Ars rhetorica
- Scientific editors
- Leonhard von Spengel
- Edition reference
- Rhetores Graeci · Leipzig · Teubner · 1853
- CTS identifier
urn:cts:greekLit:tlg2027.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ.
Paragraph 1
Εἴρηται μέν τινα καὶ τοῖς πρὸ ἡμῶν περὶ προοιμίου, 1 τί τέ ἐστι προοίμιον, ὅτι ἀρχὴ τοῦ σύμπαντος λόγου, καὶ πόθεν λαμβάνεται προοίμιον, ὅτι ἐκ προσώπου ἢ ἐκ πράγματος ἢ ἐξ ἀμφοῖν ὁ δέ τοι θεῖος Βασιλικὸς κἀκεῖνο προσέθηκεν, ὅτι δυοῖν θάτερον, ἐξ ἐννοίας τῶν ἀκουόντων ἀντιπιπτούσης ἡμῖν, ἢ ἐξ ὑποκειμένου λαμβάνομεν τὸ προοίμιον. ἐγὼ δὲ καὶ ταῦτα ἐπαινέσαιμ’ ἂν καὶ ἀποδεξαίμην· ἴσως δʼ ἄν τι καὶ αὐτὸς συνεισενεγκεῖν ὡς εἰς κοινὸν ἔρανον δυνηθείην, οὐκ ἀχρεῖον οὐδʼ ἀνωφελές, ἀλλὰ διʼ οὗ καὶ ἑτοιμότερον καὶ καιριώτερον ληψόμεθα προοίμιον. πῶς οὖν ληψόμεθα ῥᾳδίως; ἐὰν τὰ ὁμογενῆ διέλωμεν· ὁμογενῆ δὲ λέγω, ὅσα κατά τι συμβεβηκὸς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ἢ κατὰ περίστασιν ἢ κατὰ τὴν ἔκβασιν ἢ κατὰ τὰς ποιότητας τῶν προσώπων 468 ἢ κατὰ τρόπους ἢ κατʼ ἄλλο τι· ἐν τούτοις οὖν εὑρόντες ἔννοιαν τὴν κατὰ πάντων τῶν ὁμογενῶν ἁρμόττουσαν οὕτως ἂν τὴν ἐφʼ ἑκάστου ἁρμόττουσαν εἰσόμεθα.
Paragraph 2
Ἔστι τοίνυν πρῶτον ἐκεῖνο θεώρημα ἐξ ἐπαίνου τῶν ἀκουόντων. πότε οὖν αὐτῷ χρηστέον ἐπὶ ποίων ὁμογενῶν προβλημάτων, ἐν οἷς ἂν πείσαντές τι τοὺς ἀκούοντας ἕτερον δεύτερον εἰσηγησόμεθα ἐν τούτοις γὰρ ἁρμόσει ἐπαινέσαι τοὺς ἀκούοντας ἐφʼ οἷς ἤδη ἐπείσθησαν· πρῶτον μὲν ἄξιον ὑμᾶς ἐπαινέσαι, ὦ ἄνδρες, ἀνθʼ ὧν 1 τοῖς τὰ βέλτιστα λέγουσιν ἡμῖν τὸν νοῦν προσέσχετε ἀρτίως, καὶ τῶν τἀναντία λεγόντων καὶ ἐξαπατώντων ὑπερείδετε· καὶ ἔπειτα δὲ τὰ ἀκόλουθα τούτοις προσθήσειν δοκῶμεν, οἷον ὡς ἐπʼ ἐκείνων τῶν προβλημάτων· ὁ Περικλῆς πείσας εἴσω τειχῶνμένειν, μετὰ ταῦτα πείθει αὐτοὺς δῃῶσαι κοὶ τὴν Ἀττικήν.
Paragraph 3
Ἄλλο. Θεμιστοκλῆς πείσας ἐκλείπειν τὴν πόλιν γράφει αὐτοὺς καὶ ἐμπρῆσαι τὸ ἄστυ.
Paragraph 4
Ἄλλο. Κατέσκαψάν τινες πόλιν.οἱ διαφυγόντες ἔκριναν τοὺς κατασκάψαντας ἐπὶ τῶν Ἑλλήνων, καὶ ἐνίκησαν, εἶτα περὶ τῆς τιμωρίας ὄντος τοῦ λόγου ἀξιοῦσιν αὐτοὺς τὰ ἴσα πάσχειν.
Paragraph 5
Ἄλλο. Ὁ Αἰσχίνης ἀνελὼν τὸν Τίμαρχον γράφει ἀναιρεῖν τὸν τριηραρχικὸν νόμεν. καὶ γὰρ οὗτος ὁρᾷς ὅτι ἤδη πέπεικε τοὺς δικαστὰς καταψηφίσασθαι τοῦ Τιμάρχου, καὶ ἐπὶ τούτῳ ἐπαινέσει.
Paragraph 6
Ἄλλο. Ὁ Ὑπερίδης γράψας ἔπεισε μόνῳ χρῆσθαι συμβούλῳ Δημοσθένει, ἐν Ἐλατείᾳ ὄντος Θιλίππου, εἶτα γράφει καὶ φρουρὰν αὐτῷ διδόναι.
Paragraph 7
Ταῦτα γὰρ καὶ ἄλλα μυρία τοιαῦτα προβλήματα ὁμογενῆ τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δʼ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν.
Paragraph 8
Ἄλλο. Ἐπαινεσόμεθα δὲ κα τότε τοὺς ἀκούοντας, ὅταν πεποιηκότες μὲν ὦσι πρᾶξίν τινα καλήν, γράφωμεν δὲ καὶ ἄλλην αὐτῇ προσθεῖναι οἷον μετὰ τὰ Μηδικὰ (683) ἀξιοῖ τις ἐπὶ τοὺς μηδίσαντας στρατεύειν. ἐνταῦθα γὰρ προγέγονε μὲν καλὴ πρᾶξις, ἡ νίκη καὶ ὁ πόλεμος ὁ κατὰ τῶν βαρβάρων ἕτερον δὲ εἰσηγῇ· ἁρμόττοι ἂν οὖν λέγειν ἄξια μὲν εἶναι ἐπαίνου παντὸς καὶ ἀποδοχῆς τὰ προγεγενημένα, ὡς καὶ ἐπʼ ἐκείνου τοῦ προβλήματος· ὁ Ἑρμοκράτης ἀξιοῖ μετὰ τὴν νίκην ἐπʼ Ἀθήνας πλεῖν καὶ πάλιν ἐπʼ ἐκείνου. ἔδοξε τοῖς Ἕλλησι καταλῦσαι τὸν Πελοπποννησιακὸν πόλεμον· γράφει τις καὶ τὰ τρόπαια 1 ἀναιρεῖν· ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα προβλήματα ὁμογενῆ μυρία τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει τῷ ἀπὸ ἐπαίνου.
Paragraph 9
Ἔτι γε μὴν καὶ τὸ ἐξ ἀκολούθου ἄλλο θεώρημα. ἐν τοῖς ἐξ ἀκολούθου ζητήμασι δεύτερον ἐκεῖνο γένοιτʼ ἂν προοίμιον· πέπεισθε μὲν οὖν ἤδη σχεδὸν περὶ ὧν ἥκω συμβουλεύσων· οἱ γὰρ τὰ μικρῷ πρόσθεν εἰρημένα προσειμένοι καὶ καλῶς ἔχειν κεκρικότες, ἀκόλουθα τούτοις ὄντα οἷς καὶ νῦν ἐρῶν ἀνέστην, δῆλον ὡς οὐδὲ περὶ τούτων ἑτέρως γνώσεσθε. τρίτον δὲ ἐκεῖνο πολλάκις· οὐκ ἀγνοῶ μὲν οὖν ἔγωγε, ὦ Ἀθηναῖοι, τοῦτ’ ὅτι δυσχερῆ τισιν ὑμῶν φανεῖται τὰ λεχθησόμενα, ἐγὼ δέ, εἰ μηδεμίαν ἑώρων ὑποῦσαν ἀνάγκην, οὐκ ἄν ποτε πρὸς τοῦτο 470 τῆς γνώμης ἐτραπόμην· ἐπειδὴ δὲ πολλὰ τὰ συναναγκάζοντα ὁρῶ, ἡγοῦμαιῥᾳδίως πείσεσθαι τοὺς ἀκροωμένους ὑμᾶς, εἰ τούτων πύθοισθε μᾶλλον.
Paragraph 10
Ὁπόταν δὲ εἰσηγησάμενός τινα γνώμην διαμάρτῃς, εἶτα ἄλλην εἰσηγεῖσθαι μέλλῃς, ἁρμόσει σοι ἐσχηματισμένως τὸ ἐκ βαρύτητος θεώρημα, οἷον εἰ λέγοις· ἀλλʼ εἰ καὶ περὶ τῶν προτέρων οὐχ ἱκανῶς τισιν ὑμῶν ἔδοξα ἑωρακέναι τὸ βέλτιστον, ὅμως οὐκ ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην σιωπᾶν, ἀλλʼ ἅ νομίζω βέλτιστα, εἰς μέσον θήσω. οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· βουλευομένοις τοῖς Ἀθηναίοις ἀποδόσθαι τὰς ναῦς εἰς ἀνοικισμὸν τῆς πόλεως ἀντεῖπεν ὁ Θεμιστοκλῆς καὶ ἡττήθη· εἶτα πάλιν γράφει ἀφίστασθὰι τῆς θαλάττης.
Paragraph 11
Ἄλλο. Ὁ Κλέων ἡττήθη ὑπὸ Διοδότου, καὶ τὸ δεύτερον ἀποστάσης τῆς Μυτιλήνης γράφει ἀθῷον αὐτὴν ἐᾶν καὶ ὅσα ἄλλα τοιαῦτα προβλήματα ἐσχηματισμένα ὑποπίπτει τῷ προειρημένῳ θεωρήματι τῷ ἐκ βαρύτητος, οἷον ὡς καὶ ἐπʼ ἐκείνου ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον 1 θεὸν νομίζειν τὸν Φίλιππον· ἀντειπών ὁ Δημοσθένης ἡττήθη· καὶ γράφει καὶ νεὼν ἱδρύσασθαι Θιλίππῳ, καὶ ἕτερα τοιαῦτα.
Paragraph 12
Ἄλλο. Ἐπάν τις ἤδη κεκρατηκὼς ἔν τινι, εἶτα αὖ πάλιν περί τινος ἀντιλέγῃ σοι ἢ ἐγκαλῇ, ἁρμόσει σοι τὸ ἐκ διαβολῆς θεώρημα. οἷον εἰ λέγοις, τὸ μὲν ἐπῆρθαι τοῦτον 471 ἐφʼ οἷς ἐκράτησεν ἀρτίως, θαυμαστὸν οὐδέν. ὡς ἐπʼ ἐκείνου· κρατήσας ὁ ἄνυτος καὶ Μέλητος τοῦ Σωκράτους γράφει καἲ τοὺς ἑταίρους αὐτοῦ ἐλαύνειν. ὁ γὰρ Ἄνυτος καὶ Μέλητος τῷ ἐξ ἀκολούθου θεωρήματι χρήσονται, ἀκόλουθον εἶναι λέγοντες τοῦτʼ ἐκείνῳ· καὶ τῷ ἀπʼ ἐπαίνου τῶν δικαστῶν, ὥσπερ εἴπομεν ὁ δὲ ἀντιλέγων τῷ ἐκ διαβολῆς· τὸ μὲν ἐπῆρθαι Ἄνυτόν τε παὶ Μέλητον οἷς ἐκράτησαν, θαυμαστὸν οὐδέν. καὶ πάλιν ἐπʼἐκείνου ὁ Μειδίας ἐκράτησε τοῦ Δημοσθένουρ τὸν περὶ τῆς ἀσεβείας εἰσελθόντος λόγον· καὶ μετὰ ταῦτα Δημοσθένης ὕβρεως αὐτὸν ἐγράψατο καὶ Μειδίας παραγράψας κατὰ τὸν νόμον τὸν περὶ τῶν αὐτῶν δὶς κρίσιν εἶναι κεκωλυκότα· ἁρμόσει γὰρ τῷ Δημοσθένει λέγειν, ὡς οὐδὲν θαυμαστὸν ἐπαρθέντα Μειδίαν τῇ προτέρᾳ νίκῃ ἐπὶ τὴν παραγραφὴν θαρροῦντα ἥκειν, ὡς πᾶν ὁτιοῦν ἐξὸν αὐτῷ λέγειν τε καὶ πράττειν· καὶ πάλιν ἐπʼ ἐκείνου. κρατήσας ὁ Φίλιππος ἐν Χαιρωνείᾳ ἐξῄτησε τὸν Δημοσθένην· ἀντιλέγει τις· λέξει γὰρ ὡς οὐδὲν θαυμαστὸν ἄνθρωπον ὑβριστὴν φύσει βραχείας λαβόμενον καὶ ἀδοκήτου τύχης ἐπῆρθαι.
Paragraph 13
Ἄλλο. Ὁπόταν συνεχῶς τις κρίνηται, ἁρμόσει τὸ ἐκ βαρύτητος θεώρημα· οἷον εἰ λέγοις, οὐκ ἦν, ὡς ἔοικε, πέρας οὐδὲν κρίσεως καὶ δικῶν ἡμῖν, οἷον ὡς ἐπʼ ἐκείνου· (684) συνεχῶς τις κρινόμενος τυραννίδος ἐπιθέσεως πλούσιος ἐξαργυρίσας τὴν οὐσίαν ἔρριψεν εἰς θάλασσαν, καὶ κρίνεται· καὶ ἐπʼ ἐκείνου· ὁ Δημοσθένης κριθεὶς μετὰ Χαιρώνειαν ἀπέφυγε, καὶ σιωπῶν πάλιν κρίνεται 1 λέξει γὰρ οὐκ ἦν πέρας κρίσεως ἡμῖν οὐδέ τις τρόπος 472 πρὸς ἀποφυγὴντούτων ὅπου καὶ ἐπὶ τοῖς ἐναντίοις κρίνομαι, πρότερον μὲν πολιτείας, νῦν δὲ σιωπῆς· καὶ ἐπʼ ἐκείνου ὁ Ἰσοκράτης κριθεὶς σιωπῆς ἀπέφυγεν, ὑποσχόμενος πολιτεύσεσθαι, καὶ γράψας ἀφίστασθαι τῆς θαλάσσης πάλιν κρίνεται. καὶ ἐπʼἐκείνου· τρεῖς τις ἔχων παῖδας τοῖς δύο κριθεῖσι φόνου συνειπὼν ἐνίκησε, τοῦ τρίτου πάλιν αἰτιαθέντος ἐπὶ φόνῳ ἑαυτὸν προσαγγέλλει λέξει γὰρ καὶ οὗτος, ἐγὼ μὲν ἤλπισα πέρας ἕξειν κινδύνου καὶ πραγμάτων, ἀπήντηκε δὲ τἀναντία, ὥστε πανταχόθεν ἀναγκαῖον γίγνεσθαι περὶ ἀπαλλαγῆς τοῦ βίου βουλεύσασθαι. ἁρμόσει δέ σοι τὸ θεώρημα καὶ ἐπʼ ἐκείνου τοῦ γένους, ὅταν τινὲς συμφορᾷ περιπεσόντες, εἶτα ἀπαλλαγὴν αὐτοῖς εὑράμενοι κρίνωνται, οἷον οἱ ῥήτορες ἐξεδόθησαν τῷ Φιλίππῳ· ἀφεθέντες οὐ πολιτεύονται καὶ κρίνονται· ἁρμόσει γὰρ καὶ τούτοις τὸ ἐκ βαρύτητος· οὐκ ἦν, ὡς ἔοικεν, ἀπαλλαγὴ τῶν κακῶν ἡμῖν, εἰ πρότερον μὲν περὶ ἐκδόσεως εἰς κίνδυνον ἤλθομεν ἐπὶ τῇ πολιτείᾳ, νῦν δʼ αὖ πάλιν εἰς δικαστήριον ἥκομεν ἐπὶ τῇ σιωπῇ. καὶ πάλιν ἐπʼ ἐκείνου· ἐν μανίᾳ τινὶ ὄντι ἔχρησεν ὁ θεὸς ἀπαλλαγὴν τῆς νόσου ἔσεσθαι, ἐὰν ἀνδροφονήσῃ. σωφρονήσας κρίνεται φόνου. λέξει γὰρ καὶ οὗτος, οὐκ ἦν, ὡς ἔοικεν, ἡμῖν ἀπαλλαγὴ τῆς βαρείας τύχης, εἰ καὶ πρότερον μὲν ἐν συμφοραῖς ἦμεν, νῦν δὲ ἐπειδή περ ἐκείνων ἀπηλλάγμεθα, πάλιν κρινόμεθα.
Paragraph 14
Ἄλλο. Ἔφαμεν συνεχῶς κρινόμενον τί δεῖ ποιεῖν· 473 φέρε οὖν καὶ περὶ κατηγόρου εἴπωμεν. ὅταν τοίνυν κατηγορῶμεν συνεχῶς κριθέντος, δεῖ σκοπεῖν, πότερον ἐν ἐκείνοις ἡττήθη, καὶ εἰ μὲν πρότερον ἡττημένος εἴη, ἐπαινεῖν τοὺς δικαστὰς τοὺς καὶ πρότερον καταγνόντας 1 αὐτοῦ. εἰ δὲ κεκρατηκὼς εἴη, δυοῖν θάτερον ποιεῖν, ἢ τὴν δεινότητα αὐτοῦ προεπισημήνασθαι, διʼ ἣν τοιοῦτός ἐστιν, οἷος κρατεῖν ὧν βούλεται. εἰ δὲ μὴ τοῦτο, ἐκ περιττότητος, ὅτι οὐ τὸν αὐτὸν τρόπον ὑμεῖς τε τούτῳ καὶ αὐτὸς ὑμῖν κέχρηται. ὑμεῖς μὲν γὰρ ὑπολαμβάνοντες βελτίω ἔσεσθαι αὐτὸν πολλάκις ἠξιώσατε, ὁ δὲ ὥσπερ ἀμυνόμενος ὑμᾶς πολλῷ δεινότερα διατέθεικεν.
Paragraph 15
Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς τί σε λυπεῖ. διοικοῦ δὴ ἐν τοῖς προοιμίοις αὐτὸ καὶ προεπισημαίνου. λυπεῖ δέ σε ἢ πλῆθος ἀντιδίκων εἰ πολλοὶ εἶεν, οἷον, δέκα νέοι ὤμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· ἁρμόσει οὖν λέγειν, ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἡμῖν πρὸς ἄνδρας πολλούς καὶ θρασεῖς ἀγωνίζεσθαι. λυπεῖ δὲ οὐ μόνον πλῆθος, ἀλλὰ καὶ δεινότης ἀντιδίκου, ὡς ἐπʼ ἐκείνου· οἱ ῥήτορες πρὸ τῶν ἐκκλησιῶν βουλευόμενοι κρίνονται. καὶ πάντα ῥήτορα νικῶντα γράφει τις ἐλαύνειν. λυποῦσι δὲ καὶ συστάσεις τινῶν καὶ παρασκευαί, ὡς ἐν τῷ παραπρεσβείας ἐστὶνεὑρεῖν.
Chapter 2
Paragraph 1
2 Ἕπεται τούτῳ ἑξῆς ὁλοκλήρως περὶ ἀντιπιπτόντων 474 εἰπεῖν ἐπὶ πλέον διεξελθόντα, ἢ τοῖς πρὸ ἡμῶν περὶ αὐτῶν λέλεκται. ἀντιπίπτοντα τοίνυν ἐστὶ τὰ μὲν ἐξ ἀντιθέσεως τῶν παρὰ τοῦ ἀντιδίκου, ἃ τοῖς κεφαλαίοις φυλακτέον, τὰ δὲ ἐξ ἐννοίας τῶν ἀκουόντων, ἁ ἐν τοῖς προοιμίοις θεραπευτέον. ἀντιπίπτει δὲ τὰ μὲν ἐκ προσώπου, τὰ δὲ ἐκ πράγματος, τὰ δὲ ἐξ αἰτίας. τὰ μὲν οὖν ἐκ προσώπου τριχῆ λαμβάνεται, ὅταν πρὸς ἔνδοξον πρόσωπον, ἢ κατὰ ἐνδόξου προσώπου λέγῃς, στρατηγοῦ δημαγωγοῦ, ἢ κατὰ πόλεως ἐνδόξου πολλὰ δὲ τοιαῦτα ὁμογενῆ προβλήματα. ἢ ὅταν πρὸς πρόσωπον λέγῃς οἰκειότατα (685) ἔχον πρὸς σέ, οἷον μητέρα ἀδελφούς πατέρα ἢ ἄλλον τινὰ τῶν πρὸς γένους ἢ φιλίας, ἢ ὅταν αὐτὸς ὢν νέος εἰς δικαστήρια εἰσίῃς ἐπὶ τῷ συμβουλεύειν πρὸ τῶν 2 ἄλλων, καὶ δοκῇς πέρα τῆς ἡλικίας θρασύνεσθαι, ἢ ὅταν τῶν μὴ σφόδρα πιστευομένων περὶ μεγάλων πραγμάτων εἰσίῃς. ἐν γὰρ τούτοις δεῖ σε τὴν παρὰ τῶν ἀκουόντων ἔννοιαν ἀντιπίπτουσανε ἀεὶ διοικεῖσθαι ἐν προοιμίοις ἢ αἰτίας εὐλόγους λέγοντα, δι’ ἃς καίπερ νέος ὢν εἰσῆλθες· ἢ ἀκούσιον τὸν ἀγῶνα λέγοντα, ἐὰν πρὸς ἔνδοξα πρόσωπα εἰσίῃς· ἀναγκαῖον δὲ ἐν τῷ ὑπὲρ μεγάλων τὸν ἀγῶνα εἶναι, ἢ δυσχεραίνοντα ἐπʼ αὐτῷ τούτῳ τῷ εἰς ἀνάγκην ἀγῶνος ἥκειν, ἢ ἐὰν πρὸς συγγενεῖς ἢ φίλους ὄντας πρότερον εἰσίῃς.
Paragraph 2
Γίγνεται δὲ ἐκ πράγματος προοίμιον ἀντιπῖπτον, ἢ ὅταν περὶ μικρῶν δοκῇς σπουδάζειν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος· ἢ ὅταν ἀτοπίαν ἔχειν δόξῃ, ὃ μέλλεις λέγειν, καὶ οὐκ ἄν ἑτοίμως πρόσοιντο αὐτὸ οἱ ἀκούοντες, ὡς ἐπʼ ἐκείνου, ὁ Θεμιστοκλῆς ἀξιοῖ δῃῶσαι τὴν πόλιν ἐκλιπόντων τῶν Ἀθηναίων αὐτήν· αὐτὸ γὰρ τὸ πρᾶγμα ὁ παρῄνει ἄτοπονεἶναι δοκεῖ ἢ ὅταν ἐπαχθές 475 τι δοκῇς λέγειν, ὡς ὁ ἀναιρεῖν νόμον γράφων, ἢ ὅταν παράδοξόν τι δοκῇς λέγειν, ὡς ὁ συμβουλεύων πλεῦσαι βασιλεῖ διὰ τοῦ Ἄθω δοκεῖ γὰρ παράδοξον εἶναι καὶ παρὰ τὴν ὑπόνοιαν τῶν πολλῶν ἢ ὅταν ἀηδές τι δοκῇς λέγειν, καὶ οὐ κεχαρισμένον τι ποιῶν τοῖς ἀκούουσιν, ὡς ὁ γράφων παῦσαι τὰς διανομὰς ἐπιλειπουσῶν τῶν τεχνῶν, καὶ ὅσα τοιαῦτα ὁμογενῆ.
Paragraph 3
Γίνεται δὲ ἀντιπῖπτον καὶ ἀπὸ αἰτίας, ὅταν οἱ ἀκούοντες ὑποπτεύωσι τὴν αἰτίαν, διʼ ἣν ἐπὶ τὴν κατηγορίαν ἥκεις,οἷον ὅταν πρὸς ἔχθραν τινῶν ἢ χάριν ἢ ὀργὴν δοκῇς λέγειν, ἢ ὅταν ὑπὲρ ἑαυτοῦ δοκῇς σπουδάζειν, ἀλλὰ μὴ τοῦ κοινῇ συμφέροντος, ὡς ἐπʼ ἐκείνου· ἐξαιτοῦντος Φιλίππου τὸν Δημοσθένην μετὰ Χαιρώνειαν, αὐτὸς Δημοσθένης ἐνίσταται. δοκεῖ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, 2 ἀλλʼ οὐχὶ τοῦ κοινῇ συμφέροντος σπουδάζειν τοῦτο οὖν παντάπασιν ἀναιρήσει τὸ δοκεῖν ὑπὲρ ἑαυτοῦ σπουδάζειν, ἢ συντρέχων τῷ καὶ ὑπὲρ αὑτοῦ σπουδάζειν τὸ τῆς πόλεως συμπλέξει.
Paragraph 4
Ἄλλο. Ἔστι καὶ τοιοῦτον γένος προβλημάτων, ἐν οἷς βραδύτερον δοκεῖς ἐπεξιέναι δέον πάλαι, ὡς ἐπʼ ἐκείνου· πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου· καὶ πάλιν· πολλάκις κατατρέχοντος Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης αὐτὴν διορύξαι· δοκεῖ γὰρ ὁ Δημοσθένης μετὰ πολλὰς καταδρομὰς βραδέως συμβουλεύειν. τοῦτο οὖν αὐτὸ λέξει ἐν προοιμίῳ, ὅτι ὡς μὲν πολὺ βέλτιόν ἦν πάλαι τινὰ ἐπανόρθωσιν γενέσθαι τῶν περὶ Χερρόνησον, ὅτε καὶ πρῶτον 476 κατέδραμε Φίλιππος, εὖ οἶδα, οὐ μὴν ἀλλʼ ἕως ἐλπὶς ἦν ἀφέξεσθαι τὸν Φίλιππον τῶν συμμάχων ἐπεῖχον, ἐπεὶ δὲ τὸ πρᾶγμα ἔτι μᾶλλον αὔξεται. καὶ ἐπʼ ἐκείνου δὲ χρήσῃ τῷ θεωρήματι. συνεχῶς πλούσιος πένητος ἀνδριάντα ποιεῖ, καὶ κρίνεται ὑπʼ αὐτοῦ ὕβρεως. χρήσεται γὰρ ὁ πένης τῷ αὐτῷ θεωρήματι, οἷον ἔδει μὲν καὶ πάλαι τούτῳ ἐπεξελθεῖν, ὅτε καὶ πρῶτον ὑβρίζειν ἤρξατο. ἢ ἄλλως μεθοδεύσει τὸ θεώρημα, ὅτι ἕως μὲν οἷός τʼ ἦν φέρειν τὴν τούτου ὕβριν, κατεῖχον ἐμαυτόν καὶ ὅλως ἐπὶ πάντων σοι τὸ θεώρημα ἁρμόσει, ἐν οἷς ἄν τις πάλαι καὶ ἐκ πολλοῦ καὶ ἐν πολλοῖς ἀδικήσας νῦν κρίνηται.
Paragraph 5
Ἄλλο θεώρημα. Ἔστι πολὺ γένος προβλημάτων τῶν ἐξ ἀποβάσεως τοῦδέ τινος λεχθέντος ἢ γραφέντος. οἷον ἐκ νόμου ἢ ψηφίσματος ἀπέβη τι δεινόν, καὶ κρίνεται ὁ δοκῶν τὴν αἰτίαν παρέχειν· ἐν γὰρ τούτοις ἁρμόσει λέγειν, ὅτι βέλτιον μὲν ἦν πρὶν ἐκβῆναί τι δυσχερὲς ἐκ λογισμοῦ πεφυλάχθαι τὸ παθεῖν τι δεινόν, καὶ τὸν κατασκευάζοντα ἀνόνητον πεποιηκέναι τοῦ σκαιωρήματος, δεύτερον δὲ τῇ πείρᾳ διδάσκεσθαι οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψε τὸ περὶ Χαριδήμου ψήφισμα ὁ Ἀριστοκράτης, 2 Χερρονήσου ὑπὸ Χαριδήμου κατειλημμένης κρίνεται ὁ Ἀριστοκράτης ὁρᾷς ἐνταῦθα ἐκ τοῦ ψηφίσματος οἷον ἀπέβη τὸ περὶ Χερρόνησον. λέξεις οὖν ὅτι βέλτιον ἦν πρὶν ἐκβῆναι τοῦτο δίκην παρʼ αὐτοῦ ἀπῃτηκέναι καὶ τὸ ψήφισμα λελυκέναι οὕτω γὰρ οὐκ ἂν ἀπέβη τι δεινόν.(686) καὶ πάλιν ἐπʼ ἐκείνου· ἔπεισέ τις Σκύθας τοὺς νομάδας πόλιν οἰκῆσαι, καὶ νοσούντων αὐτῶν κρίνεται· καὶ πάλιν 477 ἐπʼ ἐκείνου· ἔπεισέ τις ῥήτωρ ἐν στάσει καὶ ὅπλα παραδοῦναι τῷ στρατηγῷ, καὶ τυραννήσαντος αὐτοῦ κρίνεται ὁ ῥήτωρ συνειδότος. καὶ ὅλως εὑρήσεις τοσαῦτα προβλήματα τὰ ὑποπίπτοντα τούτῳ τῷ γένει, ὅσα οὐκ ἄλλῳ. ἐπὶ δὲ τῶν τοιούτων κἀκείνῳ χρήσῃ τῷ θεωρήματι, ὅπου τι δεινόν· ἃ μὲν ἀπολελαύκαμεν τῆς τούτου συμβουλῆς ἑωράκατε. ἀλλὰ τοῦτο μὲν τὸ ἐννόημα ἐπιπολαιότερον, ἐκεῖνο δὲ βαρύτερον ἐν τῷ αὐτῷ γένει τούτῳ τῷ ἐξ ἀποβάσεως, καὶ ὅσα δὲ ἐν καταφορᾷ κεῖται, ἁρμόττει τούτῳ, πρῶτον μέν, εἰδὼς ὑμᾶς, ὦ δικασταί, καὶ τῶν νόμων καὶ τῆς καθεστώσης πολιτείας πολλὴν σπουδὴν πεποιημένους οὐ μικρὰ ὁρῶν τὴν πόλιν εἰς ταῦτα βλαπτομένην ὑπὸ τούτου τὸν παρόντα τοῦτον ἐνεστησάμην ἀγῶνα, νομίζων οὔτε τὴν τῶν ἀντιδίκων δεινότητα καὶ βίαν, οὔτε ἄλλο τι τούτων οὐδὲν ἔσεσθαι τῶν παρʼ ἡμῖν δικαίων δυνατώτερον.
Paragraph 6
Ἄλλο δεύτερον. Ἐν μὲν οὖν τοῖς ἄλλοις ἅπασιν ἀγῶσι παρὰ τῶν κατηγορούντων τὴν αἰτίαν τῆς κατηγορίας μαθεῖν δεῖ, ἐν δὲ τῷ παρόντι τούτῳ αὐτοὶ φθάνοντες πρὸ τῶν λόγων τῶν ἡμετέρων προεπίστασθε, ὡς εἰς ἅπαντας τὰ τετολμημένα ἐκπεφοίτηκεν, ὥστε μὴ ἁμαρτεῖν τὸν εἰπόντα μὴ δικαστὰς μόνον ὑμᾶς, ἀλλὰ καὶ κατηγόρους εἶναι.
Paragraph 7
Τρίτον δὲ τοῦτο οὐ μίαν δέ, ὡς ἔοικεν, ὦ ἄνδρες δικασταί, 478 2 γνώμην οὐδὲ τὴν αὐτὴν ἔχειν μοι συμβαίνει περὶ τῶν τούτῳ τετολμημένων· καὶ γὰρ δύσκολον εἶναι καὶ ῥᾷστον ἐμαυτῷ νομίζω τοῦτον τὸν ἀγῶνα καθεστηκέναι. αὐτῶν μὲν γὰρ ἕνεκα τῶν πραγμάτων καὶ πάνυ ῥάδιον, οὕτω πολύ τι τὸ πλῆθος καὶ τὸ μέγεθός ἐστι τῶν τετολμημένων δύσκολον δὲ ἐκείνῃ, ὅτι μὴ ῥᾷστον ἐφικέσθαι τῶν τετολμημένων· οὐ μὴν διὰ τοῦτο ἡγοῦμαι προσήκειν ἐμαυτῷ τὴν κατηγορίαν ἀφεῖναι, ἀλλʼ ὡς ἂν οἷός τε ὦ δεῖξαι τὰ τούτῳ τετολμημένα καὶ παραστῆσαι.ὧδε παραδείγματος ἕνεκα, οἱ ἐπὶ τοῖς Ποτιδαιάταις κρινόμενοι Ἀθηναῖοι, καὶ ὁ ἐπὶ ταῖς Εὐμενίσι, καὶ ὁ ἐπὶ τῷ λοιμῷ τῶν Σκυθῶν, καὶ ἐπὶ πάντων, ὅπου μέγα τι καὶ ὡμολογημένον ἀδίκημα.
Paragraph 8
Ἄλλο θεώρημα. Εἰρήκαμεν ἐν τοῖς ἐξ ἀποβάσεως, τί δεῖ ποιεῖν τὸν κατήγορον· φέρε οὖν εἴπωμεν, τί δεῖ ποιεῖν τὸν φεύγοντα. ἐὰν τοίνυν ἐκβεβηκὸς τι ἄτοπον ὡμολογημένον, τὸ μὲν ἀνιαρὸν αὐτὸ εἶναι σύντρεχε, τὸ δὲ ἑξῆς ἀναίρει λέγων, ὡς οὐ δικαίως αὐτὸς φεύγει· οὐ γὰρ ἐπʼ ἐκείνοις αὐτὰ συνεβούλευσεν, οὐδʼ ἂν προσεδόκησεν, ὡς ἐπʼ ἐκείνου ὁ Φίλιππος ἔδωκεν αἵρεσιν τοῖς Ἀθηναίοις, πότερον βούλονται ὅπλοις ἢ λόγοις δικάζεσθαι ὁ Δημοσθένης συνεβούλευσε λόγοις, καὶ αὐτὸς εἰπὼν ἡττήθη καὶ κρίνεται. ὁρᾷς ὅτι ὡμολογημένον ἐστὶ κακὸν καὶ ἄτοπον τὸ περὶ τὴν ἧτταν· καὶ πάλιν ἐπʼ ἐκείνου· ἔγραψεν ὁ Ἀριστοκράτης τὸ περὶ τοῦ Χαριδήμου 479 ψήφισμα, ἀποστάσης Χερρονήσου κρίνεται. κἀνταῦθα τὸ ἐκβὰν ὡμολογημένον ἐστὶν ἄτοπον. οὐκ ἄτοπον οὖν εἰπεῖν, τὸ μὲν οὖν ὑμᾶς ἐπὶ τοῖς συμβεβηκόσιν ἀγανακτεῖν, οὐδὲν ἀπεικός· οὐ μὴν χρὴ τούτων εἰς ἐμὲ τὴν αἰτίαν ἔχειν, ὃς οὐκ ἐπὶ τούτοις εἰσήνεγκα τὸν νόμον. καὶ ὅλως ἐπὶ πάντων ἁρμόσει τῶν τοιούτων. ἐπὶ δὲ τῶν κατηγόρων ἐξ ἀποβάσεως ἁρμόσει μέν σοι καὶ τὰ προειρημένα θεωρήματα, οὐχ ἥκιστα δὲ κἀκεῖνο· εἰ μὲν ἐξαρκεῖ 2 τὸ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν, οὐκ ἄξιον μέν, φέρειν δʼ οὕτως ἀνάγκη. εἰ δὲ καὶ τιμωρίαν χρὴ λαβεῖν. ὁπόταν δὲ κρίνειν τινὰ μέλλῃς μεταβολῆς καιροῦ βελτίονος γενομένης, ἧς πρότερον μὴ οὔσης οὐκ ἠδύνασο κρίνειν, ἁρμόσει σοι λέγειν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ δεδώκασιν ἡμῖν καιρόν, οἷον μάλιστα ηὐχόμεθα ἢ οὕτως, πάλαι δυσχεραίνων τοῖς συμβεβηκόσι καὶ τετολμημένοις ὑπὸ τούτου, νῦν ἐπειδὴ καιροῦ ἐλαβόμην ὡς ἐπʼ ἐκείνου ὁ Ἰσμηνίας ἐπαυλήσας ταῖς Θήβαις κρίνεται μετὰ τὸν Ἀλεξάνδρου θανάτου, καὶ πάλιν ὁ Πύθων μετὰ τὴν Φιλίππου τελευτὴν κρίνεται τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων. καὶ ἐκ τοῦ ἀπολογουμένου βιάσῃ λέγων(687) συνήδεσθαι καὶ αὐτὸς ἐν τῷ παρόντι καιρῷ, ἵνα εἰ καί τις ἦν πρότερον διαβολὴ ταύτην ἐξέλῃς. ὁπόταν δέ σε λυπῇ τι ἢ ἀπὸ καιροῦ χαλεποῦ ἢ ἀπὸ δυνάμεως ἐχθρῶν ἀπὸ κέρδους δοκοῦντος ὑπὸ τῶν ἐναντίων προτείνεσθαι, τοῦτο αὐτὸ προαναίρει καὶ προθεράπευε λέγων τἀναντία ὑπειληφέναι περὶ τῶν ἀκουόντων ἢ ὥς τινες οἴονται. ἢ οὕτως ἐξ ἀτόπου προτάσεως· εἰ μὲν ἑώρων παραπλησίως ὑμᾶς διακειμένους τούτοις, οἷον τοῦ μὲν ἀπὸ καιροῦ φοβεροῦ καὶ δυνάμεως ἐχθρῶν ἐκεῖνο, ὡς 480 ἐπὶ τῶν Θετταλῶν, οἷς ἐπαπειλεῖ βασιλεὺς ἐπαφεῖναι τὸν Πηνειόν. ἀπὸ δὲ τοῦ κέρδους ,ὡς ἐκεῖνο, Αἰσχίνης προῖκα ἐκόμισε σῖτον παρὰ τοῦ Φιλίππου πεμφθεὶς πρὸς Κερσοβλέπτην, καὶ κρίνεται. ἐξ ἀπολογίας. ὁπόταν δέ τι εὖ πεποιηκέναι φάσκοντες ἔτι καὶ κρινώμεθα, ἁρμόσει τὸ ἐκ βαρύτητος οὕτως· ᾤμην μὲν ἔγωγε καὶ ἐπαίνων τεύξεσθαι. ἢ οὕτως· οὐκ ἄν προσεδόκησα τοιοῦτον ἀπαντήσειν τέλος, οἷον μετὰ νίκην τις κρινόμενος χρήσεται τούτῳ, ὡς ἐπʼ ἐκείνου· στρατηγὸς καθελών μέρος τι τοῦ τείχους ἐξελθών ἐνίκησε, καὶ κρίνεται. ἐκ δὲ τοῦ κατηγόρου 2 αὐτῷ τούτῳ συμπλεκόμεθα λέγοντες, οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις τὰ μέγιστα ἠδικηκὼς ἔτι καὶ φιλοτιμῆται τοῖς πραχθεῖσιν.
Paragraph 9
Ἄλλο. Ἐν ἐκείνοις δὲ τοῖς προβλήμασιν, ἐν οἷς δοκοῦμέν τι ὑπὲρ αὑτῶν σπουδάζειν, καὶ τοῦ ἰδίου ἕνεκα συμφέροντος εἰσηγεῖσθαί τι, καὶ τὸ τῆς πόλεως συμφέρον συμπλέκειν ἄξιον· εἰ δέ γε ἔνδοξον εἴη τὸ πρόσωπον τὸ λέγον, λέξει ὅτι εἰ μὲν ἑώρων, ὑπὲρ ἐμαυτοῦ μόνου ὂν τὸ σκέμμα, ἐσιώπων ἄν, ἐπεὶ δὲ καὶ τῆς πόλεως. οἷον ὡς ἐπʼ ἐκείνου τὸν Περικλέα αἰτοῦσιν οἱ Λακεδαιμόνιοι ἐπὶ ὑποσχέσει εἰρήνης, αὐτὸς ἀντιλέγει. ὅταν ἔν τινι δυσκολίᾳ καιροῦγράφῃς τινὰς ἐπανορθώσεις, ἁρμόσει τὸ ἐξ ἀτόπου προτάσεως θεώρημα· οἷον εἰ μὲν ἐξαρκεῖ 481 τὸ ἀνιᾶσθαι ἢ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν εἰς παραμυθίαν ὧν πὰσχομεν, ἐμοὶ μὲν οὐ συνδοκοῦν, χρῆσθε δὲ ὅ τι καὶ δοκεῖ· εἰ δ’ ὅπως ἐπανορθωθήσεται δεῖ σκοπεῖν, οἷον ὡς ἐπʼ ἐκείνου· τοῖς νοσοῦσι Σκύθαις συμβουλεύει τις μεθίστασθαι. ἢ πάλιν, κατατρεχομένης τῆς Χερρονήσου γράφει ὁ Δημοσθένης διορύξαι τὸν Ἰσθμόν,ὁ δὲ ἀντιλέγων τοῖς τοιούτοις πῆ μὲν συνδραμεῖται ἐν προοιμίοις πῆ δὲ οὔ ὅτι μὲν γὰρ δεῖ ἐπανορθοῦσθαι τὰ συμβαίνοντα καὶ αὐτὸς φήσει εἰδέναι, οὐ μὴν διὰ τοῦ τρόπου οὗ ὑφηγεῖται ἢ ἐκεῖνο τὸ θεώρημα· οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις παριῇ μὲν ὡς ἐπανορθωσόμενός τι τῶν κοινῶν, χείρω δὲ τὰ κοινὰ ποιῇ. ἄλλο τοῦτο σφοδρότερον.
Paragraph 10
Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς ἀτόπου τινὸς συμβαίνοντος εἰσηγούμεθά τι, ἁρμόσει τὸ ἐξ εὐχῆς θεώρημα, οἷον εἰ λέγοις, ηὐξάμην ἄν μήτε τι τῶν τοιούτων γενέσθαι, μήτε ἐμὲ ἐπὶ τούτοις τοῖς προγεγενημένοις σύμβουλον παριέναι, ὡς ἐπʼ ἐκείνου· μετὰ Χαιρώνειαν ἤδῃ γράφει Ὑπερίδης τούς ἀτίμους ἐπιτίμους ποιεῖν.
Paragraph 11
Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς φαμὲν 2 θεοὺς προσημαίνειν τι, ἁρμόσει τὸ θεώρημα τὸ ἐξ ἐνδόξου κρίσεως, οἷον, ἱκανῶς μὲν καὶ πρὸ ἡμῶν τὸ ὅ τι χρὴ πράττειν οἱ κρείττους σύμβουλοι προὔφηναν, ὡς ἐπʼ ἐκείνου· ἔδει τοὺς ἀριστέας διαμονομαχεῖν δύο ἀδελφῶν μονομαχούντων ἔδυ ὁ ἥλιος, καὶ γράφει τις λῦσαι τὸν νόμον.
Paragraph 12
Ἄλλο. ὅταν εὐχῇ χρηστέον, ὅταν ᾗ ἱερατικὸν τὸ πρόσωπον ὁ λέγων ἢ ὑπὲρ ἱερωσύνης, ἢ ἡ πόλις ἱερά, οἷον ἡ Δελφῶν ἢ Δηλίων, ὥσπερ Ἀριστείδης ἐποίησεν ἐν προοιμίοις, ἢ περὶ πανηγύρεως θεοῦ ᾖ ὁ λόγος· οἷον ἐπιόντος πολέμου ἔφη τις ἀναβάλλεσθαι τὰ Ὀλύμπια, ἀντιλέγει τις.
Paragraph 13
Ἄλλο. Ὁπόταν δʼ ἐν τῷ καλουμένῳ χρώματι μέλλῃς λέγειν, ὅτι καλῶς διὰ φιλανθρωπίαν ἢ διʼ ἄλλην τινὰ καλὴν αἰτίαν ἐποίησας τοῦτο ἐφʼ ᾧ κρίνῃ,ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε αὐτὸ τοὐναντίον δόξαν χρηστὴν καὶ καλὴν ἀποίσεσθαι ἐφʼ οἷς ἔδρασα, ὡς ἐπὶ τοῦ θάπτοντος τὸ (688) νεοσφαγὲς σῶμα.
Paragraph 14
Ἄλλο. Ἐν πᾶσι τοῖς ἀντεγκληματικοῖς ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε καὶ τοὺς συναχθεσθησομένους ἐμοὶ γεγενῆσθαι, καὶ οἴκτου πλέον ἢ ὀργῆς ἀξιώσεσθαι, οἷον ὡς ἐπʼ ἐκείνου· ἀριστεύς πορνεύοντα τὸν υἱὸν ἀνεῖλε καὶ κρίνεται.
Paragraph 15
Ἄλλο. Ἐν ταῖς συνηγορίαις ἄξιον ὁρᾶν ὑπὲρ ὧν λέγομεν, οἷον ἢ ὑπὲρ συγγενῶν, ὡς ὁ Λυσίας πολλαχοῦ, οἰκειότατον ἐμαυτῷ νομίζω βοηθεῖν ἢ ὑπὲρ φίλων, ὡς ἐν τῷ Ἀμαρτύρῳ Ἰσοκράτης. ἐν δὲ ταῖς τῶν ἀλλοτρίων προσώπων συνηγορίαις σκοπεῖν χρὴ εἰ ἔνδοξα εἴη ἢ ἄδοξα, καὶ εἰ μὲν ἔνδοξα εἴη, συντρέχειν τῷ καὶ ὑπὲρ 2 τούτων σπουδάζειν· εἰ δὲ ἄδοξα, συμπλέκειν αὐτὰ τοῖς ἐνδόξοις. ὅταν ἄδοξον τὸ ὑποκείμενον πρόσωπον ἢ τὸ 483 ἀντιλέγον, τὸ ἐκ ποιότητος καταφορικὸν ἁρμόσει σοι, οἷον, οὐκ ἦν αὐτάρκη τούτῳ τὰ πρότερον τετολμημένα· ἢ οὕτως, εἴη μὲν ἂν ἔν τι καὶ τοῦτο τῆς τούτου πονηρίας. ἢ οὕτω θαυμαστὸν μὲν οὐδὲν τὸ τοιοῦτον ὄντα τοιαῦτα τετολμηκέναι. ἐν δὲ ταῖς ἀμφισβητήσεσι καὶ τοῖς ἀμφισβητηματικοῖς δεῖ ὁρᾶν τὰ διάφορα, οἷον εἰ πράγματι ἢ καιρῷ ἢ προσώπῳ ἢ τρόπῳ διαλλάττοι καὶ ἐκ τούτου λαμβάνειν τὰ προοίμια. ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτοῦ ἰδίαν πρόσαγε, οἷον πἐρὶ μεγάλων ἥκομεν· καὶ ἡ κατασκευὴ ἰδία προσετέθη ὡς ἐν τῷ περὶ εἰρήνης Ἰσοκράτους· ὅπου γὰρ περὶ πολέμου καὶ εἰρήνης, μεγάλα. κάλλιστον δὲ καὶ ἐν τούτοις τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη.
Chapter 3
Paragraph 1
3 Ἐν τοῖς ἐσχηματισμένοις εἰ μὲν ἄλλου προειρηκότος αὐτὸς μετʼ ἐκεῖνον λέγοις, ἁρμόσει σοι τὸ ἐξ ὑποθέσεως προοίμιον, οἷον ἔδει μὲν τὸν προειρηκότα καὶ ταὐτὰ προσθεῖναι· καὶ γὰρ ἦν ἑπόμενα τούτοις, οἷον ὁ Περικλῆς 484 ἔγραψε δῃοῦν τὴν Ἀττικήν, καὶ γράφει Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρξασθαι. ἐν δὲ τοῖς τοιούτοις ἐκεῖνο αὐτό, ὃ βούλει ἀνύσαι, ὡς ἀναιρῶν εἴσαγε· οὐχ ὅτι ἂν ἄλλος ἐποίησε, τοῦτο ἐγὼ ποιήσων ἀφῖγμαι.
Paragraph 2
Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς δοκῶν τις εὐ ποιεῖν ὑπόνοιαν ἔχει ὡς μετὰ ἐπιβουλῆς αὐτὸ ποιῶν, ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἔπεμψαν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι παρὰ βασιλέαπερὶ χρημάτων. ἔδωκεν ἑκατέροις ·ἐπανελθόντων αὐτῶν ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπὶ βασιλέα στρατεύειν. ἐν τοῖς τοιούτοις οὖν ἁρμόσει τὸ ἀπὸ οἰκείας κρίσεως θεώρημα· ἐβουλόμην, ὦ δικασταί, τοῦτον ὡς ἀληθῶς κήδεσθαι τῶν ἡμετέρων πραγμάτων, καθάππερ 3 φάσκει, νῦν δὲ τοὐναντίον φαίνεται πράττων, καὶ δόξαν παρέχων ὡς εὐ ποιῶν ἡμᾶς οὐκ ἐλαχίστην βλάβην τοῖς κοινοῖς κατασκευάζει, ὡς μικρὸν ὕστερον, εἰ προσέχοιτε, δείξω.
Paragraph 3
Ἄλλο. Ἐν ταῖς προσαγγελίαις ἁρμόσει σοι ἐκεῖνο τὸ θεώρημα, ὅταν ὃ βούλει ὡς ἀναιρῶν τιθῇς, οἷον ὡς ἐπʼ ἐκείνης τῆς ὑποθέσεως· Κὔπολις ἁλοὺς ξενίας δημοσίᾳ ἐπράθη. πριάμενος αὐτὸν ὁ Λύκων ἐγχειρίζει τὸν παῖδα, ὁ δὲ ἑαυτὸν προσαγγέλλει. ἐν γὰρ τοῖς τοιούτοις τῷ θεωρήματι τούτῳ χρηστέον ὡς προειρήκαμεν, οὕτω λέγοντα, οὔτε ἐλευθερίαν πράττων ἐμαυτῷ, οὔθʼ ὅπως ἂν ἀπαλλαγείην τῆς παρούσης ταύτης δουλείας, ὥς τις ἴσως τῶν ἀκουόντων ὑμῶν ὑπολαμβάνει, παρελήλυθα, ἀλλὰ θανάτου δεόμενος.
Paragraph 4
Ἐν πάσῃ παραγραφῇ ἐκ μὲν τοῦ παραγραφομένου ἁρμόσει σοι ἡ τοῦ ἀντιπίπτοντος λύσις, τὸ δὲ ἀντιπῖπτον ἐστὶ τὸ μὴ θαρρεῖν τῇ εὐθυδικίᾳ καὶ διὰ τοῦτο ἐπὶ τὴν παραγραφὴν βαδίζειν. τοῦτο οὖν εὐθὺς ἐν ἀρχῇ ἀναιρήσεις 485 λέγων οὕτως· ὅσον μὲν ἐν αὐτοῖς τοῖς πράγμασι καὶ τῷ τεθαρρηκέναι τούτοις, οὐδὲν ἢ ἐδεήθην παραγραφῆς,(689) οὕτω καὶ χωρὶς ταύτης θαρρῶν τοῖς δικαίοις εἰς ὑμᾶς ἐλήλυθα. ἐπειδὴ δὲ καὶ τοῦτο οἱ νόμοι τοῖς ἀγωνιζομένοις παρεσχήκασιν, ᾠήθην καλῶς ἔχειν ἐμαυτῷ μὴ παρεῖναι τὸ δίκαιον, ὅπερ ἡμῖν δεδώκασιν οἱ ἐν τοῖς παραγραφικοῖς ἁρμόττει ἔννοια προοιμιακὴ κἀκείνη ἐπὶ τοῦ ἀπολογουμένου εἰπεῖν, πολλῶν ὄντων, ὠ δικασταί, τῶν περὶ τοῦτον τὸν ἀγῶνα γεγενημένων ὑπὸ κατηγόρου, ἅ τις ἂν εἰκότως θαυμάσειεν, οὐδενὸς ἧττον, εἰ καὶ μὴ παντὸς μᾶλλον, τοῦτό μοι δοκεῖ δικαίως ἄν τις αὐτοῦ θαυμάσαι, τὸ πρὸ ψήφου τῆς τῶν δικαζόντων ἀτιμίαν ἡμῖν προστιμᾶν. τὸ γὰρ ὅπως μὴ μεθέξομεν 3 λόγου σπουδάζειν, τί πότ’ ἐστιν ἄλλο πράττοντος, προστιμῶντος ἡμῖν ἀτιμίαν σαφῆ.
Paragraph 5
Ἔστι καὶ τοιοῦτο γένος ζητήματος, ἑν οἷς πρότερόν τις κακῶς πεποιηκὼς μετὰ ταῦτα ἐλπίζων ὑπʼ αὐτῶν τῶν ἠδικημένων κακῶς πείσεσθαι αὐτὸς ταῦτα ἃ ἀφῄρηται δώσειν ὑπισχνεῖται, οἷον ὡς ἐπʼ ἐκείνου· νοσοῦντι τῷ Φιλίππῳ ἔχρησεν ὁ θεὸς μὴ ἄλλως λῆξαι τῆς νόσου, εἰ μὴ ὑπὲρ αὐτοῦ εὔξαιντο Ἀθηναῖοι· ἀπέσταλκεν Ἀμφίπολιν διδούς, καὶ βουλεύονται. καὶ ἐπʼ ἐκείνου ὁμοίως· ἐψηφίσαντο οἱ Ἕλληνες πολεμεῖν κατὰ Φιλίππου, πέπομφεν 486 ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος, καὶ βουλεύονται. ἐν γὰρ τοῖς τοιούτοις ἅπασι τὸ προκαταρκτνκὸν ἐνθύμημα ἐκεῖνο, εἰ καὶ πάνυ πολὺν ἐπέσχε χρόνον ὁ Φίλιππος, ζητῶν ὅπως ἂν τἀναντία τούτοις οἷς προείρηται πράξειεν, οὐκ ἂν ἑτέρως μοι δοκεῖ τοῦτο ποιῆσαι, ἢ τοῦτον τὸν τρόπον, ὃν νυνὶ πεποιηκὼς φαίνεται. τὸ γὰρ ὧν ἐποίησε πρότερον ὑπομιμνήσκειν ταῦτα ἐπεσταλκότα, πῶς οὐχ ὅπερ εἴρηκα πράττοντός ἐστι.
Paragraph 6
Ἄλλο. Ἐπειδὴ τοίνυν εἰρήκαμεν τί δεῖ ποιεῖν ἐν ταῖς παραγραφαῖς τὸν παραγραφόμενον, φέρε σκεψώμεθα, τί προσήκει καὶ τὸν ἀντιλέγοντα πράττειν. ὁ τοίνυν ἀντιλέγων τῇ παραγραφῇ αὐτὸ τοῦτο τὸ θεώρημα ἀναστρέψας ἐρεῖ οὕτως. ἦν μὲν οὐκ ἄδηλον τοῦτο, ὦ δικασταί, ὅτι τὸν λόγον παρεὶς τὸν περὶ τῶν ἐγκλημάτων, ὧν ἡμεῖς ἐγκαλοῦμεν, διὰ τὸ μὴ θαρρεῖν τοῖς δικαίοις προφάσεις τινὰς εὑρήσει καὶ διαδύσεις, διʼ ὧν ἑαυτῷ τὸ μὴ δοῦναι δίκην ποριεῖται, ἐγὼ δὲ ἡγοῦμαι προσήκειν ὑμῖν, τοῦ τε ὅρκου ὃν ὀμωμοκότες κάθησθε φροντίζουσι καὶ τοῦ δικαίαν ἐνεγκεῖν τὴν ψῆφον περὶ ὧν κρίνετε, τούτοις μὲν μὴ προσέχειν, τῶν δὲ περὶ ὧν ἡμεῖς ἐγκαλοῦντες ἥκομεν ἀπαιτεῖν τὸν λόγον.
Paragraph 7
Ἄλλο. Ἐν πᾶσι δὲ τοῖς ἀντιπίπτουσιν ἐξ ἐννοίας προοιμιακῆς, ὅπου σὺ τὸ ἀντιπῖπτονλύσεις, ὁ ἐναντίος 3 αὐτὸ θήσει. πολλῶν δὲ ὄντων τῶν ἐξ ἐννοίας ἀντιπιπτόντων, ὡς μικρῷ πρόσθεν εἰρήκαμεν, ἓν ἑλώμεθα παραδείγματος ἕνεκεν, οἷον δοκεῖς διὰ φθόνον λέγειν, τῷ δὲ ἐναντίῳ ἁρμόσει αὐτῷ τοὐτῷ χρήσασθαι ἀναστρέψαντι 487 καὶ λέγοντι οὐκ ἔστιν ἄδηλον, ὦ δικασταί, τοῦτο ὅτι φθόνῳ καὶ βασκανίᾳ τὴν γραφὴν ταύτην καὶ τὴν κατηγορίαν συνθεὶς οὗτος εἰς ὑμᾶς εἰσελήλυθεν.
Paragraph 8
Ἄλλο. Ἐν πᾶσι τοῖς ζητήμασιν, ἐν οἷς καὶ αὐτὸς ὁ κατηγορῶν φανερῶς καὶ μέγα τι ἠδίκηται, τῷ κατὰ συνδρομὴν χρήσεται προοιμίῳ οὕτως· οἱ μὲν ἄλλοι πάντες οἱ παριόντες εἰς ὑμᾶς, ἐπειδάν τινος κατηγορεῖν μέλλωσι, τοῦτο αὐτοῖς ὑπάρχειν ἀξιοῦσι παρʼ ὑμῶν, τὸ μὴ διʼ ἔχθραν δοκεῖν κατηγορεῖν· ἐγὼ δὲ οὐ τοῦτο ἂν ἀρνηθείην, καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ φαινοίμην μισῶν τὸν τηλικαῦτα κακῶς ὑμᾶς ἠδικηκότα, καὶ ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐκ τοῦ αὐτοῦ γένους πολλοὶ τυραννοῦσι καὶ ἀξιοῖ τις ἐλαύνεσθαι τὸ γένος. καὶ ἐπʼ ἐκείνου· λῃσταί τινες ἀφήρπασαν παῖδα πένητος δημαγωγοῦ ἀπέστειλαν ἐπὶ τοὺς λῃστὰς πλούσιον διάφορον τῷ πένητι ὁ δὲ τὸν παῖδα τῶν λῃστῶν ἐκβαλόντων οὐκ ἀνείλετο, ἀλλὰ περὶ σύλληψιν ἔσχε τὴν τοῦ πλοίου. καὶ ἐπανελθὼν δημοσίᾳ κρίνεται.
Paragraph 9
Ἐν πᾶσι τοῖς ζητήμασιν ἐν οἷς στρατηγὸς ἠδίκηται, εἶτα ἰδιωτικὴν ἀπενήνεκται γραφήν, ἁρμόσει τὸ μὲν οὖν προοίμιον ἐκεῖνο· ἐβουλευσάμην μὲν ὡς καὶ δημοσίᾳ καὶ κοινῇ τὴν πόλιν ἠδικηκότα τοῦτον εἰς ὑμᾶς (690) εἰσφέρειν· τὸ γὰρ τοὺς στρατηγεῖν ὑφʼ ἡμῶν κεχειροτονημένους πάσχειν ὑπὸ τούτου κακῶς, τῆς πόλεως, οὐκ ἴδιον τοῦ στρατηγοῦ τὸ ἀδίκημανομίζω καθεστηκέναι οὐ μὴν ἀλλὰ καὶ νῦν προσδοκῶν ὑμᾶς ὁμοίως ἀγανακτήσειν, 488 ὡς ἂν εἰ καὶ δημοσίᾳ κατηγόρουν, τὴν παροῦσαν 3 ταύτην γραφὴν ἀπηνεγκάμην. ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐγέλασεν Ἀλκιβιάδης ὑπισχνουμένου τοῦ Κλέωνος τὰ περὶ Πύλον, καὶ ἐπανελθὼν ὕβρεως αὐτῷ δικάζεται. καὶ ἐπʼ ἐκείνου· ὁ Ἀλκιβιάδης ἐκώμασεν ἐπὶ τὸ δεσμωτήριον ὄντων τῶν τριακοσίων καὶ ἔφη, γενναῖοι, καί, ὑπὸ Κλέωνος, καὶ δικάζεται αὐτῷ ὁ Κλέων ὕβρεως. καὶ ἐπʼ ἐκείνου· νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· οὐκ ἀνέῳξε Κλέωνι ὁ Νικίας εἴσω τῆς προθεσμίας ἄγοντι τοὺς τριακοσίους, καὶ δικάζεται αὐτῷ ὕβρεως.
ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ.
Paragraph 1
4 Προκατάστασίς ἐστιν ἔφοδος πρὸς τὰς ἀποδείξεις ἢ κατασκευὴ τῶν ἀποδείξεων. προκαθιστάμεθα δὲ ἐν τοῖς ζητήμασι τοῖς ἐκ διανοίας ἐξετάσεως· γίνεται δὲ αὕτη τριχῶς· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν ἢ τῶν ἀκουόντων ἢ τῶν ἀντιδίκων ἢ ἐξ ἀντιπίπτοντος ἀναιρέσεως, 489 ἢ προσυστάσεως, ἢ προδιαβολῆς, ἢ προδιορισμοῦ, ἢ ἀντεξετάσεως τῶν προτέρων καὶ τῶν νῦν, ἢ αὐτὸ τὸ κεφάλαιον τὸ πρῶτον καταστατικῶς εἰσάγεται, τουτέστιν ἀνηπλωμένως καὶ ἀφηγηματικῶς, ἢ νόημα κεφαλαίου ἀπολαβὼν ὡς κατάστασιν εἰσάγεις, οἷα πολλὰ παρὰ Ἀριστείδῃ, ἢ τρόπον παρεισφέρομεν, ἢ ἀπὸ ἐπαγγελίας.
Paragraph 2
Ἐπειδὴ τοίνυν τοὺς τρόπους τῶν προκαταστάσεων ἀκηκόαμεν καὶ περὶ τῆς χρήσεως ἑκάστου, ἐν ᾧ τουτέστι χρηστέον, εἴπωμεν. ἑαυτῶν τοίνυν τὴν διάνοιαν ἐξετάζομεν, ὁπόταν αὐτὸ ὃ πεποιήκαμεν δοκῇ μὴ ἰσχυρόν, ἀλλὰ μᾶλλον πρὸς τοῦ ἐναντίου, τῇ δὲ διανοίᾳ ἰσχύσωμεν. ἔστω τοίνυν τοῦ γένους τῶν ζητημάτων παράδειγμα νέος πλούσιος ἀφορῶν πρὸς τὴν ἀκρόπολιν καὶ δακρύων, κρινόμενος τυραννίδος ἐπιθέσεως καὶ δημοσίᾳ 4 φεύγων.
Paragraph 3
Τὴν δὲ τῶν ἀκουόντων γνώμην ἐξετάσομεν, ὅταν ὃ μὲν πεπσιήκασι δοκῇ καθʼ ἡμῶν εἶναι, ἐκ δὲ τῆς ἐξετάσεως τῆς γνώμης ὑπὲρ ἡμῶν φαίνηται πεποιημένον, ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· οἱ Ἀθηναῖοι τυραννευόμενοι ὑπὸ τῶν τριάκοντα ὑπὸ ἑνὸς ἀξιοῦσι τυραννεῖσθαι. ἐξετάσουσι γὰρ οὗτοι τὴν γνώμην τῶν Δακεδαιμονίων πρὸς τὸ χρήσιμον ἑαυτοῖς λέγοντες, ὅτι καὶ αὐτὴν τὴν τυραννίδα κατεστήσατε οὐκ ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλʼ ἐπὶ νουθεσίᾳ μᾶλλον καὶ ἐπανορθώσει τῶν πραγμάτων· διὰ τοῦτο γοῦν καὶ πάντας κατεστήσατε, ὡς ἂν μέτρια εἴη, καὶ ἐπάξεις· εἰ μὲν οὖν ἀπήντηκε τὰ ἐλπισθέντα.
Paragraph 4
Τὴν δὲ τοῦ ἀντιδίκου γνώμην ἐξετάζειν ὀφείλομεν τότε, ὁπόταν τὸ πρόσωπον ἄδοξον, ἢ δοκῇ μὲν φιλάνθρωπόν 490 τι ποιεῖν, μετὰ διανοίας δὲ μοχθηρᾶς, ὡς ἐπ᾿ ἐκείνου· ἐν πολιορκίᾳ τινὲς δτέπεμεψαν παρὰ τύραννον σῖτον αἰτοῦντες· ὁ δὲ ἔδωκε καθʼ ὁδὸν διηρπάσθη. πάλιν ᾔτησαν, ὁ δὲ αὐτὸς ἥκει κομίζων· καὶ βουλεύονται εἰ χρὴ δέχεσθαι ὁ γὰρ ἀντιλέγων ἐξετάζει τὴν γνώμην αὐτοῦ, λέγων τίνι διανοίᾳ βούλεται αὐτὸς εἰσελθεῖν, καὶ δοκεῖν τι φιλανθρώπως ποιεῖν· ἅμα καὶ τὴν ἁρπαγὴν τοῦ σίτου διαβάλλων, ὡς οὐκ ἅνευ αὐτοῦ πέπρακται· τὴν δὲ γνώμην ἐξετάζοντας τότε χρὴ μάλιστα καθίστασθαι ὅταν ἐκ τῆς ἀποβάσεως ἔχωμεν συνιστάναι τὸ κακούργημα· ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος. Αἰσχίνης ἐπέμφθη πρεσβευτὴς παρὰ τὸν Φίλιππον· καταλαβὼν αὐτὸν τεθνεῶτα συνέθετο πρὸς Ἀλέξανδρον καὶ κρίνεται παραπρεσβείας· ἐὰν γὰρ λέγωμεν, ὅτι οὗτός ἐστιν ὁ καὶ τὴν ἀρχὴν συμπείσας εἰρήνην ποιήσασθαι πρὸς τὸν Φίλιππον, ἵνα μὴ τοῖς γενομένοις ἀγανακτοῦντες διακωλύσητε 4 τὴν ἐπιβουλήν, ἣν ἐπεβούλευσε τοῖς Ἕλλησιν, ἔχομεν ἐκτοῦ συμβεβηκότος συστῆσαι· ὡς καὶ ἐπʼ ἐπείνου Ἐλάτειαν καταλαβόντος Φιλίππου, νόμου ὄντος ἐν (691) τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου ἀξιοῦντος Δημοσθένους αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἐνίσταται, καὶ ὅσα γε τούτοις ἐστὶ παραπλήσια. ἔτι δὲ καὶ ἐν τοῖς τοιούτοις ζητήμασιν, ἐν οἷς ἀπέσταλται στέφανος ἢ πρεσβεῖα, ἢ δωρεὰ παρά τινος τῶν πολεμίων, τὴν γνώμην ἐξετάζοντες τοῦ πέμψαντος, οὕτω καταστησόμεθα 491 λέγοντες, οὐκ εὐνοϊκῶς οὐδὲ καθαρῶς, ἀλλὰ σύν τινι τέχνῃ καὶ πανουργίᾳτοῦτο πεπρᾶχθαι, ἤτοι συγκροῦσαι βουλομένου τὰς πόλεις διαβάλλειν ἡμᾶς, ἀποπειρωμένου πῶς ἔχομεν γνώμης περὶ τῶν πραγμάτων· καὶ ἔστω παράδειγμα τὸ ζήτημα ἐκεῖνο πέπομφε Φίλιππος ψηφισαμένων τῶν Ἑλλήνων πολεμεῖν αὐτῷ, ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος ἃς ἀπολώλεκε, καὶ βουλεύονται· καὶ πάλιν ἐκεῖνο· ἐπέσταλκεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι λέγων εἰληφότα Δημοσθένην πεντήκοντα τάλαντα· καὶ κρίνεται δωροδοκίας. καὶ ἔτι ἐκεῖνο· πέπομφε βασιλεὺς χρυσοῦν στέφανον τῇ ἀρίστῃ τῶν. πόλεων, ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπʼ αὐτὸν στρατεύειν.
Paragraph 5
Ἐξ ἀντιπίπτοντος δὲ ἀναιρέσεως ἀντικαθιστάμεθα, ὅταν ᾖ πλείονα τὰ ἀντιπίπτοντα ἐκ τῆς διανοίας τῶν ἀκουόντων, καὶ δέῃ τὰ μὲν ἐν προοιμίοις ἀνελεῖν, τὰ δὲ ἐν καταστάσει ἢ ὅταν ἕν μὲν τὸ ἀντιπῖπτον, ἰσχυρὸν δὲ διʼ ὅλου ἀνθιστάμενον τῷ λόγῳ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ἓν μὲν γὰρ τὸ ἀντιπῖπτον τὸ δοκεῖν εὐεργέτην εἶναι Χαρίδημον ἔθηκεν δὲ αὐτὸ καὶ ἔν τε προοιμίοις καὶ ἐν κεφαλαίοις καὶ ἐν καταστάσει.
Paragraph 6
Ἐκ προσυστάσεως δὲποιησόμεθα κατάστασιν, ὁπόταν μὴ τῷ πρώτῳ κεφαλαίῳ εὐθὺς ἐπιβῶμεν, ἀλλὰ προσυνιστῶμεν αὐτὸ ὡς ἀναγκαῖον ἐν πρώτοις τεθῆναι, καὶ εἰς 4 τὰ μέγιστα διάφορον, οἷον ὅταν νόμιμον ἢ ἄλλο τι μέλλῃς ἐξετάζειν κεφάλαιον πρῶτον, εἶτα μὴ ἔχῃς ἄλλην κατάστασιν μηδὲ διήγησιν, καὶ εἰ βουληθείης τὸ κεφάλαιον προεπισημήνασθαι. γίνεται μὲν γὰρ καὶ διηγήσεως οὔσης 492 προσύστασις κεφαλαίου, ὅταν ἰσχυρόν· γίνεται δὲ καὶ μὴ οὔσης μήτε διηγήσεως μήτε καταστάσεως, οἷον εἰ κατάστασις, ὃ τοίνυν μάλιστα τὸν τῶν ἀνθρώπων συνέχει βίον.
Paragraph 7
Ἐκ προδιαβολῆς δὲ ὁπόταν τὰ τοῦ ἀντιδίκου ἢ τὰ περὶ αὐτὸν διαβάλλῃς· γίνεται δὲ ἐν οἷς ἄδοξα ὑπόκειται πρόσωπα, οἷον ὡς ἐπʼ ἐκείνου τοῦ ζητήματος· ἐν σπάνει χρημάτων ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται ἢ ἐκ διορισμοῦ ὡς ἐν τῷ τῆς παραπρεσβείας· ἁρμόττει δὲ ἂν μὲν δημοσίᾳ τις φεύγῃ, ὅταν ἄλλη κατάστασις μὴ ᾖ.
Paragraph 8
Προσδιοριζόμεθα δὲ ὁπόταν ἀκόλουθα οἷς προδιοριζόμεθα ᾖ τὰ μέλλοντα ἐπιφέρεσθαι, οἷον δεῖ παρὰ πρεσβευτοῦ τῶνδε καὶ τῶνδε λαβεῖν εὐθύνας, ὡς ἐὰν μὴ πάντα δυνώμεθα ἐπιδεῖξαι, περιττὸν τὸ ἐπαγγέλλεσθαι πάντα, ἀλλʼ ἐκεῖνα ἃ δυνάμεθα.
Paragraph 9
Ἐξ ἀντεξετάσεως δὲ καθιστάμεθα ἐν πᾶσι τοῖς ἐξ ἀποβάσεως, οἷον ὡς ἐπʼ ἐκείνου Σκύθαι νομάδες πόλιν ᾤκησαν, καὶ νοσοῦσι συμβουλεύει τις αὐτοῖς τοῦ προτέρου ἔχεσθαι βίου. ἐὰν γὰρ ἀντεξετάσῃς, λέξεις οἷα πρότερον ἦν πρὸ τῆς πόλεως, οἷον ὑγίεια, εὐεξία, καὶ ὁποῖα τὰ νῦν.
Paragraph 10
Τὸ δὲ κεφάλαιον αὐτὸ καταστατικῶς εἰσάγεται, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν· ,,ἐγὼ γάρ, ὦ ἄνδρες, σφόδρʼ ἄν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττοντα ἑώρων·“ τοῦτο γὰρ κεφάλαιόν ἐστι τὸ δυνατόν, εἰσῆκται δὲ καταστατικῶς· 493 4 μέρος δὲ κεφαλαίου, ὡς ἐν τῷ Ἰσοκράτει Ἀριστείδου.
Paragraph 11
Τὸ δὲ ἐκ τρόπου ἁρμόσει σοι καὶ ἐνίοις τῶν ἐσχηματισμένων, ἐν οἷς εἰσηγησαμένου τινὸς καὶ πείσαντος σὺ τὴν εἰσήγησιν ταύτην ἐν ἀληθείᾳ κακίζεις, προσποιῇ δὲ ἐπαινεῖν, καὶ ἄλλο τι δεῖ προστιθέναι ἕτερον αὐτῷ ἀκόλουθον· ἁρμόσει γάρ σοι λέγειν, ἐσφάλην τοῦ προσήκοντος, ἐγὼ μὲν γὰρ ᾤμην τοιάδε αὐτὸν γράφειν καὶ τοιάδε, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Περικλῆς δῃοῦν (692) τὴν Ἀττικήν· γράφει ὁ Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρχεσθαι. λέξει γὰρ ὁ Νικίας, ὅτι ἐγὼ μὲν ᾤμην πρότερον, ὅτε ἐκκλησίαν τις ἐπήγγελλε καὶ παρῆλθε Περικλῆς, ταῦτα τὰ εἰωθότα λεχθήσεσθαι, ἀμύνεσθαι ὑπὲρ τῆς χώρας καὶ κινδυνεύειν, καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλʼ ὁ σοφὸς Περικλῆς τούτων μὲν ὑπερεῖδεν, εὐ γε ποιῶν καὶ καθʼ ἑαυτόν· ἠκούετε δὲ οἷα διεξῄει, οἷα μηδεὶς πρότερον· τί οὖν ἕπεται τούτοις, ἀρχὴν ζητῆσαι καὶ τόπον, ἀφʼ οὗ ἀρξόμεθα. ἁρμόσει δὲ τοῦτο καὶ ἀγωνιστικοῖς ἐνισταμένων ἡμῶν ἐνίοτε πεφεισμένως μέντοι καὶ ταμιευομένων ἡμῶν τούς πλείστους τρόπους τῶν μεταληπτικῶν. γένοιτο δʼ ἂν τοῦτο ὁπόταν εἰσηγήσει τινὸς ἀντιλέγῃς ἢ εὐθύναις, οἷον ὡς ἐπʼ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν. ἀντιλέγει τις, οἷον ἐγὼμὲν ᾤμην ἄλλους πόρους τινὰς τοῦτον ἐρεῖν…
Paragraph 12
494…
ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ.
Paragraph 1
Ὅτι…
The complete text is available when the reading interface loads.