπει εἰς τὴν λύσιν τὴν ἀπὸ τοῦ σώματος καὶ τὴν ζωὴν τὴν καθʼ ἑαυτὴν τῆς ψυχῆς, ἥντινα μελέτην θανάτου προσαγορεύομεν.

Καὶ ἄλλος δʼ ἐστὶ προτρεπτικὸς τρόπος ἐφεξῆς ἀπὸ τῆς διαβολῆς τῶν κακῶν. οὐ γὰρ ἀνεκτόν ἐστι κυλινδρίοις ἐοικότας ἄλλοτʼ ἐπʼ ἄλλα φέρεσθαι, ἀπείρονα πήματʼ ἔχοντας. τὸ γὰρ βίαιον καὶ ἀλόγιστον καὶ εἰκῇ φερόμενον καὶ ἄλλοτε ἀλλοῖον καὶ μάλιστα τὸ ἀπέραντον ἡ κακία παρίστησιν, ἃ δεῖ διαφερόντως φεύγειν.

Ἡ δὲ μετὰ ταῦτα γνώμη ἐστὶ τοιαύτη· λυγρὰ γὰρ συνοπαδὸς ἔρις βλάπτουσα λέληθε σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν. ἐνταῦθα καὶ τὸ διττὸν τῆς ἀνθρωπίνης φύσεως ἐπέδειξε, καὶ τὸ παραπεφυκὸς ἡμῖν ἀπὸ τῆς γενέσεως 1 sqq Carm. Aur. vv. 55 sq || 5 sqq. cf Epicbarmm. ap. Mullach l p. 144 (Lorenz, p 255 sq .). Vit Pytb. p. 158, 16 sqq Nauck et infra Protr. p. 178, 16 sqq. Kiessl || 11 cf. Plat Phaedon p. 67 D (Stallbaum ad p. 64 A) || 16 et 21 sq. Carm. Aur. vv. 58 — 60. 2 λύσιν et συνίασι || 15 κυλίνδροις A. ἀλλότριον ζῷον, ὅπερ οἱ μὲν πολυκέφαλον θηρίον, οἱ δὲ θνητόν τι ζωῆς εἶδος, ἄλλοι δὲ φύσιν γενεσιουργὸν καλοῦσιν· ἐνταῦθα δὲ ἔριν σύμφυτον ἐπωνόμασεν, οὐχ ὡς ἴσην τάξιν ἔχουσαν ἡμῶν πρὸς τὴν κυριωτάτην ζωήν, ἀλλʼ ὡς συνοπαδὸν συνακολουθοῦσαν 32 Κ. τῇ πρεσβυτέρᾳ ζωῇ. ταύτην δὴ οὖν παραγγέλλει φεύγειν, ἀντὶ δὲ ταύτης ἀνταλλάττεσθαι τὴν ἄνευ ἐναντιώσεως ἑνοειδῆ νοερὰν ἐνέργειαν, ἥτις ἀντὶ μὲν 10 Α. τοῦ βλάπτειν ἀγαθοειδής ἐστιν, ἀντὶ δὲ τοῦ ῥέπειν εἰς ὄλεθρον σωτηρίας ἀρχὴν παρέχει, καὶ τὴν μὲν ἐπεισοδιώδη καὶ δευτέραν συνεπομένην ὑπόστασιν ὡς ἀλλοτρίαν ἐκτὸς μεθίησι, τὴν δὲ πρωτουργὸν καὶ ἀφʼ ἑαυτῆς καὶ ἐν ἑαυτῇ πάντα ἔχουσαν τελεωτάτην ζωὴν προσείληφε. διὰ πάντα οὖν ταῦτα ἐκείνην μὲν ὡς ἐπὶ βραχύτατον συστέλλειν ἄξιον, ταύτην 34 Κ. δὲ προάγειν ὡς ἐπὶ πλεῖστον· καὶ οὕτως εἰς τὴν κατὰ νοῦν ζωὴν ἡ τοιαύτη προτροπὴ γέγονεν ἀνυσιμωτάτη.

Πρός γε μὴν τὴν θείαν τελειότητα καὶ τὴν μετὰ θεῶν συνεπομένην ἀρίστην κατάστασιν αἱ τοιαῦται γνῶμαι παρακαλοῦσι· Ζεῦ πάτερ, ἦ πολλῶν γε κακῶν παύσειας ἅπαντας, εἰ πᾶσιν δείξεις οἵῳ τῷ δαίμονι χρῶνται. ἀλλὰ σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν. ἐν δὴ τούτοις μία μὲν ἀρίστη παράκλησις εἰς τὴν θείαν εὐδαιμονίαν ἡ μεμιγμένη ταῖς εὐχαῖς καὶ ἀνακλήσεσι τῶν θεῶν καὶ μάλιστα τοῦ βασιλέως αὐτῶν 1 πολυκ. θηρ.] Plat. Civit. IX p. 588 C || 21 sqq. Carm. Aur. vv. 61—63. 3 ἐπωνόμασεν scripsit Κ: ἐπωνόμασαν || 21 γε ] τε. cf. Nauck ad h. vers. || 22 πᾶσι || δείξαις Carm. Aur. Διός, δευτέρα δὲ ἡ τοῦ δοθέντος καὶ συγκληρωθέντος ἡμῖν ἀπὸ τῶν θεῶν δαίμονος δεῖξις ἐμφανὴς καὶ 11 A. διʼ αὐτοῦ πάλιν πρὸς τοὺς θεοὺς ἀναγωγή. οὐδὲ γὰρ ἂν ἄλλως τις δυνηθείη πρὸς τὸ θειότατον ἑαυτοῦ καὶ κυριώτατον τῆς οὐσίας ἀναδραμεῖν, εἰ μὴ τῷ 36 Κ. τοιούτῳ δαίμονι ἡγεμόνι χρήσαιτο, ὃν δεῖ πάντα τὸν ἐραστὴν τῶν θεῶν γνησίως ἀποκαθαίρειν. ἀφʼ οὗ δὴ πρωίη μὲν ἔσται κακῶν παῦλα τῶν συμπεφυκότων ἡμῖν ἀπὸ τῆς γενέσεως, ἔπειτα γνῶσις ἡμῖν ἀληθινὴ παρέσται τῆς δαιμονίας καὶ μακαρίας ζωῆς, ὅση τίς ἐστι καὶ ὁποία· μεθʼ ἧς ἀνιόντες τὸ ἀρχηγὸν θεῖον γένος τῶν ἀνθρώπων κατοψόμεθα, καὶ εἰς αὐτὸ ἐνιδρυθέντες τέλος ἕξομεν τοῦ προτεθέντος ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις μακαριωτάτου βίου.

Ἐπὶ τέλει τοίνυν πρὸς τὴν μετάστασιν τῆς ψυχῆς προτρέπει καὶ τὴν ζωὴν αὐτῆς τὴν καθʼ ἑαυτήν, καθʼ ἣν ἀπήλλακται τοῦ σώματος καὶ τῶν τῷ σώματι συνηρτημένων φύσεων. λέγει δὲ οὕτως· ἡνίοχον γνώμην στῆσον καθύπερθεν ἀρίστην, ἢν δʼ ἀπολείψας σῶμα ἐς αἰθέρʼ ἐλεύθερον ἔλθῃς, ἔσσεαι ἀθάνατος θεὸς ἄμβροτος, οὐκέτι θνητός. τὸ μὲν οὖν ἐν τῇ ἀνωτάτω τάξει τὸν ἄριστον νοῦν ἡγεμόνα προστήσασθαι, τῆς ψυχῆς ἀκραιφνῆ τὴν 38 Κ. ὁμοιότητα διασῴζει πρὸς τοὺς θεούς, εἰς ἣν καὶ 19 sqq. Carm. Aur. vv. 69—71. 2 fort. καὶ 〈ἡ〉 || 10 sq. ὅση (η ex corr.) et ὁποῖα || 18 et p 16, 3 φύρσεων et φύρσιν? Vitelli, cui tum vocis φύραμα usus (ex gr. Marc. Anton. Comm. 7, 68 p. 94, 20 Stich.), tum alii scriptorum loci obversabantur, inprimis Plat. Phaedon. p. 66 C (infra p. 184, 1 Kiessl .). praeterea conferri iubet Valckenaer ad Eur. Hipp 184,1 p. 283. at cf. Phaedon. p. 67 A (infra p. 186, 16 Κiessl.)? || 23 distinguit post ψυχῆς. προτρέπει πρώτως· τὸ δʼ ἀπολιπεῖν τὸ σῶμα καὶ μεταστῆναι εἰς τὸν αἰθέρα, μεταλλάττειν καὶ τὴν ἀνθρωπίνην φύσιν εἰς τὴν τῶν θεῶν καθαρότητα 12 A. καὶ ἀντὶ θνητοῦ βίου ἀθάνατον ζωὴν προαιρεῖσθαι, εἰς τὴν αὐτὴν οὐσίαν τε ἀποκαθίστασθαι παρέχει καὶ μετὰ θεῶν περίοδον, ἥνπερ εἴχομεν καὶ πρότερον πρὶν ἐλθεῖν εἰς ἀνθρώπινον εἶδος. πέφηνεν ἄρα καὶ ἡ τῶν τοιούτων παρακλήσεων μέθοδος εἰς ὅλα τὰ γένη τῶν ἀγαθῶν καὶ πρὸς πάντα τὰ εἴδη τῆς βελτίονος ζωῆς ἡμᾶς προτρέπουσα.

Chapter 4

IV. Εἰ δὲ δεῖ λοιπὸν καὶ ἐπὶ τὰς ἐσωτερικάς τε καὶ ἐπιστημονικὰς προτροπὰς ὁρμῆσαι, προχειρισώμεθα πρώτας ἐκείνας, ὅσαι μετὰ τοῦ διδαχὴν παρέχειν τῶν κυριωτάτων καὶ πρώτων οὐσιῶν ὁμοῦ καὶ προτρέπουσιν ἐπὶ τὴν θεολογικὴν καὶ νοερὰν αὐτῶν ἀνεύρεσίν τε καὶ μάθησιν, καὶ πρὸς τὴν πρεσβυτάτην σοφίαν παρακαλοῦσιν. Ἀρχύτας τοίνυν ἐν τῷ Περὶ σοφίας εὐθὺς ἀρχόμενος προτρέπει οὕτως· ῾τοσοῦτον 40 Κ. διαφέρει σοφία ἐν πᾶσι τοῖς ἀνθρωπίνοις πράγμασιν, ὅ σον ὄ ψις μὲν αἰσθασίων σώματος, νόος δὲ ψυχᾶς, ἅλιος δὲ ἄστρων. ὄψις τε γὰρ ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐντὶ καὶ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄ ψις καὶ δύναμις τῶν τιμιωτάτων ὑ πάρχων. ἅλιός γε μὰν ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόντῶν· 13 Α. 18 sqq. Archytae fragmenta v. in Mullach l p. 558 sqq. 20 πράγμασιν m. rec marg. Laur. 86, 29: σώμασιν || 23 ἐντὶ K: ἐστὶ || λόγω || 24 et p 17, 26 διανοίας (cl. p. 18, 1) coni Κ: διαοία || 24 Gale (opusc. Mythol p. 732) coniecturam ἐπικρίνων improbat l Conr. Orelli (opusc vet sentent. ll p. 682). ὁρῆταί τε γὰρ διʼ αὐτῶ πάντα καὶ γεννῆται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταί τε καὶ ἀέξεται καὶ ζωπυρῆται μετʼ αἰσθθάσιος.ʼ πάνυ ἐπιστημονικῶς ἐνταῦθα τήν τε φύσιν καὶ ἐνέργειαν τῆς σοφίας ἐπιδείκνυσι, καὶ ἀπὸ 42 Κ. τοῦ χρησιμωτάτην αὐτὴν εἶναι καὶ ἡγεμονικωτάτην ποιεῖται τὴν προτροπὴν ἐπὶ τὸν νοῦν καὶ τὴν θεωρίαν. καὶ ἄλλο δὲ θαυμάσιον οἶον εἰς προτροπὴν ἀγαθὸν παρέχεται· ἀπὸ γὰρ τῶν γνωρίμων ποιεῖται τὴν ὑπόμνησιν διʼ ἀναλογίας ἐναργοῦς. τὸ γὰρ ὄψιν εἶναι ὀξυτάτην τῶν αἰσθήσεων καὶ ἀκριβεστάτην καὶ τιμιωτάτην πᾶσι πρόδηλον, καὶ τὸ τὸν ἥλιον τῶν ἄστρων ὑπερέχειν οὐδένα λέληθε, καὶ τὸ τὸν νοῦν τῆς ψυχῆς εἶναι ἐξάρχοντα ἐν ταῖς κοιναῖς ἐννοίαις προειλήφαμεν. ἀπὸ δὴ τούτων τὸ διαφέρον παραδηλοῖ τῆς σοφίας πρὸς ἅπαντα τὰ ἀνθρώπινα πράγματα γνωρίμως καὶ ἐπιστημονικῶς, ὥστε εὐμαθὲς εἶναι τὸ ἀληθὲς καὶ εὔληπτον τοῖς ἀκούουσι τὸ κρυπτόμενον ἐν ἀφανεῖ. πρὸς τούτοις τοίνυν καὶ ἀπὸ τῶν διαφορῶν ἑκάστου ἥ τε εἴδησις τῆς σοφίας καὶ ἡ πρὸς αὐτὴν προτροπὴ ἀναδιδάσκεται. τοῦτο μὲν γάρ, εἰ ἡ 14 Α. ὄψις ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐντί, καὶ ἡ σοφία κατὰ τὰ αὐτὰ τὰ πορρωτάτω ἀφεστηκότα ὡς παρόντα νοεῖ καὶ πάντων τῶν ὄντων τὰ εἴδη περιείληφεν ἐν ἑαυτῇ· τοῦτο δέ, εἰ ὁ νόος ὕπατος λόγω καὶ διανοίας τὸ δέον 44 K. ἐπικραίνων καὶ ὄ ψις καὶ δύναμις τῶν τιμιω τάτων ὑπάρχων, πάντως που καὶ ἡ σοφία ὡσαύτως 3 τε post τράφεται transposui, quod post ζωπυρῆται lege batur; cf. ad p. 18, 9 || 15 num ἀποδηλοῖ? || 23 ἐντί Κ: ἐστί || 24 πορρω. ὑπερέχει λόγου καὶ διανοίας καὶ ταῖς ἁπλουστέραις τούτων ἐπιβλητικαῖς νοήσεσι τὰ ὄντα θεωρεῖ, τά τε ἀγαθὰ κρίνει ἀφʼ ἑαυτῆς καὶ ἐπιτελεῖ ἐν ἑαυτῇ, τῶν τε νοητῶν ἐστιν ὄψις καὶ δύναμις τῶν θειοτάτων καὶ τελειοτάτων ἐνεργειῶν ὑπάρχει· τοῦτο δʼ αὖ, εἰ ὁ ἥλιος ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν φύσιν ἐχόντων· ὁρῆταί τε γὰρ διʼ αὐτῶ πάντα καὶ γεννῆται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταί τε καὶ ἀέξεται καὶ ζωπυρῆται μετʼ αἰσθάσιος· δῆλόν που καὶ ἀπὸ τούτων γίγνεται ὡς ὀφθαλμός ἐστι καὶ ζωὴ τῶν νοερῶν ἡ σοφία, καὶ τὸ ὁρᾶσθαι τοῖς νοουμένοις παρέχει πᾶσι καὶ τὸ εἶναι 15 A. τοῖς οὖσι, δημιουργίας τε πάσης ἀρχηγὸς γίγνεται ἐν τῷ κόσμῳ καὶ γεννήσεως τῆς πρώτης καὶ τάξεως, καὶ δὴ καὶ ἐν ἡμῖν ὡσαύτως. τὴν δὴ τοιαύτην τε καὶ τοσαύτην αἰτίαν καὶ τοσαῦτα ἀγαθὰ παρέχουσαν τίς 46 K. οὐκ ἂν μετὰ μεγάλης σπουδῆς μεταθέοι ἂν προθύμως, βουλόμενος τῆς ἀρίστης εὐδαιμονίας μεταλαμβάνειν;

Ἡ μὲν οὖν ἀπὸ τοῦ τίμιον εἶναι τὴν σοφίαν προϊοῦσα εἰς προτροπὴν ἔφοδός ἐστι τοιαύτη, ἡ δὲ ἀπὸ τοῦ ὄντως ἀνθρώπου ὑπομιμνῄσκουσα τῆς ἐπὶ τὰ αὐτὰ προτροπῆς διὰ τῶν ἑξῆς ἐπιδείκνυται τῶν οὕτω λεγομένων· ‘ἄνθρωπος πάντων ζῴων ἐπὶ πολλὸν γέγονε σοφώτατος· θεωρῆσαί τε γὰρ δυνατός ἐντι τὰ ἐόντα καὶ ἐπιστάμαν καὶ φρόνασιν λαβὲν αὐτῶν ἀπάντων. παρὸ καὶ ἐνεχάραξε καὶ ἐπεσημήνατο τ ὸ θεῖον αὐτῷ τὸ τῶ παντὸς λόγω σύστομα, ἐν ᾧ τά τε εἴδεα πάντα τῶ 7 γεννᾶται || 9 τε post τράφεται traieci; est in codice post ἀέξεται || 25 ἐντι Κ: ἐστι || 26 λαβὲν Gale p. 733: λάβεν 27 καὶ ἐπεσημήνατο delevit Vitelli. 48 K. ἐόντος ἐνδέδασται καὶ ταὶ σαμασίαι τε τῶν ὀνυμάτων τε καὶ ῥημάτων. τοῖς μὲν γὰρ φθόγγοις τᾶς φωνᾶς τόπος ἀφώρισται φάρυγξ καὶ στόμα καὶ ῥῖνες. ὥσπερ δὲ τῶν φθόγγων, διʼ ὧν τὰ ὀνύματά τε καὶ ῥήματα τυπούμενα σαμαίνεται, γέγονεν ἄνθρωπος ὄργανον, οὕτω δὲ 16 A. καὶ τῶν νοαμάτων ἐν τοῖς ἐόντεσσιν ὁπτιζομένοις. ἔργον σοφίας τοῦτο δοκεῖ μοι ἦμεν, ποθʼ ὅπερ καὶ γέγονε καὶ συνέστα ὁ ἄνθρωπος καὶ ὄργανα δὲ καὶ δυνάμεις εἴλαφε παρὰ τῶ θεῶ.ʼ αὕτη ἡ ἔφοδος ἐπὶ τὴν προτροπὴν ἀπὸ τῆς φύσεως γέγονε τοῦ ἀνθρώπου. εἰ γὰρ σοφώτατός ἐστι καὶ θεωρῆσαι τὰ ὄντα δυνατός, τῆς θεωρητικῆς αὐτὸν καὶ θεολογικῆς σοφίας δεῖ ἀντιποιεῖσθαι· καὶ εἴπερ ἐπιστήμην καὶ φρόνησιν λαβεῖν ἀπάντων δύναμιν 50 Κ. ἔχει παρὰ τῆς φύσεως, τὴν ἀποδεικτικὴν ἐπιστήμην αὐτὸν δεῖ μεταδιώκειν καὶ τὴν κατὰ φρόνησιν ἀρετὴν ὡς μάλιστα αὐτῷ πρέπουσαν. διότι γε μὴν ἐνετυπώσατο ἐν αὐτῷ τὸ θεῖον τὸ τοῦ παντὸς λόγου σύστημα, ἐν ᾧ καὶ τὰ εἴδη πάντα τῶν ὄντων καὶ αἱ σημασίαι ἐνυπάρχουσι τῶν ὀνομάτων τε καὶ ῥημάτων, διὰ τοῦτο τῆς λογικῆς αὐτὸν φιλοσοφίας πάσης ἀντιλαμβάνεσθαι προσήκει, ἐπειδὴ οὐ τῶν σημαινομένων μόνον διὰ τῶν φθόγγων ὄργανον γέγονεν ὁ ἄνθρωπος, ἀλλὰ καὶ τῶν νοημάτων τῶν ἐν τοῖς οὖσι 1 ἐνδέδασται] cf. Κiessling ad Vit. Pyth. p. 410 (§ 201) ταὶ] ται || τε delet Κ || 3 τᾶς φωᾶς || 7 ὀπτιζομένοις corruptum: ὀπτιζομένων Cale: ὀπτιζομένοις θεαρός. καὶ τοῦτο δοκεῖ (deletis ἔργον σοφίας) scripsi K || 8 σοφίας· τοῦτο | 9 ποθʹ ὅπερ Vulcanius: πόθʼ ἅπερ || 8 ἐνετυπώσατο Vitelli: ἀνετυπώσατο 24 διὰ τῶν φθόγγων ὄργανον addidi: διὰ τῶν φθόγγων μόνον γέγ. ὁ ἄνθρ. ὄργανον coni. K. θεωρὸς ὑπάρχει, καὶ πρὸς τοῦτο γέγονε καὶ ὄργανα καὶ δυνάμεις εἴληφε παρὰ τοῦ θεοῦ. διὰ ταῦτα δὴ πάλιν περὶ πᾶν τὸ ὄν, ὄν, τῆς θεωρητικῆς σοφίας ἐφίεσθαι αὐτὸν χρή, καὶ τὰς ἀρχὰς καὶ τὰ κριτήρια 17 A. πάσης γνώσεως μεταθεῖν ἐπιστημονικῶς περὶ πάντα τὰ γένη τῶν ὄντων· αὐτόν τε τὸν νοῦν καθʼ ἑαυτὸν καὶ τὸν καθαρώτατον λόγον ἐπισκοπεῖσθαι ἄξιον· καὶ ὅσαι ἀπʼ αὐτοῦ ἀρχαὶ ἐνδίδονται εἰς τὰ καλὰ καὶ ἀγαθὰ τοῦ ἀνθρωπίνου βίου, καὶ ὅσα περὶ ἀρετῶν ἐπιλογιζόμεθα καθόλου, καὶ ὅσα περὶ μαθημάτων ἢ ἄλλων τινῶν τεχνῶν ἢ ἐπιτηδευμάτων μανθάνομεν, προσήκει προθύμως ἀναδιδάσκεσθαι. καὶ οὕτω πρὸς 52 K. ὅλην τὴν φιλοσοφίαν καὶ ἡ ἀπὸ τῆς φύσεως τοῦ ἀνθρώπου ὁρμωμένη γέγονε παράκλησις.

Ποιεῖται δὲ καὶ ἄλλην σύμμικτον ἔφοδον ἐπὶ τὰ αὐτὰ προτρέπουσαν ὧδέ πως· ῾ γέγ ονε καὶ συνέστα ὁ ἄνθρωπος ποττὸ θεωρῆσαι τὸν λόγον τὰς τῶ ὅλω φύσιος· καὶ τᾶς σοφίας ὦν ἔργον κτᾶσθαι καὶ θεωρὲν τὰν τῶν ἐόντων φρόνασιν.ʼ ὃ δή φαμεν ἐν τούτοις σύμμικτον, ἐκεῖνό ἐστι· τῇ γὰρ ἰδίᾳ φύσει τὴν κοινὴν συνεκέρασεν, ὡς ἐχουσῶν τούτων συμφωνίαν πρὸς ἀλλήλας. εἰ γὰρ ὅ τε λόγος τοῦ ἀνθρώπου θεωρητικός ἐστιν ἐν τῷ λόγῳ τᾶς τῶ ὅλω φύσιος καὶ ἡ σοφία τοῦ ἀνθρώπου κτᾶται καὶ θεωρεῖ τὰν τῶν ἐόντων φρόνασιν, ὁμοῦ μὲν ὁμολογία οὖσα ἀποδέδεικται τῆς μεριστῆς τοῦ λόγου καὶ τῆς τοῦ 54 Κ. 18 A. ὅλου νοερᾶς φύσεως, ὁμοῦ δὲ καὶ ἡ προτροπὴ τελεωτέρα 16. 19 γέγονε — φρόνασιν Perictione ap. Stob. Flor. I 62. 8 ὁρμαὶ Vitelli 18 σοφίας ὦν scripsit K: σοφίας· ὦν || κτᾶσθαι addidit Κ || 19 θέωρεν || 23 τῶ ὅλω Gale: τ λόγω. γέγονεν. οὐ γὰρ ἄλλως διαβιωσόμεθα κατὰ φύσιν, οὗ πάντες διαφερόντως ἐφιέμεθα, ἐὰν μὴ κατὰ λόγον ζῶμεν τὸν θεῖον καὶ τὸν ἀνθρώπινον, οὐδὲ ἄλλῃ πῃ εὐδαιμονήσομεν, ἐὰν μὴ κτησώμεθα διὰ φιλοσοφίας καὶ θεωρήσωμεν τὴν τῶν ὄντων φρόνησιν. ἄλλη τοίνυν ἐν τούτοις τοιαύτη νοείσθω σύμμιξις· ἐν ταὐτῷ γὰρ παρορμᾶν ἐπιχειρεῖ εἴς τε τὴν πρακτικὴν καὶ θεωρητικὴν φιλοσοφίαν. τὸ μὲν γὰρ κτήσασθαι φρόνησιν ποιητικῆς τινός ἐστι καὶ πρακτικῆς ἀρετῆς ἔργον, ἧς τέλος οὐ τὸ κατιδεῖν ἀπλῶς οὑτωσίν, ἀλλὰ τὸ προσλαβεῖν αὐτὸ διὰ τῶν ἐνεργειῶν, τό γε μὴν θεωρῆσαι τοῦ θεωρητικοῦ νοῦ ἐνέργημα ὑπῆρχδ. πρὸς ἀμφότερα τοίνυν ἡ προτροπὴ δεόντως γέγονεν.

Ἐπεὶ τοίνυν μᾶλλον τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ πάντα τῆς σοφίας ἀγαθὸν διαφαίνεται, καὶ ἡ προτροπὴ τελεωτέρα πρὸς αὐτὸ γίγνεται διὰ τῶν τοιούτωοον· ῾ἁ σοφία οὐ περί τι ἀφωρισμένον ἐντὶ τῶν ἐόντων, 56 Κ. ἀλλʼ ἁπλῶς περὶ πάντα τὰ ἐόντα, καὶ δεῖ μὴ πρώ ταν αὐτὰν τὰς ἀρχὰς αὐτᾶς ἀνευρέσθαι, ἀλλὰ τὰς 19 A. κοινὰς τῶν ἐόντων· οὕτω γὰρ ἔχει σοφία περὶ πάντα τὰ ἐόντα ὡς ὄ ψις περὶ πάντα τὰ ὁρατά. τὰ ὦν καθόλω πᾶσι συμβεβακότα συνιδὲν καὶ θεωρὲν τᾶς σοφίας οἰκῇον, καὶ διὰ τοῦτο σοφία τὰς τῶν ἐόντων ἀπάντων ἀρχὰς ἀνευρίσκει.ʼ πάλιν γὰρ ἐνταῦθα οὐκ ἀφορίζει περί τι 16. 25 ἁ σοφία — ἀνευρίσκει] cf. Perictione ap. Stob. Flor. I 63. 10 κατιδεῖν 〈τὸ ἀγαθὸν〉? cf. Schol, || 16 τελειωτέρα ||19 αὑτᾶς (vel αὐταύτας) Vitelli: αὐτὰς || 22 ὦν Κ: ὧν || 22 et p. 22, 5 καθσʹ || συμβεβηκότα et 23 οἰκεῖον: doricas formas servavit Stobaeus. μέρος τὴν ἐνέργειαν αὐτῆς, ἀλλὰ κοινῇ διήκειν φησὶν ἐπὶ πάντα τὰ ὄντα, τάς τε ἀρχὰς τὰς κοινὰς τῶν ὅλων φησὶν αὐτὴν ἐπισκοπεῖν καὶ κατὰ γένη ταῦτα θεωρεῖν καὶ κατὰ ἁπλουστάτας ἐπιβολάς, ὥσπερ ἡ ὄψις τοῖς ὁρατοῖς ἐπιβάλλει, τούς τε καθόλου λόγους πάντων φησὶν αὐτὴν περιέχειν, καὶ πρὸς τούτῳ θεωρεῖν καὶ διαλογίζεσθαι· μόνην δὲ καὶ ἀνυπόθετον εἶναι ἐπιστήμην, ἅτε δὴ τῶν ὄντων πάντων τὰς ἀρχὰς ἀνευρίσκουσαν καὶ περὶ τῶν οἰκείων ἑαυτῆς ἀρχῶν δυναμένην λόγον διδόναι. εἰς καλὸν ἄρα συμβαίνει ἡ ἔφοδος τῆς προτροπῆς· εἰ γὰρ τῆς τοιαύτης σοφίας οὔτε καθολικωτέραν οὔτε τελειοτέραν οὔτε κοινοτέραν 58 Κ. οὔτε αὐταρκεστέραν οὔτε ἀγαθοειδεστέραν ἢ καλλίονα δυνατὸν λογισμῷ λαβεῖν, ταύτης ἐφίεσθαι χρὴ τοὺς βουλομένους κατὰ λόγον καὶ νοῦν εὐδαιμονεῖν.

Ἐν τῷ τέλει τοίνυν πρὸς αὐτὸ τὸ ἀκρότατον ἄνεισιν ἡ παράκλησις ὧδέ πως· ῾ ὅστις ὦν ἀναλῦσαι οἷός τέ 20 Α. ἐντι πάντα τὰ γένεα ὑπὸ μίαν τε καὶ τὰν αὐτὰν ἀρχὰν καὶ πάλιν συνθεῖναί τε καὶ συναριθμήσασθαι, οὗτος δοκεῖ μοι καὶ σοφώτατος ἦμεν καὶ παναλαθέστατος, ἔτι δὲ καὶ καλὰν σκοπιὰν εὑρηκέναι, ἀφʼ ἇς δυνατὸς ἐσσεῖται τὸν θ ε ὸν κατο ψεῖσθαι καὶ πάντα τὰ ἐν τᾷ συστοιχίᾳ καὶ τάξει τᾷ ἐκείνω κατακεχωρισμένα, καὶ ταύταν ἁρματήλατον ὁδ ὸν ἐκποριὅστις 60 Κ. 17. 24 ὦν — κατακεχωρισμένα Perictione l. c. 6 τοῦτο fort. recte Κ, nescio unde || 7 πρώτην Vitelli 17 ὅστις ὦν] hinc novum caput (lV) in A || τʼ ἐντὶ Κ: τέ ἐστι 19 συναριθμάσασθαι coniecit Κ || 21 παναλαθέστατος Gale: παναληθέστατος || 24 τάξι Mullach (ll p. 33) || ἐκείνω Κ: ἐκείνου 25 ταύταν τὰν K. nescio unde. σσάμενος τῷ νόῳ κατʼ εὐθεῖαν ὁρμαθῆμεν καὶ τελεοδρομᾶσαι τὰς ἀρχὰς τοῖς πέρασι κυνά ψαντα καὶ ἐπιγνόντα διότι ὁ θεὸς ἀρχά τε καὶ τέλος καὶ μέσον ἐντὶ πάντων τῶν κατὰ δίκαν τε καὶ τὸν ὀρθὸν λόγον περαινομένων.ʼ σαφῶς δὴ καὶ ἐν τούτοις τὸ τέλος ἐπέθηκε τῆς θεολογικῆς προτροπῆς, μὴ ἵστασθαι ἀξιῶν ἐπὶ τῶν πολλῶν ἀρχῶν καὶ πάντων τοῦ ὄντος γενῶν, ἀναλύσειν δὲ προθυμούμενος ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν ἀρχὴν τὰ πάντα, ἀπὸ δὲ τῆς μιᾶς διαιρῶν κατὰ ἀριθμὸν ὡρισμένον τὰ πλησίον τοῦ ἑνὸς καὶ οὕτως ἀεὶ τὰ πορρωτέρω ἀφιστάμενα καὶ διιστάμενα ἐπισκοπῶν, ἕως ἂν ἐπὶ τὰ σύνθετα καὶ ἐκ πολλῶν συνεστηκότα συναριθμήσηται 21 A. τὸ πλῆθος· ἐπʼ ἄμφω τε οὕτω προϊὼν ἱκανὸς ἦν ἀνάγειν τε ἑαυτὸν ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἓν καὶ κατάγειν ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ πλῆθος. ἐπεὶ δὲ μάλιστα ἀληθείας 62 Κ. καὶ σοφίας ἐφιέμεθα, προτρέπων ἐπὶ τὴν τοιαύτην ἐπιστήμην σοφώτατον καὶ παναληθέστατόν φησιν εἶναι τὸν τὴν τοιαύτην διαιρετικὴν ἔχοντα ἐπιστήμην διὰ τῶν πρώτων εἰδῶν καὶ γενῶν, συνάγοντά τε αὐτὴν εἰς ἓν διὰ τῆς ὁριστικῆς ἐπιστήμης, τοῦ τε ἑνὸς ὄντα θεωρητικόν, ὅπερ τέλος ἐστὶ πάσης θεωρίας. καὶ τούτου δʼ ἔτι κυριώτερον ἀγαθὸν ἐπήγαγε, τὸ ὥσπερ ἀπὸ σκοπιᾶς ἐντεῦθεν δύνασθαι τὸν θεὸν καθορᾶν καὶ πάντα τὰ ἐν τῇ συστοιχίᾳ τοῦ θεοῦ. εἰ γὰρ πάσης ἀληθείας καὶ εὐδαιμονίας οὐσίας τε καὶ αἰτίας καὶ τῶν ἀρχῶν ὁ θεὸς ἐξηγεῖται, σπουδαστέον ἐν τούτῳ 2 τελεοδρομάσαι || συνάψας τε καὶ ἐπιγνοὺς Mullach: contra p. 22, 25 ἐκπορισάμενον l. Conr. Orelli (Opusc. vet. sentent. lI p. 665) || 4 ἐντὶ Mullach: ἐστι || 8 malim ἀναλύειν vel, cum Scali gero, ἀναλῦσαι || 14 ᾖ scripsit Κ || 20 αὐτὰ Vitelli || 25 συστοί. μάλιστα ἐκείνην τὴν ἐπιστήμην κτήσασθαι, διʼ ἧς ἀτενίσει τις αὐτὸν καθαρὸν καὶ διʼ ἧς πλατεῖαν εὑρήσει τὴν πρὸς αὐτὸν πορείαν καὶ διʼ ἧς τὰ τέλη ταῖς ἀρχαῖς συνάψει. τελεωτάτη γὰρ ἡ τοιαύτη ζωὴ καὶ εὐδαιμονία, οὐκέτι διωρισμένως τὰ τελευταῖα ἀπὸ τῶν πρώτων διακρίνουσα, ἀλλʼ εἰς ἓν τὰ συναμφότερα ταῦτα συλλαβοῦσα ἀρχάς τε καὶ τέλος καὶ μέσον ὁμοῦ συνέχουσα. τοιαύτη γάρ ἐστιν ἡ θεία αἰτία, ἧς δεῖ ἀντέχεσθαι τοὺς μέλλοντας εὐδαιμονήσειν. οὕτω μὲν οὖν ἡ προτροπὴ διὰ πάντων διεξελθοῦσα τῶν τε ἐν 64 Κ. ἡμῖν καὶ τῶν ἐν τῇ φύσει καὶ ὡς ἔπος εἰπεῖν διὰ πάντων τῶν ὄντων, συνεκεφαλαιώσατο πάσας τὰς ἐφόδους 22 A. εἰς μίαν τὴν ἐπὶ τὸν θεὸν ἀνήκουσαν ἀναγωγήν.

Chapter 5

V. Δεῖ δὲ λοιπὸν αὐταῖς ταῖς Πυθαγορικαῖς διαιρέσεσι προσχρῆσθαι εἰς τὸ προτρέπειν. πάνυ γὰρ ἐντρεχῶς καὶ τελειότατα καὶ πρὸς τὰς ἄλλας φιλοσοφίας ἐξηλλαγμένως οἱ κατὰ τήνδε τὴν αἵρεσιν διῄρουν ἑπόμενοι ταῖς ἐκείνου διδασκαλίαις τὸν εἰς παρόρμησιν ἐπὶ φιλοσοφίαν λόγον, εὐμηχάνως ἐπιρρωννύντες καὶ πιστούμενοι ἀποδείξεσιν ἐπιστημονικωτάταις μηδὲν ἀνακόλουθον συναγαγούσαις. εἰσὶ δὲ τοιαῦται·

Πάντες ἄνθρωποι βουλόμεθα εὖ πράττειν, εὖ δὲ πράττομεν, εἰ ἡμῖν πολλὰ ἀγαθὰ παρείη. ἀγαθὰ δὲ τὰ μέν ἐστι κατὰ σῶμα, ὥστε ἱκανῶς αὐτὸ παρεσκευάσθαι πρὸς τὴν κατὰ φύσιν συμμετρίαν καὶ 66 K. κρᾶσιν καὶ ῥώμην· τὰ δὲ ἐν τοῖς ἐκτός, ὥσπερ εὐγένειαι καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ πατρίδι· 22. p. 27, 2 cf Plat. Euthyd. pp. 278E—289 B. 2 fort. τις 〈εἰς〉 || 16 τελεῖσ 19 ἐπιρωννύντες || 24 fort. κατὰ 〈τὸ〉 σῶμα cl. Plat. l. c. p. 279 A. τὰ δὲ περὶ ψυχήν, ὡς τὸ σώφρονά τε εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον, καὶ διαφερόντως τὸ σοφὸν εἶναι· μεθʼ ὧν οὐ μικρὸν διαφέρει τὸ συνεπιλαμβάνειν καὶ τὴν εὐτυχίαν ταῖς ὀρθαῖς πράξεσιν, ἤτοι ὑπὸ τῆς σοφίας ἐπιφερομένην, ἢ καὶ καθʼ αὐτὴν ἔχουσαν ἰδίαν τινὰ 23 Α. δύναμιν. ἀλλʼ οὐκ εὐθὺς εὐδαιμονοῦμεν διὰ τὰ παρόντα ἀγαθά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ· ὠφελεῖ δὲ οὐδέν, εἰ εἴη μόνον ἡμῖν, χρῴμεθα δὲ αὐτοῖς μή. οὐδὲ γὰρ ἄλλο οὐδὲν παρὸν διὰ τὴν κτῆσιν ὠφελεῖ ἄνευ τοῦ χρῆσθαι αὐτῷ, οὐδʼ εἴ τις οὖν πλοῦτον καὶ ἃ νῦν δὴ ἐλέγομεν ἀγαθὰ κεκτημένος εἴη, χρῷτο δὲ αὐτοῖς μή, οὐκ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων τῶν ἀγαθῶν κτῆσιν. δεῖ ἄρα μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ χρῆσθαι αὐτοῖς, ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται. ἀλλʼ οὐδὲ τὸ χρῆσθαι μόνον ἐξαρκεῖ, ἀλλὰ δεῖ προσεἷναι 68 Κ. τὸ ὀρθῶς χρῆσθαι. πλέον γὰρ θάτερόν ἐστιν, ἐάν τις χρῆται μὴ ὀρθῶς ὁτῳοῦν πράγματι, ἢ ἐὰν ἐᾷ· τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε κακὸν οὔτε ἀγαθόν. ἀλλὰ μὴν ἔν γε τῇ χρήσει τε καὶ ἐργασίᾳ πάσῃ τῇ περὶ ὁτιοῦν τὸ ἀπεργαζόμενον τὸ ὀρθῶς χρῆσθαι ἐπιστήμη παρέχεται· καὶ περὶ τὴν χρείαν οὖν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι χρῆσθαι τοῖς τοιούτοις ἐπιστήμη ἡγουμένη καὶ κατορθοῦσά ἐστι τὴν πρᾶξιν. οὐ μόνον οὖν εὐτυχίαν, ἀλλὰ καὶ εὐπραγίαν ἡ ἐπιστήμη 24 Α. παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει, καὶ οὐδὲν ὄφελος τῶν ἄλλων κτημάτων…

Ἄλλη…

The complete text is available when the reading interface loads.