De philosophia ex oraculis
- Authority group
- Porphyry (catalogue association; authorship remains anonymous)
- Edition reference
- De philosophia ex oraculis, ed. G. Wolff, Porphyrii de philosophia ex oraculis haurienda, Berlin: Springer, 1856 (repr. Hildesheim: Olms, 1962): 109–185.
- CTS identifier
urn:cts:greekLit:tlg2034.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
109
{ΠΕΡΙ ΤΗΣ ΕΚ ΛΟΓΙΩΝ ΦΙΛΟΣΟΦΙΑΣ.}
Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου
βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυόμενος, οἷς δὴ καὶ μεταδώ-
σεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγὼ τοὺς θεοὺς μαρτύρομαι, ὡς
οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ
μή που λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέστερον μεταβέ-
βληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν
πρόθεσιν συντεινόντων διέγραψα, ὥστε τὸν νοῦν ἀκραιφνῆ τῶν
ῥηθέντων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον
ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην. ἕξει δὲ ἡ παροῦσα
110
συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσοφίαν δογμάτων ἀναγραφήν,
ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν· ἐπ' ὀλίγον δὲ καὶ τῆς χρηστικῆς
ἁψόμεθα πραγματείας, ἥ τις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ πρὸς
τὴν ὅλην κάθαρσιν τοῦ βίου. ἣν δ' ἔχει ὠφέλειαν ἡ συναγωγὴ μά-
λιστα εἴσονται, ὅσοιπερ τὴν ἀλήθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς
ἐκ θεῶν ἐπιφανείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν
τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν.
Σὺ δ', εἴπερ τι, καὶ ταῦτα πειρῶ μὴ δημοσιεύειν, μηδ' ἄχρι καὶ
τῶν βεβήλων ῥίπτειν αὐτὰ δόξης ἕνεκα ἢ κέρδους ἤ τινος ἄλλης
οὐκ εὐαγοῦς κολακείας. κίνδυνος γὰρ οὐ σοὶ μόνον τὰς ἐντολὰς
παραβαίνοντι ταύτας ἀλλὰ κἀμοὶ ῥᾳδίως πιστεύσαντι τῷ στέγειν
παρ' ἑαυτῷ μὴ δυναμένῳ τὰς εὐποιίας. δοτέον δὴ τοῖς τὸν βίον ἐν-
στησαμένοις πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν.
Ταῦτά μοι ὡς ἀρρήτων ἀρρητότατα κρύπτειν· οὐδὲ γὰρ οἱ θεοὶ
φανερῶς περὶ αὐτῶν ἐθέσπισαν, ἀλλὰ δι' αἰνιγμάτων.
111
Ἀκολούθως μετὰ τὰ ῥηθέντα περὶ
εὐσεβείας, ἃ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν ἄν,
ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν.
Ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος, ἅμα καὶ διαίρεσιν τῆς τῶν
θεῶν περιέχων τάξεως·
112
Ἐργάζευ, φίλε, τήνδε θεόσδοτον ἐς τρίβον ἐλθών,
μηδ' ἐπιλήθεο τῶν μακάρων, θυσίας <ἐναγίζων>
πῆ μὲν ἐπιχθονίοις, πῆ δ' οὐρανίοις, ποτὲ δ' αἴθρης
αὐτοῖσιν βασιλεῦσι καὶ ἠέρος ὑγροπόροιο,
ἠδὲ θαλασσαίοις καὶ ὑποχθονίοισιν ἅπασι·
113
πάντα γὰρ ἐνδέδεται φύσεως μεστώμασι τῶνδε.
ζῴων δ' ὡς θέμις ἐστὶ τελευτῆσαι καθαγισμοὺς
ἀείσω—δέλτοις δὲ χαράσσετε χρησμὸν ἐμεῖο—
114
τοῖς μὲν ἐπιχθονίοις, τοῖς δ' οὐρανίοισι θεοῖσι.
φαιδρὰ μὲν οὐρανίοις, χθονίοις δ' ἐναλίγκια χροιῇ.
τῶν χθονίων διάειρε τριχῇ θυσίας <ἐναγίζων>,
νερτερίων κατάθαπτε, καὶ εἰς βόθρον <αἵματ'> ἴαλλε.
115
χεῦε μέλι Νύμφαισι Διωνύσοιό τε δῶρα.
ὅσσοι δ' ἀμφὶς γῆν πωτώμενοι αἰὲν ἔασι,
116
τοῖς δὲ, φόνου πλήσας πάντη πυριπληθέα βωμόν,
ἐν πυρὶ βάλλε δέμας θύσας ζῴοιο πετεινοῦ,
καὶ μέλι φυράσας Δηωίῳ ἀλφίτῳ ἔνθευ
ἀτμούς τε λιβάνοιο, καὶ οὐλοχύτας ἐπίβαλλε.
εὖτε δ' ἐπὶ ψαμάθοισιν ἴῃς, γλαυκὴν ἅλα χεύας
κὰκ κεφαλῆς θυσίαζε, καὶ εἰς βαθὺ κῦμα θαλάσσης
ζῷον ὅλον προΐαλλε. τελευτήσας τάδε πάντα
117
ἐς πλατὺν ἠερίων χορὸν ἔρχεο οὐρανιώνων.
ἀστραίοις δἤπειτα καὶ αἰθερίοις ἐπὶ πᾶσιν
αἷμα μὲν ἐκ λαιμῶν κρουνώμασιν ἀμφὶ θυηλὰς
λιμνάζειν, τὰ δὲ γυῖα θεοῖς ἐν δαιτὶ πονεῖσθαι.
ἄκρα μὲν Ἡφαίστῳ δόμεναι, τὰ δὲ λοιπὰ πάσασθαι,
ἀτμοῖσιν λαροῖσιν ἐνιπλήσαντες ἅπαντα
ἠέρα ῥευσταλέον· ἐπὶ δ' εὐχὰς πέμπετε τοῖσδε.
118
Αἱ δὲ θυσίαι ἔχουσι τὸν τρόπον τοῦτον κατὰ τὴν προρρηθεῖσαν
διαίρεσιν τῶν θεῶν ἐκδιδόμενα. ὄντων γὰρ ὑποχθονίων καὶ ἐπιχθο-
νίων θεῶν, καὶ τῶν μὲν ὑποχθονίων καὶ νερτερίων καλουμένων, τῶν
δ' ἐπιχθονίων καὶ χθονίων κληθέντων θεῶν, κοινῶς μὲν τούτοις
ἱερεῖα τετράποδα μέλανα θύειν παρακελεύεται. περὶ δὲ τὸν τρόπον
τῆς θυσίας ἐξαλλάττει. τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βω-
μῶν, τοῖς δ' ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται, καὶ μέντοι
καὶ θάπτειν τούτοις θύσαντας τὰ σώματα. ὅτι γὰρ κοινὰ τούτων
καὶ τὰ τετράποδα, αὐτὸς ἐρωτηθεὶς ἐπήγαγε.
119
ξυνὰ πέλει χθονίων καὶ ὑποχθονίων τάδε μούνων,
τετράποδα· χθονίοις ἀρνῶν νεοπηγέα γυῖα.
τοῖς δὲ ἀερίοις πτηνὰ θύειν παρακελεύεται ὁλοκαυτοῦντας, καὶ τὸ
αἷμα ἐπὶ τῶν βωμῶν περιάγοντας· τοῖς δὲ θαλασσίοις πτηνὰ μέν,
ζῶντα δὲ ἀφιέναι εἰς τὰ κύματα, μέλανα τὴν χρόαν ὄντα. φησὶ γάρ
τοῖς δ' <ἑτέροις> τὰ πετεινά, θαλασσαίοις δὲ κελαινά,
120
πᾶσι μὲν λέγων τοῖς θεοῖς πλὴν τῶν χθονίων τὰ πετεινά· μόνοις δὲ
τοῖς θαλασσίοις τὰ κελαινά· οὐκοῦν τοῖς ἄλλοις λευκά. τοῖς δ' οὐρα-
νίοις καὶ αἰθερίοις τὰ ἄκρα τῶν ἱερείων λευκῶν ὄντων ἀφιεροῦν, τὰ
δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον σοι, ἐκ δὲ τῶν
ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους ἐν-
ταῦθα ἀστραίους.
Ἆρ' οὖν δεήσει ἐξηγήσασθαι τῶν θυσιῶν τὰ σύμβολα τῷ εὐσυ-
νέτῳ δῆλα; τετράποδα μὲν γὰρ τοῖς χθονίοις καὶ χερσαῖα· τῷ γὰρ
ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δή-
μητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν
μεθ' ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ ἡ γῆ φύσει σκοτεινή.
τρία δέ· τοῦ γὰρ σωματικοῦ καὶ γεώδους τὰ τρία σύμβολον. τοῖς
121
μὲν οὖν ἐπιχθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι· ἐπὶ γὰρ τῆς γῆς ἀνα-
στρέφονται οὗτοι. τοῖς δ' ἐπιχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα δια-
τρίβουσι. τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ
ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεῖα πρό-
σφορα· τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως
ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφό-
τερα, ἅπερ ἐστὶν ἄκρα· <οὓς> κοινωνεῖν τῆς θυσίας δεῖ. δοτῆρες
γὰρ οὗτοι ἀγαθῶν· οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.
122
Οὐδὲν ἐν ἀθανάτοισι θεοῖς ποτε δῖα μάταιον
οὐδ' ἀκράαντον ἔλεξε σοφοῖς Ἑκάτη θεοφήταις·
ἀλλ' ἀπὸ παγκρα<τερ>οῖο νόου πατρόθεν κατιοῦσα
αἰὲν ἀληθείῃ σελαγίζεται, ἀμφὶ δὲ μῆτις
ἔμπεδος ἀρρήκτοισι μένει λογίοισι βεβαία.
δεσμῷ δ' οὖν κλήιζε· θεὴν γὰρ ἄγεις με τοσήνδε,
ὅσση ψυχῶσαι πανυπέρτατον ἤρκεσα κόσμον.
Καὶ μήποτε διὰ τοῦτο τρίμορφος τριμερής τε καὶ ἡ ψυχή. Ταύτης
123
δὲ τὸ μὲν θυμοειδές, τὸ δὲ ἐπιθυμητικόν· ὅθεν καὶ πρὸς τὰ ἐρωτικὰ
καλεῖται.
Καὶ μὴν ὅ τι ἑκάστῳ ἐπιτέτακται, αὐτοὶ δεδηλώκασιν, ὥσπερ
ὁ Διδυμαῖος διὰ τούτων· —ἦν δ' ἡ πεῦσις, εἰ δεῖ ὀμόσαι τῷ ἐπαγα-
γόντι τὸν ὅρκον—
Μητέρι μὲν μακάρων μέλεται Τιτηνίδι Ῥείῃ
αὐλοὶ καὶ τυπάνων πάταγοι καὶ θῆλυς ὅμιλος·
124
Παλλάδι δ' εὐπήληκι μόθοι καὶ δῆρις Ἐνυοῦς,
καὶ βαλίαις σκυλάκεσσι βαθυσκοπέλους ἀνὰ πρῶνας
θῆρας ὀρειονόμους ἐλάαν Λητωίδι κούρῃ·
Ἥρῃ δ' εὐκελάδῳ μαλακὴ χύσις ἠέρος ὑγρῆς·
λήια δ' εὐαλδῆ κομέειν σταχυητρόφα Δηοῖ·
Ἴσιδι δ' αὖ Φαρίῃ, γονίμοις παρὰ χεύμασι Νείλου,
μαστεύειν οἴστροισιν ἑὸν πόσιν ἁβρὸν Ὄσιριν.
125
Ὦ μέγα πᾶ<σιν> χάρμα βροτοῖσιν
126
ἀπὸ σῶν ἱερῶν ματέρος ἁγνᾶς
προθορὼν τοκετῶν.
Οἷς ἐπιλέγει· Ἀλλ' ὅτε Λατὼ
ὠδὶς ἱερὰ λά<ζετο> πᾶσαν,
ὀροθυνομένων διδύμων τοκετῶν
ἔνδ<οθι> σηκῶν, ἵστατο μὲν <γᾶ>,
ἵστατο δ' ἀήρ, πάγνυτο νᾶσος,
πάγνυτο κῦμα·
ἀνὰ δ' ἐξέθορες μάντι Λυκωρεῦ,
τοξότα Φοῖβε,
κατὰ χρησμολάλων, βασιλεῦ, τριπόδων.
127
Καὶ ὁ Ἀσκληπιὸς πάλιν περὶ ἑαυτοῦ·
Τρίκκης ἐξ ἱερῆς ἥκω θεὸς, ὅν ποτε μήτηρ
Φοίβῳ ὑπευνηθεῖσα κυεῖ σοφίης βασιλῆα,
ἴδριν ἰητορίης Ἀσκληπιόν· ἀλλὰ τί πεύθῃ;
Ὁ δ' Ἑρμῆς φησι·
Ὃς δ' ἐγώ, ὃν καλέεις, Ζηνὸς καὶ Μαιάδος υἱός,
Ἑρ<μείας> προβέβηκα, λιπὼν ἀστραῖον ἄνακτα.
128
Ἤδη δὲ <καὶ ἐν ἄλλοις οἱ μὲν θεράποντές τινων ἀνε-
δείχθησαν>, ὡς ὁ Πὰν τοῦ Διονύσου. δεδήλωκε δὲ τοῦτο ὁ ἐν
Βραγχίδαις Ἀπόλλων διὰ τούτων. Ἐννέα γὰρ εὑρέθησαν ἀποθα-
νόντες· πυνθανομένων οὖν τῶν τὸν ἀγρὸν οἰκούντων τὴν αἰτίαν,
ἔχρησεν ὁ θεός·
129
Χρυσόκερως βλοσυροῖο <Διωνύ>σου θεράπων Πάν,
βαίνων ὑλήεντα κατ' οὔρεα, χειρὶ κραταιῇ
ῥάβδον ἔχων, ἑτέρῃ δὲ λιγὺ πνείουσαν ἔμαρπτε
σύριγγα γλαφυρήν, Νύμφῃσι δὲ θυμὸν ἔθελγεν·
ὀξὺ δὲ συρίξας μέλος ἀνέρας ἐπτοίησεν
ὑλοτόμους πάντας, θάμβος δ' ἔχεν εἰσορόωντας
δαίμονος ὀρνυμένου κρυερὸν δέμας οἰστρήεντος.
Καί νύ κε πάντας ἔμαρψε τέλος κρυεροῦ θανάτοιο,
εἰ μή οἱ κότον αἰνὸν ἐνὶ στήθεσσιν ἔχουσα
Ἄρτεμις ἀγροτέρη παῦσεν μένεος κρατεροῖο,
ἣν καὶ χρὴ λίσσεσθ', ἵνα σοι γίγνητ' ἐπαρωγός.
Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασι
καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ οἷστισι χαίρουσι καὶ κρατοῦν-
ται ὑπηγόρευσαν, καὶ μὴν καὶ τίσιν ἀναγκάζονται, τίνα δὲ δεῖ θύ-
ειν, καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι, τὸ σχῆμα τῶν ἀγαλμάτων
ποταπὸν δεῖ ποιεῖν, αὐτοί τε ποίοις σχήμασι φαίνονται ἔν τε ποίοις
διατρίβουσι τόποις. καὶ ὅλως ἓν οὐδέν ἐστιν, ὃ μὴ παρ' αὐτῶν μα-
130
θόντες οἱ ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ' ὄντων, ἃ
τούτων ἐστὶ παραστατικά, ὀλίγα ἐκ τῶν πολλῶν παραθήσομεν, ἵνα
μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν.
Ἀλλὰ τέλει ξόανον, κεκαθαρμένον ὥς σε διδάξω.
πηγάνου ἐξ ἀγρ<ίου δέσ>μας ποίει, ἠδ' ἐπικόσμει
ζῴοισιν λεπτοῖσι, κατοικιδίοις <κα>λαβώταις.
σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας
σὺν κείνοις ζῴοις, καὶ ὑπαιθριάσας ὑπὸ μήνην
131
αὔξουσαν, τέλει αὐτὸς ἐπευχόμενος τήνδ' εὐχήν.
εἶτ' ἐξέδωκεν εὐχήν, ἐδίδαξέ τε, πόσους ληπτέον <ἀσ>καλαβώτας·
ὅσσαι μορφαί μοι, τόσσοις ζῴοις σε κελεύω
καὶ σφόδρα ταῦτα τε<λεῖν>· δάφνης δέ μοι αὐτογενέθλου
οἴκου ἐμοῦ χώρημα ποιεῖν. καὶ ἀγάλματι πολλὸν
κείνῳ ἐπευχόμενος δι' ὕπνων ἐμὲ <δῖαν> ἀθρήσεις.
Λέγει Σάραπις, ἰδὼν τὸν Πᾶνα,
περὶ ἑαυτοῦ·
Φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή·
ἦλθε γάρ, ἠντιβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο
κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον,
βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις
ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ' ἱεροῖο γενείου.
132
Καὶ τὸ εἶδος δὲ ἑαυτῶν ὑπογράφουσι τοῦ σχήματος, ὥσπερ ὁ
Πὰν καὶ αὐτὸς ἐν χρησμοῖς περὶ ἑαυτοῦ τάδε λέγει διδάσκων·
εὔχομαι βροτὸς γεγὼς
Πανὶ σύμφ<υτος> θεῷ,
δισσοκέρατι, δισσόποδι,
† τραγοσκελεῖ, τρυφῶντι.
133
Καὶ ἡ Ἑκάτη δὲ περὶ ἑαυτῆς οὕτω φησί·
Ἤδη μοι σύγε πάντα ποίει· ξο<άνῳ δ' ἄρ'> ἐν αὐτῷ
μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου,
εἵμασι παλλεύκοις, περὶ ποσσὶ δὲ χρυσοπέδ<ιλος>·
134
ἀμφὶ δὲ τῇ ζώνῃ δολιχοὶ προθέουσι δράκοντες,
ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες, ἄνωθεν
αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους,
σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον.
ὕλη δέ φησιν
ἢ Παρίοιο λίθου ἢ εὐξέστου ἐλέφαντος.
Ἐστὶ δὲ σύμβολα μὲν
τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ
συνεστώς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ
ξίφος, περὶ ἣν εἱλήσθω δράκων· οὐρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι
πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύ-
κασι διὰ τούτων. λέγει δὲ ὁ Πάν·
† Τούσδε δ' αὖ ἐλαύνετε,
135
κηρὸν ἐν πυρὸς μένει
θέντες αἰόλου χροός·
λευκὸς ἔστω καὶ μέλας,
<χὥστε> πῦρ φαεσφόρον
ἄνθρακος πεφλεγμένου.
δεῖμα νερτέρων κυνῶν
γλύμμα δεινὸν <τῆς θεᾶς>.
λαμπὰς ἔστω πρὸς χέρας,
καὶ ξίφος τὸ ποίνιμον,
καὶ δράκων περισταλὴς
ἅμμ<ασιν> κόρην κρατῶν.
δεινὸν ἀμφὶ κρᾶτα <δρῦς>,
136
αἰόλη τε κλεὶς ὁμοῦ
καὶ τὸ δαιμόνων κράτος,
137
μάστιγος ψόφος πολύς.
Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα
τῶν χαρακτήρων, ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄν-
θρωποι μεμήνυκε διὰ τούτων·
Τίς βροτὸς οὐ πεπόθηκε χαρακτῆρας ὀπάσασθαι
χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου αἰγλήεντος;
τίς δὲ τάδ' οὐ φιλέει τῶν δὴ καθύπερθεν ἐφεστώς,
εἰς † ἓν ἐγειρόμενος εἴρω πολυμερὲς φωτῶν;
138
Κληίζειν Ἑρμῆν ἠδ' Ἠέλιον κατὰ ταῦτα,
ἡμέρῃ Ἠελίου, Μήνην δ', ὅτε τῆσδε παρείη
ἡμέρη, ἠδὲ Κρόνον ἠδ' ἑξείης Ἀφροδίτην
κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ' ἄριστος,
τῆς ἑπταφθόγγου βασιλεύς, ὃν πάντες ἴσασιν.
Ὀστάνην λέγεις εἰπόντων, ἐπήγαγεν·
139
Καὶ σφόδρα, καὶ καθ' ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.
140
Αἰπεινὴ μὲν ὁδὸς μακάρων τρηχεῖά τε πολλόν,
χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν.
ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι,
ἃς πρῶτοι μερόπων ἐπ' ἀπείρονα πρῆξιν ἔφηναν
οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης·
πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν,
Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν.
141
Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδός, αἰπεινή τε καὶ τραχεῖα, ἧς
πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν,
οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ
θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις (Ἀσσύριοι γὰρ οὗτοι),
Λυδοῖς τε καὶ Ἑβραίοις. ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν
ὁ Ἀπόλλων·
Μοῦνοι Χαλδαῖοι σοφίην λάχον ἠδ' ἄρ' Ἑβραῖοι,
αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.
καὶ πάλιν ἐρωτηθείς, τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανούς, ἔφησε
τάδε·
Εἷς ἐν παντὶ πέλει κό<σμῳ> κύκλος, ἀλλὰ σὺν ἑπτὰ
ζώναισιν πεφόρηται ἐς ἀστερόεντα κέλευθα—
ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλητοι Ἑβραῖοι
οὐρανίας ὀνόμηναν—ἐς ἑβδόματον δρόμον ἕ<ρπων>.
142
Ἐς δὲ θεὸν βασιλῆα, καὶ ἐς γενετῆρα προπάντων,
ὃν τρομέει καὶ γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
143
ταρτάριοι τε μυχοί, καὶ δαίμονες ἐκφρίσσουσιν.
ὧν νόμος ἐστὶ πατήρ, ἁγνοὶ δὲ τίουσιν Ἑβραῖοι.
144
Ἀθανάτων ἄρρητε πατήρ, αἰώνιε, μύστα,
κόσμων ἀμφιδρόμων ἐποχούμενε δέσποτα νώτοις
αἰθερίοις, ἀλκῆς ἵνα σοι μένος ἐστήρικται
πάντ' ἐπιδερκομένῳ καὶ ἀκούοντ' οὔασι καλοῖς,
κλῦθι τεῶν παίδων, οὓς ἤροσας αὐτὸς ἐν ὥραις.
σὴ γὰρ ὑπὲρ κόσμον τε καὶ οὐρανὸν ἀστερόεντα
χρυσῆ ὑπέρκειται πολλὴ αἰώνιος ἀλκή,
ἧς ὑπερῃώρησαι ὀρίνων φωτὶ σεαυτόν,
ἀενάοις ὀχετοῖσι τιθηνῶν νοῦν ἀτάλαντον,
145
ὅς ῥα κυεῖ τόδε πᾶν, τε<κνού>μενος ἄφθιτον ὕλην,
<ἧς> γένεσις δεδόκηται, <ὅτε> σφε τύποισιν ἔδησας.
ἔνθεν ἐπεισ<ρεί>ουσι γοναὶ ἁγίων μὲν ἀνάκτων
ἀμφὶ σέ, παντόκρατορ βασιλεύτατε καὶ μόνε θνητῶν
ἀθανάτων τε πάτερ μακάρων· αἱ δ' εἰσὶν ἄτερθεν,
ἐκ σέο μὲν γεγαυῖαι, ὑπ' ἀγγελίῃσι δ' ἕκαστα
πρεσβυγενεῖ διάγουσι νόῳ καὶ κάρτεϊ τῷ σῷ.
πρὸς δ' ἔτι καὶ τρίτον ἄλλο γένος ποίησας ἀνάκτων,
οἵ <ῥ' ἑκὰς> ἦμαρ ἄγουσιν ἀνυμνείοντες ἀοιδαῖς
βουλόμενόν ς' ἐθέλοντες, ἀοιδιάουσι δ' <ἐσῶδε>.
146
εἶτα ἐπάγει ὁ χρησμὸς τάδε·
Τύνη δ' ἐσσὶ πατὴρ καὶ μητέρος ἀγλαὸν εἶδος
147
καὶ τεκέων τέρεν ἄνθος, ἐν εἴδεσιν εἶδος ὑπάρχων
καὶ ψυχὴ καὶ πνεῦμα καὶ ἁρμονίη καὶ ἀριθμός.
Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑπο-
πτεύομεν, οὐδ' ἐκ τῶν συμβόλων μόνον ἀναπεισθέντες, ἀλλ' ὅτι
τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα
γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. ὁ αὐτὸς δὲ τῷ Πλούτωνι
ὁ θεός, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων, καὶ σύμβολα διδοὺς
πρὸς τὴν τούτων ἔλασιν. Οὗτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν,
ὡς πᾶσι ζῴοις ὁμοιούμενοι προσίασι τοῖς ἀνθρώποις· ὅθεν καὶ παρ'
Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς
148
ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται, καὶ ζῷα προσουδίζεται πρὸ
τῆς θρησκείας τῶν θεῶν· ἐξελαυνόντων τῶν ἱερέων τούτους διὰ
τοῦ δοῦναι πνεῦμα, <ἤτοι> αἷμα ζῴων, καὶ διὰ τῆς τοῦ ἀέρος πλη-
γῆς· ἵνα τούτων ἀπελθόντων παρουσία τοῦ θεοῦ γένηται. καὶ
149
οἶκος δὲ πᾶς μεστός, καὶ διὰ τοῦτο προκαθαίρουσι, καὶ ἀποβάλ-
λουσι τούτους, ὅταν θεὸν κατακαλῶσι. καὶ τὰ σώματα τοίνυν μεστὰ
ἀπὸ τούτων· καὶ γὰρ μάλιστα ταῖς ποιαῖς τροφαῖς χαίρουσι.
σιτουμένων γὰρ ἡμῶν προσίασι καὶ προσιζάνουσι τῷ σώματι, καὶ
διὰ τοῦτο αἱ ἁγνεῖαι, οὐ διὰ τοὺς θεοὺς προσηγουμένως, ἀλλ' ἵν'
οὗτοι ἀποστῶσι. μάλιστα δ' αἵματι χαίρουσι καὶ ταῖς ἀκαθαρσίαις,
καὶ ἀπολαύουσι τούτων, εἰσδύνοντες τοῖς χρωμένοις. ὅλως γὰρ ἡ ἐπί-
τασις τῆς πρός τι ἐπιθυμίας, καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ
ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας· οἳ καὶ εἰς
150
ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπίπτειν
διὰ τῆς συναπολαύσεως τῆς μετ' αὐτῶν γιγνομένης. ὅπου γὰρ πνεύ-
ματος πλείονος ὁλκή, ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπληρωμένης,
ἢ τῆς προθυμίας δι' ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξω-
θεν σπώσης, ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων σοι δηλούσθω.
ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπων εὑρίσκειν τὰς περὶ <αὐτὴν>
συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιά-
ζεται τὸ πνεῦμα.
Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβο-
λον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι,
γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα.
ἄρχει δ' αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον.
151
Ἓν χρηστήριον ἔτι παραθεὶς, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται,
καταπαύσω τὸν περὶ ταύτης λόγον·
Ἥδ' ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος,
ταυρῶπις, τρικάρηνος, ἀπηνὴς, χρυσοβέλεμνος,
Φοίβη ἀπειρ<ολεχής>, φαεσίμβροτος, Εἰλείθυια,
τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα·
αἰ<θέρα> μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις,
ἠέρα δ' ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι·
γα<ῖαν> ἐμῶν σκυλάκων δνοφερῷ γέ<νει> ἡνιοχε<ύω>.
152
Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπει-
γομένου, ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτο πρὶν λύτρα τῷ πο-
νηρῷ δαίμονι δοῦναι. Λέγει δὲ οὕτως·
Λύτρα δίδου γαίης πα<τρίης> οἰκήτορι σεμνῷ,
πρῶτα χοάς, μετέπειτα πυρὴν ἠδ' αἷμα κελαινόν,
153
οἴνου παμμέλανός <τ' ὀίων> θ' ἅμα καλὰ ῥέεθρα.
Καὶ σαφέστερον εἶπε περὶ τῶν αὐτῶν·
Οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος,
καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλαιῶν·
σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε.
Μετὰ ποίας δὲ εὐχῆς ἐρωτηθεὶς ἤρξατο μέν, οὐ μὴν ἐπλήρωσεν,
οὕτως εἰπών·
δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχώς
154
ἠερίων ὑπένερθε μυχῶν χθονίων τ' ἐφύπερθεν.
Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας ἀπεφήνατο, ὅτι οὐχ
ἥδονται οἱ κληιζόμενοι ἐπὶ ταῖς θυσίαις θεοί, ἀνάγκῃ δέ τινι ἀκο-
λουθίας συρόμενοι παραγίνονται· καὶ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον.
τινὲς δὲ καὶ ὥσπερ ἔθος ποιησάμενοι τῆς ἑαυτῶν παρουσίας εὐμα-
ρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ φύσει ἀγαθοὶ τυγχάνωσιν·
155
οἱ δέ, κἂν ἔθος ἔχωσι τοῦ παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται
ποιεῖν, καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῇ ἀναστρέφεσθαι ἐν
τοῖς πράγμασι. τοῦ γὰρ Πυθαγόρου ταῦτα εἰρηκότος παρετήρησα
ἐκ τῶν λογίων, ὡς ἀληθές ἐστι τὸ εἰρημένον. πάντες γὰρ δι' ἀνάγκην
φασὶν ἀφῖχθαι, οὐχ ἁπλῶς δέ, ἀλλ' οἷον, εἰ χρὴ οὕτω φάναι, πει-
θανάγκην. εἴρηται δ' ἐν τοῖς ἔμπροσθεν ἐκεῖνα τὰ τῆς Ἑκάτης,
δι' ὧν φησιν ἐπιφαίνειν·
Ἠέριον, <μεγα>φεγ<γές>, ἀπείριτον, ἀστεροπληθές,
ἄχραντον, πολὺ δῶμα θεοῦ λίπον, ἠδ' ἐπιβαίνω
γαίης ζῳοτρόφοιο τεῇς ὑποθημοσύνῃσι
156
πειθοῖ τ' ἀρρήτων ἐπέων, οἷς δὴ φρένα τέρπειν
ἀθανάτων ἐδάη θνητὸς βροτός.
καὶ πάλιν·
ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς,
ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσι.
καὶ ἔτι σαφέστερον·
τίπτε δ' ἀεὶ θείοντος ἀπ' αἰθέρος ὧδε χατίζων
θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις;
καὶ ἑξῆς·
157
τοὺς μὲν <ἀπορρή>τοις ἐρύων ἴυγξιν ἀπ' αἴθρης
ῥηιδίως ἀέκοντας ἐπὶ χθόνα δῖαν ἄγεσθαι,
τοὺς δὲ μέσους μεσάτοισιν ἐπεμβεβα<ῶτας> ἀήταις,
νόσφι πυρὸς θείοιο, πανομφέας ὥσπερ ὀνείρους
158
εἰσκρίνεις μερόπεσσιν, ἀεικέα δαίμονας ἔρδων.
καὶ πάλιν·
ἀλλ' οἱ μὲν καθύπερθε μετήοροι οὐρανίωνες
σπερχόμενοι κούφαισι μεθ' Ἁρπυίαισι φέρονται.
ῥίμφα δὲ θειοδάμοισιν ἐπημύσαντες ἀνάγκαις
εἰς χθόν' ἐπειγομένως δηώιον ἀίσσουσι,
θνητοῖς ἐσσομένων ὑποφήτορες.
καὶ πάλιν ἄλλος ἀναγκαζόμενος ἔφη·
κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ' ἐπέδησας ἀνάγκῃ.
159
Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὡς δηλώσει ὁ ὑπὸ τοῦ
Ἀπόλλωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ ἐπάναγκος. λέγεται δὲ οὕτως·
Οὔνομ' ἀναγκαίης τόδε καρτερὸν ἠδ' ἔτι βριθύ.
καὶ ἐπήγαγε·
Μόλε δ' ἐσσυμένως τοισίδε μύθοις,
<οἵους> ἀπ' ἐμῆς κραδίης ἀνάγω,
ἱεροῖσι τύ<ποις>
συνθλιβομένου πυρὸς ἁγνοῦ.
τολμᾷ δὲ φύσις ταῦτα προφαίνειν
τῆς σῆς γενέθλης, ἄμβροτε Παιάν.
καὶ πάλιν ὁ Ἀπόλλων·
160
Ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης
πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ
θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσι,
κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος
λεπταλέων ὑμένων· μαλακὸν δ' ἐνέπλησε χιτῶνα,
ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον·
αὐλοῦ δ' ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν.
Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ'
ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως
εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ ψυχῇ,
διὰ τοῦ σώματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν.
162
Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἱ κληθέντες θεοί, δηλώσει τὰ
τοιαῦτα, λεγόντων·
λύετε λοιπὸν ἄνακτα· βροτὸς θεὸν οὐκέτι χωρεῖ.
καὶ πάλιν·
τίπτ' ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε;
καὶ πάλιν·
ἕρπε, καὶ ὀτραλέως † ἐπιέρχεο, τόνδε σαώσας.
καὶ πῶς ἀπολύειν αὐτοὺς χρὴ αὐτὸς διδάξει λέγων·
παύεο δὴ περίφρων ὀάρων, ἀνάπαυε δὲ φῶτα,
θάμνων ἐκλύων πολιὸν τύπον, ἠδ' ἀπὸ γυίων
<Νειλαίην> ὀθόνην χερσὶν στιβαρῶς ἀπαείρας.
163
καὶ τὴν ἀπόλυσιν εἶπεν·
ὑψίπρωρον αἶρε ταρσόν, ἴσχε βάξιν ἐκ μυχῶν,
καὶ βραδυνόντων ἀπολῦσαι, φησί·
Σινδό<νος> ἀμπέτασον νεφέλην, λῦσόν τε δοχῆα.
καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἔδωκε τοιαύτην·
Ναϊάδες Νύμφαι Μούσαις <μί>γα λύετε Φοῖβον
ᾄδουσαι <θείαις>, ἑκατηβόλον Ἀπόλλωνα.
164
καὶ πάλιν ἄλλοτε φησι·
λύσατέ μοι στεφάνους, καί μευ πόδας ὕδατι λευκῷ
ῥάνατε, καὶ γραμμὰς ἀπαλείψατε, καί <κε> μόλοιμι.
Χειρὸς δεξιτερῆς δάφνης κλάδον ἄρατε χερσί,
ψήχετέ τ' ὀφθαλμοὺς διδύμους ῥῖνάς τε προσώπου.
ἄρατε φῶτα γαίηθεν ἀναστήσαντες ἑταῖροι
Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ·
ταύτας γὰρ κρατεῖν, καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως,
διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν.
165
Δεηθέντος γάρ τινος καταδέξασθαι θεόν, εἰπὼν ὁ θεός, ὅτι ἀνε-
πιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀπο-
τροπιασμοὺς ὑπαγορεύσας, ἐπάγει·
Ῥιπὴ δαιμον<ίης> γὰρ ἁ<λοῦς'> ἐπιδέδρομεν ἀλ<κῆς>
σαῖσι γοναῖς, ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις.
δι' ὧν καὶ σαφῶς δεδήλωται, ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρ-
μένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν.
166
Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες
λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσι, καὶ τοῦτο σχεδὸν
πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.
Ἐρωτηθεὶς ὁ Ἀπόλλων, τί τέξεται ἡ γυνή, ἐκ τῶν ἄστρων εἶπεν,
ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου·
Ἐκφύεται γαίηθεν <ὁ κλών, ὅτε> λείμακες ὄμβρου
διψοσύνῃ κατέμαρ<ψαν> ὅλον πόμα μητέρος αὐτῆς,
167
ἔνδον ὀρινομένης χρόνον ἄρκιον· οὔτι δὲ κοῦρον,
ἀλλὰ κόρην. Φοίβη γὰρ ἐύσκοπος ἤροσεν ἁγνὴν
Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο.
ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν
ὅτι θῆλυ γεννηθήσεται. καὶ μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν.
ἐπάκουσον γάρ·
168
ἦ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει,
πνεύμονος <ἀλγιν>όεσσαν ὑπερβλύζων κακότητα,
ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν
εἰς ἔριν ἐστήριξε, κακηπελίῃσι δαμάζειν,
ὑψιπόλοιο Κρόνοιο κακὴν ὑπ' ἀταρπὸν ἰόντος.
ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο
<ἀλγιν>όεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα
<σπε>ύσατο, σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε·
τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ
φευγέμεναι κακόεργον ἐπηπείλησεν Ἄρηα.
Οὕτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ τὴν περὶ στρατιὰν
προθυμίαν ἐφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη·
169
Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει,
οὐδέ ἑ ταρχύσει· Ζηνὸς γὰρ ἐπέχραε βουλή,
ἥ οἱ κῦδος ἄρειον ἀπ' Ἄρεος εὐθὺς ὀρέξει.
καὶ πάλιν ἐπ' ἄλλου·
εὐχαίτης ἐπέκειτο Κρόνος, στυγεροῖσι δὲ κέντροις
ἄλγυνεν παιδὸς ταλαοῦ δυσπέμφελον <ἠῶ>.
Ἀλλ' ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τού-
των συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις,
ἀλλὰ καί τισι τῶν δαιμόνων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν
ἐρωτηθέντες.
170
Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος
τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν·
Ὦ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης,
ἔτλητ' ἐλθέμεναι καὶ ἐμὴν ἐρεεινέμεν ὀμφήν,
ὅπ<πως> δῃωθῆ περικαλλέος ἕδρανα σηκοῦ.
κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν.
εὖτ' ἂν ἄνω πνείοντες ὑ<παιθ>έριοι κελάδοντες
171
τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες—
κρυμὸς δ' αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται—
μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθήρ,
αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός.
τὸν μὲν δὴ θῆρές <γε> κατ' οὔρεα δειμαίνοντες
φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν, οὐδὲ μένουσιν
εἰσιδέειν ὄσσοισι καταιβάσιον Διὸς ἔγχος.
τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ
ἠλιβάτων τ' ὀρέων κορυφαὶ νῆές τ' ἐνὶ πόντῳ
δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος·
καὶ δ' αὐτὴ πληγεῖσα Ποσειδαῶνος ἑταίρη
πολλάκις ἠχήεσς' ἀναχάζεται Ἀμφιτρίτη.
ὑμεῖς οὖν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες
τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ·
172
ταῖσι γὰρ οὐρανίδαο Διὸς κατένευσε κάρηνον,
ὅττι κε <δὴ> νήσωσιν, μένειν ἀσάλευτον, ἀτράκτοις.
αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν
πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.
Ἀμφὶ δὲ Πυθὼ <καὶ> Κλαρίην, μαντεύματα Φοίβου,
173
αὐδήσει φάτις ἡμετέρη θεμιτώδεσιν ὀμφαῖς.
μύρια μὲν γαίης μαντήια θέσκελα νώτῳ
ἐβλύσθη, πηγαί τε καὶ ἄσθματα δινήεντα·
καὶ τὰ μὲν ἂψ χθονίοισιν ὑπαὶ κόλποισιν ἔδεκτο
αὐτὴ γαῖα χανοῦσα, τὰ δ' ὤλεσε μυρίος αἰών.
μούνῳ δ' Ἠελίῳ φαεσιμβρότῳ εἰσέτ' ἔασιν
ἐν Διδύμων γυάλοις Μυκαλήιον ἔνθεον ὕδωρ,
Πυθῶνός τ' ἀνὰ πέζαν ὑπαὶ Παρνάσιον αἶπος,
καὶ κραναὴ Κλαρίη, τρηχὺ στόμα φοιβάδος ὀμφῆς.
Νικαεῦσι δὲ χρῶν ἔφη·
174
Πυθῷον δ' οὐκ ἔστιν ἀναρρῶσαι λάλον ὀμφήν·
ἤδη γὰρ δολιχοῖσιν ἀμαυρωθεῖσα χρόνοισιν
βέβληται κληῖδας ἀμαντεύτοιο σιωπῆς.
Ῥέξατε δ' ὡς ἔθος ἐστὶ θεόπροπα θύματα Φοίβῳ.
175
Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς
παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγου-
σιν ὅτι ψεύσονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν
ἀμαθίαν. εἶπε γοῦν ὁ Ἀπόλλων ποτέ, τοιαύτης οὔσης τῆς καταστά-
σεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος.
κλεῖε βίην κάρτος τε λόγων· ψευδηγόρα λέξω.
176
καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν, δηλώσει τὰ λόγια. ἔφη γοῦν
τις κληθεὶς τῶν θεῶν·
σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν,
ἕδρανα μαντοσύνης γὰρ ἐν ἀστράσι νῦν πεπέδηται.
Ἥ τε Ἑκάτη κληθεῖσα ἐν τοιαύτῃ καταστάσει τοῦ περιέχον-
τός φησι·
Οὐ λαλέω, κλείσω δὲ πύλας δολιχοῖο φάρυγγος.
νυκτὸς γὰρ κέντροι<σιν> ἀχρειοτάτοις προσελαύνει
Τιτηνὶς κερόεσσα θεὴ † κακοῦς ἄρ' ἰδοῦσα.
καὶ πάλιν, τινῶν εἰπόντων, εἰ καὶ αὐτοὶ οἱ θεοὶ ὑπὸ τὴν εἱμαρ-
μένην εἰσίν, ὅτι φυλάττονται ταῦτα, ἐπήγαγε·
177
λυέσθω φύσεως † δεσμὰ, ἵνα σοῖσι πίθωμαι.
ὦ κρα<δίη>, τί λέληκας ἀναλκείῃσι τυπεῖσα;
<ὡς> ποθέεις μαθέειν, <ὅ σε> μὴ θέμις ὧδ' ἐρεείνειν.
στῆτε πόθου, παύσασθε βίης, τυτθοί περ ἐόντες.
178
Ψυχὴ μὲν, μέχρις οὗ δεσμοῖς πρὸς σῶμα κρατεῖται
φθαρτὰ νοοῦσα πάθη θνηταῖς ἀλγηδόσιν εἴκει·
ἡνίκα <δ' αὖτε λύσιν> βροτ<έην> μετὰ σῶμα μαρανθὲν
ὠκίστην εὕρηται, ἐς αἰθέρα πᾶσα φορεῖται
αἰὲν ἀγήραος οὖσα, μένει δ' εἰς πάμπαν ἀτειρής.
πρωτόγονος γὰρ τοῦτο θεοῦ διέταξε πρόνοια.
180
Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ'
ἡμῶν. Τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθά-
νατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσι.
Περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων, εἰ ἐστὶ θεός, φησὶν [ἡ
Ἑκάτη]·
Ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει,
γιγνώσκεις· σοφ<ίης δὲ τετμημένη αἰὲν ἀλᾶται>.
ἀνέρος εὐσε<βίῃ> προφερεστάτου ἐστὶν ἐκείνη
ψυχή.
182
Ἐπερωτησάντων δέ, διὰ τί ἐκολάσθη, ἔχρησεν·
Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται·
ψυχὴ δ' εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει.
Αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας.
ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν
ἄνοιαν.
185
θνητὸς ἔην κατὰ σάρκα, σοφὸς τερατώδεσιν ἔργοις,
ἀλλ' ὑπὸ Χαλδαίοισι δικασπολίαισιν ἁλωκώς,
γομφωθεὶς σκολόπεσσι πικρὴν ἀνέπλησε τελευτήν.
«Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε, βέβηλοι»σοφίας θεολόγου νοήματα δεικνύς, οἷς τὸν θεὸν καὶτοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσειἐμήνυσαν ἄνδρες τὰ ἀφανῆ φανεροῖς ἀποτυπώσαντεςπλάσμασι, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτωνἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι γράμματα. Θαυμαστὸν