The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. K. Müller, Geographi Graeci minores, vol. 2, Paris: Didot, 1861 (repr. Hildesheim: Olms, 1965): 509–511.
CTS identifier
urn:cts:greekLit:tlg2030.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

T

{ΑΠΟΣΠΑΣΜΑΤΑ.}

1

Τῶν δ' εὐμεγεθῶν νήσων Σαρδὼ μὲν τὴν περίμετρον

ἔχει σταδίων ͵δυμʹ, μιλίων φ[Ϙβʹ], Κύρνος δὲ, ἣν Κορσι-

κὴν οἱ ἐπιχώριοι καλοῦσι, τὰ κύκλῳ ἔχει σταδίων ͵δυμʹ.

Τῆς δὲ Κρήτης τὰ κύκλῳ ἐστὶ σταδίων ͵δτʹ. Ἡ δὲ

Κύπρος σταδίων ͵γ. Τῶν δὲ Βρεττανικῶν νήσων ἡ

μεγίστη καλουμένη Ἀλβίων τὴν περίμετρον ἔχει στα-

δίων τρισμυρίων ἐννακισχιλίων, ἡ δὲ Ἰέρνη ἀναλόγως

ταύτης μείζων*. Ἡ δὲ Πελοπόννησος σταδίων ἐστὶ

τετρακισχιλίων πεντακοσίων. Ῥόδου δὲ ἡ περίμετρος

σταδίων ωκεʹ, Κῶ δὲ νήσου σταδίων ωʹ. Χίος δὲ

σταδίων ͵αχʹ. Λέσβου δὲ τὰ κύκλῳ ͵αρπʹ. Ἡ δὲ Σα-

μία νῆσος σταδίων ωʹ.

2

Μῆκος τῆς ὅλης γῆς ἀπὸ ἀνατολῶν εἰς δυσμάς

φασι σταδίους ὀκτακισμυρίους. Τῆς δ' ὅλης γῆς τὸ μέ-

γιστον ἐχούσης κύκλῳ εἰς μυριάδας σταδίων κεʹ, τὴν

σύμπασαν αὐτῆς ἐπιφάνειαν λογιζόμενοι, τίθεμεν εἰς

[μυριάδων] μυριάδας διακοσίας· ὧν τὸ τῆς ἡμετέρας

οἰκουμένης ὡς τέταρτόν ἐστι τούτου. Μῆκος δὲ τοῦ

παντὸς χύματος ἀφ' Ἡρακλείων στηλῶν ἕως τῆς πρὸς

ἀνατολαῖς Συρίας οὐ πολὺ λείπει τρισμυρίων στα-

δίων.

3

Νάξος νῆσος*. —Ἡ Μαραθὼν τῆς Ἀττικῆς στα-

δίους τριακοσίους ἀπέχουσα τῆς πόλεως. Ἔστι δὲ ὁ

Ἑλλήσποντος πορθμὸς, φερόμενος ἀπὸ τῆς Προπον-

τίδος ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ἔχων τὸ πλάτος στα-

δίων ζʹ, ὃν ἔζευξε Ξέρξης. Ἔστι δὲ ἡ Σικελία νῆσος

σταδίων τετρακισχιλίων ὀκτακοσίων ἔχουσα τὴν περί-

μετρον, μιλίων χμεʹ.