The Greek Library Author

Porphyry

In Aristotelis categorias expositio per interrogationem et responsionem

Author namesPorphyre · Porphyry · Porphyrius · Πορφυριος

Scientific editors
Adolf Busse
Edition reference
Porphyrii isagoge et in Aristotelis categorias commentarium · Berlin · Reimer · 1887
CTS identifier
urn:cts:greekLit:tlg2034.tlg007.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

PORPHYRII IN ARISTOTELIS CATEGORIAS EXPOSITIO PER INTERROGATIONEM ET RESPONSIONEM

Ἐρώησις. Διὰ τί κατηγορίας ἐν τῇ συνηθείᾳ καλουμένης τῆς ἐν ἐγκλήματι πρὸς τὰς δικαιολογίας, ᾗ ἀντίκειται ἡ ἀπολογία, προελόμενος διδάσκειν, πῶς ἐπὶ τοῖς δικαστηρίοις τῶν ἀντιδίκων ἀλλ᾿ ἕτερόν τι, ὅπερ οὐ παρὰ τοῖς Ἕλλησι τῷδε καλεῖται τῷ ἀνόματι, ξενίζειν εἵλετο εἴλετο κατηγορίας ἐπιγράψας τὸ βιβλίον;

Ἀπόκρισις. Ὅτι ἡ μὲν συνήθεια τῶν προχείρων παραστατική, περὶ τούτων καὶ τὰς δηλωτικὰς λέξεις ἐν τῇ πολλῇ χρήσει παρέλαβεν, οἱ δέ φιλόσοφοι τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων ἐξηγηταὶ ὄντες καινοτέρων δεηθέντες ὀνομάτων εἰς παράστασιν τῶν ὑπ᾿ αὐτῶν ἐξευρεθέντων πραγμάτων ἢ αὐτοὶ ἐποίησαν λέξεις καινὰς καὶ ἀσυνήθεις ἢ ταῖς κειμέναις κατεχρήσαντο εἰς δήλωσιν τῶν ὑπ᾿ αὐτῶν εὑρεθέντων πραγμάτων.

Ἐ. Παράστησον ἡμῖν διὰ παραδείγματος ὃ λέγεις.

Ἀ. Ὁ Ἀριστοτέλης κατανοήσας, ὅτι τινὰ εἴδη, ἃ ἐπιγίνεται, ὄταν τὸ οἰκεῖον τέλος λάβῃ τὸ γινόμενον ἢ ὑπὸ φύσεως ἢ ὑπὸ τέχνης, ὥσπερ ὅταν ὑπὸ τῆς φύσεως τὸ καταβληθὲν σπέρμα ζῴου κινηθὲν καὶ ἀποτελεσθέν, φέρε ἵππος ἀποτελεῖται, ὅταν ἔμψυχον γένηται καὶ τὰ ἰδιώματα φέρῃ τοῦ ἐμψύχου, τὴν ψυχὴν ἐντελέχειαν προσηγόρευσεν ἀπὸ τοῦ εἰς τέλος τὸ οἰκεῖον ἀφικόμενον τὸ σπέρμα ἔμψυχον ἀποτελέσαι ζῷον, ὑπὸ δὲ τοῦ ἀνδριαντοποιοῦ ὅταν ὁ χαλκὸς ἀνδριὰς γένηται, ἐντελέχειαν εἶναι τὸ εἶδος τοῦ ἀνδριάντος τὸ περιτεθὲν ὑπὸ τοῦ τεχνίτου τῷ χαλκῷ· αὐτὸς γὰρ ἐποίησε τὸ τῆς ἐντελεχείας ὄνομα ἐπὶ τῶν τοιούτων μὴ ὂν ἐν τῇ συνηθείᾳ. 2v τὸ δὲ κεφαλωτὸν ἐπὶ ἄλλου ἐν τῇ συνηθείᾳ λεγόμενον αὐτὸς ἐπὶ τοῦ κε- 3 ἐρώτησις post ἀπόκρισιν (2) superscripsit p: orn. M 4 πρὸς τὰς] an πρός τινα? vide p. 56,6 et Brand. p. 33a25 κατηγορίαι δὲ λέγονται οὐχ ὥσπερ ἡ συνήθεια βούλεται τὰς ἐπ᾿ ἐγκλήμασι δίκας οὐ Zp: oblitter. M 11 δεηθεν M 16 ἃ M: om. p (fort. recte) 18 an κινηθῇ καὶ ἀποτελεσθῇ? 19 ἀποτελεῖται M: ἀποτελῆται p 20 τὴv ψυχὴν ἐντελέχειαν προσηγ.] cf. Aristot. de anima II, 2 p. 412a27 sqq. 25 κεφαλωτὸν] cf. Catog. 7 p. 7a15 φαλὴν ἔχοντος καταχρῆται, οἰκειότερον λέγων τὴν κεφαλὴν κεφαλωτοῦ κεφαλὴν ἢ ζῴου κεφαλήν· τοῦ μὲν γὰρ κεφαλὴν ἔχοντος σημεῖον τὸ κεφαλωτὸν φαλωτὸν εἴη ἄν· κεφαλωτοῦ γὰρ κεφαλὴ διὰ τὸ μὴ πάντα τὰ ζῷα ἔχειν κεφαλὴν ὥσπερ ἐχῖνοι καὶ ἀκαλῆφαι καὶ ὅσα τοιαῦτα. διὸ καὶ αὐτὸς ἔφη· ῾ἐνίοτε καὶ ὀνοματοποιεῖν δεῖ᾿. τὸ οὖν τῆς κατηγορίας ἐν τῇ συνηθείᾳ ἐπὶ δικαιολογίας ἐλεγκτικῆς, τῆς διὰ λόγων μηνύσεως, λαβὼν αὐτὸς τὰς τῶν λέξεων τῶν σημαντικῶν κατὰ τῶν πραγμάτων ἀγορεύρεύσεις κατηγορίας προσεῖπεν. ὥστε πᾶσα ἁπλῆ λέξις σημαντικὴ ὅταν κατὰ τοῦ σημαινομένου πράγματος ἀγορευθῆ τε καὶ λεχθῇ, λέγεται κατηγορία. ὄντος πράγματος τοῦδε τοῦ δεικνυμένου λίθου, οὗ ἁπτόμεθα ἢ ὃ ὅταν εἴπωμεν ἐπ᾿ αὐτοῦ ὅτι τόδε λίθος ἐστίν, ἡ λίθος λέξις κατηγόρημά ἐστι· σημαίνει γὰρ τὸ τοιόνδε πρᾶγμα καὶ ἀγορεύεται κατὰ τοῦ δεικνυμένου πράγματος λίθου. καὶ οὕτω ἐπὶ τῶν ἄλλων.

Ἐ. Ἇρα οὖν Κατηγορίας μόνον ἐπέγραψε τὸ βιβλίον ἢ καὶ ὡς ἄλλοι Δέκα κατηγορίας;

Ἀ. Οὐδαμῶς.

Ἐ. Διὰ τί ἔφης οὐδαμῶς;

Ἀ. Ὅτι ἄλλοι μὲν Πρὸ τῶν τοπικῶν ἐπέγραψαν, ἄλλοι δὲ Περὶ γεῶν τοῦ ὄντος, ἄλλοι δὲ Περὶ τῶν δέκα γενῶν.

Ἐ. Ἆρα οὖν ὀρθῶς ἐπέγραψαν;

Ἀ. Οὐδαμῶς.

Ἐ. Παράστησον οὖν καθ᾿ ἑκάστην τῶν ἐπιγραφῶν τὴν ἀτοπίαν.

Ἀ. Πρὸ μὲν τῶν τοπικῶν ἀτόπως ἄν τις ἐπιγράφοι· διὰ τί γὰρ Πρὰ τῶν τοπικῶν, ἀλλ᾿ οὐχὶ μᾶλλον Πρὸ τῶν ἀναλυτικῶν καὶ Πρὶ τοῦ ἑρμηνείας οὐ γὰρ τὴν τῶν τοπικῶν διδασκαλίαν προμανθάνειν δεῖ τῶν κατηγοριῶν, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀναλυτικῶν καὶ διὰ τὴν τῶν κατηγορικῶν προτάσεων μάθησιν καὶ σχεδὸν διὰ τὰς ἄλλας πάσας μαθήσεις· στοιχειωδέστατον γὰρ τοῦτο καὶ εἰσαγωγικὸν εἰς πάντα τὰ μέρη τῆς φιλοσοφίας τὸ βιβλίον. καὶ μάλιστα πρὸ τοῦ φυσικοῦ ἄν εἴη μέρους 3r τῆς φιλοσοφίας ἢ πρὸ τῶν ποπικῶν· φύσεως γὰρ ἔργον ποιὸν καὶ τὰ ὅμοια. Περὶ δὲ τῶν γενῶν τοῦ ὄντος ἢ Περὶ τῶν δέκα γενων ουοαμως χρη επιγραφειν.

Ἐ. Διὰ τί;

Ἀ, Ὁτι τὰ μὲν ὄντα καὶ τὰ τούτων γένη καὶ τὰ εἴδη καὶ αἰ διαφοραὶ πράγματά ἐστι καὶ οὐ ὁ δὲ Ἀριστοτέλης καταριθμησάμενος δέκα ταῦτα, τὴν οὐσίαν, τὸ ποιόν, τὸ ποσόν, τὰ λοιπά φησιν· ῾ἕκαστον 4 αὐτὸς ἔφη] Categ. 7 p. 7a5 5 post ἐνιότε add. δὲ p Aristot.: ἴσως ἀναγκαῖον Aristot. 6 ἐγκλητικῆς superscr. M: ἐλεγκτικὴς M1p 8. τοῦ p: καθ᾿ οὗ M 10 ο M: ὃν p 18 περὶ (ante τῶν γενῶν) mutavit in πρὸ 23. 25 διὰ τί γὰρ–ἑρμηνείας discipulo reddidi: ἐρώτησις αντε διὰ τί γὰρ et ἀπόκτισις post ἑρμηνείας add. M2p 24 ante ἀναλυτικῶν add. punctis circumscr. ἄλλων 28 στοιχειοδέστατον M 30.31 οὐσία, ποιὸν] substantia, quantitas, qualitas Felic. 36 ante τὰ λοιπά add. καὶ p: οm. Μ φησιν] Categ. 4 p. 2a4 τῶν εἰρημένων αὐτὸ μὲν καθ᾿ αὑτὸ οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. εἰ γὰρ ἡ τούτων συμπλοκὴ κατάφασιν ποιεῖ, ἡ δὲ κατάφασις ἐν φωνῇ σημαντικῇ καὶ λόγῳ ἀποφαντικῷ τὴν ὑπόστασιν ἔχει, οὐκ ἂν εἴη περὶ γενῶν τοῦ ὄντος ἡ πραγματεία οὐδ᾿ ὅλως περὶ πραγμάτων ᾗ πράγματα, ἀλλὰ μᾶλλον περὶ φωνῶν σημαντικῶν τῶν πραγμάτων· οὐ γὰρ ἡ τῶν πραγμάτων συμπλοκὴ πλοκὴ κατάφασις γίνεται, ἀλλ᾿ ἡ φωνῶν σημαντικῶν τῶν δηλουσῶν τὰ πράγματα συμπλοκὴ ἀποτελεῖ τὴν κατάφασιν, αὐτός τε ῥητῶς ἔφη· ῾τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσόν᾿ καὶ τὰ ἑξῆς· εἰ γὰρ περὶ πραγμάτων ἦν αὐτῷ ὁ λόγος, οὐκ ἂν εἶπεν τὸ ῾ἤτοι οὐσίαν σημαίνει᾿· οὐ γὰρ σημαίνουσι τὰ πράγματα ἀλλὰ σημαίνεται.

Ἐ. Ἀλλ᾿ ὅτι μὲν οὔτε Πρὸ τῶν τοπικῶν ἐπιγέγραπται οὔτε Περὶ τῶν γενῶν τοῦ ὄντος οὔτε Περὶ τῶν δέκα γενῶν τοῦ ὄντος, αὐτάρκως παρέστησας· ὅτι δὲ Περὶ τῶν κατηγοριῶν ἐπιγραπτέον, ἐπίδειξον ἡμῖν.

Ἀ. Ἀλλ᾿ οὐκ ἂν τοῦτο ἐπιδειχθείη, εἰ μὴ ἡ πρόθεσις πρότερον δηλωθείη ἡ τοῦ βιβλίου· ταύτης γὰρ δειχθείσης καὶ τὸ ἐπίγραμμα ὅτι οἰκεῖον τὸ τῶν κατηγοριῶν, δειχθήσεται.

Ἐ. Δεῖξον οὖν τὴν οἰκείαν πρόθεσιν τῆς τοῦ βιβλίου πραγματείας.

Ἀ. Φημὶ τοίνυν ὅτι τῶν πραγμάτων ἐκκειμένων δηλωτικὸς γενόμενος καὶ σημαντικὸς αὐτὸς ὁ ἄνθρωπος ἦλθεν ἐπὶ τὸ καὶ διὰ τῆς φωνῆς κατονομάζειν καὶ δηλοῦν ἕκαστον. καὶ γέγονεν αὐτῷ ἡ πρώτη χρῆσις τῶν λέξεων εἰς τὸ παραστῆσαι ἕκαστον τῶν πραγμάτων διὰ φωνῶν τινων καὶ λέξεων, 3v καθ᾿ ἥν δὴ σχέσιν τῶν φωνῶν τὴν πρὸς τὰ πράγματα τόδε μέν τι πρᾶγμα βάθρον κέκληκεν, τόδε δὲ ἄνθρωπον, τόδε δὲ κύνα, ἥλιον δὲ τόδε, καὶ πάλιν τόδε μὲν τὸ χρῶμα λευκόν, τόδε δὲ μέλαν, καὶ τόδε μὲν ἀριθμόν, τόδε δὲ μέγεθος, καὶ τόδε μὲν δίπηχυ, καὶ οὕτως ἑκάστῳ πράγματι λέλεις καὶ ὀνόματα τέθεικεν σημαντικὰ αὐτῶν καὶ μηνυτικὰ διὰ τῶν τοιούτων τῆς φωνῆς ψόφων. τεθεισῶν δὲ τοῖς πράγμασι συμβολικῶς τινων λέξεων προηγουμένως, πάλιν ὁ ἄνθρωπος κατὰ δευτέραν ἐπιβολὴν ἐπανελθὼν (αὐτὰς τὰς τεθείσας λέξεις) τὰς μὲν τοιοῦτον φέρε τύπον ἐχούσας, ὥστε ἄρθροις συνάπτεσθαι τοιοῖσδε, ὀνόματα κέκληκε, τὰς δὲ τοιαύτας οἷον τὸ περιπατῶ, περιπατεῖς, περιπατεῖ, ῥήματα, δηλώματα τῶν ποιῶν τύπων παριστὰς τῶν φωνῶν διὰ τοῦ τὰς μὲν ὀνόματα καλέσαι τὰς δὲ ῥήματα. ὥστε τόδε μέν τι τὸ πρᾶγμα καλέσαι χρυσὸν καὶ τὴν τοι- 1 ἐν οὐδεμιᾷ Aristot. Simpl. (f.2v 16), quod reponas. 1.2 καταφάσει ἢ ἀποφάσει et κατάφασις ἢ ἀπόφασις Aristot., sed codicis lectionem tuetur Simpl. 2 γίνεται p superscr. perscr. Μ: γὰρ ἐστιν punctis circumscript. M2 5 ᾗ Ρ: ἢ Μ 7 τῶν Μ: om. Ρ αὐτοσρητῶς statim corr. M1 ἔφη] Categ. 4 Ρ. 1b 25 14 τοῦ ὄντος p cf. Plotin. Ennead. VI, 1, I p.566. David in Categ. p. 30a6 Brand.: τῶν ὄντων M 16 om. p θείην p 20 post πραγμάτων addendum τῶν coni. Diels. 25 κύνα scripsi: κύων Μ: κύκλον Ρ, cf. Dav. p. 29b16 τὸ μὲν ἄνθρωπον, τὸ δὲ εἰ τὸχοι ἵππον 32 post τοιοῖσδε desideratur οἷον ὁ , ἡ 32. 33 τοιαύτας compendiose M: τοιάσδε p αύτην ὕλην τὴν οὕτω διαλάμπουσαν προσαγορεῦσαι ἥλιον τῆν πρώτης ἦν θέσεως τῶν ὀνομάτων, τὸ δὲ τὴν χρυσὸν λέξιν εἰπεῖν εἶναι ὄνομα τῆς δευτέρας θέσεως καὶ τοὺς τύπους τῆς ποιᾶς λέξεως σημαινούσης. ἔστι τοίνον ἡ πρόθεσις τοῦ βιβλίου περὶ τῆς πρώτης θέσεως τῶν λέξεων τῆς παραστατικῆς τῶν πραγμάτων· ἔστιν γὰρ περὶ φωνῶν σημαντικῶν ἁπλῶν, καθὸ σημαντικαί εἰσι τῶν πραγμάτων, οὐμὴν τῶν κατὰ ἀριθμὸν ἀλλήλων διαφερόντων ἀλλὰ τῶν κατὰ γένος· ἄπειρα μὲν σχεδὸν καὶ τὰ πράγματα καὶ αἱ λέξεις κατὰ ἀριθμόν. ἀλλ᾿ οὐ τὰς κατὰ ἀριθμὸν πρόκειται διελθεῖν λέξεις· ἑκάστη γὰρ κατὰ ἀριθμὸν σημαίνει τῶν ὄντων· ἀλλ᾿ ἐπεὶ τῷ ἀριθμῷ πολλά ἐστιν ἓν ὄντα τῷ εἴδει ἢ τῷ γένει, καὶ ἡ ἀπειρία τῶν ὄντων καὶ τῶν σημαινουσῶν αὐτὰ λέξεων εἰς δέκα γένη εὕρηται περιλαμβανομένη εἰς τὸ γράφεσθαι. εἰς δέκα τοίνυν γενικὰς διαφορὰς περιληφθέντων τῶν ὄντων δέκα καὶ αἱ δηλοῦσαι ταῦτα φωναὶ γεγόνασι κατὰ γένη καὶ αὐταὶ 4r περιληφθεῖσαι. δέκα οὖν λέγονται κατηγορίαι τῷ γένει δηλονότι, ὥσπερ καὶ αὐτὰ τὰ ὄντα δέκα τῷ γένει. ὅθεν ἐπεὶ περὶ φωνῶν σημαντικῶν ἡ πρόθεσις θεσις καθὸ σημαίνουσι τῶν κατὰ γένος διαφόρων ὄντων, τὸ δὲ ἀγορεύειν τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν ἔλεγον καὶ ὅλως τὸ λέξιν σημαντικὴν κατὰ πραγμάτων λέγειν, εἰκότως Κατηγορίας ἐπέγραψεν τὴν περὶ τῶν ἁπλῶν λέξεων στοιχείωσιν τὴν καθὸ σημαντικαὶ τῶν πραγμάτων εἰσὶν προηγουμένως κατὰ γένος ἕκαστον θεωρουμένην. Ἐ. Ἀλλὰ πῶς, εἰ περὶ φωνῶν σημαντικῶν ἐστιν ἡ πραγματεία, ἐν τοῖς ἑξῆς περὶ τῶν πραγμάτων ὁ πᾶς αὐτῷ γεγένηται λόγος; Ἀ. Ὅτι αἱ φωναὶ ἀγγέλῳ ἐοικυῖαι τὰ πράγματα ἀγγέλλουσιν, ἀπὸ δὲ τῶν πραγμάτων, ἀναγκαῖον ἔχουσιν, τὰς διαφορὰς λαμβάνουσιν· ἀφ᾿ ὧν τοίνυν τὸ τῆς χρείας ἀναγκαῖον ἔχουσιν, ταῦτα ἀναγκαῖον θεωρεῖται, ἵνα κατὰ τὰς γενικὰς διαφορὰς ὧν ἀγγέλλουσι καὶ αὐταὶ τὸ διάφορον λάβωσι τὸ κατὰ γένος. ἐμπίπτουσα τοίνυν γέγονεν ἡ περὶ τῶν κατὰ γένος διαφορῶν ζήτησις τῶν ὄντων, προηγουμένη δέ ἐστιν ἡ περὶ τῶν φωνῶν τῶν σημαντι κῶν ὡς εἴρηται.

Ἐ. Ἀλλ᾿ εἰ ἐνθάδε εἰς δέκα γένη διεῖλεν τὰς σημαντικὰς φωνάς, πῶς ἐν τῷ Περὶ ἑρμηνείας εἰς δύο, εἰς ὄνομα καὶ ῥῆμα;

Ἀ. Ὄτι ἐνθάδε μὲν περὶ τῆς προηγουμένης θέσεως τῶν λέξεων τῆς κατὰ τῶν πραγμάτων ποιεῖται τὸν λόγον, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ τῆς δευτέρας, ἣ οὐκέτι ἐστὶ περὶ τῶν σημαντικῶν λέξεων τῶν πραγμάτων, καθό εἰσι τούτων σημαντικαί, ἀλλὰ περὶ τῶν σημαντικῶν λέξεων τοῦ τύπου τῶν φωνῶν, καθὸ τύποι εἰσὶ τοιούτων· τύπος γὰρ τῆς φωνῆς τὸ εἶναι ἢ ὄνομα ἢ ῥῆμα. καὶ τὸ κυρίαν δὲ εἶναι τὴν λέξιν ἢ μεταφορικὴν ἢ ἄλλως 4 βιβλίου Zp: oblitter. M 6 ἀριθμῶν M 1 (corr. m 2) 9 ἑκάστη—ὄντων om. Felic. post σημαίνει inseruerim ἓν 16 διαφορῶν Μ τόδε libri 18 πραγμάτων] πράγματος Simple. (f. 5 v 22) εἰ p: εἰπὲ Μ 22 γεγένηται scripsi cf. p. 59,35: γένηται Μ: γίνεται p 23.24.26 ἀγγέλουσιν Μ 26 τὸ (ante κατὰ) Μ: τῷ p 30 διεῖλεν scripsi: διῆλεν Μ: διῆλθεν p: distinxit Felic. 31 εἰς δύο Μ: om. p 34 ἣ] ἢ Mp 36 τύπος Μ: τύπους 37 μεταφορικὴν simpl.: μεταφορὰν Mp τροπικὴν τῆς δευτέρας ἐστὶ περὶ τῶν φωνῶν πραγματείας καὶ οὐ τῆς πρώτης.

Ἐ. Ἆρα οὖν τὴν διαφορὰν ταύτην πάνες ἔγνωσαν οἱ περὶ κατηγοριῶν τι γράψαντες;

Ἀ. Οὐδαμὼς· οὐ γὰρ ἂν οἱ μὲν περὶ τῶν γενῶν τῶν ᾤοντο ἐνταῦθα πραγματεύεδθαι, οἱ δὲ ἀντέλεγον ἀθετοῦντες αὐτῶν 4v τὴν δεαίρεσιν ὡς πολλὰ παριεῖσαν καὶ μὴ περιλαμβάνουσαν ἢ καὶ πλεονάζουσαν.

Ἐ. Τίνες εἰσὶν οὖτοι;

Ἀ. Οἱ περὶ Ἀθηνόδωρον καὶ Κορνοῦτον οἱ τὰ ζητούμενα λέξεων καθὸ λέξεις, οἷα τὰ κύρια καὶ τὰ τροπικὰ καὶ ὅσα τοιαῦτα, (διαφορὰι γάρ ἐστι λέξεων καθὸ λέξεις εἰσί) τὰ τοιαῦτα οὖν προφέροντες καὶ ποίας ἐστὶ κατηγορίας ἀποροῦντες καὶ μὴ εὑρίσκοντες ἐλλιπῆ φασιν εἶναι διαίρεσιν, ὡς ἂν μὴ πάσης φωνῆς σημαντικῆς εἰς αὐτὴν εριλαμβανομένης.

Ἐ. Ἆρα οὖν πάντες ἐσφάλησαν περὶ τὴν πρόξεσιν τὴς τῶν κατηγοριων γνωσεως;

Ἀ. Οὐδαμῶς· ἀλλὰ καὶ Βόηθος ἐν τοῖς εἰς τὰς κατηγορίας ταῦτα καὶ Ἑρμῖνος βραχέως.

Ἐ. Εἰπὲ τὰ Ερμίνου, ἐκπείπερ φὴς διὰ ωραχέων εἰρῆσθαι.

Ἀ. Λέγει τοίνυν ὁ Ἑρμῖνος προκεῖσθαι οὔτε περὶ τῶν ἐν τῇ φύσει πρώτων καὶ γενικωτάτων γενῶν οὐ γὰρ νέοις προσήκουσα ἡ τῶν τοιούτων διδασκαλία) οὔτε τίνες αἱ πρῶται καὶ στοιχειώδεις τῶν λεγομένων ὡς τὸν λόγον εἶναι δοκεῖν περὶ τῶν τοῦ λόγου μερῶν, ἀλλὰ μᾶλλον περὶ τῆς καθ᾿ ἕκαστον γένος τῶν ὄντων οἰκείας ἂν ἐσομένης τῶν κατηγορίας· διὸ καὶ ἀναγκαῖον ἐγένετο ἀμωστήπως ἅψαθαι τῶν γενῶν, ἐφ᾿ ἅπερ ἡ τῶν κατηγορουμένων ἀναφορά· ἀδύνατον γὰν ἑκάτσου οἰκείαν σημασίαν γνώριμον εἶναι μηδεμιᾶς αὐτῷ προλήψεως προυποκειμένης. τοῦτο δὲ ἡ ἐπιηραφὴ Κατηγορία, δηλωτικὴ οὖσα τῆς ἑκάστῳ συνημμένης οἰκείας σημασίας. ὅτι δὲ αὐτὰ τὰ γένη τὸν ἀριθμὸν δέκα, προϊὼν ὁ λόγος δηλώσει· ταύτῃ δὲ καὶ ὁ ἀριθμὸς ὁ τῶν κατηγοριῶν ὁ δὲ ἐπιγράφων Περὶ δέκα γενῶν οὐδὲ αὐτὸς ἀπεικότως, εἰ μόνον πρὸς ἐπὶ τὰ γένη ἀναφορὰν ποιοῖτο τὴν ἐπιγραφήν, ἀλλὰ μὴ ὅτι περὶ τῶν δέκα γενῶν νομίζοι.

Ἐ. Ἀλλ᾿ εἰ περὶ τῶν δέκα κατηγοριῶν ὁ λόγος, διὰ τί οὐκ ἀπὸ τὴν ἀρχὴν τῆς διδασκαλίας πεποίηται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων 5r καὶ παρωνύμων; ὅμοιος γάρ ἐστι τῷ ἄλλο μὲν δὲ ἕτερον.

A. Ἀλλ᾿ οὔτε περιττεύων οὔτε ἐπιλελησμένος τοῦ σκοποῦ περὶ ποιεῖται πρῶτον λόγον, ἀλλὰ τὰ ἀναγκαῖα πρὸς τὴν παράδοσια τῶν κατηγοριῶν προεκτίθεται, ἵνα μὴ διὰ μέσου ἐκδιδάσκων παρεκβάσεις ποιοῖ καὶ διακόπτοι τὸ συνεχές. ὥσπερ οὖν οἱ γεωμέτραι προεκτίθενται ὅρους καὶ ἀξιώματα καὶ αἰτήματα καὶ διαιρέσεις, ἃ χρήσιμά ἐστι προλαβόντα μαθεῖν εἰς σαφήνειαν τῶν θεωρημάτων, οὕτω καὶ ὁ Ἀριστοτέλης τὰ περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων καὶ πάντα ἑφεξῆς χρησιμώτατα πρὸς αὐτὴν τὴν τῶν κατηγοριῶν παράδοδιν, τινὰ δὲ καὶ μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπιδιδάσκων, ὧν τὸ τῷ τόπῳ χρὴ παριστάναι.

Ἐ. Τὸ μὲν χρήσιμον τῶν προλεγομένων εἰς τὴν παράδοσιν τῶν παραστήσεις, νῦν δὲ λέγε, τί βούλεται τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ εἴ τιvα ἄλλα ἐστὶ τῆς τοιαύτης συστοιχίας, τί βούλεται καὶ πόθεν καὶ τῶς ὑπέστη;

Ἀ. Φημὶ τοίνυν ὅτι παντὸς πράγματος ὄνομα καὶ ὁρισμὸν ἔχοντος, οἶον τοῦδε μὲν τοῦ πράγματος ὄνομα ἔχοντος ἄνθρωπος καὶ δηλουμένου δι᾿ αὐτοῦ, ἔδτιν αὐτοῦ καὶ ὁ ὁρισμός· λέγομεν γὰρ ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· δηλοῦται γὰρ ἕκαστον τῶν πραγμάτων καὶ δι ὀνόματος καὶ διὰ λόγου τοῦ ὁριστικοῦ παραστατικοῦ τῆς οὐσίας αὐτοῦ, ὡς ὅταν τὴν φωνὴν λέγωμεν τὸ ἴδιον ἀκοῆς· παντὸς οὖν πράγματος καὶ ὄνομα καὶ λόγον ὁριστικὸν ἔχοντος σχέσεις ἐν τοῖς πράγμασι τῶν τοιούτων λόγων πρὸς τὰ ὀνόματα γινονται τέσσαρες· τὰ γὰρ πράγματα ἢ καὶ τοῦ ὁνόματος καὶ τοῦ λόγου αὐτοῦ κοινωνεῖ, ἢ τοῦ μὲν ὀνόματος οὐ μέντοι τοῦ λόγου, ἢ τοῦ τοῦ δὲ ὀνόματος οὔ, ἢ οὔτε τοῦ λόγου οὔτε τοῦ ὀνόματος. καὶ ὅταν μὲν τοῦ αὐτοῦ ὀνόματος κοινωνῇ τὰ πράγματα τοῦ δὲ λόγου μηδαμῶς, ὁμώνυμα 5v καλεῖται, ὅταν δὲ καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος, προσαγορεύεται διὰ τὸ ὥσπερ σὺν τῷ ὀνόματι καὶ τὸν τὸv αὐτὸν. ὅταν δὲ τοῦ μὲν λόγου κοινωνῇ τοῦ αὐτοῦ τοῦ μή, πολυώνυμα ταῦτα καλεῖται, ἐπειδὰν δὲ μήτε τοῦ ὀνόματος μήτε τοῦ λόγου, ἑτερώνυμα καλεῖται. πέμπτος δέ ἐστι τρόπος, ὅταν τινὰ ἕτερα ὄντα ἀπὸ ἑτέρων γένηται μετέχοντά πως καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου, διαφέροντα δὲ τῷ μετασχηματισμῷ, ἃ καὶ καλεῖται παρώνυμα.

Ἐ. Ἆρα οὖν πάντων μέμνηται ὁ Ἀριστοτέλης;

Ἀ. Οὐδαμῶς.

Ἐ. Τίνων οὖν μέμνηται;

Ἀ. Ὁμωνύμων, συνωνύμων, παρωνύμων· οὔτε δὲ τῶν οὔτε δὲ τῶν ἑτερωνύμων μέμνηται.

Ἐ. Διὰ τί;

Ἀ. Ὅτι τούτων οὐκ ἔχρῃζεν εἰς τὰ ἑξῆς, ὧρ δὲ ἔχρῃζεν τούτων εμνημονευσεν.

Ἐ. Ἀπὸ τίνων οὖν ἤρξατο;

Ἀ. Ἀπὸ τῶν ὁμωνύμων.

Ἐ. Διὰ τί οὖν ἀπὸ τῶν ὁμωνύμων καὶ οὐκ ἀπὸ τῶν συνωνύμων, εἴπερ τὰ συνώνυμα καὶ ὀνόματος τοῦ αὐτοῦ κοινωνεῖ καὶ τοῦ λόγου, σαφέτερον τὸ κατ’ ἄμφω κοινωνοῦν καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τοῦ κατὰ μόνου του ονοματος κοινωνουντος;

Ἀ. Φημὶ ὅτι ἐπεὶ τὸ ἂν ὁμώνυμον δοκεῖ εἶναι τῷ κατηγορίαι ὁμωνύμως λέγονται κατηγορίαι καθ’ ὧν κατηγοροῦνται, διὰ τοῦτο πρῶτον περὶ τῶν ὁμωνύμων ποιεῖται τὸν λόγον.

Ἐ. Διὰ τί οὖν οὐ περὶ ὁμωνυμίας πρότερον ποιεῖται τὸν λόγον ἀλλὰ περὶ ὁμωνύμων, εἴπερ ὁμωνυμία μὲν φωνή, ὁμώνυμα δὲ τὰ πράγματα, δὲ αὐτὸν προηγουμένως περὶ φωνῶν ἐνίστασθαι τὴν πραγματείαν, οὐ μὴν περὶ τῶν πραγμάτων;

Ἀ. Ὅτι περὶ τὴν φωνὴν οὐ ποιεῖ ὁμωνυμίαν ό χαρακτὴρ τῆς τὰ δὲ πράγματα διάφορα εὑρεθέντα καὶ κατὰ μηδὲν ἀλλήλοις κατὰ μιᾶς καὶ τῆς αὐτῆς τυγχάνει λέξεως. πρὶν δὲ γνωσθῆναι ὅτι πλειόνων τέτακται τὰ πράγματα τοῦ αὐτοῦ λόγου μὴ κοινωνοῦντα, οὐδ᾿ ἂν εἴη ὁμωνυμία.

Ἐ. Τί οὖν τοῦτο ποιεῖ πρὸς τὸ μὴ ἀπὸ τῆς φωνῆς ἄρξασθαι, ἀλλ᾿ 6r ἀπὸ τῶν πραγμάτων;

Ἀ. Ὅτι οὐκ ἂν γνωσθείη ὅτι ὁμωνυμία ἐστὶν πράγματα γνωσθῆναι ὅτι ὁμώνυμά ἐστιν. ἀνάγκη τοίνυν τίνα ὁμώνυμά ἐστιν πράγματα, ἵνα καὶ ἡ ὁμωνυμία καὶ ἡ τοιαύτη λέξις γνωσθῇ.

Ἐ. Πῶς οὖν ὁ Ἀριστοτέλης ὁρίζεται τὰ ὁμώνυμα;

Ἀ. Ὁμώνυμα λέγεται, ὧν ὄνομα μόνον κοινόν, ὁ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος.

Ἐ. Ἀλλ εἰ μὴ μὴ ἐν μόνοις τοῖς ὀνόμασίν ἐστιν ἡ ὁμωνυμία ἀλλὰ καὶ ἐν ῤήμασα καὶ ἐν συνδέσμοις, ὥσπερ ἐπὶ τοῦ ἠνδραπόδισται· καὶ ἀνδραποδισάμενος ἄλλον ἠνδραπόδισται ἐκεῖνον καὶ ό ἀνδραποδισθεὶς ὑπὸ ἄλλου ἠνδραπόδισται· διὰ τί ὡς ἐν μόνοις τοῖς ὀνόμασιν οὔσης ἔφη ὧν ὄνομα μόνον κοινόν;

Ἀ. Ὅτι τὸ ὄνομα οὐ μόνον ἐπὶ τῶν ἰδίως ὀνομαστικὸν ἐχόντων τάττεται, ὧν προτίθεται τὰ ἄρθρα, ἀλλἀ ἐπὶ παντὸς μέρους διὰ τὸ καὶ ταῦτα, ὅταν ἐξετάζωνται εἰ ἔστιν ὁμώνυμα, μετὰ ἄρθρου αὐτῶν λέγεσθαι καὶ κλίνεσθαί γε ὡς τὰ μονόπτωτα· φαμὲν φαμὲν γὰρ ὅτι ῾τῷ ἀνδραποδίζεσθαι ὁμωνύμῳ ὄντι᾿ καὶ τὰ ἑξῆς. εἴληπται οὖν ὄνομα κοινῶς ἐπὶ παντὸς μέρους λόγου ταττόμενον.

Ἐ. Ἀλλὰ πὼς μὲν ἐλήφθη αὐτῷ τὸ ὄνομα, ἐξηγήσω· τὸ δὲ μόνον ποῖον ὑπακούειν δεῖ, ἆρα τὸ δηλοῦν τὸ ἕν, ὥσπερ φαμὲν ὅτι ῾μόνος ἐστὶν ὁ κόσμος᾿ ἀντὶ τοῦ ῾εἷς ἐστιν᾿, ἢ τὸ δηλοῦν τὴν πρὸς ἕτερον ἀντιδιαστολήν, ὅταν λέγωμεν ῾οὗτος χιτῶνα μόνον ἔχει᾿, ἔνθα δἐ οὐκ ἔχει᾿ ἢ τι τοιοῦτον;

Ἀ. Λέγω ὅτι τὸ κατὰ ἀντιδιαστολὴν τιθέμενον μόνον εἴληπται.

Ἐ. Πρὸς οὖν τινος ἀντιδιαστολὴν εἴρηται;

Ἀ. Πρὸς ὅρον φημί· ἐπεὶ γὰρ πᾶν πρᾶγμα καὶ ὄνομα ἔφαμεν καὶ ὁρισμόν, πρὸς ἀντιδιαστολὴν οὖν τοῦ ὁιρισμοῦ τὸ μόνον εἴληπται· τὰ ὁμώνυμα τὸ ὄνομα μὲν ἔχει κοινόν, οὐκ ἔτι δὲ τὸν λόγον τὸν ὁριστικόν. E. Τὸ κοινὸν πῶς εἴληπται; πρῶτον δὲ εἰπέ, ποσαχῶς λέγεται κοινόν;

Ἀ. Λέγω ὅτι πολλαχῶς· κοινὸν γὰρ ὡς ἄρτος καὶ οἶνος, εἰ εἶς εἴη τῶν διαιρούντων, καὶ τὰ χρήματα κοινὰ εἰς μέρη εἶναι διαιρετὰ τῶν ὄντων. λέγεται δὲ κοινὸν καὶ τὸ εἰς μέρη μὲν οὐ διαιρετόν, εἰς δὲ τῆν χρῆσιν ὑπὸ πολλῶν παραλαμβανόμενον ὡς ἵππος καὶ οἰκέτης κοινὸς πλείοσιν ἀδελφοῖς. λέγεται κοινὸν καὶ τὸ τινὸς γινόμενον καὶ μετὰ τὴν χρῆσιν ἀναπεμπόμενον εἰς τὸ κοινόν, οἷον δή τί ἐστι τὸ βαλανεῖον καὶ τὸ θέατρον. λέγεται δὲ κοινὸν τὸ ὅλον ἅμα εἰς χρῆσιν ἐρχόμενον πολλῶν ἀδιαιρέτως· οὕτως γὰρ διὰ τῆς τοῦ κήρυκος φωνῆς κοινὴ ἡ χρῆσις τοῖς ἐν τῷ θεάτρῳ μὴ διαιρουμένης τῆς εἰς ἐλάχιστα φωνῆς καθ᾿ ἕκαστον τῶν

Ἐ. Κατὰ ποῖον οὖν σημαινόμενον τὸ κοινὸν εἴληπται;

’A. Κατὰ τὸ τελευταῖον λέγω, καθ᾿ ὃ κοινὴ χρῆσις γίνεται ἅμα ταὐτοῦ ὅλου ἀδιαιρέτου μένοντος· ἡ γὰρ Αἴας φωνὴ κοινὴν ἔχει χρῆσιν καὶ ἐπὶ τοῦ Ὀϊλέως παιδὸς καὶ ἐπὶ τοῦ Τελαμῶνος ὅλη λαμβανομένη καὶ ἀδιαίρετος μένουσα ἐπ᾿ ἀμφοτέρων.

Ἐ. Ἀλλὰ πῶς μὲν εἴρηται ὁμώνυμα ὅτι ὧν ὄνομα μόνον κοινόν, ἅ δὲ έξῆς ἐπήγαγεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, 1 ὀνοματικὸν M 2. 6 μέρους Dp: μέρος M 3 ὁμώνυμα scripsi: ὁμωνυ M: p 5 τῷ] τὸ Mp ὄνομα M: om. ρ 7 αὐτῶ vel αὐτοῦ compend. M: αὐτὸ p 9 τὴν Zp: oblitter. M 10 ἔχει Zp: ἔχειν M 14 ὅρον] legendum ὅρου cf. v. 13 17 ante Τὸ κοινὸν add. μ (num. β΄) Μ 21 τῶν ὄντων] an καθ᾿ μετεχόντων? 23 καὶ (post ἵππος) Zp: oblitter. M 27 διὰ] corrigas καὶ vel aut eicias 28 τῆς εἰς ἐλάχιστα φωνῆς si eicere nolis, corrigas εἰς ἐλ. τῦς φωνῆς 29 σημαινόμενον Zp: σημαίνει M 30 κατὰ τὸ τελευταῖον interrogationem prioribus adnectunt M 2 p: corr. Felic. καθ᾿ ὃ correxit Diels: καθὸ Mp 31 ἀδιαιρέτου M: ἀδιαιρέτως p 32 ϊλέως M 35 κατοὔνομα P ἐξήγησαι ἡμῖν. καὶ πρῶτον διὰ τί προσέθηκεν, ὁ δὲ κατὰ τοὔνομα λόγος, ἀλλ᾿ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ λόγος ἕτερος;

Ἀ. Φημὶ ὅτι οὐδὲ ἄλλως γένοιτο ἄν ὁ ὅρος ὑγιής, εἰ μὴ κατὰ τοὔνομα ἀποδίδοιτο καὶ συζύγως ἔχων πρὸς τοὔνομα.

Ἐ. Εἰπὲ ἔτι ὃ λέγεις σαφέστερον.

Ἀ Προφθάσαντες εἰρήκαμεν ὅτι πᾶν πρᾶγμα ἢ διὰ ὀνομάτων σημαίνεται ἢ διὰ λόγου ὁριστικοῦ. δεῖ δὲ τὸν ὁριστικὸν λόγον σύζυγον εἶναι τῷ ὀνόματι καὶ ἐξηγητικὸν τοῦ πράγματος, καθὸ τῷδε κέχρηται τῷ ὀνόματι. οἶον ἥδε ἡ οὐσία, ἔστω δὲ ἄνθρωπος ὑποκείμενος, καλεῖται ἄνθρωπος, καὶ ἀθρόως μὲν οὕτως, καὶ ζῷον ἐπὶ κεφαλαίου ἔχει τοὔνομα τούτου· διὰ δὲ λόγου ἐσοδυναμοῦντος εἰς δήλωσιν τῷ ὀνόματι ἀποδοθείη ἂν τῷ ζῷον λογικὸν 7r γικὸν θνητόν. ἔστι δὲ ὁ ἄνθρωπος καὶ οὐσία ἔμψυχος αἰσθητική· ἀλλὰ καθὸ μὲν ἄνθρωπος καλεῖται σύζυγον ἔχων κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου λόγον, ζῷον λογικὸν θνητόν, καθὸ δὲ ζῷον, οὐσία ἔμψυχος αἰσθητική. ἂν τοίνυν ἄνθρωπον εἰπὼν τὴν ὑποκειμένην οὐσίαν καὶ δι᾿ ὀνόματος οὕτως αὐτὴν δηλώσας διὰ λόγου μηνῦσαι αὐτὴν θέλων εἴπης οὐσία ἔμψυχοςαἰσθητική, εἴρηκας μέν τι ἀληθές, οὐκέτι δὲ συζύγως τῷ ἄνθρωπος ὀνόματι ἀποδέδωκας τὸν λόγον, ἀλλὰ περιττῶς καὶ πεπλασμένως.

Ἐ. Τί οὖν ἐστιν ὃ φὴς περιττῶς καὶ πεπλασμένως;

Ἀ. Ὅτι οἱ ὅροι ἀντιστρέφειν ὀφείλουσι τοῖς ὀνόμασιν· ἔστι δὲ ἀντιστρέφειν τὸ ἐξισάζειν καὶ μὴ πλεονάζειν μήτε ἐλλείπειν, οἶον εἴ τίς ἐστιν ἄνθρωπος, ἐκεῖνος ζῷόν ἐστι λογικὸν θνητόν.

Ἐ. Ἀληθές, ἀλλὰ καὶ ἀντίστρεψον. καὶ ὅρα, εἰ ὁμοίως ἀληθὲς τὸ λεγόμενον.

Ἀ. Καὶ εἴ τί ἐστιν ζῷον λογικὸν θνητόν, τοῦτ᾿ ἔστιν ἄνθρωπος.

Ἐ. Ἀληθὲς καὶ τοῦτο.

Ἀ. Εἴ τί ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ἄνθρωπός ἐστιν.

Ἐ. Τοῦτο ψεῦδος· ἰδοὺ γὰρ ὁ βοῦς οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, καὶ οὐκ ἔστιν ἄνθρωπος. τί οὖν τὸ αἴτιον;

Ἀ. Ὅτι τὸ μὲν ζῷον θνητὸν κατὰ τοὔνομα ἀπεδόθη τὸ τοῦ ἀνθρώπου. 1 ante πρῶτον add. πάλιν Cp: om. AD: omissum an oblitteratum sit in exitu versus dispici iam non potest M 3 ἄλλως scripsi: ἄλλος Mp ὁ ὅρος Zp: τὸ ὅρος M 1: τὸ ὄρος Μ 2 4 ἀποδίδοιτο scripsi: ἀποδιδότω Μ: ἀπεδίδοτο Zp ἔχων Zp: ἔχον Μ 7 ὁριστικοῦ Dp et ὁριστικὸν p: ὁρικοῦ et ὁρικὸν Μ (cf. Simpl. f. 7 v 12) 7.8 ante τῷ ὀνόματι add πρὸς p: om. M 8 ὁνόματι Zp: oblitter. M 10 post ζῷον forsitan inseras δὲ· ὁ ἄνθρωπος γὰρ 11 τῷ (ante ζῷον) Zp: oblitt. M 12 ἐσθητική Μ 13 ἔχων scripsi: ἔχειν Μ: ἔχει p τὸ scripsi: τὸν Mp oblitt. M 12 ἐσθητική Μ 16 εἴπης Μ: εἴποις p 17 μέν τι Μ: μέντοι p συζύγως Μ:συζύγῳ p 21.22 τις 28 ἀντίστεψον prioribus continuavi: vicem post τοῦτο signif. M 2 p 29 ἐστιν (alterum) M: om. p 31 τί οὖν τὸ αἴτιον prioribus continuavi: vicem ante τί σιγνιφ. M 2 p 32 post ζῷον inseras λογικὸν διὸ καὶ ἀδιάφορον εἰπεῖν τὴν οὐσίαν ταύτην ἔστω δὲ ἄνθρωπος, τοῦτο ζῷον λογικὸν θνητόν ἐστιν, ἢ τοῦτο, ἄνθρωπός ἐστιν· ἰσοδυναμεῖ γὰρ τῷ ὀνόματι τῷ τοῦ ἀνθρώπου ὁ ὁριστικὸς λόγος τὸ ζῷον λογικὸν θνητόν. τὸ δὲ ἄνθρωπον εἰπόντα ὁριστικὸν αὐτοῦ λόγον ἐπάγειν οὐσία ἔμψυχος αἰσθητική οὐ κατὰ τοὔνομα τὸ ῥηθὲν τοῦ ἀνθρώπου ἐστὶν ἀπαδιδόντος τὸ ἄνθρωπος. πᾶς οὖν ὅρος εἰ μέλλοι ἀποδίδοσθαι ὑγιῶς, κατὰ τοὔνομα καὶ συζύγως τῷ ὀνόματι ἀποδίδοσθαι ὀφείλει. καὶ ὅτι τοῦτο ἐπὶ παντὸν ὅρου 7v δεῖ θεωρεῖσθαι, δηλοῖ καὶ ὁ τούτου συνώνυμος ὅρος καὶ αὐτὸς κατὰ τοὔνομα ἀποδίδοσθαι τὸν ὁριστικὸν λόγον ἀεὶ παραγγέλλων. ὅταν οὖν Αἴαντος καλουμένου τοῦ Τελαμῶνος παιδὸς καὶ τοῦ Ὀϊλέως θέλωμεν ἀποδοῦναι τὸν τοῦ Ὀϊλέως, ὅστις ἐστί, καὶ προσαγορεύσας αὐτὸν Αἴας λέγῃς ὅτι ῾ οὗτός ἐστιν Αἴας ὁ τοῦ ᾿ Οϊλέως παῖς Λοκρὸς ὢν τῷ γένει᾿ , θέλων δὲ τὸν τοῦ Τελαμῶνος λέγῃς ῾ οὗτος δέ ἐστιν ὁ Αἴας τοῦ Τελαμῶνος παῖς Σαλαμίνιος τῷ γένει᾿ , δῆλον μὲν ὅτι τῷ Αἴας ὀνόματι κοινῶς ἐπ᾿ αὐτῶν κέχρησαι (ἑκάτερος γὰρ Αἴας κ΄κληται), ἀποδιδοὺς δὲ ὑπογραφὴν τὴν παραπλησίαν ὅρῳ δῆλον ὡς ἄλλον μὲν ὁριστικὸν ἢ ὑπογραφικὸν ἀπέδωκας τοῦ Αἴαντος τοῦ Λοκροῦ, ἄλλον δὲ τοῦ Σαλαμινίου. καίτοι εἰ ἀνθρώπους ἀμφοτέρους ὠνόμασας, οὐκ ἂν καὶ ἄλλον αὐτοῖς ὅρον αὐτοῖς ὅρον ἀπέδωκας κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου, καθὸ ἀμφοτέρους ἀνθρώπους προσηγόρευσας, ἀπο διδοὺς τὸν ὅρον· ἀμφοτέρους γάρ, καθὸ ἄνθρωποί εἰσιν καὶ καλοῦνται κοινῷ ὀνόματι τῷ ἄνθρωπος, ἀποδιδοίης ἂν εἶναι ζῷα λογικὰ θνητά.

Ἐ. Ἀλλ᾿ ὅτι μὲν ἀναγκαίως πρόσκειται ὁ δὲ κατὰ τοὔνομα λόγος οὐκ ἐπὶ μόνου τοῦ τῶν ὁμωνύμων ὅρου, ἀλλ᾿ ὅτι οὐδὲ οἷόν τε ἄλλως ὅρον τινὸς ἀποδιδόναι ὁγιῶς μὴ κατὰ τοὔνομα τὴν ἀπόδοσιν ποιούμενον τοῦ ὀριστικοῦ λόγου, ὀρθῶς τοῦτο ἀπέδειξας· διὰ τί δὲ πρόσκειται τῷ λόγῳ ὁ λόγος τῆς οὐσίας, καὶ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος, δεῖξαι ὀφείλεις.

Ἀ. Ὅτι τοῦ λόγου πλεοναχῶν λεγομένου· ἔστιν γὰρ λόγος καὶ ψηφιστικός, ἔστι λόγος καὶ προφορικός, ἔστι λόγος καὶ ἐνδιάθετος, ἔστιν λόγος καὶ σπερματικός· καὶ πλειόνων ὄντων τῶν σημαινομένων ἐκ τοῦ λόγου διὰ τὸ 1 ante διὸ vicem signif. M 2 p post ταύτην requiritur velut εἴτε ἄνθρωπον εἴτε ζῷον λογικὸν θνητόν: unde nulla differentia est, sive substantiam hanc, quae est homo, animal retionale mortale esse, sive animal retionale mortale esse hominem dizerimus Felic. 3 ὁριστικὸς Cp: ὁρικὸς Μ (sed v. 9 ὁριστικὸν) 4 ὁριστικὸν P: ὁρικὸν Μ 6 μέλλοι M: μέλλει p ὑγιῶς Cp: ὑγειῶς Μ 7 συζύγως scripsi: σύζυγος Mp 9 παραγγέλων Μ ante ὅταν ὅταν vicem signif. M 2 p ὅτὰν Μ:ὅτι p 10.11 ϊλέως utrobique M 1 (corr. m 2) 10 θέλωμεν scripsi: θέλομεν Mp 11 αἴας Μ: αἴαντα p 11. 13 λέγῃς utrobique scripsi: λέγεις Mp 12 ϊλέως Μ θέλων P: θέλω Μ 13 οὖτος Μ: om. p 14 τῷ (ante Αἴας) Zp: τὸ Μ αὐτῶν scripsi: αὐτω (sic) M: αὐτῷ P 16 ὁριστικὸν p: ὁρικὸν Μ 17 τοῦ (post δὲ) Μ: οὔτε p 18 ὀνόμασας Μ αὐτοῖς Zp: —τοῖς oblitter. M 19 προσηγόρευσας Μ: προηγόρευσας Ρ 19. 20 ἀποδιδοὺς Μ: ἀποδοὺς p 20 ἀμφοτέρους Μ: ἀμφότεροι p καὶ Μ: om. p 21 ὀνόματι Zp: oblitter. M ἀπιδιδοίης ἂν p: ἀποδιδοίησαν Μ 22 Ἀλλ᾿ ὅτι sq. prioribus contin. M 2 p 23 τοῦ Μ: om. p 24 ὐγιῶς Cp: ὐγειῶς Μ 25 ἀπέδειξας Μ: ἀπέδκας p ὁμοίως πολλὰ παὶ διάφορα πράγματα χρῆσθαι τῷ τοῦ λόγυ ὀνόματι· λόγος δέ ἐστι καὶ κατ᾿ ἄλλο σημαινόμενον ὁ ὅρος, οὗτος δὲ ὁ λόγος ὁ ὁριστικός· τὸ ὅλον τοῦτο λέγεται λόγος τῆς οὐσίας, ἡ γὰρ προσθήκη τῆς οὐσίας διαστέλλει αὐτὸν ἀπὸ τῶν ἄλλων σημαινομέων τοῦ λόγου. ὥσπερ οὖν δραχμῆς οὔσης ἀργυρᾶς, οὔσης δὲ καὶ χρυσῆς καὶ ἄλλης χαλκῆς ὁ 8r ἁπλῶς εἰπὼν ῾δραχμὴν δός μοι᾿ ἄδηλόν τινα λέγει, ὁ δὲ προσθεὶς ῾δός μοι χρυσῆν δραχμήν᾿ διέστειλεν ἣν θέλει λαβεῖν ἀπὸ τῶν ἄλλων· οὕτως πλεοναχῶς λεγομένου τοῦ λόγου ὁ εἰπὼν λόγος ὁ τῆς οὐσίας τῇ προσθήκῃ τῆς οὐσίας ἐδήλωσεν τὸν ὁριστικὸν λόγον. ὁ οὖν κατὰ τοὔνομα ὁριστικὸς λόγος καὶ ὁ τῆς οὐσίας δηλωτικὸς δηλωτικὸς λόγος, ἕτερος εἶναι ὀφείλει καθ᾿ ἕκαστον τῶν ὁμωνύμων πραγμάτων.

Ἐ. Ἀλλ᾿ ἐπεὶ τὸν ἕκαστον τῶν ὁμωνύμων πραγμάτων. δεῖ δὲ καὶ παράδειγμα τούτων κομίσαι, ἆρά γε εἷς τρόπος ἐστὶ τῶν ὁμωνύμων, ἵνα καθ᾿ ἕνα τρόπον τοῦτον λαβόντες τὸ παράδειγμα αὐτάρκως αὐτῶν ἔχωμεν τὴν διδασκαλίαν, ἢ πλείους εἰσὶν ὁμωνύμων τρόποι;

Ἀ. Πλείους.

Ἐ. Τίνες οὗτοι;

Ἀ. Ὡς μὲν ἀνωτάτω εἰπεῖν δύο, ὧν ὁ μέν ἐστιν ἀπὸ τύχης, ὁ δὲ ἀπὸ διανοίας. διελόντι δὲ καὶ ἀπὸ διανοίας εἴς τε τὸν καθ᾿ ὁμοιότητα καὶ τὸν ἐκ τῆς ἀναλογίας καὶ τὸν ἀφ᾿ ἑνὸς καὶ πρὸς ἓν οἱ πάντες ἔσονται τρόποι.

Ἐ. Τίς οὖν ἐστιν ὁ ἀπὸ τύχης τρόπος;

Ἐ. Ἃ ὡς ἔτυχεν καὶ ἀνεπιστάτως διάφορα πράγματα τῆς αὐτῆς ἔτυχε προσηγορίας, ὥσπερ Ἀλέξανδρός τε ὁ Πριάμου καὶ Ἀλέξανδρος ὁ Φιλίππου που ὁ Μακεδόνων βασιλεύσας. ταῦτα γὰρ κατὰ τύχην ὁμώνυμα εἶναι λέγεται, οἱ δὲ ἄλλοι ἀπὸ διανοίας εἶεν ἂν ἠρτημένοι, ὅτι ὅ τε καθ᾿ ὁμοίωσιν συνιστάμενος τρόπος τῆς ὁμωνυμίας, ὅταν φέρε ἄνθρωπόν τε προσαγορεύσω τὸ ζῷον λογικὸν θνητὸν καὶ εἰκόνα εἰκόνα ἀνθρώπου, ὅταν ἰδὼν λέγω ὅτι ῾ἄνθρωπος τοῦτο᾿, δηλονότι οὐχ ὡς ἔτυχεν καὶ τὸ ἐν τῇ εἰκόνι γράμμα καλῶ ἄνθρωπον, ἀλλ᾿ ὅτι ὁμοίωμά ἐστι τοῦ ζῶντος ἀνθρώπου· ἀπὸ διανοίας οὖν ἄνθρωπόν τε τὸν ζῶντα καὶ τὸν ἀνδριάντα ἢ τὴν εἰκόνα καλῶ ἄνθρωπον. πάλιν ὅταν ἀρχὴν ἀριθμῶν καλέσω τὴν μονάδα, ἀρχὴν δὲ γραμμῆς τὴν στιγμήν, ἀρχὴν δὲ ποταμῶν τὴν πηγήν, ἀρχὴν δὲ τοῦ ζῴου τὴν καρδίαν, τὸ τῆς ἀρχῆς ὄνομα ἐπὶ ὁμωνύμων ταττόμενον ἐκ διανοίας ἂν εἴην κατὰ 8v ἀναλογίαν πᾶσι τούτοις κοινὸν τοῦτο θέμενος ὄνομα· ὠς γὰρ ἔχει ἐν ἀριθμοῖς ἡ μονάς, οὕτως ἔχει ἐν γραμμαῖς μὲν ἡ στιγμή, ἐν ποταμοῖς δὲ ἡ πηγή, ἐν ζῴοις δὲ ἡ καρδία. ὁ δὲ τοιοῦτος λόγος τῆς δείξεως κατὰ ἀνα- 1 πράγματα Μ: om. p 5 οὖν M: om. p δραχμῆς p: δραγμῆς M (ubique) 7 διέστειλεν M: διέστηλεν p 10 ὅστις Zp: ὅσ— oblitter. M 14 ​ἔχωμεν p: ἔχομεν M 19 διελόντι—ἀπὸ διανοίας Μ: om.p 20 ἓν Μ:ὂν p 22 αὐτῆς Zp: oblitter. M 25 ὅ τε Μ: ὅ γε ρ 26 προσαγορεύσω Μ: προσαγορεύω p 27 ἰδὼν Zp: εἰδὼν Μ 28 δηλονότι Μ: δῆλον τὸ p 31 ἀρχὴν (prius) om. M 1 (suppl. m2) 33 τῆς Zp: oblitter. M ἂν εἴην scripsi: ἂν εἴης Zp: oblitter. M 36 δείξεως Μ: ἀποδείξεως p λογίαν λέγεται παρὰ τοῖς γεωμέτραις. καὶ διὰ τοῦτο τὸ τῆς ἀρχῆς ὄνομα εἴληπται ἐν τοῖς κατὰ ἀναλογίαν ὁμωνύμοις. τρίτος δέ ἐστι τρόπος τῶν ἀπὸ διανοίας τὸ ἀπό τινος ἑνὸς κοινὴν διαφόροις πράγμασι προσηγορίαν γενέσθαι· οἷον μιᾶς οὔσης τῆς ἰατρικῆς ἀπὸ ταύτης κεκλήκαμεν τό τε ἰατρικὸν τό τε φάρμακον καὶ τὸ σμιλίον, ἀλλ᾿ ἰατρικὸν μὲν τὸ βιβλίον, ὅτι ἰατρικῶν μαθημάτων ἀναγραφὴ ἔχει, τὸ δὲ σμιλίον ὅτι πρὸς τομὰς τὰς κατὰ ἰατρικήν ἐστιν ὄργανον, ἰατρικὸν δὲ τὸ ὅτι πρὸς τὰς ἰάσεις ἐστὶν χρήσιμον τῷ ἰατρῷ. ὥστε τοὔνομα, ὁ δὲ κατὰ τοὔνομα λόγος καθ᾿ ἕκαστον <τῶν> κοινῶς προσαγορευομένων ἕτερος. ἀπὸ μιᾶς δὲ τῆς ἰατρικῆς ἐκλήθη ταῦτα ἰατρικὰ θέντων ἀπὸ τύχης ἀλλὰ ἀπὸ διανοίας πᾶσι τούτοις ὀνόματα τῶν οὕτως ταῦτα. τέταρτος δὲ ἀπὸ διανοίας, ὅταν διάφορά τινα πρὸς τέλος ἀπ᾿ ἐκείνου τῆς κοινῆς προσηγορίας τύχῃ, ὥσπερ ὑγείας ἣν τέλος ποιεῖται ό ὑγιαζόμενος, ἀπὸ ταύτης τό τε σιτίον λέγεται ὑγιεινὸν καὶ ὁ περίπατος ὑγιεινὸς καὶ τὸ ἀνάγνωσμα ὑγιεινόν. τοῦτον δὲ τὸν οἱ μὲν συνῆψαν τῷ ἀφ᾿ ἑνὸς τὸ ὅλον τοῦτο καλέσαντες ἀφ᾿ ἕν, οἱ δὲ οὐδὲ τοῖς ὁμωνύμοις κατηρίθμουν, ἀλλ᾿ οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ᾿ ἐν μέσῳ ἐτίθεσαν τῶν ὁμωνύμων τε καὶ συνωνύμων διὰ λόγου μετοχῇ τοῦ αὐτοῦ ἰατρικὰ καλεῖσθαι κοινῶς τὰ διάφορα πράγματα ὑγείας τε περιποιήσει τῆς αὐτῆς ὑγιεινὰ καλεῖσθαι τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα.

’E. Ὁ δὲ Ἀριστοτέλης ποίῳ κέχρηται τρόπῳ τῶν ὁμωνύμων;

Ἀ. Τῷ ἀπὸ τῆς ὁμοιότητος εἰπὼν ζῷον τόν τε ἄνθρωπον γεγραμμένον, ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, 9r <ἴδιον ἑκατέρου λόγον> ἀποδώσει· τὸν δὲ κατὰ τοὔνομα ἄλλον ἄλλῳ ἀποδώσει, τὸν μὲν ἄνθρωπον ζῷον εἶναι, ὅτι οὐσία ἔμψυχος αἰσθητική, τὸ δὲ γεγραμμένον ζῷον εἶναι, ὅτι ὁμοίωμά ἐστιν οὐσίας ἐμψύχου αἰσθητικῆς.

’E. Ἐπειδὴ ἕνα τρόπον ὁμωνύμων εἴρηκας τὸν κατὰ ἀναλογίαν, καὶ κατὰ μεταφορὰν ὁμώνυμά τε ἂν εἴη καὶ ὑπαχθείη τῷ τρόπῳ, ἢ ἕτερός ἐστί τις τρόπος ὁ κατὰ μεταφορὰν καὶ ἕτερος ὁ ἀναλογίαν; καὶ εἰ δεῖ ἐν τῷ κατὰ ἀναλογίαν τάττειν τὸν κατὰ μεταφορὰν ἢ καθ᾿ αὐτὸν ἄλλον τρόπον ἡγεῖσθαι ὁμωνύμων κατὰ ἀναλγίαν;

Ἀ. Ἐσφάλησαν μὲν πολλοί, ὧν καὶ ὁ Ἀττικός, 6 ἀναγραφὴν Zp: ἀνα— oblitter. M 7 τὰς M: om. p 9 τῶν addidi 10 θέντων τ scripsi: τεθέντων Mp 11 ὀνόμα M: ὀνομάτων p 13 ὑγείας Zp: ὑγ– oblitter. Μ 14 ὑγειαζόμενος Μ τό τε Zp: oblitter. Μ 15 ἀνάγνωσμα AD: ἀνάγνωμα Cp: —γνωσ— oblitter. M 17 οὐδὲ ἐν τοῖς Simpl.: οὐδὲ ἐν τοῖς oblitter.) Μ: οὐδὲν AD: οὐδὲ τοῖς Cp 23 τῷ Zp: τὸ M εἰπὼν scripsi: εἰπεῖν Mp 24 γάρ τις ἀπιδιδῷ colloc. Aristot. ante ἑκατέρῳ add. αὐτῶν Aristot. τὸ Αristot.: τῷ Mp 25 ἴδιον ἑκατέρου λόγον ex Aristotele inserui τὸν Zp: oblitter. Μ δὲ] an δὴ? κατὰ τοὔνομα Ζρ: κατοὔνομα Μ 26 τὸν M: τὸ p ἐστὶον M: οm. Ρ 28 ἐμψύχου οὐσίας colloc p 29 ἐπειδὴ Μ: ἐπεὶ δὲ p ὁμωνύμων Μ: ὁμώνυμον p 31 om. p 32. 33 καὶ—ἀναλογίαν om. Felic, nescio an recte ὁμωνύμων τὸν κατὰ μεταφορὰν καὶ κατὰ ἀναλογίαν καὶ συγχέας τὸν κατὰ μεταφορὰν τῷ κατὰ ἀναλογίαν.

Ἐ. Σαφῶν οὖν ἡμῖν εἰπέ, τί βούλει λέγειν.

Ἀ. Φαμὶ τοίνυν κατὰ μεταφοράν ἐστιν, ὅταν μέν τι πρᾶγμα ἔχῃ ἴδιον ὄνομα, ἄλλως δὲ καταχρήσηταί τις ἐπ᾿ αὐτοῦ ἄλλῳ ὀνόματι μεταφέρων καὶ τούτῳ χρώμενος ὡς κειμένῳ ἐπ᾿ αὐτοῦ· ἐνταῦθα οὐκ ἂν εἴη ὁμωνυμία τις· ὅταν δὲ μὴ ἔχῃ ἄλλο ἀλλὰ τοῦτο, τότε γίνεται γίνεται ὁμωνυμία. οἷον ὀρῶν τὰ κάτω μέρη καλεῖται ὑπώρεια·

ἀλλ᾿ ἔθ᾿ ὑπωρείας ἔναιον πολυπιδάκου Ἴδης. ταύτας τὰς ὑπωρείας ὄνομα οὔσας τῶν κάτω μερῶν τοῦ ὄρουςοἱ ποιηταὶ πολλάκις προσεῖπον πόδας·

πάντες δ᾿ ἐσείοντο πόδες πολυπιδάκου Ἴδησ. ἔστι δὲ καὶ κλίνης τὰ βαστάζοντα τὸ ὅλον κοῖτος πόδες καλούμενα, ἀλλὰ καὶ τραπέζης πόδες καὶ νηός· αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων. ἐπὶ τούτων πόδα μὲν νηὸς καὶ πόδας Ἴδης οὐκ ἄν εἴποι τις ὀμωνύμως εἰρῆσθαι· ἔχει γὰρ ἡ μὲν ναῦς προσαγορευόμενον τὸ <εὐθῦν> τὴν ναῦν ἰδίως πηδάλιον. ἀλλ᾿ οὐδὲ τοῦ ὄρους τὰ κάτω πόδας ἂν εἴποιμι ὁμωνύμως λέγεσθαι· ἔχει γὰρ ὄνομα ὑπωρείας. ἐπὶ δὲ τῆς τραπέζης καὶ τῆς κλίνης οὐκ ἔτι ἂν εἴποιμι μεταφορὰν ἀλλ᾿ ὁμωνυμίαν· τοῦτο γὰρ ὄνομα ἔχει τῆς κλίνης τὸ βαστάζον τὸ ὅλον κοῖτος καὶ τῆς τραπέζης κατὰ ἀναλογίαν τῶν 9 v τοῦ ζῴου ποδῶν. οὗ χάριν ὧν ὄνομα μόνον κοινὸν δεῖν εἴρηται εἶναι ἐπὶ τῶν ὁμωνύμων, ὄνομα δὲ ἐπὶ κλίνης καὶ τραπέζης οἱ πόδες τὰ τοιάδε μέρη, ἐπὶ δὲ ὄρους καὶ νηὸς ὀνόματα μὲν ὐπώρεια καὶ πἦδάλιον, ἄλλως δὲ μετενήνεκται ἡ τῶν ποδῶν προσηγορία ἐπ᾿ αὐτῶν· κατὰ μεταφορὰν ἂν εἴη ταῦτα λεγόγενα, ὁμωνύμως δὲ οὔ. οὐδὲ γὰρ καθ᾿ ὁμοίωσιν εἴποις ἂν εἶναι ὁμώνυμα· ποίαν γὰρ ἔχειν ὁμοιότητα πρὸς ζῴου πόδας ὑπώρειαν; ἀλλὰ μετενηνεγμένως λέγεται ἡ ὑπώρεια πούς, ὀμωνύμως δὲ οὐ λέγεται, εἰ μή τι τῷ ὅρῳ προσέχοι τῶν ὁμωνύμων, ὅτι ἥ τε ἡπώρεια λέγεται ποὺς καὶ ἀνθρώπου πούς, καὶ τὸ μὲν ὄνομα κοινὸν τὸ τοῦ ποδός, ὀ δὲ λόγος ἕτεπος, κοινῶς τοῦ ὀνόματος καὶ ἐπὶ τῆς μεταφορᾶς ταττομένου. διὸ τούτου ζητῆσαι ἄξιον.

’E. Ἀλλὰ πῶς μὲv ὡρίσατο ὁ Ἀριστοτέλης καὶ τίνες οἱ τρόποι τῶν ὁμωνύμων, αὐτάρκως παρέστησας· μεταβατέον δέ σοι καὶ καὶ ἀποδότεον τὸν Ἀριστοτέλους ὅρον.

Περὶ συνωνύμων]

’A. Συνώνυμα λέγεται ὧρ τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα τῆς οὐσίας λόγος ὁ αὐτός, οἷον ζῷον <ὅ ὁ βοῦς>. ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον, καὶ ὁ λόγος δὲ ὁ Ὀ αὐτός· ἐὰν γὰρ ἑκάστου λόγον τί ἐστιν αὐτῶν τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν 'ποδώσει λόγον.

’E. Ἐξήγησαι οὖν τὸν ὅρον.

’A.…

’…

The complete text is available when the reading interface loads.