Quaestionum Homericarum ad Odysseam pertinentium reliquiae
- Authority group
- Porphyry (catalogue association; authorship remains anonymous)
- Edition reference
- Quaestionum Homericarum ad Odysseam pertinentium reliquiae, ed. H. Schrader, Porphyrii quaestionum Homericarum ad Odysseam pertinentium reliquiae, Leipzig: Teubner, 1890: 1–134.
- CTS identifier
urn:cts:greekLit:tlg2034.tlg016.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
5sqq
πολλὰ ὁ μὲν ἔπαθεν <ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον
ἑταίρων>, ἐν τοῖς παρ' ἑαυτὸν σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλ'
οὐκ ἐν τοῖς μὴ παρ' ἡμᾶς ἀποβαινόντων· καὶ ὁμοίως ἐν τοῖς παρ'
ἡμᾶς αὐτὸς μὲν ἔσωσεν ἂν ἀρετῇ πειθομένους τοὺς δυνηθέντας ἂν μὴ
διὰ τύχην ἔξωθέν τινα καθ' εἱμαρμένην ἀποθανεῖν, ἐκ δὲ τῆς παρ'
αὐτῶν αἰτίας καίπερ πολλὰ προθυμηθεὶς οὐκ ἔσωσεν.
<αὐτοὶ γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο>. οὗτοι ἦσαν
εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων
τὰ μὲν παρὰ τὴν τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὧν ὁ σοφὸς οὐ κύριος,
τὰ δὲ παρ' ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμήν, ὧν κρατεῖν οἷός τε ὁ σπου-
δαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύχην οὔτ' ἐφ'
ἑαυτοῦ οὔτ' ἐπ' ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν
αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφ' ἑαυτοῦ καὶ ἐπὶ τῶν
αὐτῷ διαφερόντων, καὶ περιγενόμενος ἐφ' ἑαυτοῦ ἀποτακτήσει τὰ πολλὰ
ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ ἐκ φρονήσεως ἔχωσιν ἕξιν.
ἀκουστέον οὖν τὸ
<πολλὰ δ' ὅγ' ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων>
ἐν τοῖς δυνατοῖς καὶ παρ' ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλ' οὐ μέντοι
τοῖς μὴ παρ' ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφ' ἡμῖν μόνων ῥεκτικὸς ὁ σπου-
δαῖος, καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτιῶν θανάτου φυλακτικός, ἀλλ'
οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίαν ἀποβαινόντων· οὔτε γὰρ
ἁπαξαπλῶς τὰ ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφ' ἡμῖν πάντων κύριον,
ἀλλ' ὧν μὲν τὸ ἐφ' ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν θανάτων
οἱ μὲν δι' ἔξωθεν γίνονται αἰτίας, οἱ δὲ δι' ἡμετέρας ἁμαρτίας καὶ ἐκ
τῆς ἡμετέρας ἀνοίας ἤρτηνται, ὡς οἵ γε πλεῖστοι τῶν διὰ κακίαν εἰς
κόλασιν ὑπὸ τοῦ νόμου ἀπαγομένων, ἠρτημένοι δὲ ἀπ' αἰτίας τῆς ἐκ
τῶν ἑκουσίων ἁμαρτημάτων.
33-34
scholia, quae ad Ω 527 sqq. et Ζ 488 (p. 105, 33 sqq.)
sec. Dindorfium edidimus, non est cur hic repetantur. Illud etiam
in codd. H (f. 2a), M (a, f. 10b), D (f. 178a) sine ulla, quae quidem
digna sit, quae afferatur, scripturae discrepantia legitur; de altero,
quod M1 f. 10b et H f. 2a int. (hic quidem ita ut plurima detrita sint et
incerta) habent, afferendum, verba οὐ σύνθετον τὸ ὑπὲρ μόρον (p. 105, 33)
et πῶς (Ι. 34) uni M1 deberi. Priori (v. 33=Ω 527) in codice Vaticano
gr. 1320 praemitti Πορφυρίου, Ludwich, pr. I, p. 23, attulit.
44
cf. v. 69.
68
*τὸ <ἀσκελές> σημαίνει τὸ ἄγαν σκληρόν. σκέλλειν γάρ ἐστι
τὸ σκληροποιεῖν, καὶ ὁ σκελετὸς ὁ κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ
Ἀσκληπιὸς κατὰ στέρησιν μετὰ ἠπιότητος, ὁ διὰ τῆς ἰατρικῆς μὴ ἐῶν
σκέλλεσθαι. ἐνίοτε δὲ ἀσκελές τὸ † ἐπὶ πᾶσι σημαίνει. καὶ <Σοφοκλῆς>
(Ant. 475) <σίδηρον ὀπτὸν ἐκ τοῦ πυρὸς περισκελῆ θραυσθέντα
καὶ ῥαγέντα πλεῖστ' ἂν εἰσίδοις>. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδια-
λείπτως κατὰ μετάληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον.
*<ἀσκελές> τὸ ἄγαν σκληρόν. σκέλλειν γὰρ τὸ σκληροποιεῖν, ἐξ οὗ
τὸ κατεσκληκέναι τὴν σάρκα. οἱ δὲ τὸ <ἀσκελές> ἀντὶ τοῦ ἀδιαλείπτως
κατὰ μετάληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον ἀπόρευτον. καὶ ἡ ὀργὴ ἀμε-
τακίνητος.
69
ad ι 106 sqq.
ad eundem versum, interiecto ἄλλως, in codice <Harl>. (f. 3a)
fragmentum quaestionis <Vaticanae> θʹ adscriptum est, incipiens a
verbis (=Iliad. p. 294, 14): φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος,
desinens (in f. 3b) verbis (=p. 295, 11) καὶ φοβερὸν τὸν 〈sic〉 ἄγαν
λαμπρὸν καὶ στίλβον. Cuius fragmenti pars extrema (δέδορκε τὸ ἄγαν
στίλβον—καὶ φοβερὸν τὸ ἄγαν λαμπρὸν καὶ στίλβον, =p. 295, 5—11)
codicis f. 2b adscripta est; quae verba, interiecto signo scholii finiti,
ab iis excipiuntur, quae p. 295, 13 sqq. edidimus: γλαυκιόωντες δὲ οἱ
λέοντες—οὕτως ἐβουλόμην τὰς Ὁμηρικὰς λέξεις καὶ τοὺς ἐξηγητὰς
σκοπεῖσθαι, καὶ τοὺς τοῦτον τὸν τρόπον ἐξηγησαμένους ἀποδέχεσθαι,
quae ut, nisi fallor, etiam superiora illa (δέδορκε—στίλβον) signo
apposito ad <γλαυκῶπις> v. 44 relata sunt. Horum scholiorum a quae-
stione a nobis edita scripturae discrepantiam nonnumquam propter
miseram chartae condicionem satis incertam afferre, praesertim cum
a <Ludwichio>, progr. III, p. 13, tria illa fragmenta accurate edita
sint, supervacaneum esse duximus.
70
inter quaestiones a nobis ι 106 sqq. collatas extremo loco
positum.
93
v. 284.
98
scholium Porphyrianum ad ἀπείρονα γαῖαν adscriptum, quod
ad Ξ 200, p. 193, 11 sqq., Dindorfii et textum et annotationem secuti
e codice E edidimus, non solum in hoc codice (f. 3b), sed etiam in D
(f. 179b), sed longe peius traditum, et secundum Ludwichium, progr. III,
p. 22, etiam in cod. <Vat>. gr. 1320 (hic quidem praemisso <Πορφυ-
ρίου>) legitur. Hoc loco ea, quae l. c. Ambrosiano codici prave tribui,
afferre sufficiet. Legendum igitur p. 193, 12 ἤγουν σφαιρικήν | 18 καὶ
πολλὰ | 21 πολλὰ τέρατα | 22 οὗ γὰρ ἂν ἔλθοι τις τοῦτο ἐπ' αὐτὸ τὸ
τέρας ἴσως ἔχοι | 25 ἔφην | 28 περίστατε 〈an περιίστατε?〉 | 29 ὁ γὰρ
λόγος 〈sic〉.
136(138 Dind)
ad δ 52.
145
ad ω 208.
184-185
προφασίζεται νόσφιν εἶναι τὴν ναῦν, πρὸς τὸ μὴ καὶ
τοὺς ἑταίρους ἐθέλειν ξενίσαι, τὸν δὲ πλοῦν μακρόν τε καὶ ἀναγκαῖον
εἶναι, πρὸς τὸ μὴ κατασχεθῆναι παρ' αὐτοῦ.
215-216
εἰ μηδεὶς τῶν γεννωμένων δύναται γνῶναι τὸν πατέρα,
πόθεν ἡ γνῶσις τοῖς παισὶ τοῦ πατρός; τὸ γὰρ <μήτηρ μέν τέ
μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα> λόγον μὲν ἔχει
ἐπὶ τοῦ Τηλεμάχου· ὅτε γὰρ ὁ πατὴρ ἀπεδήμει, <παῖς ἦν ἐπὶ μαζῷ>
(λ 448)· διὸ μόνου τοῦ ὀνόματος παρὰ τῆς μητρὸς γίνεται ἀκροατής,
ἀκούων ὅτι τοῦ Ὀδυσσέως ἐστὶ παῖς. εἰ δὲ καθόλου τὸ <οὐ γάρ
πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω>, πόθεν ἡ γνῶσις; ἔδει γὰρ φάναι·
ἐγὼ γὰρ οὐκ εἶδον τὸν γεγεννηκότα, ἀλλὰ μὴ καθόλου ποιεῖσθαι τὴν
ἀπόφασιν, ὡς μηδενὸς εἰδότος τὸν ἑαυτοῦ πατέρα. ὀρθῶς οὖν ὁ <Σέ-
λευκος> εἴρηκεν, ὅτι δεῖ προσλαβεῖν τὸ εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι.
κἂν γὰρ ἀπῇ ἢ τεθνήκῃ, ἅμα τῷ γενέσθαι τὸν παῖδα ἡ μήτηρ διδάσκει
τοῦ πατρὸς τοὔνομα, κἂν περιῇ καὶ παρῇ, ἡ μήτηρ δείκνυσιν, ὅτι τούτου
ἐστὶ παῖς· ὥστε τὸ <οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω>
προσλαβόντας δεῖ τὸ εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι δοκιμάζειν, εἰ μὴ
ὀρθῶς εἴρηται.
ἀλλὰ καὶ οὕτως ζητοῦσι, τίς ὁ νοῦς, τοῦ μὲν ξένου ἐρωτήσαντος·
<ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἰ δὴ ἐξ αὐτοῖο τόσος πάις εἶς Ὀδυσῆος·
αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
κείνῳ>,
τοῦ δὲ ἀποκρινομένου·
<τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω·
μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε
οὐκ οἶδ'· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω>.
τίς γὰρ ἡ διάνοια τοῦ λέγοντος· οὐδεὶς τὸν πατέρα ἀνεγνώρισεν; οὐ
γὰρ αὕτη ἡ ἀκολουθία, ὅτι μὴ περὶ παρόντος ἐστὶν ὁ λόγος, εἰ γνωρίζει
τοῦτον, ἀλλὰ περὶ ἀπόντος, περὶ οὗ οὐκ, εἰ μὴ γνωρίζει ἐχρῆν λέγειν,
ἀλλ' εἰ μὴ πεπίστευκεν; ὁ γὰρ λόγος· εἰπέ μοι, εἰ τοῦ Ὀδυσσέως εἶ
παῖς· ὁ δέ φησιν· οὐκ οἶδα· παρὰ γὰρ τῆς μητρὸς ἀκήκοα—Ὀδυσ-
σέως γὰρ εἶναι φησὶ, τοῦ ἀνδρός—· οὐ γὰρ αὐτὸς ἑώρακα. πρὸς δὲ
τὸ παρὰ μητρὸς ἤκουσα οὐκ ἔχει λόγον τὸ οὐ γάρ τις δι' ἑαυτοῦ τὸν
πατέρα ἐγνώρισεν. ἔσται οὖν τὸ <ἀνέγνω> ὡς πρὸς τὴν ἀκοήν, ἐπί-
στευσε. κἂν οὕτω λαμβάνηται, ἔσται ὁ λόγος· ἡ μήτηρ μὲν ἔφη ἐκείνου
εἶναι, ἐγὼ δ' οὐκ οἶδα· οὐ γάρ τις περὶ τοῦ ἑαυτοῦ πατρὸς τὴν πίστιν
ἔσχεν. ἐνθάδε δεῖ πάλιν ἀκοῦσαι· εἰ μὴ παρὰ μητρὸς πύθοιτο καὶ σεβα-
στικῶς δὲ ἐκδέξαιτο τὸν λόγον· οὐδεὶς γὰρ τὸν πατέρα αὑτοῦ ἀνεζήτησε καὶ
ἀνηρεύνησεν, ὄντως εἰ εἴη ὁ λεγόμενος, λεγούσῃ δὲ τῇ μητρὶ πᾶς πε-
πίστευκεν ἄνευ ζητήσεως διὰ τὸ σέβας τὸ πρὸς τοὺς τεκόντας.
..... τινὲς δὲ ταῦτα τὸν Τηλέμαχόν φασι λέγειν, ἐπεὶ μικρὸς
καταλέλειπται. καὶ τὸ <οὐκ οἶδα> οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλ' αὐτὸν
τὸν Ὀδυσσέα φησὶν ἀγνοεῖν οὐχ ἑωρακώς· οὐδὲ γὰρ ἂν δύναιτό τις
τοὺς γονέας ἐξ ἑαυτοῦ γνῶναι.
238
scholium Porphyrianum incipiens τοὺς ἑταίρους ἀπὸ τῶν
φίλων διαιρεῖ ὁ ποιητὴς κτλ. in Odysseae codicibus, quibus adscriptum
est, cum iis quae ad Iliadem Δ 491, p. 77, 8 sqq., edidimus adeo con-
gruit, ut causa, cur hic repetatur, non adsit. Tantum dico, cum
Iliadis codicibus, si ab innumeris, quos librarius committere solet,
scribendi erroribus discesseris, maxime codici T convenire (p. 43), in
quo scholium ad δ 16 legatur; ad α 238 cod. H (f. 4b) verba Ἕκτορι
—μενοινᾷς (Il. p. 77, 14—16), καὶ μεταφέρων—ἑταίρους (p. 77, 22—25),
διὸ ἐπιζητεῖ κτλ. (p. 78, 8) omittit; E (f. 6b) et D (f. 181b) partem
tantum scholii habent; hic enim non ultra v. τολύπησεν (sic, p. 77, 29),
ille non ultra v. ἕψομαι αὐτός (p. 77, 18) producunt; in utroque eaedem
fere quae in cod. H lacunae. Addere tamen h. l. iuvat schol. <ex-
cerptum>:
ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, φίλοι δὲ οἱ οἰκεῖοι καὶ
κατὰ γένος προσήκοντες. ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ
πλησίον μένοντες. ἑταίρους δὲ λέγει καὶ τοὺς συνδιαίτας καὶ <ἐρίηρας
ἑταίρους> (ι 100) τοὺς διὰ χρείαν φίλους. καὶ συνευωχητὴς μὲν καθὸ
λέγει· <τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, ὅς τοι νῆα
θοήν> (β 286). καὶ διακρίνων λέγει· ἢ <μετὰ οἷς ἑτάροισι δάμη
Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσίν> (α 237)· οὐκ ἂν, φησὶν,
ἐλυπήθην, εἰ ἐν τῇ Τροίᾳ ἀπέθανεν μετὰ τῶν ἑταίρων αὐτοῦ πολεμῶν
ἢ εἰ κατεργασάμενος τὸν πόλεμον ἐν χερσὶ τῶν οἰκείων ἐτελεύτησεν.
255sqq
τὰ ἔπη ταῦτα ὅντινα ἔχει λόγον ἐζητοῦμεν·
<εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
σταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
τοῖος ἐὼν, οἷόν μιν ἐγὼ τὰ πρῶτ' ἐνόησα
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε>,
εἶτα μετ' ὀλίγον·
<τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς>,
καὶ στῇ ἐν τοῖς μνηστῆρσι τερπόμενος, ἅπαντας ὠκυμόρους γενέσθαι.
πῶς γὰρ ἂν ἦν φοβερὸς ὁ εἰς ποτὰ καὶ τέρψιν δείπνων τρέψας τὴν
διάνοιαν; πῶς δὲ οὐκ ἄτοπον τῷ Μέντῃ μὲν ὡμοιωμένην τὴν Ἀθηνᾶν
τῷ Ἀγχιάλου παιδὶ λεληθότως ἀσεβείας κατηγορεῖν τοῦ πατρός; εἰ γὰρ
ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον φάρμακον οὐκ ἔδωκεν, ὁ δοὺς
Ἀγχίαλος ὁμολογουμένως ἂν εἴη ἀσεβής.
τὸ μὲν πρῶτον ζήτημα οὕτως ἂν λυθείη· εὔχεται γὰρ αὐτὸν ἰδεῖν
ἐν τοῖς μνηστῆρσιν ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τῇ ἡλικίᾳ
καὶ τῇ τοῦ σώματος ῥώμῃ τοῖον ἐόντα, <οἷον τὰ πρῶτα ἐνόησα> παρὰ
τῷ Ἀγχιάλῳ ξενιζόμενον. τὸ δὲ λέγειν <πίνοντά τε τερπόμενόν
τε> οὐ τῆς εὐχῆς ἐστι μέρος, τῆς δὲ πρὸς Ὀδυσσέα ξενίας πατρικῆς
ὑπόμνησις. ἐπεὶ γὰρ ὡμοίωται Μέντῃ καὶ ἠρώτηται ὑπὸ Τηλεμάχου· <ἠὲ
νέον μεθέπεις ἢ καὶ πατρώιός ἐσσι ξένος> (v. 175); καθόλου δὴ
λέγει· <ξεῖνοι δ' ἀλλήλοις πατρώιοι εὐχόμεθ' εἶναι> (v. 187),
κατὰ μέρος δὲ ἐξηγεῖται, ὅτι ἐν οἴκῳ ἡμετέρῳ πολλάκις αὐτὸν εἶδον
<πίνοντά τε τερπόμενόν τε>. τὸ οὖν <τοῖος ἐὼν, οἷόν μιν τὰ
πρῶτ' ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ> οὐκ ἔχει ἀναφορὰν πρὸς τὸ <πί-
νοντά τε τερπόμενόν τε>, ἀλλὰ πρὸς τὸ τῆς ἡλικίας ῥωμαλέον,
οἷος ὤφθη ἐλθὼν τότε. καὶ ἔστι τὸ ἑξῆς· <εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν
πρώτῃσι θύρῃσι τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεὺς,
ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, πάντες κ' ὠκύμοροι
γενοίατο πικρόγαμοί τε>. ἐνθάδε μὲν οὖν τοιούτου ὀφθησομένου
χρεία, ἐγὼ δὲ οἴκῳ τῷ ἡμετέρῳ ἐνόησα <πίνοντά τε τερπόμενόν τε>.
[ἀνωτέρω μὲν γράψαντες λελύκαμεν τὸ πρῶτον ζήτημα τοῦ <σταίη
ἔχων πήληκα καὶ δύο δοῦρε>, ὅπερ ἐστί.] νῦν δὲ σκοπήσωμέν πως
καὶ τὸ δεύτερον, τὸ τοῦ <παρ' Ἴλου Μερμερίδαο> (v. 259). καί
φαμεν οὑτωσὶ λύοντες, ὅτι ἀμφότεροι εἶχον τὸ θανάσιμον φάρμακον,
ὅ τε Ἶλος καὶ ὁ Ἀγχίαλος, καὶ εἰ ἦν ἀσεβὲς τὸ διδόναι, καὶ ἀσεβὲς ἦν
καὶ τὸ κεκτῆσθαι, ἢ οὐδ' ἀσεβὲς τὸ διδόναι. ἀλλ' ὁ μὲν Ἶλος οὐκ
ἔδωκε τοὺς θεοὺς φάμενος εὐλαβεῖσθαι, ὁ δὲ Ἀγχίαλος δέδωκεν οὐδὲ
εὐλαβηθεὶς πρὸς τὴν δόσιν, ὅτι οὐδὲ τὴν κτῆσιν. οὔτ' οὖν αὐτὸς οὔτε
ὁ Ἶλος τοὺς θεοὺς εὐλαβήθησαν; ἀλλ' ὁ μὲν εἰς τὰς ἑαυτοῦ ἀνάγκας
οὐκ ᾤετο εἰ ἐκέκτητο ἀσεβεῖν, τὸ δὲ ἄλλοις διδόναι πλημμέλειαν ἔχειν,
ὁ δ' Ἀγχίαλος τὸ δοῦναι Ὀδυσσεῖ φίλῳ ὄντι, ὃν ἴσον ἑαυτῷ τιμᾶν τις
ἐχρῆν, οὐκ ᾤετο πλημμελὲς εἶναι. ὧν γὰρ ἡ κτῆσις οὐκ ἄδικος, οὐδὲ
ἡ τούτων μετάδοσις πλημμελής, εἰ φίλοι εἶεν οἱ λαμβάνοντες, καὶ ὧν
ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβὴς, τούτων ἡ μετάδοσις τοῖς ἄγαν
φίλοις οὐ νεμεσητή. διὸ τῷ μὲν Ἴλῳ οὐ μεταδόντι ἀπολογία, ὅτι μὴ
ἄγαν αὐτὸν εἶχε φίλον, τῷ δ' Ἀγχιάλῳ μεταδιδόντι οὐδεμία ἀσέβεια·
<φιλέεσκε γὰρ> τὸν Ὀδυσσέα <αἰνῶς>.
262
διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι
τοὺς πολεμοῦντας, ἀλλ' οἱ πολλοὶ τῶν τοξευομένων διασώζονται, καὶ
τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ὥσπερ Διομήδης μὲν καὶ τὸν ὦμον
(Ε 98) καὶ τὸν πόδα βληθείς (Λ 377), Εὐρύπυλος δὲ τὸν μηρόν (Λ 809),
Γλαῦκος δὲ τὴν χεῖρα (Μ 387); καὶ διὰ τί ἐν μὲν τῇ Ἰλιάδι οὐδ' ὅλως
τόξῳ χρώμενον ποιεῖ τὸν Ὀδυσσέα, ἀλλ' ὅτε ἐπὶ τὴν κατασκοπὴν ἐξορμᾷ
σὺν Διομήδει, <Μηριόνης δ' Ὀδυσῆι δίδου βιὸν ἠδὲ φαρέτρην>
(Κ 260), ὡς ἂν μηδὲ τόξον ἔχοντι οἰκεῖον; ἐν μέντοι τῇ Ὀδυσσείᾳ
<φάρμακον ἀνδροφόνον διζήμενον> ἀπελθεῖν πρὸ τοῦ ἀπόπλου
τοῦ εἰς τὴν Ἴλιον αὐτόν φησιν, <ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι>, καὶ
τυχεῖν γε τούτου παρὰ Ἀγχιάλου· <ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός>, καὶ
[μέντοι ἐν τῇ Ὀδυσσείᾳ] τόξοις χρώμενον ποιεῖ ἐν τῷ ἀπόπλῳ· λέγει γάρ·
<αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
εἱλόμεθ' ἐκ νηῶν> (ι 156. 57),
αὐτός τε παρὰ τοῖς Φαίαξιν ὑπάρχων αὐχεῖ ἐφ' ἑαυτῷ λέγων·
<εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι,
πρῶτός κ' ἄνδρα βάλοιμι> καὶ τὰ ἑξῆς. (θ 215. 16).
ῥητέον οὖν, ὅτι ταῦτα πάντα πρὸς κατασκευὴν τοῦ μεγίστου ἀγῶνος
τῆς μνηστηροφονίας· αὐτὸς μὲν γυμναζόμενος ἐν τῇ ἐπανόδῳ, ἵνα
φανῇ τηρήσας τὴν ἰδίαν ἕξιν, αὐχῶν δὲ πάντων προφερέστατος
εἶναι τῶν ἀνθρώπων (θ 221), ἵνα μὴ ἐξαίφνης οἰηθῶμεν τοξότην
αὐτὸν ἄριστον ἐν τῇ μνηστηροφονίᾳ γενέσθαι. ἀπιθάνου δὲ ὄντος
πάντας τοὺς τιτρωσκομένους εἰς ὁτιδηποτοῦν μέρος τοῦ σώματος
παραχρῆμα διαφθείρεσθαι, πεφαρμακευμένους προκατασκευάζει τοὺς
ὀιστούς, ἵνα τοῦτο συμβαίνῃ λέγειν αὐτῷ· <βάλλε τιτυσκόμενος,
τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον> (χ 116). ὅταν οὖν τὰ βέλη πικρά τε
καὶ πευκεδανὰ λέγῃ καὶ ἐχεπευκῆ, ἐν τῇ Ἰλιάδι κοινῶς, οὐ πάντως
διὰ τὸ φαρμάκῳ κεχρῖσθαι ἀκουστέον (οὐδαμοῦ γὰρ τοῦτο ἐν τῷ Ἰλιακῷ
πολέμῳ ἐπεσημήνατο), διὰ δὲ τὸ τὰς ἐξ αὐτῶν πληγὰς ἐπωδύνους
εἶναι, καθὰ καὶ τὸν πόλεμον πευκεδανὸν ἔφη καταχρηστικῶς, ἐπώδυνον
βουλόμενος ἐμφανίσαι· <ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκε-
δανοῖο> (Κ 8).
πῶς ἐν μὲν τῇ Ἰλιάδι οὔτε τοὺς ἥρωάς φησι χριστοῖς χρῆσθαι βέ-
λεσι· τῶν γὰρ τοξευθέντων πολλοὶ σώζονται· οὔτε τὸν Ὀδυσσέα τόξῳ
χρῆσθαί φησιν; ἀμέλει ἐν τῇ Δολωνείᾳ (v. 260) παρὰ Μηριόνου κίχραται
τόξον, καὶ πάλιν· <τὸ δ' οὔποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλε-
μόνδε ᾑρεῖτο> (φ 38). ἐν δὲ τῇ Ὀδυσσείᾳ καὶ περὶ τῶν χριστῶν ἰῶν
φησι, καὶ <αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
εἱλόμεθ' ἐκ νηῶν> (ι 156. 57), καὶ <εὖ μὲν τόξον οἶδα ἐύξοον
ἀμφαφάασθαι> (θ 215). δῆλον οὖν ὅτι προκατασκευάσματα τῆς μνη-
στηροκτονίας εἰσὶ καὶ τοῦ λέγειν
<ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί,
τόφρ' ὅγε μνηστήρων ἕνα γ' αἰεὶ ᾧ ἐνὶ οἴκῳ
βάλλε τιτυσκόμενος, τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον>
(χ 116 sqq.)· ἦν γὰρ τὸ βέλος οὐ μόνον διὰ τοῦ σιδήρου, ἀλλὰ καὶ διὰ
τοῦ φαρμάκου ἀναιροῦν, ὅθεν οὐδὲ δέονται δευτέρας πληγῆς.
263-264
ad v. 255 sqq., p. 12, 16 sqq.; 12, 9 sqq.
284sqq
οὐκ ἀποδέχονταί τινες τῆς Ἀθηνᾶς τὴν ὑποθήκην ἐκπεμ-
πούσης Τηλέμαχον, ὅτε ἦν ἐν μεγίστοις κινδύνοις ἡ οἰκία, πρὸς τὴν
ἄπρακτον ζήτησιν τοῦ πατρός, τῶν μνηστήρων ἑτοίμων ὄντων καὶ βίαν
προσφέρειν τῇ Πηνελόπῃ διὰ τὴν πολυχρόνιον μνηστείαν, τῆς δὲ οἰκίας
οὐκ ἐχούσης τὸν προϊστάμενον ἄνδρα. καὶ ὅμως ὑπαιτίου οὔσης τῆς
συμβουλῆς οὐκ ὀκνεῖ ἡ Ἀθηνᾶ λέγειν (v. 279)·
<σοὶ δ' αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι>,
ἐπαινοῦσα ὡς σοφὴν τὴν τοιαύτην παραίνεσιν. ἢ οὖν δεικτέον τὸ σοφὸν
τῆς εἰς ἀποδημίαν ἀποστολῆς, ἢ ἀλόγου οὔσης ὑποθήκης ἄτοπος ὁ
τοιαῦτα θεοῖς ἀνατιθεὶς νοήματα.
φαίνεται τοίνυν Ὅμηρος ἀδύνατον νομίσαι ἄνδρα ὑπὸ γυναικὶ τεθραμ-
μένον, εἰ καὶ σωφρονεστάτη εἴη, καὶ ἐν οἴκῳ κατακεκλειμένον πλήθει
ὑβριστῶν ἀνθρώπων ἐν θεραπαίναις τε ἀσελγέσιν ἐναυξόμενον καὶ νήσῳ
μικροπρεπεῖ καὶ ἀβασιλεύτῳ πολὺν χρόνον, κινδύνων τε ξενικῶν μὴ
εἰληφότα πεῖραν, μηδὲ μετασχόντα ἀηδιῶν καὶ ἀγωνιάσαντα ἐν ὅσαις ἀδη-
μονίαις γέγονε Τηλέμαχος προσιέναι μέλλων Νέστορι καὶ Μενελάῳ καὶ
Ἑλένῃ· φαίνεται οὖν μή τοι ἂν δυνηθῆναι νομίσαι ἀρετῆς ἄλλως τί πως
μετασχεῖν. διὸ πρόφασιν μὲν ἔχει ἡ ἀποδημία περὶ ἐξετάσεως τοῦ πα-
τρός, σκοπὸς δέ ἐστι τῇ συμβουλευούσῃ Ἀθηνᾷ παίδευσις, ἀφ' ἧς ἤμελλεν
ἔσεσθαι, ὃ προὔθετο μάλιστα ἡ θεός. καὶ ἐρεῖ (α 93—95)·
<πέμψω δ' ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν>.
εἰ μὲν οὖν ἡ πρόφασις ἐξέτασιν εἶχε πατρὸς ἐπανόδου, σκοπὸς δ' ἦν
ταύτης παίδευσις, ἀφ' ἧς τὸ <κλέος ἐν ἀνθρώποισι> γίνεται, εἴη ἂν θεία
ἡ παραίνεσις καὶ τῇ Ἀθηνᾷ πρέπουσα. μένων δ' ἐν Ἰθάκῃ ἀπαίδευτος
ἢ τῶν μνηστήρων εἴχετο καὶ προὔδωκεν ἂν τὸν οἶκον, ἢ ἐπιτιθέμενος
αὐτὸς ἀπώλετο ἄν, μόλις τοῦ Ὀδυσσέως δι' ὑπερβολὴν φρονήσεως καὶ
ἐμπειρίας δυνηθέντος αὐτοῖς δολίως ἐπιθέσθαι, ἄξιός τε οὐκ ἂν τοῦ
πατρὸς ἐγένετο, μή τοι γε παρὰ τῶν συστρατευσάντων πυθόμενος περὶ
τῶν ἐκείνου πράξεων. διὸ καὶ συνεῖναι αὐτῷ ἐλθόντι καὶ φανερῶς
συμβουλεύεσθαι κωλυόμενος πεπαίδευται ἤδη, καὶ οἶδε πῶς προσενεχθῇ
τῷ πατρὶ ἀφ' ὧν ἀκήκοε περὶ αὐτοῦ διηγημάτων.
τόν τε περὶ τῆς μητρὸς φόβον καὶ ὅλως τὸν περὶ τοῦ οἴκου τὸ
μέν τι ἡ Πηνελόπη ἐξέλυσεν, ἱκανὴ οὖσα περιγενέσθαι τῷ φρονήματι
τῆς τῶν μνηστήρων ἀνοίας, τὸ δέ τι καὶ ἡ Ἀθηνᾶ ἠσφάλισται, τὸν
δῆμον ἐπαναστῆσαι συμβουλεύσασα (α 272 sqq.) κατὰ τῶν μνηστήρων
διᾶ τῆς κατὰ τὴν ἐκκλησίαν ὧν δρῶσιν εἰς τὴν οἰκίαν μηνύσεως. ***
***** <ἐξ οὗ>, ὁ γὰρ Αἰγύπτιός φησιν, <Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς
ἐνὶ νηυσίν, οὐδέποθ' ἡμετέρη ἀγορὴ γένετ' οὐδὲ θόωκος>
(β 27. 28), ὥστε πῶς ἂν ἔλαβέ τις τὸ μέγεθος τῆς τῶν μνηστήρων
ἀδικίας; καὶ δημηγορήσαντος τοῦ Τηλεμάχου τοσαύτη ἐπιστροφὴ γίνεται,
ὥστε <οἶκτος δ' ἕλε λαὸν ἅπαντα> (β 81), καὶ φοβηθέντας τοὺς
μνηστῆρας λέγειν (β 85. 86)·
<Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπας
ἡμέας αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι>;
καὶ ἄλλους δ' ἐπὶ τῆς ἐκκλησίας φάναι (β 166 sqq.)·
<πολλοῖσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται,
οἳ νεμόμεσθ' Ἰθάκην εὐδείελον, ἀλλὰ πολὺ πρὶν
φραζώμεσθ', ὥς κεν καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ
παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστι>.
ἡ δὲ πρόφασις ἐν τῇ ἐκκλησίᾳ ῥηθεῖσα τῆς ἀποδημίας οὐδὲν καινοτομεῖ·
τί γάρ φησιν;
<ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ' ἀγορεύω·
ἤδη γὰρ τάγ' ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
ἀλλ' ἄγε μοι δότε νῆα θοήν> (β 210 sqq.).
καὶ εἰπὼν τὴν αἰτίαν, δι' ἣν ἀποπλεῖν μέλλει, ἐπάγει (β 218. 19)·
<εἰ μέν κε πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
ἦ τ' ἂν τρυχόμενός περ ἔτι τλαίην ἐνιαυτόν>
καὶ τὰ ἑξῆς. οὕτως τοίνυν ἡ ὑπόθεσις, ὡς καὶ αὐτῶν ἐπὶ συμφέροντι
γινομένης τῆς ἀποδημίας, πεπεῖσθαι δοκούντων ὅτι τέθνηκε, καὶ πρῶτον
μὲν ὅτι οὐκ ἐπιδημήσει ἐλπιζόντων, ἔπειτα δ', εἰ καὶ ἐκτελέσειε τὴν
ὁδὸν, ὅτι πεισθήσεται ὅτι τέθνηκεν αὐτῷ ὁ πατήρ, πεισθεὶς δὲ τὴν μη-
τέρα ἐκδώσει, μηδὲν ἐγχειρεῖν ἐποίει τῶν ἀτόπων εἰς τὸν οἶκον. ἔπειτα
δ' οὐκ ἦν σκοπὸς βιάσασθαι τὸν γάμον—οἱ γὰρ ἄλλοι ἠμύναντ' ἂν
τὸν βεβιασμένον—, ἀλλ' ἀποκριθῆναι ὑπὸ τῆς μνηστευομένης τῶν γο-
νέων αὐτὸς ἕκαστος ἠξίου, ἵν' οὕτως οἱ λοιποὶ παύσωνται τῆς μνηστείας.
πολὺν δὲ χρόνον ἡ ἀποδημία λανθάνει τοὺς μνηστῆρας· αἰσθάνονται
γὰρ, ὁπηνίκα Νοήμων ὁ τὴν ναῦν χρήσας Τηλεμάχῳ (β 386) πάρεστιν
ἐρωτῶν αὐτοὺς περὶ τῆς ἐκείνου ἀπουσίας (δ 630 sqq.), καὶ φοβερὸς
αὐτοῖς ἀποδημήσας γίνεται, ὡς βουλεύσασθαι περὶ τῶν καθ' ἑαυτοὺς
μᾶλλον ἢ περὶ τοῦ γάμου. ὥστε καὶ περιέσπασε μᾶλλον ἡ ἀποδημία
εἰς ἄλλα ἀπὸ τῆς κατὰ Πηνελόπην βίας, ἐξεῖλε δὲ καὶ αὐτὸν ἀπὸ τῶν
κινδύνων, οὓς πολλάκις ἂν ὑπέστη μετ' αὐτῶν πάντα χρόνον διατρίβων.
ὡς γὰρ τὰ τελευταῖα, ὅτε ἐπανῄει (δ 659 sqq.) τε καὶ ἐπανῆλθεν
(π 363 sqq.), ἐπιβουλεύοντες διετέλουν, οὕτως ἂν παρόντι καθ' ἡμέραν
τὴν πεῖραν προλαβόντες ἔδρασαν ἄν τι τῶν ἀνηκέστων.
διὰ πάντων οὖν φαίνεται ἡ ἀποδημία ἀναγκαία, καὶ κρείττων καὶ
πολλῷ ἀσφαλεστέρα τῆς ἐν Ἰθάκῃ † ἐκδιηγήτου μετὰ τῶν μνηστήρων
διατριβῆς. τὸ γὰρ λέγειν, ὅτι, ἵνα ἐντύχῃ τῷ πατρὶ κατὰ τοὺς ἀγροὺς,
διὰ τοῦτο αὐτὸν ἡ Ἀθηνᾶ ἀποδημῆσαι πεποίηκε, ψεῦδος. καὶ γὰρ καὶ
μὴ ἀποδημήσας ὑπερόριος, ἐν δὲ τοῖς ἀγροῖς γενόμενος, ἐνέτυχεν ἂν
τῷ πατρί· καὶ οὐχ, ἵνα ἐντύχῃ τῷ Ὀδυσσεῖ, ἀποδημῆσαι αὐτὸν πε-
ποίηκεν ἡ Ἀθηνᾶ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἀποδημίας διὰ τοῦτο θᾶττον εἰς
τὴν πατρίδα ἐπανήγαγεν.
ἄτοπος εἶναι δοκεῖ Τηλεμάχου ἡ ἀποδημία, πρῶτον μὲν κίνδυνον
προξενοῦσα τῷ νέῳ, δεύτερον ἐπανάστασιν τῶν μνηστήρων ἀπειλοῦσα,
τρίτον οὐκ ὠφελοῦσα τὴν ζήτησιν τοῦ πατρός. ἀλλ' ἔδει τὸν ἐν γυ-
ναιξὶ τεθραμμένον, λύπαις τεταπεινωμένον, ῥητορειῶν οὐ πεπειρα-
μένον οὐδεπώποτε πολύτροπον γενέσθαι παραπλησίως τῷ πατρί, καὶ
τοῦτο κερδᾶναι τῇ πλάνῃ καὶ κοινωνεῖν τῷ πατρὶ τῶν κατορθωμάτων
ἐν τῇ μνηστηροκτονίᾳ. ἀσφαλίζεται δὲ τὰ κατ' οἶκον, ἐπαναστήσας
πρῶτον μὲν τὸν δῆμον κατὰ τῶν μνηστήρων ἐν τῇ ἐκκλησίᾳ, δεύτερον
ταῖς ὑποσχέσεσιν ἀνεξικακεῖν διδάξας τοὺς μνηστῆρας, εἰπὼν <καὶ ἀνέρι
μητέρα δώσω> (β 223). ἔτι μάλα καὶ τῆς ἐπιβουλῆς τῶν μνηστήρων
ὁ κίνδυνος ἠκόνησεν αὐτοῦ τὴν προθυμίαν.
285
ad δ 1 sqq.
327
v. ad v. 332, p. 20, 1 sqq.
330
ad v. 332, p. 19, 25 sqq.
332sqq
αἰτιᾶται ἐκ τῶν ἐπῶν τούτων <Δικαίαρχος> τὴν παρ'
Ὁμήρῳ Πηνελόπην·
ἡ δ' <ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα>
καὶ τὰ ἑξῆς. οὐδαμῶς γὰρ εὔτακτον εἶναί φησι τὴν Πηνελόπην, πρῶτον
μὲν ὅτι πρὸς μεθύοντας αὐτὴ παραγίνεται νεανίσκους, ἔπειτα ὅτι τῷ
κρηδέμνῳ τὰ κάλλιστα μέρη τοῦ προσώπου καλύψασα τοὺς ὀφθαλμοὺς
μόνους ἀπολέλοιπε θεωρεῖσθαι· περίεργος γὰρ ἡ τοιαύτη σχηματοποιία
καὶ προσποίητος· ἥ τε παράστασις τῶν θεραπαινίδων ἑκάτερθεν εἰς τὸ
κατ' ἐξοχὴν φαίνεσθαι καλὴν οὐκ ἀνεπιτήδευτον ἐπιδείκνυσι.
φαμὲν οὖν ὅτι τὸ καθ' Ὅμηρον ἔθος ἀγνοεῖν ἔοικεν ὁ <Δικαίαρχος>.
σύνηθες γὰρ παρὰ τοῖς ἀρχαίοις τὸ τὰς ἐλευθέρας γυναῖκας εἰς τὰ τῶν
ἀνδρῶν εἰσιέναι συμπόσια· μαρτυρία δὲ τούτων ἥ τε παρὰ τοῖς Φαίαξιν
Ἀρήτη συνευωχουμένη ἥ τε τοῖς τοσούτοις κεκλημένοις εἰς τὸν γάμον
δαιτυμόσι καὶ νέοις ἐπελθοῦσι ξένοις τοῖς περὶ τὸν Τηλέμαχον συνεστιω-
μένη Ἑλένη. σαφῶς δὲ ἐδήλωσεν ὅτι παρθένοις μόνον ἦν αἰσχρὸν τὸ
<ἥτ' ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων
ἀνδράσι μίσγηται, πρίν γ' ἀμφαδὸν γάμον ἐλθεῖν>
(ζ 287. 88), ταῖς δὲ γαμηθείσαις μὴ εἶναι αἰσχρόν. ἔθους οὖν ὄντος
ταῖς γεγαμημέναις ἀναμίγνυσθαι τοῖς ἀνδράσι καὶ φαίνεσθαι ἐν τοῖς συμ-
ποσίοις, οὐδὲν ἄτοπον ἐλθεῖν τὴν Πηνελόπην, ἵνα παύσῃ τὸν ᾠδὸν, ὃς
<Ἀχαιῶν νόστον ἄειδε λυγρόν> (α 326). τό τ' αὐτουργεῖν δὲ ἐλευ-
θέριον μάλιστα εἶναι ἐδόκει τοῖς παλαιοῖς, ὡς καὶ ἐπὶ πλυνοὺς μὴ
ὄνειδος εἶναι τὰς τῶν βασιλέων ἀπιέναι θυγατέρας καὶ εἰς ὑδροφορίαν
καί τινας τοιαύτας ὡς ἰσοδουλικὰς τὸ νῦν ἀποβεβλημένας διακονίας.
τῇ δὲ Πηνελόπῃ καὶ τὸ παῦσαι ἄλλως οὐκ ἐνῆν τὸν ᾠδὸν, μὴ αὐτῇ
δεηθείσῃ καὶ μετὰ δακρύων ἱκετευούσῃ· οὐ γὰρ ἔπεισεν ἂν δι' ἀγγέλων
τοῦτο κελεύουσα. ὥστε ἡ μὲν παρουσία ἐκ τούτων οὐκ ἄτοπος, ἀλλὰ
καὶ σωφροσύνην ἐμφαίνουσα· ἀεὶ γὰρ ἐβούλετο ὑπόμνησιν ποιεῖν τοῖς
μνηστῆρσιν, ὡς παρὰ γνώμην αὐτῆς ἡ μνηστεία καὶ ὁ γάμος ἀπεχθής,
ἡ δὲ τοῦ ἀνδρὸς μνήμη ἀνεξάλειπτος.
τὰ γὰρ τῆς ἐπιβουλῆς οὐχ ἡ κλῖμαξ ἡ ἄχρι τοῦ ὑπερῴου διεῖργεν,
ἀλλ' ἕκαστος τῶν μνηστήρων αὐτὸς κριθήσεσθαι νυμφίος ὑπολαμβάνων
ἐκώλυε τὸν πέλας βίαιόν τι δρᾶν, ἵνα τῶν προκειμένων μὲν αὐτὸς μὴ
σφαλῇ, ἐπιεικῆ δὲ πρὸς ἐκείνην ἑαυτὸν ἐπιδείκνυσιν, ἵνα προκριθῇ· ὁ
γὰρ σκοπὸς ἦν οὐ τὴν Πηνελόπην ὑβρίσαι, ἀλλὰ νόμῳ λαβεῖν γυναῖκα
καὶ κύριον ἁπάντων γενέσθαι τῶν ἐκείνης. πάντες οὖν πάντας διὰ
ταύτην τὴν αἰτίαν φυλάξειν ἔμελλον.
τὸ δὲ <ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα>
οὐκ ἔστι τὸ αὐτὸ τῷ
<αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν
ὡρμᾶτο> (Γ 141. 42)·
τὸ δὲ κρήδεμνον οὐκ ἦν προσώπου περίβλημα, ἀλλὰ κεφαλῆς, ὥς πού
(Ξ 184. 85) φησι
<κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων
καλῷ νηγατέῳ· λευκὸν δ' ἦν ἠέλιος ὥς>.
[ὡς οὖν τὴν ἀπὸ τῆς κεφαλῆς καλύπτραν, ἣν κρήδεμνον ἔφη, ταῖς
χερσὶν ἐφελκυσαμένη τὰ δάκρυα ἀποκαλύπτειν ἐβούλετο καὶ ἀποψᾶν
τῷ κρηδέμνῳ τὰ δάκρυα.] τὸ οὖν <ἄντα παρειάων σχομένη λιπαρὰ
κρήδεμνα> οὐ τὴν περιβάλλουσαν δηλοῖ τὴν κεφαλὴν καὶ τὰς παρειὰς,
μόνους τοὺς ὀφθαλμοὺς δεικνῦσαν, ἀλλὰ τὴν ἐφελκύσασαν ἀπὸ τῆς κε-
φαλῆς τὸ κρήδεμνον καὶ γυμνώσασαν μὲν τὴν κεφαλὴν καὶ τὸ πρόσωπον
δείξασαν, κρατοῦσαν δὲ ἐν ταῖς χερσὶ πρὸ τῶν παρειῶν τὰ δάκρυα,
ὥσπερ ὁ Τηλέμαχος δακρύων τὴν χλαῖναν πρὸ τῶν ὀφθαλμῶν ἀνίσχει
(δ 115. 154)· διόπερ ἡ μὲν <σχομένη> εἴρηται, ὅτι ἑλκύσασα πρὸ
ὀφθαλμῶν εἶχεν, ὁ δὲ ἀνασχεῖν, ὅτι κάτωθεν ἐπάρας πρὸ τῶν ὀφθαλμῶν
ἐποίησεν. εἰ δὲ καὶ καλύπτει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, αἰδουμένη
κλαίειν ἐπὶ τῶν παρόντων τοῦτο ποιεῖ, οὐχ ἑταιρίζουσα διὰ τῆς ἐπιτη-
δευτῆς προαιρέσεως. καὶ Ὀδυσσεὺς
<πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
κὰκ κεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα·
αἴδετο γὰρ Φαίηκας ὑπ' ὀφρύσι δάκρυα λείβων>
(θ 84 sqq.), καὶ παυσαμένου μὲν τοῦ ᾠδοῦ
<δάκρυ' ὀμορξάμενος κεφαλῆς ἀπὸ φᾶρος ἕλεσκεν,
αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν,
ἂψ Ὀδυσεὺς κατὰ> κρᾶτα <καλυψάμενος γοάασκεν>.
εἰ δὴ Ὀδυσσεὺς ἀνὴρ ὢν ᾐδεῖτο κλαίων φαίνεσθαι ἐν συμποσίῳ καὶ τὴν
κεφαλὴν ἐκάλυπτε καὶ τὸ πρόσωπον, πῶς οὐκ ἔτι μᾶλλον ἡ παρ' αὐτοῦ
παιδευθεῖσα κρύπτειν ἐν συμποσίοις τὰ δάκρυα αἰσχύνεται ἐπὶ ἀνδρῶν
οὐ σφόδρα τῶν καθεστηκότων;
ἥ τε τῶν θεραπαινίδων παράστασις ἦν μὲν ἐξ ἔθους ταῖς παλαιαῖς,
ἐξαιρεῖ δὲ τὴν Πηνελόπην τῆς βλασφημίας ἡ προσθήκη· οὐ γὰρ ἐξ ἐκείνων
αὐτῇ ἕπονται τῶν μεγίστων παιδισκῶν, <αἳ πᾶσαι ἀναιδείης ἐπέ-
βησαν> (χ 424), <ἀλλ' ἀμφίπολος αὐτῇ κεδνὴ ἑκάτερθε παρέστη>,
τουτέστι σώφρων. τῇ οὖν περὶ τὰς θεραπαινίδας κοσμιότητι τὸ τῆς
Πηνελόπης εἶδος διασαφεῖται.
334
ad v. 332 sqq., p. 21, 1. 19.
354
v. ad v. 368 sqq.
365
ὅτι ἐντεῦθεν λαβὼν Ἡσίοδος (fr. 236 Fl.) καὶ τὰ Μέγαρα τὴν
χώραν <σκιόεντα> ἔφη, ὁ <Πορφύριος> δηλοῖ.
368sqq
ἄτοπον γὰρ τὸν μὴ δυνάμενον τὰς πράξεις τῶν μνηστήρων
κωλύειν ἀποτόμως τούτοις ἐπιτιμᾶν ......
378sqq
καὶ πῶς οὐκ ἄλογον μὴ συμμαχεῖσθαι τὸν Τηλέμαχον
ὑπὸ τῶν Ἑλλήνων; ἢ ὅτι ἐμφυλίους οὐ ῥᾴδιον ἦν πολέμους ἀνελέσθαι,
ἢ ὅτι μεγάλῳ πολέμῳ τῆς Ἑλλάδος καμούσης ἔναγχος ὀκνηροτέρους
εἶναι τοὺς πολλοὺς εἰς τὴν βοήθειαν συνέβη.
389sqq
πῶς Ἀντινόου εἰπόντος (v. 386. 87)·
<μή σέ γ' ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν>,
Τηλέμαχος ὥσπερ τὸ ἐναντίον ἀκούσας φησί·
<καί κεν τοῦτ' ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι>;
εἰ μὲν γὰρ εἰρήκεσαν· βασιλῆά σε ποιήσειαν οἱ θεοί, ἀκόλουθον ἦν φάναι·
<καί κεν τοῦτ' ἐθέλοιμι>, ὡς καὶ αὐτοῦ ἐθέλοντος τὸν Δία δῆθεν
πιστεῦσαι αὐτῷ τὴν βασιλείαν καὶ συνευχομένου, τῷ φαμένῳ δέ· μὴ
ποιήσειέ σε μηδὲ δοίη σοι ὁ θεὸς τὴν βασιλείαν, ἀκόλουθον ἦν φάναι
ὅτι οὐκ ἂν τοῦτο ἐθέλοι, ἀλλὰ τοὐναντίον ὅτι βασιλεῦσαι εὔχεται· ᾧπερ
τί παραστῆσαι βούλεται ὁ Τηλέμαχος;
ῥητέον οὖν ὅτι ἐστὶ τὸ <τοῦτο> δεικτικόν, καὶ οὐ κοινῶς ἐπὶ τὸ
προειρημένον ὑπὸ τοῦ Ἀντινόου ἀναφέρεται, ἀλλ' ὅτι ἡ περίοδος τοῦ
λόγου ἀνέστραπται. ἔστι γὰρ αὕτη· <οὐ μὲν γάρ τι κακὸν βασι-
λευέμεν, αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος
αὐτός· καί κεν τοῦτ' ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι· ἢ
φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι>; ἐπεὶ γὰρ ὡς ἐν
εὐχῇ προήγαγε τὸν λόγον Ἀντίνους·
<μή σέ γ' ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
ποιήσειεν>,
ἀπευχόμενος διὰ τὸ μῖσος τὴν τεῦξιν τῆς ἀρχῆς, Τηλέμαχος δὲ οὐχ ὡς
ἐχθροῦ προσποιεῖται τὴν ἀπευχὴν τοῦ ἀγαθοῦ, ἀλλ' ὡς φίλου ὄντος
ἀπευχὴν τινὸς κακοῦ, οὐκ ἐλέγχων ὅτι ἐξ ἀπεχθείας πεποίηται τὴν τοῦ
ἀγαθοῦ ἀπευχὴν ὁ Ἀντίνους, προσποιούμενος δὲ ὡς ἀπὸ φίλου γε-
νέσθαι κακοῦ παραίτησιν, δι' εὐχῆς διορθοῦσθαι προαιρεῖται, ὅτι καὶ
μὴν τοῦτο ἐθέλει Διός γε διδόντος ἀρέσθαι, τὸ βασιλεῦσαι δηλονότι, ὃ
σύ μοι ἀπηύξω κηδόμενος ἴσως ἐμοῦ· ἐπερωτᾷ δέ·
ἢ <φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι>;
καὶ ἐπάγει· καὶ μὴν οὐκ ἔστι κακόν· <οὐ μὲν γάρ τι κακὸν βασι-
λευέμεν>. διὰ τί δέ;
<αἶψά τέ οἱ δῶ
ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός>.
εἶτα περὶ μὲν τῆς βασιλείας φησὶ μὴ ἀμφισβητεῖν, περὶ μέντοι τοῦ
κρατεῖν τοῦ ἑαυτοῦ οἴκου·
<ἀλλ' ἤτοι βασιλῆες Ἀχαιῶν εἰσι καὶ ἄλλοι
πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέοι ἠδὲ παλαιοί·
τῶν κέν τις τόδ' ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς>,
ὡς τῆς βασιλείας μετὰ τὸ ἀποθανεῖν τὸν βασιλέα ἐπὶ τῇ τύχῃ κειμένης,
τῶν δὲ κτημάτων ὧν δέδωκεν ὁ βασιλεὺς ὀφείλοντα κύριον εἶναι ᾧ
δέδωκε. πᾶς οὖν ὁ λόγος ῥητορικὸς καὶ ἐνθυμηματικός· διὸ καὶ τῆς
περιόδου ἀνεστραμμένης προενήνεκται.
392
ad v. 389 sqq., p. 24, 11 sqq.
2
1
Ἠὼς διάφορα σημαίνει· τήν τε γὰρ σωματοειδῆ θεόν, διὰ τοῦ
φάναι τὸν ποιητὴν
<Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο
ὤρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι>
(Λ 1. 2), καὶ τὸν ὄρθρον φερωνύμως κληθέντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς
ἀπὸ τῆς κοίτης καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὡς ὅταν φησὶν
<ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν>
(Θ 1), καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα, ὡς τὸ
<ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ> (Θ 66),
καὶ τὴν ὅλην ἡμέραν, καθ' ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνα-
τολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως, ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται
φορὰν ὁ θεὸς οὗτος, τὸ παρ' ἡμᾶς διεξιὼν ἡμισφαίριον, ὡς τὸ
<οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβὴ
ἠοῖ τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι>
(Ν 793), καὶ
<ἤματι τῷ προτέρῳ, ὅτ' ἐμαίνετο φαίδιμος Ἕκτωρ> (Φ 5),
καὶ τὸ συναμφότερον ἡμέραν τε καὶ νύκτα, καθ' ὃ σημαινόμενον καὶ
παρὰ τοῖς μαθηματικοῖς νοεῖται, ὡς τὸ
<ἠὼς δέ μοί ἐστιν
ἥδε δυωδεκάτη, ὅτ' ἐς Ἴλιον εἰλήλουθα> (Φ 80),
καὶ τὴν ἡλίου πάροδον καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ
<Ἀρίσταρχον·
ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠὼς,
οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶς' ὑπὸ γαῖαν,
οὐδ' ὅπῃ ἀννεῖται> (κ 190 sqq.)·
νῦν γὰρ, καθά φησιν ὁ <Κράτης>, τῶν τεσσάρων τοῦ κόσμου μέμνηται
μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἅπερ ἀλλήλοις ἐξ
ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει.
37
διὰ τί δὲ τῷ προτέρῳ τὸ σκῆπτρον οὐκ ἐνέθηκε; διότι ὁ μὲν
ἐρωτᾷ, ὁ δὲ δημηγορεῖν ἐθέλει, ἄλλως τε καὶ βασιλέως υἱὸς ὤν.
51
ἑκατὸν δέκα καὶ ὀκτὼ σχεδὸν τῶν ἁπάντων ὄντων μνηστήρων,
ἀπὸ τούτων δὲ ἐκ τῆς <Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι> ῥη-
θέντων (π 251), ζητεῖ <Ἡρακλείδης>, πῶς ὁ Τηλέμαχος κατασμικρύνει
ἐν τῇ δημηγορίᾳ, συστέλλων τὸ πλῆθος εἰς μόνους τοὺς Ἰθακησίους.
τί γάρ φησι; <μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι>· τὸ γὰρ
πολὺ φορτίον τῆς μνηστείας περιῄρηκε, συστείλας τὸ πλῆθος εἰς τοὺς
ἐνθάδε, [τοὺς] ὄντας ἐλάχιστον μέρος τοῦ παντὸς πλήθους. φαίη δ' ἄν
τις ἐν Ἰθάκῃ δημηγοροῦντα τὸν Τηλέμαχον τῶν ἐξ Ἰθάκης εἰκότως κατ-
ηγορεῖν· κατηγορηθέντων δὲ καὶ τῶν ἄλλων, ἀπολογία μᾶλλον ἦν τοῖς
πατράσι τῶν Ἰθακησίων, ὅτι οὐχ οἱ ἡμέτεροι μόνον ἀλλὰ καὶ ἄλλοι,
καὶ δεῖ πρότερον ἐκείνους κωλύειν πλείους ὄντας· τοῖς γὰρ πολλοῖς
ἀκολουθήσειν καὶ τοὺς ἐλάττους. εἰ γὰρ ἁπλῶς ἔφη· <μητέρι μοι
μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ>, κοινῶς ἂν κατηγόρησεν ἀλλο-
δαπῶν καὶ ξένων ἐν ἀλλοτρίοις ἀκροαταῖς· ἡ δὲ ἐπαγωγὴ ἡ <τῶν ἀν-
δρῶν φίλοι υἷες, οἳ ἐνθάδε εἰσὶν ἄριστοι>, ἴδιον τὸ ἀδίκημα
ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθησάντων, ὅτι τῶν ἀρίστων
ἐν Ἰθάκῃ ἦσαν παῖδες οἱ Ἰθακήσιοι μνηστῆρες. ὡς ἂν οὖν ἡγεμόσιν οἱ
ἄλλοι εἵποντο· ἐν πᾶσι γὰρ τὸ ἡγεμονοῦν ὀλιγώτερον τῶν ἀρχομένων,
καὶ τῷ ἡγεμονοῦντι, κἂν [τὸ] ὀλίγιστον ᾖ, πείθεται τὸ ἄλλο πλῆθος
εἴς τε τὰς ἐπιθέσεις καὶ τὰς ἀποχὰς τῶν πραττομένων.
52
δ 1.
63sqq
αἰτιᾶται ὁ <Ἡρακλείδης> καὶ τὸ τῆς Τηλεμάχου δημη-
γορίας ἀνοικονόμητον. δέον γὰρ, φησὶν, ἀξιοῦν καὶ ἱκετεύειν συνάρασθαι
αὐτῷ πρὸς τὴν τῶν μνηστήρων τοῦ οἴκου ἀπαλλαγήν, ὁ δὲ ἐπιπλήσσει,
λέγων <οὐ γὰρ ἔτ' ἀνσχετὰ ἔργα τετεύχαται οὐδέ τι καλῶς
οἶκος ἐμὸς διόλωλε>, καὶ τὸ ὅτι [εἰ] μὴ πάρεστιν ὁ πατὴρ ταῦτα
πάσχειν ἐπανατεινόμενος· <οὐ γὰρ ἔστ' ἀνὴρ οἷος Ὀδυσσεὺς
ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι, ἡμεῖς δ' οὔ νύ τοι τοῖοι ἀμυ-
νέμεν> (v. 58 sqq.), καὶ, ἔτι πικροτέρου πρὸς τοὺς Ἰθακησίους ὄντος τοῦ
λόγου, καὶ τὴν ἀπειλήν· <ἄλλους τ' αἰδέσθητε>, φησὶ (v. 65 sq.),
<περικτίονας ἀνθρώπους, θεῶν δ' ὑποδείσατε μῆνιν>.
ἀγνοεῖ δὲ ὁ κατήγορος τὴν δύναμιν τῆς δημηγορίας. συμπλέκεται
γὰρ βασιλικὸν φρόνημα δεήσει καὶ ἱκεσίᾳ. καὶ ἔστιν οὐχ ἁπλῶς ὁ λόγος
ἀτυχοῦντος, ἵνα δέησις ᾖ μόνη, ἀλλὰ βασιλέως ἀτυχοῦντός τε ἅμα καὶ
ἀδικουμένου ὑφ' ὧν ἥκιστα ἐχρῆν. ὁ δὲ λόγος πρὸς τοὺς ἀδικοῦντας·
διὸ ἡ μὲν παρρησία τῆς ἐπιπλήξεως βασιλική, ἡ δὲ δέησις—παραμέ-
μικται γὰρ καὶ δέησις—οἰκεία τῷ δυστυχοῦντι· <λίσσομαι ἠμὲν
Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, σχέσθε φίλοι καί μ' οἶον
ἐάσατε πένθει λυγρῷ τείρεσθαι> καὶ τὰ ἑξῆς· βαρύτης μὲν γὰρ
ὀνειδίζειν μὲν ἃ πάσχει, ἱκετεύειν δὲ συγχωρεῖσθαι αὐτῷ πενθεῖν τὸν
πατέρα, ὃν πάντας μὲν ἔδει ποθοῦντας δακρύειν· αὐτὸς δὲ ἐν ἱκετηρίᾳ
τίθεται τὸ κἂν μόνῳ αὐτῷ συγχωρηθῆναι τὸ πένθος. καὶ εὐθὺς ἀπο-
λογισμὸς περιδέξιος ἐφ' οἷς δρῶσι παραδόξως· <εἰ μή πού τι πατὴρ
ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκ' ἔρεξεν εὐκνήμιδας
Ἀχαιούς> (v. 71 sq.), καὶ ἐχθρὸν τιμωρούμενοι ἐμὲ δι' ἐκεῖνον ἀμεί-
βεσθε. συμπλέκει δὲ τοὺς Ἰθακησίους τῇ ἀδικίᾳ τῶν μνηστήρων, καίπερ
κατ' ἀρχὰς χωρίσας τοὺς μνηστῆρας ἀπ' αὐτῶν, κατ' ἰδίαν τούτων
κατηγορῶν· <μητέρι μοι μνηστῆρες ἐπέχραον, τῶν ἀνδρῶν
φίλοι> [μοι] <υἷες, οἳ ἐνθάδε γ' εἰσὶν ἄριστοι, οἳ πατρὸς μὲν ἐς
οἶκον ἀπερρίγασι νέεσθαι, οἳ δ' εἰς ἡμετέρου πωλεύμενοι> καὶ
τὰ ἑξῆς (v. 50 sqq.). ἐκθεὶς γὰρ ταῦτα περὶ ἐκείνων, μετὰ τὴν διή-
γησιν καὶ ἐπίδειξιν τοῦ ὅτι παῖδές εἰσι τῶν ἐν Ἰθάκῃ ἀρίστων ἀκόλουθον
τὸ τῆς κοινοποιίας ἐπήγαγε· <νεμεσσήθητε καὶ αὐτοὶ ἄλλους τ'
αἰδέσθητε, θεῶν δ' ὑποδείσατε μῆνιν, σχέσθε φίλοι>. τίς οὖν
ἡ τούτων ἀδικία; οὐ μόνον ὅτι οὐκ ἀμύνονται, ἀλλὰ καὶ <τούτους
ὀτρύνοντες> (v. 74). πῶς οὖν ὀτρύνουσιν; ὅτι [εἰ] παῖδας ὄντας
αὐτῶν οὐκ ἐπέχουσιν· οὓς γὰρ αὐτός τις κωλύειν δυνάμενος διὰ τὸ
εἶναι κύριος ἐᾷ πλημμελεῖν, αὐτὸς ἂν εἴη ὁ δοὺς τὴν ἐξουσίαν τῆς
ἀδικίας. καὶ πάλιν χωρίσας ἀπ' αὐτῶν τοὺς μνηστῆρας <ἐμοὶ δέ κε
κέρδιον εἴη>, φησὶν, <ὑμέας ἐσθέμεναι> (v. 74 sqq.). διὰ τί; παρ'
ὑμῶν μὲν γὰρ ἔστιν ἀπολαβεῖν, παρὰ δὲ τούτων οὐκέτι· εἶτα πάλιν
κοινῇ· <νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ> (v. 79).
τῷ μεταξὺ διαιρεῖν τε καὶ κοινοποιεῖν τὸ ἀδίκημα καὶ παρρησίᾳ κέχρηται
βασιλικῇ καὶ δεήσει πάλιν ταπεινὰ πράττοντος, καὶ ποτὲ μὲν τὸ δίκαιον
ὑπομιμνήσκει καὶ νέμεσιν, ποτὲ δ' αὖ καὶ αἰσχύνην τῶν ἄλλων ἀν-
θρώπων καὶ τὴν παρὰ θεῶν μῆνιν καὶ τὴν τοῦ πατρός. διὰ πάντων
γοῦν τούτων μικτήν τε ὁμοῦ καὶ ποικιλίας πλήρη ποιήσας τὴν δημη-
γορίαν δεινοῦ ῥήτορος δυνάμει κεχρημένος φαίνεται.
67
τινὲς τὸ <ἀγασσάμενοι> ἀντὶ τοῦ μεμψάμενοι ἐκλαμβάνουσιν.
οὐκ ἔστι δέ, ἀλλὰ σημαίνει τὸ ἐκπλαγῆναι ἐπί τινι μεγάλῳ παρανο-
μήματι, ἀπὸ τῆς ἄγαν καὶ τῆς ἄγης· <ἄγη μ' ἔχει> (γ 227)· ὅθεν καὶ
ἀγηνορίη ἡ ἄγαν † ἐπιτρισαμένη ἠνορέη. καὶ ἔστιν ἄγαν ἐκπλαγέντες
ἐπὶ τοῖς ἀδικήμασιν.
70
ad v. 63 sqq., p. 28, 1 sqq.
74-75
ad v. 63 sqq., p. 28, 18.
152
fragmentum quaestionis <Vaticanae> ιζʹ a codice T h. l.
(p. 20) servatum ad Iliad. p. 320, 20 sqq. edidimus. Ex eodem fonte
pendere videtur schol. S Dind. (c. 1. ὄσσοντο δ' ὄλεθρον): προεμαν-
τεύοντο, προεδήλουν αὐτοῖς ἀπώλειαν (cf. Iliad. p. 321 β 5).
165
<ἐγγὺς ἐών>. ἀλλὰ μὴν ἐν Ὠγυγίᾳ ἐστίν, ὥστε οὐκ ἐγγύς
ἐστιν. λύοιτο δ' ἂν ἐκ τῆς λέξεως· τὸ γὰρ <ἐγγύς> καὶ ἐπὶ χρόνου καὶ
ἐπὶ τόπου τάσσεται· νῦν οὖν ἐπὶ χρόνου παρείληπται.
τὸ <ἐγγύς> οὐ τοπικὸν νῦν ἀλλὰ χρονικόν· ἐν Ὠγυγίᾳ γὰρ νήσῳ
ἦν. λύσις δὲ τοῦτο τοῦ ἀποροῦντος εἰς τὸ ἐγγύς· τάσσεται γὰρ τοῦτο
καὶ ἐπὶ χρόνου καὶ ἐπὶ τόπου.
169
editum ad Iliad. p. 332, 12 sqq.
315
scholium e quaest. <Vaticana> <ie41> excerptum, quod ad Iliad.
p. 308, 16 sqq. commemoravimus, non solum inter scholia E (f. 19b),
sed etiam D (f. 193a) legitur. Utrumque prae iis, quae meliores se-
cuti codices ibi edidimus, ita sordet, ut non sit cur h. l. in medium
prodeat.
318sqq
τὸ ἑξῆς· εἶμι μὲν ἔμπορος, ὅ ἐστιν ἐπιβάτης ἐπὶ νεὼς
ἀλλοτρίας. <ἔμπορος>· τὸν ἐπ' ἀλλοτρίας νεὼς πλέοντα ἐπιβάτην οὕτως
εἴρηκεν, ὡς καὶ ἀλλαχοῦ· <ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλο-
τρίης> (ω 300).
ἀντὶ ναυκλήρου δι' ὑμᾶς ἐπιβάτης ἐσόμενος τοὺς κατηναλωκότας
μου τὸν πλοῦτον, διὰ τὰ ἄνω· ἢ <οὐχ ἅλις, ὡς τὸ πάροιθεν ἐκεί-
ρετε πολλά> (v. 312).
οὐ μέντοι ὁ ἔμπορος ἀπὸ τοῦ πορίζειν πεποίηται παρ' Ὁμήρῳ,
ἀλλ' ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ
τοῦ ὕδατος, λέγων <Θρύον Ἀλφειοῖο πόρον> (Β 592) καὶ <ἀλλ' ὅτε
δὴ πόρον ἷξον ἐυρρεῖος ποταμοῖο> (Ξ 433), τὴν διάβασιν τὴν διὰ
τοῦ ὑγροῦ. ὡς οὖν τὸ μὴ ἐν ἰδίῳ οἴκῳ γαμεῖν, ἀλλ' ἐν ἀλλοτρίῳ,
ἐγγαμεῖν λέγουσιν, οὕτως τῷ ἐπ' ἀλλοτρίας νεὼς τὸν πλοῦν ποιεῖσθαι
καὶ…
<ἐπήβολος>…
The complete text is available when the reading interface loads.