The Greek Library Author

Anonymous

Epistula ad Anebonem

Authority group
Porphyry (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Anebonem, ed. A. R. Sodano, Porfirio. Lettera ad Anebo, Naples: L'Arte Tipografica, 1958: 1–31.
CTS identifier
urn:cts:greekLit:tlg2034.tlg013.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

1a

«Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν»

«τῶν τε τούτοις συγγενῶν φιλοσοφημάτων, περὶ ὧν εἴρηται μὲν πλεῖστα»

«καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δὲ ἐκ στοχασμοῦ τὸ πλέον»

«τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως.»

1b

Φῂς τοίνυν πρῶτον διδόναι εἶναι θεούς.

Ὁ δὲ αὐτός ἐστί μοι λόγος πρὸς σὲ καὶ περὶ τῶν συνεπομένων θεοῖς

κρειττόνων γενῶν, δαιμόνων, φημί, καὶ ἡρώων καὶ ψυχῶν ἀχράντων.

1c

Ἃ δ' ἐπιζητεῖς ἰδιώματα τίνα ἐστὶν ἑκάστῳ τῶν κρειττόνων γενῶν,

οἷς κεχώρισται ἀπ' ἀλλήλων, ὡς δὲ νῦν ἠρώτησας «τίσιν ἰδιώμασι»

〈τὰ τῶν〉 ἐνεργειῶν μόνον εἴρηκας, ἐπὶ τῶν τελευταίων ἄρα τὸ διάφορον

ἐν αὐτοῖς ἐπιζητεῖς, τὰ δὲ πρώτιστα αὐτῶν καὶ τιμιώτατα, ὡσπερεὶ στοιχεῖα

τῆς παραλλαγῆς, ἀφῆκας ἀδιερεύνητα. πρόσκειται δὲ δὴ αὐτόθι καὶ τὸ

τῶν δραστικῶν ἢ παθητικῶν κινήσεων, ἥκιστα προσήκουσαν ἔχον διαί-

ρεσιν εἰς διαφορὰν τῶν κρειττόνων γενῶν. ἔτι τοίνυν ἀλλοτρίως αὐτῶν

κἀκεῖνο τὸ «ἢ τῶν παρεπομένων» προστίθεται.

2a

Οὐ μέντοι τὴν ὑπὸ σοῦ διάκρισιν ὑποτεινομένην αὐτῶν προσιέμεθα,

ἥτις τὴν πρὸς τὰ διαφέροντα σώματα κατάταξιν, οἷον θεῶν μὲν πρὸς τὰ

αἰθέρια, δαιμόνων δὲ πρὸς τὰ ἀέρια, ψυχῶν δὲ τῶν περι〈κοσμίων πρὸς

τὰ περὶ〉 γῆν, αἰτίαν εἶναί φησι τῆς νυνὶ ζητουμένης διαστάσεως.

2b

Διὰ τί, ἐν οὐρανῷ κατοικούντων τῶν θεῶν μόνως, χθονίων καὶ ὑπο-

χθονίων εἰσὶ παρὰ τοῖς θεουργικοῖς κλήσεις;

Ἀλλὰ πῶς ἐνύδριοί τινες λέγονται καὶ ἀέριοι, τόπους τε διειλήχασιν

ἄλλοι ἄλλους, καὶ σωμάτων μοίρας διακληρώσαντο κατὰ περιγραφήν, καί-

τοι δύναμιν ἄπειρον ἔχοντες καὶ ἀμέριστον καὶ ἀπερίληπτον; πῶς τε

αὐτῶν ἔσται ἡ ἕνωσις πρὸς ἀλλήλους, μερῶν μερισταῖς περιγραφαῖς διειρ-

γομένων, καὶ καθ' ἑτερότητα τῶν τόπων καὶ τῶν ὑποκειμένων σωμάτων

διειλημμένων;

2c

Μετὰ ταύτην δὲ αὖθις ὑποτείνας σαυτῷ διαίρεσιν ἑτέραν, τῇ τοῦ

ἐμπαθοῦς καὶ ἀπαθοῦς διαφορᾷ χωρίζεις τῶν κρειττόνων τὰς οὐσίας.

«Εἰ δὲ οἱ μὲν ἀπαθεῖς, οἱ δὲ ἐμπαθεῖς, οἷς διὰ τούτων φαλλούς φασιν»

«ἑστάναι καὶ ποιεῖσθαι αἰσχρορρημοσύνας, μάταιαι αἱ θεῶν κλήσεις»

«ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι καὶ μήνιδος ἐξιλάσεις καὶ»

«ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ»

«καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον τὸ ἀπαθές.»

3a

Μετὰ δὲ ταύτην ἐπ' ἄλλην μεταβαίνεις ἀντιδιαίρεσιν θεῶν πρὸς δαί-

μονας· λέγεις γὰρ θεοὺς εἶναι νόας καθαρούς, ὡς ἐν ὑποθέσει προτείνων

τὴν δόξαν ἢ ὥς τισιν ἀρέσκουσαν αὐτὴν ἀφηγούμενος, νοῦ δὲ μετόχους

ψυχικοὺς ὄντας τοὺς δαίμονας ἀπολογιζόμενος.

3b

Ἃ δὲ καὶ πρὸς ταύτην ἀπορεῖς, ἐπείπερ ἅπτεται τῆς ἱερατικῆς θε-

ραπείας, λόγου τυγχανέτω τοῦ προσήκοντος. ἔτι γὰρ μᾶλλον ἀκλίτους καὶ

ἀμιγεῖς αἰσθητοῖς εἰπὼν εἶναι τοὺς καθαροὺς νόας, ἀπορεῖς εἰ δεῖ πρὸς

αὐτοὺς εὔχεσθαι.

Εἰ δέ σοι ἄπιστον εἶναι καταφαίνεται, πῶς φωνῆς ἀκούει τὸ ἀσώματον

καὶ ὡς αἰσθήσεως προσδεήσεται καὶ [δι'] ὤτων τὰ λεγόμενα ἀφ' ἡμῶν

ἐν ταῖς εὐχαῖς, ἑκὼν ἐπιλανθάνῃ τῆς τῶν πρώτων αἰτίων περιουσίας ἔν

τε τῷ εἰδέναι καὶ τῷ περιέχειν ἐν ἑαυτοῖς τὰ ὑφ' ἑαυτῶν πάντα.

3c

Ἔχεται δὲ ταύτης ἐν τοῖς σοῖς γράμμασιν ἡ σώματι καὶ ἀσωματίᾳ

θεοὺς δαιμόνων χωρίζουσα.

Πῶς γὰρ δὴ ἥλιός τε καὶ σελήνη κατὰ τὸν σὸν λόγον καὶ οἱ ἐν οὐρανῷ

ἐμφανεῖς ἔσονται θεοί, εἰ ἀσώματοί εἰσι μόνως οἱ θεοί;

Ἡ δ' ἑξῆς ἐπιζήτησις ἡ σὴ διαπορεῖ, πῶς αὐτῶν οἱ μέν εἰσιν ἀγα-

θοποιοί, οἱ δὲ κακοποιοί.

3d

Ἴθι δὴ οὖν κἀκεῖνο ἀποκρινώμεθα, τί τὸ συνάπτον ἐστὶ πρὸς τοῖς

ἀσωμάτοις θεοῖς τοὺς ἔχοντας σῶμα ἐν τῷ οὐρανῷ.

3e

Ἀπορεῖς γὰρ δὴ τί τὸ διακρῖνόν ἐστι τοὺς δαίμονας 〈ἀφανεῖς μὲν〉

ἀπό τε τῶν ἐμφανῶν καὶ τῶν ἀφανῶν θεῶν [ἀφανεῖς μέν], συνημμένων

δὲ τῶν ἐμφανῶν θεῶν τοῖς ἀφανέσιν.

Δεῖ δὲ δὴ καὶ τοῦτο προσαποδειχθῆναί σοι, δαίμων ἥρωος καὶ ψυχῆς

τίνι κατ' οὐσίαν διαφέρει ἢ κατὰ δύναμιν ἢ ἐνέργειαν.

4a

Ἐπιζητεῖς γάρ, τί τὸ γνώρισμα θεοῦ παρουσίας ἢ ἀγγέλου ἢ ἀρχαγ-

γέλου ἢ δαίμονος ἤ τινος ἄρχοντος ἢ ψυχῆς.

4b

Λέγεις μὲν γὰρ τὸ περιαυτολογεῖν καὶ τὸ ποιὸν φάντασμα φαν-

τάζειν, κοινὸν εἶναι θεοῖς καὶ δαίμοσι καὶ τοῖς κρείττοσι γένεσι ἅπασι.

5

Τὰ δ' ἐφεξῆς ἐν οἷς τὴν περὶ τούτων ἄγνοιαν καὶ ἀπάτην ἀνοσιουρ-

γίαν καὶ ἀκαθαρσίαν νενόμικας, προτρέπεις τε ἡμᾶς ἐπὶ τὴν ἀληθῆ περὶ

αὐτῶν παράδοσιν, ἔχει μὲν οὐδεμίαν ἀμφισβήτησιν, ἀλλ' ὁμολογεῖται παρὰ

πᾶσιν ὡσαύτως. τίς γὰρ οὐκ ἂν συγχωρήσειεν ἐπιστήμην τυγχάνουσαν τοῦ

ὄντος οἰκειοτάτην εἶναι τῆς θείας αἰτίας [θεοῖς], τὴν δὲ ἄγνοιαν τὴν ὑπο-

φερομένην εἰς τὸ μὴ ὂν πορρωτάτω τῆς θείας αἰτίας τῶν ἀληθῶν εἰδῶν

ἀποπίπτειν; ἀλλ' ἐπεὶ οὐχ ἱκανῶς εἴρηται προσθήσω τὸ ἐλλεῖπον· καὶ διότι

φιλοσόφως μᾶλλον καὶ λογικῶς ἀλλ' οὐχὶ κατὰ τὴν ἔνεργον τῶν ἱερέων

τέχνην τὸν ἀπολογισμὸν ποιεῖται, διὰ τοῦτο οἶμαι δεῖν θεουργικώτερον

εἰπεῖν τι περὶ αὐτῶν.

Τῆς δὲ αὐτῆς ἔχεται τούτοις δυνάμεως κἀκεῖνα, ἐν οἷς ὅσιον καὶ

ὠφέλιμον εἶναι νενόμικας τὴν περὶ θεῶν ἐπιστήμην, καὶ τὸ μὲν τῆς ἀγ-

νοίας τῆς περὶ τῶν τιμίων καὶ καλῶν σκότος καλεῖς, φῶς δὲ τὸ τῆς

γνώσεως, καὶ τὸ μὲν ἐμπλῆσαι τίθεσαι πάντων κακῶν τοὺς ἀνθρώπους

δι' ἀμαθίαν καὶ τόλμαν, τὸ δ' αἴτιον ἡγῇ πάντων ἀγαθῶν.

2

1a

Πρῶτον τοίνυν ἀπαιτεῖς διαρθρωθῆναί σοι τί τὸ γιγνόμενόν ἐστιν

ἐν τῇ τοῦ μέλλοντος προγνώσει.

Ἀρχὴ μὲν οὖν ἡμῖν ἔστω ἡ τοιαύτη κοινῶς περὶ πάσης τῆς μαν-

τικῆς, ἀφ' ἧς ἔνεστι καὶ τὰ εἴδη πάντα αὐτῆς ἐπιστημονικῶς ἐξευρεῖν·

ἤδη δὲ αὐτῶν ἀντιλαμβανώμεθα ἑπόμενοι τοῖς ὑπὸ σοῦ προτεινομένοις

2a

ἐρωτήμασι. περὶ δὴ τῆς καθ' ὕπνον μαντικῆς λέγει ταῦτα, ὅτι δὴ καθεύ-

δοντες δι' ὀνείρων τοῖς μέλλουσι πολλάκις ἐπιβάλλομεν οὐκ ἐν ἐκστάσει

μὲν γιγνόμενοι πολυκινήτῳ (ἥσυχον γὰρ κεῖται τὸ σῶμα), αὐτοῖς μέντοι

δὲ ὡς ὕπαρ οὐκέτι παρακολουθοῦντες.

2b

Φῂς δὲ δὴ ὡς ἐπιβάλλουσι καὶ δι' ἐνθουσιασμοῦ καὶ θεοφορίας

πολλοὶ τῷ μέλλοντι, ἐγρηγορότες μὲν ὡς ἐνεργεῖν καὶ κατ' αἴσθησιν,

αὑτοῖς δὲ πάλιν οὐ παρακολουθοῦντες ἢ οὔτι γε ὡς πρότερον [παρακο-

λουθοῦντες ἑαυτοῖς].

2c

Ἃ δὲ λέγεις ἐπὶ τούτοις ἐστὶ ταῦτα· ὡς τῶν ἐξισταμένων ἔνιοί

τινες αὐλῶν ἀκούοντες ἢ κυμβάλων ἢ τυμπάνων ἢ τίνος μέλους ἐν-

θουσιῶσιν, ὡς οἵ τε κορυβαντιζόμενοι καὶ οἱ τῷ Σαβαζίῳ κάτοχοι καὶ

οἱ μητρίζοντες.

2d

Ἕτερον δὲ τὸ τῶν κρηστηρίων διαβόητον καὶ ἐναργέστατόν ἐστι

πολυμερὲς ἔνθεον μαντεῖον, περὶ οὗ τὰ τοιαῦτα ἀποφαίνει· οἱ δ' ὕδωρ

πιόντες, καθάπερ ὁ ἐν Κολοφῶνι ἱερεὺς τοῦ Κλαρίου, οἱ δὲ στομίοις

παρακαθήμενοι, ὡς αἱ ἐν Δελφοῖς θεσπίζουσαι, οἱ δ' ἐξ ὑδάτων ἀτμιζό-

μενοι, καθάπερ αἱ ἐν Βραγχίδαις προφήτιδες. τριῶν δὴ τούτων ἰδιωνύμων

χρηστηρίων ἐμνημόνευσας, οὐχ ὅτι μόνα ἐνταῦθα (πολὺ γὰρ πλείονα

ὑπῆρχε τὰ παραλειπόμενα), ἀλλ' ἐπεὶ προεῖχε τῶν ἄλλων ταῦτα, καὶ ἅμα

οὗ ἕνεκα ἐζητεῖτο ἱκανῶς ἀνεδίδασκες, περὶ τοῦ τρόπου, φημί, τῆς ἐκ

θεῶν ἀνθρώποις ἐπιπεμπομένης μαντείας.

2e

Ἴδωμεν τοίνυν τὸ ἐντεῦθεν ἄλλο εἶδος ἰδιωτικὸν καὶ οὐ δημόσιον

μαντείας, περὶ οὗ λέγεις ταῦτα· οἱ δὲ ἐπὶ χαρακτήρων στάντες, ὡς οἱ

πληρούμενοι ἀπὸ εἰσκρίσεων.

2f

Περὶ δὲ ἄλλου γένους μαντικῆς λέγεις ταῦτα· ἄλλοι παρακολουθοῦντες

ἑαυτοῖς κατὰ τὰ ἄλλα, κατὰ τὸ φανταστικὸν θειάζουσιν, οἱ μὲν σκότος

σύνεργον λαβόντες, οἱ δὲ καταπόσεις τινῶν, οἱ δ' ἐπῳδὰς καὶ συστάσεις·

καὶ οἱ μὲν δι' ὕδατος φαντάζονται, οἱ δ' ἐν τοίχῳ, οἱ δ' ἐν ὑπαίθρῳ ἀέρι,

οἱ δ' ἐν ἡλίῳ ἢ ἄλλῳ τινὶ τῶν κατ' οὐρανόν.

2g

Φέρε δὴ οὖν ἐπὶ τὸν διὰ τέχνης ἀνθρωπίνης ἐπιτελούμενον τρόπον

μετέλθωμεν, ὅστις στοχασμοῦ καὶ οἰήσεως πλείονος εἴληχε. λέγεις δὲ καὶ

περὶ τούτου τοιαῦτα· οἱ δὲ ἤδη καὶ διὰ σπλάγχνων καὶ δι' ὀρνίθων καὶ

δι' ἀστέρων τέχνην συνεστήσαντο τῆς θήρας τοῦ μέλλοντος.

3a

Ζητεῖς δὲ τὸ λοιπὸν περὶ τοῦ τρόπου τῆς μαντείας τίς τέ ἐστι καὶ

ὁποῖος, ὃν ἤδη μὲν ἡμεῖς κοινῇ τε καὶ κατ' ἰδίαν ἐξηγησάμεθα· σὺ δὲ

πρῶτον μὲν ἀποφαίνῃ γνώμην τῶν μάντεων, ὡς πάντες διὰ θεῶν ἢ δαι-

μόνων φασὶ τοῦ μέλλοντος τυγχάνειν τῆς προγνώσεως, οὐδὲ οἷόν τε ἄλλους

εἰδέναι αὐτὸ ἢ μόνους τοὺς τῶν ἐσομένων κυρίους. ἔπειτα ἀπορεῖς εἰ ἄχρι

τοσούτου κατάγεται εἰς ὑπηρεσίαν ἀνθρώπων τὸ θεῖον, ὡς μὴ ὀκνεῖν τινὰς

καὶ ἀλφιτομάντεις εἶναι.

3b

Δέχεται δ' ἡμᾶς ἀγὼν ἐξ ἀγῶνος ἕτερος, οὐκ ἐλάττων τοῦ ἤδη προα-

νυσθέντος, ὃν ἐπάγεις εὐθὺς περὶ τῶν αἰτίων τῆς μαντικῆς, εἰ θεὸς ἢ

ἄγγελος ἢ δαίμων ἢ ὁστισοῦν πάρεστι ταῖς ἐπιφανείαις ἢ μαντείαις ἢ

ταῖς ὁποιαισοῦν ἱεραῖς ἐνεργείαις.

Οὐ μὴν ἔτι γε δίδομεν ὃ σὺ προσέρριψας ὡς ὁμολογούμενον, ὅτι δι'

ἡμῶν ἑλκόμενος ἀνάγκαις ταῖς τῆς κλήσεως ταῦτα ἐπιτελεῖ.

4a

Ἄρ' οὖν ἐφέμενοι τούτων εὐλόγως ἂν τὴν δευτέραν παρὰ σοὶ τιθε-

μένην αἰτιολογίαν περὶ τῶν αὐτῶν ἀποδειξαίμεθα, ὡς ἡ ψυχὴ ταῦτα

λέγει τε καὶ φαντάζεται, καὶ ἔστι ταύτης πάθη ἐκ μικρῶν αἰθυγμάτων

ἐγειρόμενα.

4b

Μήποτε οὖν ὃ τρίτον προσέθηκάς ἐστιν ἀληθέστερον, ὡς ἄρα

μικτόν τι γίνεται ὑποστάσεως εἶδος ἐξ ἡμῶν τε τῆς ψυχῆς καὶ ἔξωθεν

θείας ἐπιπνοίας.

4c

Λέγεις τοίνυν ὡς ἡ ψυχὴ 〈καὶ μάλιστα ἡ ἀπὸ τῶν ζῴων εἰλημμένη〉

γεννᾷ δύναμιν φανταστικὴν τοῦ μέλλοντος διὰ τοιούτων κινημάτων, ἢ τὰ

προσαγόμενα ἀπὸ τῆς ὕλης ὑφίστησι διὰ τῶν ἐνουσῶν δυνάμεων δαίμονας

[καὶ μάλιστα ἡ ἀπὸ τῶν ζῴων εἰλημμένη].

5a

Αἱ δ' ἐπὶ τῇδε ἐπιστάσεις ἀνάγονται μὲν εὐθὺς ὡς διστάζουσαι περὶ

τοῦ τρόπου τῆς μαντείας, προϊοῦσαι δὲ ἀνατρέπειν αὐτὴν παντελῶς ἐπι-

χειροῦσι. διελώμεθα οὖν καὶ ἡμεῖς τὸν λόγον πρὸς ἀμφότερα ταῦτα, ἀρξώ-

μεθα δὲ διαλύειν πρῶτον τὰ πρότερα· κατὰ γὰρ τοὺς ὕπνους μηδὲν

πραγματευσάμενοι ἐνίοτε τῷ μέλλοντι ἐπιβάλλομεν, 〈ᾧ〉 καὶ πραγματευ-

σάμενοι οὐκ ἐπιβάλλομεν.

5b

Ἐν δὲ τοῖς μετὰ ταῦτα πειρώμενος τὸν τρόπον διερμηνεύειν τῆς

μαντικῆς, ἀναιρεῖς αὐτὴν παντάπασιν. εἰ γὰρ πάθος ψυχῆς αἴτιον αὐτῆς

καθίσταται, τίς ἂν εὖ φρονῶν ἀστάτῳ πράγματι καὶ ἐμπλήκτῳ πρόγνωσιν

τεταμένην καὶ σταθεράν;

Σκεψώμεθα δὴ καὶ τὰ τεκμήριά σου τῆς τοιαύτης δόξης. τὸ μὲν δὴ

καταλαμβάνεσθαι τὰς αἰσθήσεις πρὸς τὸ ἐναντίον τείνει ἢ οἷον σὺ λέγεις·

γνώρισμα γάρ ἐστι τοῦ μηδὲν φάντασμα ἀνθρώπειον ἀνακινεῖσθαι. οἱ δὲ

προσενεχθέντες ἀτμοὶ πρὸς τὸν θεὸν ἔχουσι τὴν συγγένειαν, οὐ πρὸς τὴν

ψυχὴν τοῦ ἐποπτεύοντος, αἵ τ' ἐπικλήσεις οὐκ ἐπιπνοίας τῆς διανοίας

ἀνεγείρουσιν, ἢ σωματικὰ πάθη ἐν τῷ δεχομένῳ· ἄγνωστοι γάρ εἰσι

παντελῶς καὶ ἀπόρρητοι, μόνῳ δὲ τῷ θεῷ γνωρίμως λέγονται ὃν ἐπι-

καλοῦνται· τὸ δ' εἶναι μὴ πάντας ἀλλὰ τοὺς ἁπλουστέρους καὶ νέους

ἐπιτηδειοτέρους, δηλοῖ τοῦτο ὡς εἰς καταδοχὴν τῷ ἔξωθεν ἐπεισιόντι

καὶ κατέχοντι πνεύματι οἱ τοιοῦτοί εἰσιν ἑτοιμότεροι. ἐκ δὴ τούτων οὐ

καλῶς τοπάζῃ πάθος εἶναι τὸν ἐνθουσιασμόν· συμβαίνει γὰρ ἀπό τε τού-

των τῶν σημείων ἔξωθεν αὐτὸν ὡς ἐπίπνοιαν ἐπιρρεῖν.

5c

Τὸ δὲ ἐπὶ τούτοις ἀπὸ τῆς ἐνθέου παραφορᾶς ἐπὶ τὴν ἔκστασιν τῆς

διανοίας τὴν ἐπὶ τὸ χεῖρον ἀποπίπτει, τήν τε ἐν τοῖς νοσήμασι συμπίπτουσαν

μανίαν παραλόγως αἰτίαν εἶναί φησι τῆς μαντικῆς. χολῆς γὰρ πλεονασμοῖς,

ὡς ἔστιν εἰκάσαι, τῆς μελαίνης, καὶ μέθης καρατροπαῖς καὶ τῇ λύσσῃ

τῇ ἀπὸ τῶν λυσσώντων κυνῶν συμβαινούσῃ τὸν ἐνθουσιασμὸν ἀπεικάζει.

Καὶ ἐὰν νῆψιν αὐτῇ ἱερατικὴν ἀποδῷς, μηκέτι σκόπει τὴν ἀνθρω-

πίνην νῆψιν, ὡς οὖσαν ἐκείνῃ παραπλησίαν. πάντων δὲ [ἡ κατὰ] τὰ

νοσήματα τοῦ σώματος οἷον ὑποχύσεις καὶ τὰς ἀπὸ τῶν νοσημάτων κι-

νουμένας φαντασίας μὴ παράβαλλε ταῖς θείαις φαντασίαις· τί γὰρ δὴ

κοινὸν αὗται πρὸς ἀλλήλας ἔχουσι; μὴ δ' αὖ τὰς ἀμφιβόλους καταστάσεις,

οἷον μεταξὺ νήψεώς τε καὶ ἐκστάσεως, παραθῇς ποτὲ ταῖς ὡρισμέναις

κατὰ μίαν ἐνέργειαν ἱερατικαῖς τῶν θεῶν ὄψεσιν, ἀλλὰ μηδὲ ταῖς ἀπὸ

τῆς γοητείας τεχνικῶς κατασκευαζομέναις φαντασίαις παράβαλλε τὰς ἐ-

ναργεστάτας θεωρίας τῶν θεῶν· οὔτε γὰρ ἐνέργειαν οὔτε οὐσίαν τῶν

ὁρωμένων οὔτε ἀλήθειαν αὗται ἔχουσιν, ἄχρι δὲ τοῦ δοκεῖν φαντάσματα

ψιλὰ προτείνουσι.

5d

Οὐ δὴ τοῦτο λέγειν δεῖ, ὡς καὶ φύσις καὶ τέχνη καὶ ἡ συμπάθεια

τῶν ὡς ἐν ἑνὶ ζῴῳ 〈ἐν〉 τῷ παντὶ μερῶν προδηλώσεις ἔχει τινῶν πρὸς

ἄλληλα, οὐδ' ὅτι τὰ σώματα οὕτω κατεσκεύασται ὡς εἶναι προσημασίαν

ἀπὸ τῶν ἑτέρων εἰς τὰ ἕτερα.

6a

Διόπερ δὴ καὶ πρὸς τοῦτο ἰσχυρῶς μάχεσθαι δεῖ, ἐάν τις ἐξ ἡμῶν

εἶναι λέγῃ τὴν μαντικήν. φέρεις δὲ καὶ σὺ τούτου δείγματα ἀπὸ τῶν

ἔργων ἐναργῆ· τὸ γὰρ λίθους καὶ βοτάνας φέρειν τοὺς καλουμένους,

δεσμεῖν τε ἱερούς τινας δεσμοὺς καὶ λύειν τούτους, τά τε κεκλεισμένα

ἀνοίγειν καὶ τὰς προαιρέσεις μεταβάλλειν τῶν ὑποδεχομένων, ὥστε ἐκ

φαύλων σπουδαίας ἀπεργάζεσθαι, πάντα δὴ ταῦτα ἔξωθεν τὴν ἐπίπνοιαν

γίγνεσθαι διασημαίνει.

6b

Ὃ δὲ προτείνεις ὡς οὐδαμῶς ἀπόβλητον τὸ «ἀναγεννητικοὺς τῶν

δραστικῶν εἰδώλων», θαυμάσαιμ' ἂν εἴ τις ἀποδέξαιτο τῶν τὰ ἀληθινὰ

εἴδη τῶν θεῶν θεωρούντων θεουργῶν.

6c

Ἀλλὰ παρατηροῦσιν οὗτοι, φησί, τὴν τῶν οὐρανίων φοράν, καὶ

λέγουσι τίνος τῶν κατ' οὐρανὸν μετὰ τίνος ἢ τίνων πολεύοντος ἔσται

ψευδῆ τὰ μαντεῖα ἢ ἀληθῆ, καὶ τὰ δρώμενα ἀργὰ ἢ ἀπαγγελτικὰ ἢ

ἀποτελεστικά.

Ἀμέλει καὶ σὺ τοσοῦτο συγχωρεῖς, μηδένα θεὸν ἢ δαίμονα λέγων

ὑπ' αὐτῶν καθέλκεσθαι.

7

«Οἱ δὲ εἶναι μὲν ἔξωθεν τίθενται τὸ ὑπήκοον γένος ἀπατηλῆς φύ-»

«σεως, παντόμορφόν τε καὶ πολύτροπον, ὑποκρινόμενον καὶ θεοὺς καὶ»

«δαίμονας καὶ ψυχὰς τεθνηκότων· καὶ διὰ τούτων πάντα δύνασθαι τῶν»

«δοκούντων ἀγαθῶν ἢ κακῶν εἶναι. ἐπεὶ εἰς τά γε ὄντως ἀγαθά, ἅπερ»

«εἶναι κατὰ ψυχήν, μηδὲν καθάπαξ συμβάλλεσθαι δύνασθαι, μηδὲ»

«εἰδέναι ταῦτα, ἀλλὰ κακοσχολεύεσθαι καὶ τωθάζειν καὶ ἐμποδίζειν»

«πολλάκις τοῖς εἰς ἀρετὴν ἀφικνουμένοις. πλήρεις τε εἶναι τύφου, καὶ»

«χαίρειν ἀτμοῖς καὶ θυσίαις.»

«Πολλοῖς γὰρ ἀγύρτης καὶ τῷ κεχηνότι τῆς προσδοκίας ἡμῶν ἐ-»

«πιθέμενος ...»

Ἓν οὖν τοῦτό ἐστι τὸ ἄχραντον καὶ ἱερατικὸν θεῖόν τε ὡς ἀληθῶς

γένος τῆς μαντείας· καὶ τοῦτο οὐχ, ὡς σὺ λέγεις, διαιτητοῦ δεῖται ἢ ἐμοῦ ἢ

ἄλλου τινός, ἵν' αὐτὸ ἐκ πολλῶν προκρίνω.

Μάτην οὖν ἐπεισάγεις τὴν ἀπὸ τῶν ἀθέων δόξαν, ὡς ἄρα τὴν πᾶσαν

μαντεῖαν ἀπὸ τοῦ πονηροῦ δαίμονος ἡγοῦνται ἐπιτελεῖσθαι.

8a

«Πάνυ δέ με θράττει πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάττον-»

«ται ὡς χείρους καὶ δίκαιον εἶναι ἀξιοῦντες τὸν θεράποντα, τὰ ἄδικα»

«αὐτοὶ κελευσθέντες δρᾶν ὑπομένουσιν καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ»

«ἀφροδισίων οὐκ ἂν καλοῦντι ὑπακούσαιεν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα»

«ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν.»

8b

«Καὶ ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσιν δεῖν εἶναι τοὺς ὑποφήτας,»

«ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται (αὐτοὶ δὲ ἀτμοῖς τοῖς»

«ἀπὸ θυσιῶν μάλιστα δελεάζονται), καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν»

«ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται.»

8c

«Πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ»

«τεθνηκότος, αὐτῷ δὲ τῷ βασιλεῖ Ἡλίῳ ἢ Σελήνῃ ἤ τινι τῶν κατ' οὐ-»

«ρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα ἐκφοβεῖν,»

«ψευδόμενον ἵν' ἐκεῖνοι ἀληθεύσωσι. τὸ γὰρ λέγειν ὅτι τὸν οὐρανὸν»

«προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρ-»

«ρητον δείξει καὶ τὴν βᾶριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδά-»

«σει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι ἃ μήτε»

«οἶδεν μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτως»

«κενὸν φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι; καίτοι καὶ»

«Χαιρήμων ὁ ἱερογραμματεὺς ἀναγράφει ταῦτα, ὡς καὶ παρ' Αἰγυπτίοις»

«θρυλούμενα, καὶ ταῦτά φασιν εἶναι καὶ τὰ τοιαῦτα βιαστικώτατα.»

9a

«Αὐταὶ δὲ αἱ εὐχαὶ τίνα ἔχουσιν λόγον, τὸν ἐξ ἰλύος ἀναφανέντα»

«λέγουσαι καὶ ἐπὶ τῷ λωτῷ καθήμενον καὶ ἐπὶ πλοίου ναυτιλλόμενον»

«καὶ καθ' ὥραν τὰς μορφὰς ἀμείβοντα καὶ κατὰ ζῴδιον μετασχηματι-»

«ζόμενον; οὕτω γάρ φασιν αὐτοπτεῖσθαι, ἀγνοοῦντες ὅτι τὸ ἴδιον»

«πάθος τῆς αὑτῶν φαντασίας ἐκείνῳ περιάπτουσιν.»

9b

«Εἰ δὲ συμβολικῶς λέγεται ταῦτα, τῶν ἐκείνου δυνάμεων ὄντα»

«σύμβολα, τὴν ἑρμηνείαν τῶν συμβόλων εἰπάτωσαν. δῆλον γὰρ ὡς εἰ»

«τοῦ ἡλίου ἦν τὸ πάθος καθάπερ ἐν ταῖς ἐκλείψεσιν, πᾶσιν ἂν ὤφθη»

«ταὐτὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν.»

10a

«Τί δὲ καὶ τὰ ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρβαρα»

«πρὸ τῶν ἑκάστῳ οἰκείων; εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀ-»

«κοῦον, αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑ-»

«πάρχῃ τοὔνομα. οὐ γάρ που καὶ ὁ καλούμενος Αἰγύπτιος ἦν τῷ γένει·»

«εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ' οὔ τί γε Αἰγυπτίᾳ χρώμενος φωνῇ οὐδ' ἀνθ-»

«ρωπείᾳ ὅλως χρώμενος.»

10b

«Ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα»

«διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμᾶς γινομένων παθῶν,»

«ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι»

«διάκειται.»

11

Τούτων δὲ ἀποστάς, ὡς φῄς, βούλει σοι δηλωθῆναι τί τὸ πρῶτον

αἴτιον ἡγοῦνται εἶναι Αἰγύπτιοι, πότερον νοῦν ἢ ὑπὲρ νοῦν, καὶ μόνον

ἢ μετ' ἄλλου ἢ ἄλλων, καὶ πότερον ἀσώματον ἢ σωματικόν, καὶ εἰ τῷ

δημιουργῷ τὰ αὐτὰ ἢ πρὸ τοῦ δημιουργοῦ, καὶ εἰ ἐξ ἑνὸς τὰ πάντα ἢ

ἐκ πολλῶν, καὶ εἰ ὕλην ἴσασιν ἢ σώματα ποιὰ πρῶτα, καὶ ἀγέννητον

ὕλην ἢ γεννητήν.

12a

Ἐγὼ δή σοι πρῶτον ἐρῶ τὴν αἰτίαν, δι' ἣν ἔν τε γράμμασι τῶν ἀρχαίων

ἱερογραμματέων πολλαὶ καὶ ποικίλαι δόξαι περὶ τούτων φέρονται, καὶ

παρὰ τοῖς ἔτι ζῶσι τῶν σοφῶν τὰ μεγάλα οὐχ ἁπλῶς ὁ λόγος παραδίδοται.

12b

«Χαιρήμων μὲν γὰρ καὶ οἱ ἄλλοι οὐδ' ἄλλο τι πρὸ τῶν ὁρωμένων»

«κόσμων ἡγοῦνται, ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ' ἄλλους»

«θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων καὶ τῶν συμπληρούντων τὸν ζῳ-»

«διακὸν καὶ ὅσοι τούτοις παρανατέλλουσιν, τάς τε εἰς τοὺς δεκανοὺς»

«τομὰς καὶ τοὺς ὡροσκόπους καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας,»

«ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς Σαλμεσχινιακοῖς φέρεται καὶ θεραπεῖαι»

«παθῶν καὶ ἀνατολαὶ καὶ δύσεις καὶ μελλόντων σημειώσεις.»

12c

«Ἑώρα γὰρ τοὺς τὸν ἥλιον δημιουργὸν φαμένους καὶ τὰ περὶ τὸν»

«Ὄσιριν καὶ τὴν Ἶσιν καὶ πάντας τοὺς ἱερατικοὺς μύθους ἢ εἰς τοὺς»

«ἀστέρας καὶ τὰς τούτων φάνσεις καὶ κρύψεις καὶ ἐπιτολὰς ἑλιττομέ-»

«νους ἢ εἰς τὰς τῆς σελήνης αὐξήσεις καὶ μειώσεις ἢ εἰς τὴν τοῦ ἡλίου»

«πορείαν ἢ τό γε νυκτερινὸν ἡμισφαίριον ἢ τὸ ἡμερινὸν ἢ τόν γε»

«ποταμόν, καὶ ὅλως πάντα εἰς τὰ φυσικὰ καὶ οὐδὲν εἰς ἀσωμάτους καὶ»

«ζώσας οὐσίας ἑρμηνεύοντας.»

13a

«Ὧν οἱ πλείους καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῆς τῶν ἀστέρων ἀνῆψαν»

«κινήσεως, οὐκ οἶδ' ὅπως δεσμοῖς ἀλύτοις Ἀνάγκης, ἣν Εἱμαρμένην»

«λέγουσιν, πάντα καταδήσαντες καὶ πάντα τούτοις ἀνάψαντες τοῖς θεοῖς,»

«οὓς ὡς λυτῆρας τῆς Εἱμαρμένης μόνους ἔν τε ἱεροῖς καὶ ξοάνοις καὶ»

«τοῖς ἄλλοις θεραπεύουσιν.»

13b

Ὥστε οὐδ' ὅπερ ἐκ τῶν Ὁμηρικῶν σὺ παρέθηκας, τὸ στρεπτοὺς εἶναι

τοὺς θεούς, ὅσιόν ἐστι φθέγγεσθαι.

14a

Φέρε δὴ οὖν καὶ τὴν πολύτροπον ἀπορίαν τὴν περὶ τοῦ ἰδίου δαίμονος

ποικίλαις τε ἀντιλήψεσι χρωμένην ἀπευθύνειν πειραθῶμεν τὸν δυνατὸν

ἡμῖν τρόπον. ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν, διττῆς οὔσης περὶ τὸν ἴδιον δαίμονα

πραγματείας, τῆς μὲν θεουργικῆς, τῆς δὲ τεχνικῆς, καὶ τῆς μὲν ἀπὸ τῶν ἄνω-

θεν αἰτιῶν αὐτὸν ἐπικαλουμένης, τῆς δὲ ἀπὸ τῶν ἐν τῇ γενέσει φανερῶν

περιόδων, καὶ τῆς μὲν οὐδὲν προσχρωμένης γενεθλιαλογίᾳ, τῆς δὲ ἐφαπτο-

μένης καὶ τῶν τοιούτων μεθόδων, καὶ τῆς μὲν ὑπὲρ τὴν φύσιν καθολικώτε-

ρον, τῆς δὲ μεριστῶς κατὰ τὴν φύσιν αὐτὸν θεραπευούσης, ἀτόπως μοι σὺ

δοκεῖς τὴν τελειοτέραν ἱερουργίαν ἐπὶ τὴν ἀνθρωπίνην ὑπενεχθῆναι καὶ

ἐπὶ ταύτης γυμνάσαι τὰς σαυτοῦ ἐρωτήσεις.

14b

Ἔπειτα καὶ ἐνταῦθά μοι φαίνῃ βραχύ τι μόριον τῆς περὶ αὐτὸν πραγ-

ματείας ἀποτεμέσθαι· εἰωθότων γὰρ τῶν περὶ τὴν φύσιν ἐργοτεχνιτῶν ἀπό

τε τῶν δεκανῶν καὶ τῶν λειτουργῶν, ζῳδίων τε καὶ ἄστρων, ἡλίου τε καὶ

σελήνης, καὶ ἀπὸ τῶν ἄρκτων, ἀφ' ὅλων τε τῶν στοιχείων καὶ ἀπὸ τοῦ κό-

σμου καλεῖν αὐτὸν τεταγμένως, οὐκ ὀρθῶς σὺ κατανειμάμενος ἕν τι βραχύ-

τατον τὸ τοῦ οἰκοδεσπότου μόριον, περὶ αὐτὸ τὰς ζητήσεις ἐποιήσω.

14c

Καὶ ἐνταῦθα πάλιν ἀφ' ἑνὸς τοῦ προκειμένου καὶ τοῦ διερευνήσα-

σθαι, πῶς μὲν ὁ οἰκοδεσπότης αὐτὸν δίδωσι, κατὰ τίνα δ' ἀτοπίαν ἢ

ἀπόρροιαν ἢ ζωὴν ἢ δύναμιν εἰς ἡμᾶς ἀπ' αὐτοῦ καθήκει, περὶ γενεθ-

λιαλογίας ποιῇ τὸν λόγον, εἴτε ὑφέστηκεν εἴτε μή, καὶ περὶ εὑρέσεως

τοῦ οἰκοδεσπότου, εἴτε ἀδύνατός ἐστιν εἴτε δυνατή.

14d

Φῂς γὰρ δὴ ὡς οὗτος ἦν ἄρα εὐδαίμων ὅστις μαθὼν τὸ σχῆμα τῆς

αὑτοῦ γενέσεως τὰ εἱμαρμένα ἐκθύσαιτο γνοὺς τὸν ἑαυτοῦ δαίμονα.

15a

Ἔτι δ' ἔμοιγε δοκεῖ μέρος τι τῆς τοῦ δαίμονος θεωρίας καὶ τοῦτο

ἔσχατον εἶναι τὸ τοιοῦτον, τὸ δ' ὅλον αὐτοῦ τῆς οὐσίας παραλείπεσθαι

κατὰ τὴν τοιαύτην μέθοδον. ἀλλὰ ταῦτα μέν, εἰ καὶ ψευδῶς εἴρηται,

ὅμως οὐκ ἔχει γέ τινα ἀλλοτριότητα, τὰ δ' ἐφεξῆς περὶ τῆς τῶν κανόνων

διαριθμήσεως καὶ περὶ τῆς ἐπιστήμης τῆς γενεθλιαλογικῆς ἀπορηθέντα,

ὥς εἰσιν ἀκατάληπτοι, οὐδεμίαν ἔχουσι πρὸς τὸ προκείμενον ἀμφισβήτησιν.

15b

Εἰ δὲ δεῖ καὶ τούτων ἀπαλλαγέντας ἐκεῖνο εἰπεῖν, οὐ καλῶς μοι

δοκεῖς τὸ ἀδύνατον εἰς γνῶσιν τῆς μαθηματικῆς ἐπιστήμης συλλογίζε-

σθαι, διότι πολλὴ διαφωνία περὶ αὐτὴν γέγονεν, ἢ ὅτι ὁ Χαιρήμων ἢ

ἄλλος τις πρὸς αὐτὴν ἀντείρηκεν.

15c

Φῂς γὰρ δὴ κατὰ τὸ σὸν γράμμα τῆς ἐπιστολῆς, ὡς ἡ τοῦ οἰκοδε-

σπότου τῆς γενέσεως λῆψις, ἢ τῶν οἰκοδεσποτούντων εἰ πλείους εἶεν

ἑνός, σχεδὸν καὶ παρ' αὐτοῖς ὁμολογεῖται εἶναι ἀκατάληπτος, ἀφ' οὗ δή

φασιν ἐνεῖναι τὸν οἰκεῖον καταμαθεῖν δαίμονα.

16a

Ἀπὸ δὴ τούτων ῥᾳδίως ἀποκρινοῦμαί σοι καὶ πρὸς τὸ ἐφεξῆς ἐρώ-

τημα· οὐ γάρ τινος τῶν ἐν ἡμῖν μέρους, 〈ὡς μοῖρα ἰδία πρὸς ἕκαστον τῶν

ἐν ἡμῖν ἀπομεριζομένη〉, πάντων δ' ἁπαξαπλῶς ἡγεῖται, διήκει τε ἐπὶ πᾶ-

σαν τὴν ἐφ' ἡμῖν ἀρχήν, ὥσπερ ἀφ' ὅλων τῶν ἐν τῷ παντὶ διατάξεων

ἀπονενέμηται. καὶ γάρ, ὅπερ σὺ παρατίθεσαι τεκμήριον τὸ περὶ τῶν κατὰ

μέρη τοῦ σώματος ἐφεστηκότων δαιμόνων ὑγείας καὶ τοῦ εἴδους καὶ τῆς

ἕξεως τῆς ἐν αὐτοῖς ὄντων συνοχέων καὶ ἑνὸς τοῦ ἐπὶ πᾶσι κοινῶς ἐπι-

βεβηκότος προστάτου, τοῦτο ποιοῦ δεῖγμα τῆς εἰς ἕνα δαίμονα πάντων

τῶν ἐν ἡμῖν ἀνηκούσης προστασίας· μὴ τοίνυν διαίρει τὸν μὲν σώματος,

τὸν δὲ ψυχῆς, τὸν δὲ νοῦ δαίμονα.

Ἀτοπώτερον δ' ἔτι τούτου, εἰ δὲ μὴ συμφυῆ, διῃρημένα δ' ἔσται

χωρὶς ἀπ' ἀλλήλων τὰ ἐπάρχοντα μόρια τῶν πολλῶν δαιμόνων.

16b

Ποιεῖς δὲ καὶ ἐν αὐτοῖς ἐναντίωσιν τῶν μὲν ὡς ἀγαθῶν, τῶν δὲ

ὡς φαύλων, οὐδαμοῦ τῶν κακῶν ἡγεμονικὴν ἐχόντων λῆξιν οὐδὲ ἰσαξίως

ἀντιδιαιρουμένων τοῖς ἀγαθοῖς.

17a

Ἔπειτα τούτων ἀποστὰς ἐπὶ μὲν τὴν φιλόσοφον ἀπολισθαίνεις

δόξαν, ἀνατρέπεις δὲ τὴν ὅλην περὶ τοῦ ἰδίου δαίμονος ὑπόθεσιν. εἰ

γὰρ μέρος ἐστὶ τῆς ψυχῆς, οἷον τὸ νοερόν, καὶ οὗτός ἐστιν εὐδαίμων ὁ

τὸν νοῦν ἔχων ἔμφρονα, οὐκέτι ἐστὶν ἑτέρα τάξις οὐδεμία κρείττων ἢ

δαιμόνιος, ἐπιβεβηκυῖα τῆς ἀνθρωπίνης ὡς ὑπερέχουσα.

17b

Μνημονεύεις τοίνυν μετὰ τοῦτο καὶ ἄλλης πραγματείας περὶ τὸν

ἴδιον δαίμονα, τῆς μὲν ὡς πρὸς δύο τῆς δὲ ὡς πρὸς τρεῖς ποιουμένης

τὴν θεραπείαν. διὰ τί οὖν κοινῇ κλήσει καλεῖται ὑπὸ πάντων;

18a

Λείπεται δὴ τελευταῖος ὁ περὶ εὐδαιμονίας λόγος, περὶ οὗ σὺ ποι-

κίλως ἐπεζήτησας, τὰ μὲν πρῶτα ἐπιστάσεις ὑποτείνων, ἔπειτα ἀπορῶν

καὶ μετὰ ταῦτα διαπυνθανόμενος. θέντες οὖν ἕκαστα τῶν σῶν ᾗπερ αὐτὰ

18b

προήγαγες, ἀποκρινούμεθά σοι πρὸς αὐτὰ συμμέτρως. ἐπέστησας γὰρ

μήποτε ἄλλη τις λανθάνῃ οὖσα ἡ πρὸς εὐδαιμονίαν ὁδός· καὶ τίς ἂν

γένοιτο ἑτέρα ἀφισταμένη τῶν θεῶν εὔλογος πρὸς αὐτὴν ἄνοδος;

18c

Μάτην οὖν διαπορεῖς ὡς οὐ δεῖ πρὸς δόξας ἀνθρωπίνας βλέπειν·

τίς γὰρ σχολὴ τῷ πρὸς τοῖς θεοῖς τὴν διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς

ἀνθρώπων ἐπαίνους; ἀλλ' οὐδὲ τὸ ἐπὶ τούτῳ πρὸς ἔπος ἐπαπορεῖς, ὡς

ἡ ψυχὴ ἐκ τοῦ τυχόντος ἀναπλάττει μεγάλα.

18d

Ἀλλ' οὐδὲ ὅσα ὡς ἀγύρτας καὶ ἀλαζόνας διασύρουσί τινες τοὺς τῶν

θεῶν θεραπευτάς, οἷς καὶ σὺ παραπλήσια εἴρηκας, οὐδὲν οὐδὲ ταῦτα

ἅπτεται τῆς ἀληθινῆς θεολογίας τε καὶ θεουργίας.

Βούλομαι δὴ τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα ἐπιδραμεῖν, ὅσα διαβάλ-

λων τὴν θείαν πρόγνωσιν ἄλλας τινὰς μεθόδους αὐτῇ παραβάλλει, περὶ

τὴν τοῦ μέλλοντος προμήνυσιν διατριβούσας. ἐμοὶ γάρ, οὔτε εἴ τις ἐκ

φύσεως ἐπιτηδειότης τῳ εἰς σημασίαν τοῦ ἐσομένου παραγίνεται, ὥσπερ

ἡ τοῖς ζῴοις τῶν σεισμῶν ἢ τῶν ἀνέμων ἢ τῶν χειμώνων συμπίπτει

πρόγνωσις, τίμιος εἶναι δοκεῖ· κατ' αἰσθήσεως γὰρ ὀξύτητα ἢ κατὰ συμ-

πάθειαν ἢ κατ' ἄλλην τινὰ φυσικῶν δυνάμεων συγκίνησιν ἡ τοιαύτη

ἔμφυτος συνέπεται μαντεία, οὐδὲν ἔχουσα σεμνὸν καὶ ὑπερφυές. οὔτε εἴ

τις κατὰ λογισμὸν ἀνθρώπινον ἢ τεχνικὴν παρατήρησιν ἀπὸ σημείων

τεκμηριοῦται ἐκεῖνα, ὧν ἐστὶ τὰ δηλωτικά, ὡς ἀπὸ συστολῆς ἢ φρίκης

τὸν μέλλοντα πυρετὸν προγινώσκουσιν οἱ ἱατροί, οὐδὲν οὐδὲ οὗτός μοι

δοκεῖ τίμιον ἔχειν καὶ ἀγαθόν.

Οὐ τοίνυν προορῶσι μέν, ὡς σὺ τοπάζεις, οἱ ταύτην ἔχοντες τὴν

μαντικήν, οὐ μήν εἰσιν εὐδαίμονες.

19a

Βέλτιον οὖν, ὅπερ ἀπαιτεῖς παρ' ἡμῶν, τὴν εἰς εὐδαιμονίαν ὁδὸν

ἐπιδεῖξαί σοι, καὶ ἐν τίνι κεῖται ἡ αὐτῆς οὐσία.

«Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλή, ἅτε ἐξ ἀνθρωπί-»

«νων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνηται ἡ πρὸς τὸ»

«κρεῖττον συνουσία, εἰ παρεῖται τὸ μέρος τοῦτο εἰς ἐξέτασιν, μάτην»

19b

«αὐτοῖς ἡ σοφία ἐξήσκηται [μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται] περὶ»

«δραπέτου εὑρέσεως ἢ χωρίου ὠνῆς ἢ γάμου, εἰ τύχοι, ἢ ἐμπορίας»

«τὸν θεῖον νοῦν ἐνοχλήσασιν. εἰ δ' οὐ παρεῖται μέν, οἱ δὲ συνόντες»

«περὶ μὲν τῶν ἄλλων τἀληθέστατα λέγουσιν, περὶ δὲ εὐδαιμονίας»

«οὐδὲν ἀσφαλὲς οὐδ' ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ»

«δαίμονες, ἀλλ' ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.»

Ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶνπρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοικαὶ οὐδὲ περὶ πόλεων μεγίστων· οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντοςοὐδέποτε ἐξῄεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν ἐτέ-λεσαν τὰς ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧνἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσιδὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεσθαι καὶπερὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. ἔτι ζητεῖται διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται.ἐπιλύουσι δὲ αὐτὸ οἱ περὶ <Ζηνόδοτον> οὕτως, ὅτι πρέπον ἐστὶ τῇποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσ-εχεστέρους ποιοῦν, εἰ μέλλει πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων. πάλιν ζητεῖται, διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύοντοςοὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δ' ὅτιἐκεῖ μέν, ἅτε μόνως ἐφ' ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶτοὔνομα τέθειται, ἐνταῦθα δέ, εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺςἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται. οὐ γὰρ μό-νον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται ἀλλὰ σχεδὸν ἅπαντας, ὅπου γεκαὶ ἐξισοῖ τινας αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων αὐτό, ἀπὸ τῆςπόλεως ὀνομάζει καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα. ζητοῦσι διὰ τί ἀπὸ τῆς μήνιδος ἤρξατο, οὕτως δυσφήμου ὀνόματος.διὰ δύο ταῦτα· πρῶτον μὲν ἵν' ἐκ τοῦ πάθους ἀποκαθαριεύσῃ τὸ τοι-οῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτικωτέρους τοὺς ἀκροατὰς ἐπὶ τοῦμεγέθους ποιήσῃ καὶ προσεθίσῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη μέλλωνπολέμους ἀπαγγέλλειν. δεύτερον ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πι-θανώτερα ποιήσῃ. ἐπεὶ δὲ ἔμελλε νικῶντας ἀποφαίνειν τοὺς Ἕλληνας,εἰκότως οὐ κατατρέχει, ἀξιοπιστότερον ἐκ τοῦ μὴ πάντα χαρίζεσθαι τῷἐκείνων ἐπαίνῳ. v. ζητ. Vat. 17 (=schol. *B Α 105) in fine operis. τὸ <πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν> ἐναντίονφαίνεται τῷ <μοῖραν δ' οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀν-δρῶν> (Ζ 488), ἔτι δὲ καὶ .... [τῷ] <ψυχὴ δ' ἠύτ' ὄνειρος ἀπο-πταμένη πεπότηται> (λ 222), εἰς Ἅιδου δὲ κατῆλθεν· εἰ γὰρ <προ-ΐαψεν> ἐστὶ προδιέφθειρεν, οὔτε ἡ μοῖρα [κυρία τοῦ ἀποθανεῖν] οὔτεἡ ψυχὴ μένει, [ἀπόλλυται] γὰρ [εἰ διαφθείρεται]. λύεται δὲ κατ' αὐτὴντὴν λέξιν· τὸ <προΐαψεν> ἀποδιδόασί τινες ἀντὶ [τοῦ ἔπεμψε] πρὸἄλλων ......... τῷ ἅμματι καὶ τῷ !πτω ... τὸ γὰρ <Ἄϊδι προ-ΐαψεν> ...... ἐναντίον τῷ <μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναιἀνδρῶν>. ἀλλ' οὐ ταὐτὸν ἐκείνῳ τοῦτο. νῦν γὰρ δοκεῖ λέγειν, ὡςοὐ διὰ τὴν Μοῖραν ἀλλὰ τὴν μῆνιν Ἀχιλλέως ἀπώλοντο. ῥητέον οὖνὅτι μοῖραν ἐνταῦθα ἀκουστέον τὴν πρὸ τῆς ὡρισμένης τελευτήν· πρε-πώδης γὰρ ἀνθρώποις θάνατος ὁ ἐν γήρᾳ γινόμενος· <γῆρας> γάρ φησι<καὶ θάνατος τά τ' ἐπ' ἀνθρώποισι πέλονται> (ν 59). <προ-ΐαψεν> οὖν· ἔβλαψεν πρὸ καιροῦ παραπέμψασα Ἅιδῃ, τουτέστι πρὸ τοῦπρέποντος ἀνθρώποις θανάτου. ἢ περιττεύει ἡ πρό, ὡς τὸ <νῆάς τεπροπάσας> (Β 493). v. Herm. XIV, p. 237. v. Ξ 200. ἀπρεπὲς τὸ τὸν ἱερέα τοῖς μὲν οἰκείοις καταρᾶσθαι τοῖς δὲἐχθροῖς εὔχεσθαι τὰ βέλτιστα 〈vacuunt spatium 5 fere litt. capax〉. ἡδὲ λύσις ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖς πολεμίοις γενόμενον καὶ ὑπὲρ