The Greek Library Author

Anonymous

Quaestionum Homericarum liber i

Authority group
Porphyry (catalogue association; authorship remains anonymous)
Edition reference
Quaestionum Homericarum liber i (recensio V), ed. A. R. Sodano, Porphyrii quaestionum Homericarum liber i, Naples: Giannini, 1970: 1–134.
CTS identifier
urn:cts:greekLit:tlg2034.tlg017.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

7

πος Πλούτῳ· «νῦν ὡς ἐγενόμην χρη-

μάτων ἐπήβολος». ἔστι δὲ οὐ ποιη-

τικὴ λέξις ἀλλ' Ἀττική. τί οὖν αἱ

λέξεις σημαίνουσι δεδήλωται. τὸ δὲ

«ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον

εἶναι» σὺν βαρύτητι εἴρηται, λέγον-

τος Τηλεμάχου· ἐν ἀλλοτρίᾳ πλευ-

σοῦμαι νηί· οὐ γάρ εἰμι ἐπιτυχὴς

ἰδίας νηὸς οὐδὲ ἐρέτας κέκτημαι·

τοῦτο γὰρ ὑμῖν ὠφελιμώτερον εἶναι

ἐφάνη, τουτέστι τὸ μὴ ἔχειν ἐμὲ

ἰδίαν ναῦν ἀλλ' ἔμπορον πλεῖν· ἀνα-

φέρει δὲ εἰς ἐκεῖνο, ὅτι εἰς πενίαν

αὐτὸν κατέστησαν. προεῖπε γάρ·

«ἢ οὐχ ἅλις, ὡς τὸ πρόσθεν ἐκεί-

ρετο πολλὰ καὶ ἐσθλὰ / κτήματ' ἐμά,

μνηστῆρες, ἐγὼ δ' ἔτι νήπιος ἦα;»

8

ἔστιν οὖν οὕτω τὸ νόημα· ἀντὶ ναυ-

κλήρου δι' ὑμᾶς ἐπιβάτης γέγονατἀμὰ καταναλώσαντας.

Τοῦ ποιητοῦ πολλάκις ἐπισημαινο-

μένου περὶ τῶν πυρῶν, ἃς οἱ Τρῶες

ἐποιοῦντο ἐκ παραγγελίας τοῦ Ἕκ-

τορος τοιαύτης· «ἐπὶ δὲ ξύλα πολλὰ

λέγεσθε, / ὥς κε παννύχιοι μέσφ' ἠ-

οῦς ἠριγενείης / καίωμεν πυρὰ πολ-

λά, σέλας δ' οὐρανὸν ἵκῃ», καὶ πά-

λιν· «ἐγγὺς γὰρ νηῶν καὶ τείχεος

αὖλιν ἔθεντο / Τρῶες ὑπέρθυμοι τη-

λεκλειτοί τ' ἐπίκουροι, / κειάμενοι

πυρὰ πολλὰ κατὰ στρατόν», καὶ

πάλιν· «ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν

ἀθρήσειε, / θαύμαζε πυρὰ πολλὰ τὰ

καίετο Ἰλιόθι πρό», εἰκότως ἀσαφές

9

ἐστι τὸ τοῦ Δόλωνος, ὅτι ἐρωτηθεὶς

«πῶς δ' αἱ τῶν Τρώων φυλακαί τε

καὶ εὐναί;» ἀποκρίνεται· «φυλακὰς

δ' ἃς εἴρεαι, ἥρως, / ⸢οὔ τις κεκρι-

μένη ῥύεται⸣ στρατὸν οὐδὲ φυλάσ-

σει· / ὅσσαι μὲν Τρώων ⸢πυρὸς ἐσχά-

ραι, οἷσιν ἀνάγκη / οἵ τ' ἐγρηγόρ-

θασι⸣ φυλασσέμεναί τε κέλονται /

ἀλλήλοις». τί γὰρ βούλεται τὸ

«ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι»,

προδεδηλωμένου ὅτι πολλὰς πυρὰς

ἔκαιον; ὃ ἀποροῦντας οὐκ ἔστι ῥᾷον

συνιδεῖν. λύοντες οὖν ἐλέγομεν ἡ-

μεῖς περὶ τῶν ἐν πεδίῳ πυρῶν νῦν

οὐ ποιεῖσθαι τὸν λόγον ἀλλὰ βούλε-

σθαι εἰπεῖν ὡς ὅσοι Τρῶες ⸢αὐ⸣θι-

γενεῖς καὶ οὐ ξένοι ἀλλ' ἑστίαν

ἔχοντες, ὃ ἐν ἄλλοις περὶ τῶν αὐτῶν

φησι· «Τρῶας μὲν λέξα⸢σ⸣θαι ἐφέ-

10

στιοι ὅσοι ἔασι», τουτέστιν ὅσοι

πῦρ καὶ ⸢ἑ⸣στίας ἔχουσιν, ὡς καὶ ἐν

ἄλλοις· «ἦλθε μὲν αὐτὸς ζωὸς

ἐφέστιος», ἤτοι εἰς τὴν ἑστίαν·

ἑστία δὲ ὁ οἶκος· ὃ γὰρ εἶπεν· «ἦλθε

μὲν αὐτὸς ἐφέστιος», μεταλαβὼν

ἔφη· «ἦλθ' Ὀδυσσεὺς καὶ οἶκον ἱκά-

νεται». καὶ πάλιν ἀντὶ τοῦ οἶκος·

«ἱστίη τ' Ὀδυσῆος ἀμύμονος». ὁ οὖν

κεκτημένος οἰκίαν ἐφέστιος· ὁ δ' ἄπο-

λις καὶ φυγὰς «ἀφρήτωρ ἀθέμιστος

ἀνέστιος». τὸ οὖν «ὅσσαι μὲν

Τρώων πυρὸς ἐσχάραι» δηλοῖ ὅσαι

Τρώων ἑστίαι, ἐξ οὗ ὅσοι Τρώων

11

ἐφέστιοι καὶ πολῖται. καὶ ὅτι τοὺς

πολίτας εἶπεν ἐνταῦθα μὴ λείπειν

τὰς 〈φυλακὰς〉 διὰ 〈τοῦ〉 «πυρὸς

ἐσχάραι», δηλοῖ τὰ ἐπαγόμενα·

«οἷσιν ἀνάγκη / οἵ τ' ἐγρηγόρθασι φυ-

λασσέμεναί τε κέλονται / ἀλλήλοις·

αὐτὰρ αὖτε πολύκλειτοι ἐπίκουροι /

εὕδουσι· Τρωσὶ γὰρ ἐπιτροπέουσι φυ-

λάσσειν». ἐκ τούτων λύσεις καὶ τὸ

περὶ τῶν Φαιάκων εἰρημένον· «πᾶ-

σι γὰρ ἐπίστιόν ἐστιν», ἤτοι οὐ-

12

δεὶς ξένος ἐστίν, ἀλλὰ πάντες πο-

λῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ

δὲ ψιλοῦ ἐξενήνεκται, ὡς τὸ δέχε-

σθαι δέκεσθαι καὶ οὐχὶ οὐκί.

Τὸ «αἰόλον» οὐκ οἶδ' ὅθεν τῶν

γραμματικῶν τινες ἐπὶ τοῦ ποικίλου

παρ' Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω

γοῦν τὸ «αἰολόπωλον» ἀποδιδόασι

καὶ τὸ «αἰόλος ἵππος» καὶ «αἰόλον

ὄφιν». οὐκ ἔστι δὲ ἀλλὰ σημαίνει

τὸν ταχύν, γενόμενον ἀπὸ τῆς ἀέλ-

λης, ἥτις ἀπὸ τοῦ ἄειν καὶ εἱλεῖν

πεποίηται, ὡς αὐτὸ⸢ς⸣ ἐξηγήσατο

εἰπών· «ὅν περ ἄελλαι / χειμέριαι

εἰλέωσιν», ἤτοι εἱλῶσιν, ὡς καὶ

13

ἐπὶ τοῦ Βορρᾶ ἔφη· «εἴλει γὰρ Βο-

ρέης ἄνεμος». ἡ μὲν οὖν ἄελλα ἀ-

πὸ τοῦ ἄειν καὶ εἱλεῖν, ἡ δὲ θύελλα

ἀπὸ τοῦ θύειν καὶ εἱλεῖν, θύειν δὲ

τὸ σφοδρῶς ὁρμᾶν δίκην μαινομέ-

νων· «ἦ γὰρ ὅ γ' ὀλοῇσι φρεσὶ

θύει», ὅθεν καὶ Θυάδες αἱ Βάκχαι.

ὡς οὖν «ἀελλόπους» ἡ Ἶρις λέγε-

ται, ἣν μεταλαβὼν «ποδήνεμον»

προσηγόρευκεν, οὕτω τὸν ποδώκη

ἵππον μεταλαμβάνων «πόδας αἰόλος

ἵππος» εἶπε· καὶ ὡς εἰπὼν «ἀργί-

ποδας κύνας» κατὰ περίληψιν ἀλ-

λαχοῦ ἔφη «καὶ κύνας ἀργούς»,

οὕτω τοὺς πόδας αἰόλους ἵππους

14

κατὰ τὴν περίληψιν «αἰολοπώ-

λους» ἔφη. καὶ «αἰόλαι» οὖν «εὐ-

λαὶ» ἀπὸ τοῦ εἱλεῖσθαι ταχέως λέ-

γονται, καὶ «σφῆκες μέσον αἰόλοι»

οἱ κατὰ τὸ μέσον συνεχῶς κινούμε-

νοι καὶ εἱλούμενοι. καὶ «κορυθαιό-

λος» οὖν ὁ συνεχῶς κινῶν τὴν κό-

ρυθα, ὃ μεταποιῶν ἐπὶ τοῦ Ἄρεος

ἔφη· «ἶσος Ἐνυαλίῳ κορυθάϊκι».

λύσεις ἐντεῦθεν καὶ τὸ «ὡς δ' ὅτε

⸢γαστέρ' ἀνὴρ πολέος πυρὸς αἰθο⸣-

μένοιο, / ἐμπλείην κνίσσης τε καὶ

αἵματος, ἔνθα καὶ ἔνθα / ⸢αἰόλλῃ»·

δηλοῖ οὖν τὸ εἱλεῖν καὶ συνεχ⸣ῶς

στρέφειν. ἐκ δὲ τοῦ «κορυθάϊκι» λύ-

σεις τὸ «⸢Δ⸣ωριέες τε τριχάϊκες», οἱ

15

συνεχῶς τὰς τρίχας διὰ τὸ δραστικὸν

κινοῦντες· καρηκομόωντες εἴρηνται.

Οὐ δεῖ δυσχεραίνειν, εἰ τοὺς πολ-

λοὺς τῶν νῦν παιδευτῶν λανθάνει

τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν

δοκοῦντα εἶναι ἀκριβέστατον καὶ

πολυμαθέστατον Καλλίμαχον ἔλα-

θεν ἡ διαφορὰ τῆς ἁρματροχίας, ἣν

ἔχει πρὸς τὴν χωρὶς τοῦ ρ̅ λεγομένην

ἁμ⸢α⸣τροχίαν. ἔστι δὲ ἁματροχία

τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι,

οἷον ὁμοδρομία τις οὖσα· τρόχους γὰρ

τοὺς δρόμους ἔλεγον. ἁρματροχία δὲ

τῶν τροχῶν τὸ ἴχνος. ἄμφω δὲ παρ'

Ὁμήρῳ κεῖται, τὰς δυνάμεις αὐτῶν

τοῦ ποιητοῦ ἐξηγουμένου. ὅτι γὰρ τὸ

ἅμα τρέχειν δηλοῖ ἁματροχία, παρί-

στησιν ἐπὶ τοῦ Μενελάου λέγων

«τῇ ῥ' εἶχε Μενέλαος ἁματροχίαν

16

ἀλεείνων»· ὑπελείπετο γὰρ διὰ τὸν

ῥωχμὸν τῆς γῆς τὴν συνέμπτωσιν

τοῦ δρόμου φυλασσόμενος. τοῦτο δὲ

μεταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο

«αἰὲν ὁμοστιχάει». καὶ ἐπὶ τοῦ

Εὐμαίου δὲ ἐχομένου ἤδη τροφῆς καὶ

συμβαδίζοντος τῇ μητρί φησι·

«παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγά-

ροισιν ἀτιτάλλω, / κερδαλέον δὴ

τοῖον, ἁματροχόωντα θύραζε», του-

τέστιν ἤδη μοι ἔξω συντρέχειν δυ-

νάμενον καὶ βάδην σὺν ἐμοὶ πορευό-

μενον, οὐκ ἐπικολπίδιον· ταὐτὸν δὲ

τῷ «ἁματροχόωντα θύραζε» τὸ «ἡ

δέ με χειρὸς ἑλοῦσα δόμων ἐξῆγε

θύραζε». ἁματροχία οὖν οὕτως.

ἁρματροχία δὲ ὅτι τὸ ἀπὸ τῶν τρο-

χῶν ἴχνος δηλοῖ, αὐτὸς πάλιν πα-

ρίστησι λέγων· «οὐδ' ἄρα πολλὴ /

γίνεται ἐπισσώτρων ἁρματροχίη κα-

τόπισθεν / ἐν λεπτῇ κονίῃ»· διὰ

17

γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆς κόνε-

ως μὴ πολὺ γίνεσθαι τὸ τῶν ἐπισ-

σώτρων ἴχνος φησίν. ἐξηγήσατο δὲ

καὶ πῶς γίνεται τὸ ἴχνος, ὅτι λει-

πόμενον ὀπίσω τοῦ ἱεμένου εἰς τὸ

ἔμπροσθεν. ἀγνοήσας δὲ ταῦτα ὁ

Καλλίμαχός φησιν· «ἀλλὰ θεόν-

των / ὡς ἀνέμων οὐδεὶς εἶδεν ἁμα-

τροχίας». βούλεται μὲν γὰρ εἰπεῖν

ὡς οὐδεὶς εἶδεν ἴχνος διὰ τὸ θεῖν ὡς

ἀνέμους· ἁματροχίαι δὲ οὐ δηλοῦσι

τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλ-

λ' αἱ μετὰ τοῦ ρ̅ λεγόμεναι ἁρμα-

τροχίαι.

Τὴν ἀρχὴν τῶν Λιτῶν ἀναγι-

νώσκων οὕτως ἔχουσαν· «ὣς οἱ μὲν

Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαι-

οὺς / θεσπεσίη ἔχε φύζα φόβου κρυ-

όεντος ἑταίρη, / πένθεϊ δ' ἀτλήτῳ βε-

βολήατο πάντες ἄριστοι. / ὡς δ' ἄ-

νεμοι δύο πόντον ὀρίνετον ἰχθυόεν-

τα / Βορέης καὶ Ζέφυρος, τώ τε

Θρῄκηθεν ἄητον / ἐλθόντ' ἐξαπίνης·

ἄμυδις δέ τε κῦμα κελαινὸν / κορύσ-

σεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος

ἔχευε· / ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στή-

θεσσιν Ἀχαιῶν», ταῦτ' οὖν ἀναγι-

νώσκων ἠπόρεις, πῶς ἀκριβὴς ὢν

18

περὶ τὰς εἰκόνας Ὅμηρος νῦν δοκεῖ

πρὸς μηδεμίαν χρείαν δυοῖν ἀνέμοιν

εἰκόνα παραλαμβάνειν. εἰ γὰρ αὐξή-

σεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς

ἐν ἄλλοις· «σὺν δ' Εὖρός τε Νότος

τε πέσον Ζέφυρός τε δυσαὴς / καὶ

Βορέης αἰθρηγενέτης, μέγα κῦμα

κυλίνδων». λύει δὲ ⸢τὴν ἀπορίαν

αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ⸣ τοῦ

Μόλωνος παρίστησι. δύο γὰρ πάθε-

⸢σι χειμαζομένους ποιήσας τοὺς Ἀ-

χαιούς, φόβῳ μὲν⸣ ἐφ' οἷς εἴρηκε

«θεσπεσίη ἔχε φύζα», λύπῃ δὲ ἐν

οἷς ἐπάγει «πένθεϊ δ' ἀτλήτῳ βεβο-

λήατο πάντες ἄριστοι»—δεδίασι

μὲν γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέ-

ρουσι τὰ γεγονότα—, προσηκόντως

19

αὐτοὺς ἀπεικάζει πελάγει δυσὶ πνεύ-

μασιν ἐ⸢ξε⸣γειρομένῳ. «θεσπεσίη»

δ' «ἔχε φύζα» δηλοῖ οὐ τὸν προσγε-

νόμενον αὐτοῖς διὰ δειλίαν φόβ⸢ον,

ἀλλ'⸣ ἐκ βουλήσεως θεῶν, ὥς που

καὶ ἐν ἄλλοις αὐτὸς εἶπε· «γνώσεαι

δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπά-

ξεις, / ἢ ἀνδρῶν κακότητι», του-

τέστι θείᾳ βουλήσει καὶ οὐ συμ-

φύτῳ κακίᾳ. ⸢εἰ⸣ δὲ καὶ ἄλλων ἐπί-

θετον τὸ θεσπέσιον—«θεσπέσιός»

τε γὰρ «πλοῦτος» καὶ «θεσπεσίη

φύζα»—, ἐκ κοινοῦ ἔσται κἀνταῦθα

20

ἡ κακότης· γνώσῃ πότερον θεσπεσίῃ

κακότητι ἢ ἀνδρῶν κακότητι. [φύζα

δέ ἐστιν ἡ φυγή. φόβου δὲ φίλη λέ-

γεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν

προσεταιρίζεται]. καὶ τὸ μὲν «βεβο-

λήατο» τὴν βούλησιν βεβλάφθαι

δηλοῖ, τὸ δὲ βεβλῆσθαι ἐπὶ σώματος.

Ἐπεὶ δὲ παραβολῆς ἐμνήσαμεν,

σκέψαι τὴν τοῦ ποιητοῦ ἐνταῦθα

χρῆσιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος

21

τρωθέντος χρησάμενος τῇ παραβολῇ

ταύτῃ· «ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ

βέλος ὀξὺ γυναῖκα» καὶ ἀνταποδό-

σει· «ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος

Ἀτρεΐδαο», ἐπὶ τοῦ Κύκλωπος δυ-

νάμει τὰ τῆς παραβολῆς μεταφέρων

χρῆται· «Κύκλωψ δὲ στενάχων τε

καὶ ὠδίνων ὀδύνῃσιν»· ἔστι δὲ τῆς

παραβολῆς τὸ «ὠδίνων», τῆς δὲ

ἀνταποδόσεως τὸ «ὀδύνῃσι». πάλιν

εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος κατὰ

Ἑλλήνων ὁρμῆς· «ὀλοοίτροχος ὣς

ἀπὸ πέτρης, / ὅν τε κατὰ στεφάνης

ποταμὸς χειμάρροος ὤσῃ», κατὰ

τὴν αὐτὴν φαντασίαν πεποίηκε περὶ

αὐτοῦ λέγοντα τὸν Διομήδη· «νῶϊν

δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος

Ἕκτωρ»· ὁ δὲ ὄβριμος οἰκεῖος ἀψύ-

χῳ ὁρμῇ· οὐ γὰρ «θρασὺν» ἔφη οὐδὲ

«κορυθαιόλον», οἷς ἰδίως αὐτὸν προ-

σαγορεύειν εἴωθε. πάλιν ἐπὶ τοῦ Νέ-

στορος σκεπτομένου ποῖ τράπηταί

22

φησιν· «ὡς δ' ὅτε πορφύρῃ πέλαγος

μέγα κύματι κωφῷ / ὀσσόμενον λι-

γέων ἀνέμων λαιψηρὰ κέλευθα /

αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδ'

ἑτέρωσε, / πρίν τινα καταβήμεναι ἐκ

Διὸς οὖρον»· εἶτα ἐπ' Ἀγήνορος προ-

τραπέντος μὲν ὑπ' Ἀπόλλωνος Ἀχιλ-

λέα ὑποστῆναι, ὅμως δὲ τὴν θέαν αὐ-

τοῦ καταπλαγέντος, ἠρκέσθη τῷ ὀνό-

ματι· «πολλὰ δέ οἱ κραδίη πόρφυρε

κιόντι». πάλιν εἰπὼν ἐπὶ τῆς Ἥρας·

«ὡς δ' ὅταν ἀΐξῃ νόος ἀνέρος, ὅς

τ' ἐπὶ πολλὴν / γαίαν ἐληλυθὼς φρε-

σὶ πευκαλίμῃσι νοήσοι / ἔνθα ἴῃ ἢ

ἔνθα, μενοινήσειέ τε πολλά, / ὣς

κραιπνῶς μεμαυῖα διέπτατο πότνια

Ἥρη», καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας

τὴν παραβολήν, ⸢ἀπὸ δὲ τοῦ πέτε-

σθαι τὴν ἀν⸣ταπόδοσιν, συντέμνων

τὰ αὐτὰ ἐν ἄλλοις φησίν· «ὡς εἰ

πτερὸν ⸢ἠὲ νόημα». θαυμαστὸν δὲ

23

αὐτῷ κἀκεῖ⸣νο· ἐκ μεταφορᾶς γάρ

τι τολμηρότερον φθεγξάμενος οἰκεί-

αν ἐπάγει παραβολήν, κρατύνων

αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν.

εἰπὼν οὖν «κραδίη δέ οἱ ἔνδον ὑλάκ-

τει», ἐπάγει· «ὡς δὲ κύων ἀμαλῇσι

περὶ σκυλάκεσ⸢σι⸣ βεβῶσα / ἄνδρ'

ἀγνοιήσας' ὑλάει μέμονέ τε μάχε-

σθαι». καὶ αὖθις ἐπὶ τοῦ στρατοπέ-

δου «⸢τῶ⸣ν δὲ στίχες εἵατο πυκναὶ /

ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι

πεφρικυῖαι» εἰπών, ἐπήγαγεν· «οἵ-

⸢η⸣ δὲ Ζεφύροιο ἐχεύατο πόντον

ἔπι φρὶξ / ὀρνυμένοιο νέον, μελάνει δέ

τε πόντος ὑπ' αὐτῆς». ἐπ⸢ί⸣ τε τῶν

Τρώων ἔτι ποικιλώτερον κέχρηται·

ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοί-

ωσίν τε αὐτῇ τὴν ἀκόλουθον ⸢ἐ⸣πά-

γει καὶ ἐπ' ἀμφοῖν τὴν παραβολήν·

«Τρῶες μὲν κλαγγῇ»· τοῦτο ἡ με-

ταφορά· τὸ δ' «ὄρνιθες ὣς» ἡ ὁμοί-

ωσις· εἶθ' ἡ παραβολή· «ἠΰ⸢τε⸣ περ

κλαγγὴ γεράνων πέλει οὐρανόθι

24

πρό»· ᾗ σχεδὸν μόνῃ τῶν παραβολῶν

οὐκ ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως

ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν

ἀνταπόδοσιν. πάλιν αὐτοῦ παρατη-

ρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως

τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμά-

των πολλάκις εἰς τὰς παραβολὰς

μετατίθησι καὶ τὰς ἐπὶ τῶν παρα-

βολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη

στρατιωτῶν λέγεται, σμήνη δὲ με-

λισσῶν· αὐτὸς δὲ μεταλαβὼν τῷ

τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν

μελισσῶν χρῆται· «ἠΰτ' ἔθνεα εἶσι

μελισσάων ἀδινάων», ὃ πλήθους

ἀνθρώπων ἐστὶν ὄνομα. οὕτως ὀλο-

οιτρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκ-

τορος εἰκάζων ἀναθρώσκειν τέ φησι

τὸν λίθον καὶ πέτεσθαι, καὶ τελευ-

τήν, ὡς ἀπ' αὐτοῦ τοῦ στρατιώτου

ἀφιγμένος ἀλλ' οὐ τοῦ λίθου, ἐπά-

γει· «ὁ δ' ἀσφαλέως θέει ἔμπεδον,

εἰσόκεν ἔλθῃ». οὕτω καὶ ἐπὶ τοῦ

25

κύματος, ὃ τάξεσιν ἀπεικάζει στρα-

τοπέδου, προειπών· «ὡς δ' ὅτ' ἐν

αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης /

ὄρνυται Ζεφύρου ὑποκινήσαντος», με-

τάγει ἀπὸ τῶν στρατιωτῶν ἐπὶ τὰ

ἑξῆς· «πόντῳ μὲν τὰ πρῶτα κορύσσε-

ται». ἀνάπαλιν δὲ τὰς τῶν παραβο-

λῶν μετατίθησι φωνὰς ἐπὶ τὰ πράγ-

ματα, ὡς ἐπὶ τοῦ Ἀχιλλέως «ὡς δ'

ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλ-

πιγξ» εἰπών, ἐπάγει μετατιθεὶς ἀπὸ

τῆς σάλπιγγος ἐπὶ τὸν ἄνθρωπον· «οἱ

δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακί-

δαο». κεκινδύνευται δὲ αὐτῷ ἐκεῖνα,

οἷον «σιδήρειος ὀρυμαγδὸς / χάλ-

κεον οὐρανὸν ἧκε δι' αἰθέρος ἀτρυ-

γέτοιο».

Πολλῆς ταραχῆς πλήρη ἔδοξεν

εἶναι τὰ ἔπη ταῦτα· «τὴν δ' ἑτέρην

πόλιν ἀμφὶ δύο στρατοὶ εἵατο

26

λαῶν / τεύχεσι λαμπόμενοι· δίχα δέ

σφισιν ἥνδανε βουλή, / ἠὲ διαπρα-

θέειν ἢ ἄνδιχα πάντα δάσασθαι /

κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον

ἐντὸς ἐέργει· / οἱ δ' οὔ πω πείθοντο,

λόχῳ δ' ὑπεθωρήσσοντο. / τεῖχος μέν

ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκ-

να / ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέ-

ρες οὓς ἔχε γῆρας. / οἱ δ' ἴσαν· ἦρχε

δ' ἄρά σφιν Ἄρης καὶ Παλλὰς

Ἀθήνη / ἄμφω χρυσείω, χρύσεια δὲ

εἵματα ἕσθην, / καλὼ καὶ μεγά-

λω σὺν τεύχεσιν, ὥς τε θεώ περ /

ἀμφὶς ἀριζήλω· λαοὶ δ' ὑπ' ὀλίζο-

νες ἦσαν. / οἱ δ' ὅτε δή ῥ' ἵκανον

ἐν ποταμῷ ὅθι σφίσιν ἧκε λοχῆ-

σαι / ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι

βοτοῖσιν, / ἔνθ' ἄρα τοί γ' ἵζοντο εἰ-

λυμένοι αἴθοπι χαλκῷ. / τοῖσι δ' ἔ-

πειτ' ἀπάνευθεν δύω σκοποὶ εἵατο

λαῶν / δέγμενοι ὁπ⸢ότε μῆλα ἰδοία-

το καὶ ἕλικας βοῦς⸣. / οἱ δὲ τάχα

προγένοντο, δύω δ' ἅμ' ἕποντο νο-

μῆ⸢ες / τερπόμενοι σύριγξι· δόλον

δ' οὔ τι⸣ προνόησαν. / οἱ μὲν τὰ

προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπει-

τα / τάμνοντο ἀμφὶ βοῶν ἀγέλας

καὶ πώεα καλὰ / ἀργεννῶν ὀΐων,

27

κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας. / οἱ

δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον

περὶ βουσὶν / ἱρά⸢ων προπ⸣άροιθε

καθήμενοι, αὐτίκ' ἐφ' ἵππων / βάν-

τες ἀερσιπόδων μετεκίαθον, αἶψα

δ' ἵκοντο. / στησάμενοι ⸢δ' ἐ⸣μά-

χοντο μάχην ποταμοῖο παρ' ὄχθας, /

βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγ-

χεί⸢ῃ⸣σι» καὶ ⸢τὰ⸣ ἑξῆς. ταράσσει

γὰρ τοὺς πολλούς· οἱ δύο στρατοὶ

ἆρά γε πολέμιοί εἰσι τῶν κατοικούν-

των καὶ ἀλλήλοις φίλοι ἢ εἷς μὲν

πολέμιος, ὁ δ' ἕτερος τῶν ἐκ τῆς

πό⸢λ⸣εως; καὶ πρὸς τίνας διχονοοῦ-

σιν; ἆρά γε πρὸς ἀλλήλους ἢ πρὸς

τοὺς ἔνδον; καὶ ἐπὶ τίνων τὸ «οἱ

δ' οὔ πω πείθοντο»; ἆρα τῶν εἴσω

ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ πάλιν

ἐπὶ τίνος τὸ «λόχῳ δ' ὑπεθωρήσσον-

το»; ἆρά γε ὁ ἕτερος τῶν στρατῶν

ἢ οἱ ἔνδον; καὶ τίνων οἱ σκοποί;

καὶ τίνων ἡ λεία; πῶς τε, εἰ τῶν

ἔνδον ἡ λεία, ὁ λόχος παρ' αὐτῶν;

καὶ τίνες οἱ ἐπεξιόντες; ἆρ' οἱ δύο

στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως τε τίς ἡ

διατύπωσις τοῦ πλάσματος; Ἀλέ-

28

ξανδρος μὲν ὁ Κοτιαεὺς οὕτω φησίν·

«δύο στρατοὶ περιεκάθηντο τὴν πό-

λιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντες

αὐτὴν ἢ τὰ ἡμίση λαβόντες ἀπιέ-

ναι· οἱ δ' ἔνδον ὄντες οὐκ ἐδέχοντο

τὴν πρόκλησιν. οἱ οὖν πολέμιοι»,

φησίν, «ἐνέδραν τινὰ ἐποιήσαντο

τῶν ποιμνίων καὶ τῶν βουκόλων, ἃ

ἦν κτήματα τῶν ἐν τῇ πόλει». εἶτα

ἀξιοῖ τὸ μὲν «οἱ δ' οὔ πω πείθοντο»

ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ

δὲ «λόχῳ δ' ὑπεθωρήσσοντο» περὶ

τῶν πολεμίων, καὶ τὸ «οἱ δ' ἴσαν»

περὶ τῶν εἰς ἐνέδραν ἀπιόντων πο-

λεμίων· οἱ δὲ σκοποὶ τῶν πολεμίων

εἰσί· τὸ δὲ «οἱ δ' ὡς οὖν ἐπύθοντο

πολὺν κέλαδον περὶ βουσὶν» ἐπὶ τῶν

ἐν τῇ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ

ἐν ἐκκλησίαις βουλευόμενοι, τὰ τεί-

χη φρουρεῖν παραδόντες τῇ ἀπολέμῳ

ἡλικίᾳ· τὸ γὰρ «ἱράων προπάροιθε

καθήμενοι» σημαίνει τῶν ἐκκλη-

σιῶν, ἐν αἷς εἴρουσι καὶ ἀγορεύουσιν.

ὅτε δὲ αὐτοῖς ἐμηνύθη τὰ κατὰ τὰ

ποίμνια, ἐπιτρέχουσι καὶ ἐξελθόντες

29

συμβάλλουσι μάχην. εἶχε δ' ἂν πιθα-

νότητα ἡ διατύπωσις, εἰ μὴ πρῶτα

μὲν βεβιασμένη ἦν ἡ ἀπόδοσις τοῦ

τοιούτου στίχου· «οἱ δ' οὔ πω πεί-

θοντο, λόχῳ δ' ὑπεθωρήσσοντο». τὸ

μὲν γὰρ «οἱ δ' οὔ πω πείθοντο» ἀξιοῖ

περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ «λό-

χῳ δ' ὑπεθωρήσσοντο» περὶ τῶν ἐκ-

τός, ἵν' ᾖ τὸ «οἱ δ' οὔ πω πείθοντο

〈λόχῳ δ' ὑπεθωρήσσοντο〉» ἀντὶ

τοῦ μὴ πειθομένων αὐτῶν εἰς λό-

χον ἐθωρήσσοντο οἱ τὰς προκλήσεις

πεποιημένοι. [τὸ δὲ «οἱ δ' οὔ πω

πείθοντο» ἂν ἀκούωσιν ἀντὶ τοῦ μὴ

πειθομένων αὐτῶν, βίαιον]. πάλιν

δὲ μεταξὺ τοῦ «λόχῳ δ' ὑπεθωρήσ-

σοντο» ἐμβεβλῆσθαι φάσκειν 〈τὰ〉

περὶ τῶν ἔνδον 〈καὶ〉 τὸ «οἱ δ' ἴσαν»,

ἔστιν ἐλεγχόντων τὸν ποιητὴν μὴ

δυνάμενον φράζειν ἀταράχως. πάν-

τως δὲ καὶ ὁ λόχος οὐκ ἐκ πάντων

ἦν τῶν ἐν τοῖς δυσὶ στρατοπέδοις,

ἀλλὰ τινῶν· πῶς οὖν ὑπεξίασιν οἱ

ἐν τῇ πόλει, φανερῶς τε καὶ ἀδεῶς

τῶν πολιορκούντων κωλυόντων; ἀ-

30

μείνους ⸢οὖν οἱ οὕτω διατυπώσαντες

τὸ π⸣λάσμα· δύο στρατοὶ ἐπελθόν-

τες τὴν λείαν περιήλασαν, ⸢καὶ τὴν

πόλιν πολιορκοῦντες ἀξιοῦ⸣σι τῶν

κτημάτων τῶν ἐν αὐτῇ λαβεῖν τὸ

ἥμισυ ἐφ' ᾧ γε καταθέσθαι τὸν πό-

λεμον. οἱ δ' ἐν τῇ πόλει οὐκ ἐπεί-

⸢θ⸣οντο, ἀλλ' ἐνεδρεύσοντες ἐπὶ πό-

τον ἐρχόμενα τὰ τετράποδα ἀπήλα-

σαν. οἱ πολέμιοι δὲ στρατοί, καί-

π⸢ε⸣ρ ἐκκλησιάζοντες, ἐπεὶ ἐπύθοντο

τοῦτο, τῶν ἵππων ἐπιβάντες ἐπῆλ-

θον αὐτοῖς. ὅτι γὰρ αὐ⸢τοί⸣ εἰσι

(λέγω δὴ οἱ στρατοί) ἐκκλησιάζον-

τες, δεδήλωκε περὶ αὐτῶν εἰπών·

«δίχα δέ σφισιν ἥν⸢δ⸣ανε βουλή».

ἀκολούθως δὲ εἴρηται ἐπὶ τῶν ἐντός,

ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς δὲ λό-

χον ὡπλί⸢ζο⸣ν⸢το, π⸣α⸢ρ⸣αδόντες

τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν

τειχῶν. καὶ τὸ «οἱ δ' ἴσαν» ἐκ τῆς

πόλεως ἀκολούθως ἐπῆκται, λάθρα

ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν

προσδοκῆσαι τοῖς ἔξω ἀνοχὰς ἔχουσι

τοῦ πολέμου καὶ ἐκκλησιάζουσιν.

αὐτῶν τε οἱ σκ⸢οπ⸣οὶ τῶν εἰς τὸν

λόχον ἐξιόντων. καὶ οἱ τερπόμενοι

ταῖς σύριγξι νομεῖς εἰ μὲν τῶν πολε-

31

μίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐν

τῇ πόλει, παρὰ λόγον· οὐ γὰρ οἱ

τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ'

οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν

ἀκολούθως, ἀπελθόντων τῶν στρα-

τῶν, παρακάθηται μὲν οὐδεὶς τὴν

πόλιν, μάχη δὲ περὶ τὸν λόχον γί-

νεται. ἄλλοι δὲ ἠξίουν τῶν δύο

στρατῶν τὸν μὲν εἶναι φίλιον τῶν

ἔνδον, τὸν δὲ πολέμιον, καὶ τὸν μὲν

πολέμιον ἑλεῖν βούλεσθαι τὴν πόλιν,

τὸν δὲ φίλιον ἀξιοῦν τὰ ἡμίση δοῦ-

ναι τῶν ἐν τῇ πόλει κτημάτων,

τοὺς δὲ πολεμίους μήπω πείθεσθαι

ἀλλὰ βουλεύεσθαι· ὧν βουλευομέ-

νων, λόχον αὐτῶν συστῆσαι τοὺς

τῶν ἔνδον φίλους στρατιώτας. τε-

τάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδο-

χή, ὡς ἐπιόντι σοι κατ' αὐτὰ τὰ

ἔπη ἔσται δῆλον, ὥστε ἡ δευτέρα

ἀπόδοσις ἔχει τὰ τῆς Ὁμηρικῆς

διανοίας. ἐκεῖνο μέντοι παρελθεῖν

οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενί-

32

σκον ἐπὶ τοῦ «τεῖχος μέν ῥ' ἄλο-

χοί τε φίλαι καὶ νήπια τέκνα / ῥύ-

ατ' ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς

ἔχε γῆρας» στίζειν ἠξίουν μετὰ τὸ

«ῥύατο», εἶτα συνῆπτον τὸ ἑξῆς·

«ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε

γῆρας». «ἐὰν γὰρ τοῖς ἄνω», φα-

σί, «συνάψωμεν, σολοικισμὸς ἔσται,

ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτε-

ρον, τὸ δὲ »ἑσταότες« ἀρσενικόν».

ἦ οὖν ἐδυνάμην φάναι πρὸς αὐτούς,

ὅτι καὶ οὕτως Ὅμηρος πολλὰ σχη-

ματίζει· καὶ αὐτὸς γὰρ λέγει «κλυ-

τὸς Ἱπποδάμεια» καὶ «θῆλυς ἀϋ-

τμὴ» καὶ «ὀλοώτατος ὀδμὴ» καὶ

«ὄπα χάλκεον» καὶ «ἁλὸς πολιοῖο»,

33

καὶ ἐπὶ δυϊκῶν· «οὐκ ἂν ἐφ' ὑμετέρων

ὀχέων πληγέντε κεραυνῷ». ἄλλως τε

ἐν τοῖς τέκνοις καὶ οἱ ἄρσενές εἰσι·

τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον

ἀπηντηκέναι, ⸢ὡς ἐπ' ἄλλων⸣ μυρί-

ων; ⸢οἷον⸣· «νεφέλη δέ μιν ἀμφι-

βέβηκε / κυανέη· τὸ μὲν οὔ ποτ'

ἐρωεῖ»· πρὸς γὰρ τὸ νέφος ἡ ἀπό-

δοσις. πάλιν· «ἠδ' ἐπὶ δεξιά, ἠδ' ἐπ'

ἀριστερὰ νωμῆσαι βῶν / ἀζαλέην, τὸ

μοί ἐστι ταλαύρινον πολεμίζειν»·

πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά. καὶ

εἰπὼν «ἐπ' εἰροπόκοις ὀΐεσσι», ἐπά-

γει «τὰ δ' ἔρημα φοβεῖσθαι»· πρὸς

γὰρ τὰ πρόβατα τὸ σχῆμα δηλού-

μενον. καὶ ὧδε οὖν πρὸς τοὺς παῖδας

φαίη ἄν τις τὴν ἀναφοράν. ἐν δὲ

τοῖς ὑποκειμένοις ⸢καὶ δύο σχήματ'

ἔμιξεν, ἐπὶ τοῦ⸣ «διάνδιχ' ἅπαντα

δάσασθαι / κτῆσιν ὅσην ⸢πτολίεθρον

34

ἐπήρατον ἐντὸς ἐέργει⸣»· τὸ γὰρ

«ἅπαντα» ἀναφέρεται πρὸς τὰ

κτήματα, τὸ δὲ «ὅσην» πρὸς τὴν

κτῆσιν. ἐμοὶ δὲ δοκεῖ παραπλήσιόν

τι νῦν κἀνθάδε πεπονθέναι τ⸢ὴ⸣ν

φράσιν τῷ λεγομένῳ Ἀλκμανικῷ

σχήματι, ὅπερ ἐστὶ τοιοῦτον· «ἔνθα

μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε

ῥ⸢έου⸣σι / Κώκυτός τε», «εἰ δέ κ'

Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀ-

πόλλων». ὡς γὰρ ἐν τούτοις ἐν

⸢μέ⸣σῳ κεῖται ὃ ἔδει ἐπάγεσθαι, οὕ-

τω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ

γοῦν τὸ «ἐφεσταότες» ἐπ⸢αγ⸣ά-

γῃ⸢ς⸣ τῷ «μετὰ δ' ἀνέρες οὓς ἔχε

γῆρας», οὐδ' ἂν ἔτι ζητοῖτο· ⸢μ⸣ό-

νῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανι-

35

κοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς παρ' ἀριθ-

μὸν σχήμασιν ὑποπίπτει, τοῦ⸢τ⸣ο δὲ

τοῖς παρὰ γένος, ὑπερβατῶς δὲ ἀμ-

φότερα λύεται.

Ἐν τοῖς Φιλήμονος Συμμίκτοις πε-

ρὶ Ἡροδοτείου διορθώματος ὁ γραμ-

ματικὸς διαλεγόμενος πειρᾶται καὶ

Ὁμηρικά τινα σαφηνίζειν. οὐδὲν δὲ

χεῖρον καὶ τὸν Ἡρόδοτον φιλοῦντί

σοι τὴν πᾶσαν τοῦ ἀνδρὸς ἀναγρά-

ψαι ζήτησιν. φησὶ γὰρ ὅτι ἐν τῇ

πρώτῃ Ἡρόδοτος τῶν ἱστοριῶν περὶ

Κροίσου τοῦ Λυδοῦ πολλά τε ἄλλα

διείλεκται, καὶ μὴν ὅτι θεοσεβέστα-

τος γένοιτο καὶ διαπρεπῶς τιμήσαι

τὰ Ἑλληνικὰ μαντεῖα, τὰ ἐν Δελ-

φοῖς, τὰ ἐν Θήβαις, τὸ τοῦ Ἄμ-

μωνος, τὸ τοῦ Ἀμφιαράου· «τοῦτο

μὲν δὴ ἄλλοις ἄλλα πέμψε δῶρα,

ἀνέθηκε δέ τινα καὶ ἐν Βραγχίδῃσι

τῇσι Μιλησίων». καὶ γέγραπται ἤ-

δη κατὰ πάντα ἁπλῶς τὰ ἀντίγρα-

36

φα τὸ «τῆς» ἄρθρον σὺν τῷ ἰῶτα

ἰσοδυναμοῦν τῷ «ταῖς». οὐδένα γε

μὴν Ἑλλήνων ὑπομεῖναι θηλυκῶς

τὰς Βραγχίδας ἂν εἰπεῖν, Ἡρόδοτον

δὲ μᾶλλον ἂν ἑτέρων φυλάξασθαι,

ἀκριβῆ τε ὄντα περὶ τὰ ὀνόματα καὶ

πάνυ ἐπιεικῶς φροντιστικόν. «τοῦτο

δὴ θεραπεύων τις οὐχ Ἡροδότου, φη-

σίν, ἁμάρτημα γεγονέναι, μᾶλλον

δὲ τὸν συγγραφέα φησὶ διαμαρτεῖν

παρεμβαλόντα τὸ σ̅ι̅, πολλὰ δὲ φέ-

ρεσθαι μέχρι νῦν ἁμαρτήματα κατὰ

τὴν Ἡροδότου συγγραφὴν καὶ ἔτι

τὴν Θουκυδίδου καὶ Φιλίστου καὶ

τῶν ἄλλων ἀξιολόγων συγγραφέων.

τί δ' οὐχὶ καὶ τὰ ποιήματα σχεδὸν

ἀνάπλεω πάντα τυγχάνει ἁμαρτη-

μάτων γραφικῶν καὶ τῶν ἄλλων

παραδιορθωμάτων πάνυ ἀγροίκων;

καὶ ἵνα μὴ περαιτέρω τις προβαίνων

ἐνοχλῇ διερευνώμενος τὰς ἐν τοῖς ἀν-

τιγράφοις ἐμμεμενηκυίας ἡμαρτημέ-

νας γραφάς, ἔξεστί σοι σκοπεῖν καὶ

τῶν Ὁμηρικῶν ταδί· »ὅς τ' ἐπεὶ ἐκ

πολέων πίσυρας συναγείρεται ἵπ-

πους / ...λαοφόρον καθ' ὁδόν«. ἐνταῦ-

θα γὰρ πρὸς οὐδὲν ἀναγκαῖον ἐγράφη

διὰ τοῦ γ̅· νωθρὸν οὖν τὸ σημαινόμε-

νον καὶ σφόδρα ὑπόκωφον προσπίπ-

τειν ἔοικε. τὸ δὲ χωρὶς τοῦ γ̅ γράφειν

Ὁμηρικὸν πάνυ τῇ χρήσει καὶ τῷ λό-

37

γῳ πάντη συνᾴδον ἐπιεικῶς. τὸ γὰρ

»συναείρεται« μᾶλλον προσεχῶς

σημαίνει τὸ συνάγειν καὶ συναρμό-

ζειν. καὶ ἐν ἄλλοις· »σὺν δ' ἤειρεν

ἱμᾶσι«, συνήγαγε τοὺς ἵππους. ὁ δὲ

βέλτιστος Ἀριστοφάνης κἀκεῖνο τὸ

ἐν ταῖς Παραποταμίαις ⸢λεγόμενον·

»θρώσκων τις κατὰ⸣ κῦμα μέλαι-

ναν φρῖχ' ὑπαλύξει / ἰχθῦς, ὅς κε

⸢φάγῃσι Λυκάονος ἀργῆτα δημόν⸣«,

δείκνυσι ὡς ἡμαρτημένον ὑπολείποι-

το ἐκ τῆς παλαιᾶς γραμματικῆς.

οὐ γὰρ χρὴ τὸ »ὅς κε φάγῃσιν«

⸢ἀ⸣κούειν ὡς ἄρθρον ὑποτακτικόν,

μᾶλλον δὲ ἀντ' ἐπιρρήματος παρει-

λῆφθαι τοῦ ὧς, ἢ μᾶλλον σύνδε-

⸢σμον⸣ αἰτιώδη. δηλοῦται γάρ· ἵνα

φάγῃ· σκο⸢π⸣ῶν δὴ (ὡς τὸ σύμπαν

προσεχῶς συντέτακται), κατὰ τὴν

38

τού⸢του⸣ γνώμην, ἀκολούθως ὑπο-

δύσεται τὸν ἀφρὸν ὁ ἰχθῦς. καὶ

τοῦτο ἀναγκασθήσεται πρᾶξαι καὶ

ἐπι⸢πολ⸣αίως ὑπονήξεται τοῦ ὕδα-

τος ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀπο-

θανόντων τὰ σώματα, ἕως ἂν ᾖ

πρόσφατα καὶ διῳδηκότα, ἄνωθεν

ἐπιπλεῖν εἴωθεν». ὅτι μὲν οὖν τῶν

παλαιῶν βιβλίων ἐπὶ τὸ χεῖρον κι-

νεῖται ἡ γραφή, φησὶν αὖθις διὰ

πλειόν⸢ων⸣ ἐπιδείξειν. «ἐπανάγωμεν

δὲ ἐπὶ τὸν Ἡρόδοτον καὶ τὸν διορ-

θωτὴν τὸν Κοτιαέα Ἀλέξανδρον.

ἠξίου γὰρ ὁ ἀνὴρ γράφειν »τῇσι

Μιλησίων« χωρὶς τοῦ ἰῶτα »τῆς

Μιλησίων«, ὑποκειμένης ἔξωθεν

χώρης ἢ γῆς. καὶ ἐγὼ δέ, φησίν,

ἐπειθόμην οὕτως ἔχειν τὰ τῆς γρα-

φῆς, τὸν δὲ ἄνδρα τῆς ἀκριβοῦς συ-

νέσεως ἐτεθαυμάκειν. ἐντυχὼν 〈δὲ〉

τοῖς Ἡροδοτείοις αὐτοῖς ἔπεσι καὶ

γενόμενος ἐπὶ τέλει τῆς Αἰγυπτια-

κῆς βίβλου, ἥτις ἐστὶ δευτέρα τῇ

τάξει, εὑρίσκω πάλιν κατὰ τὴν αἰ-

τιατικὴν πτῶσιν εἰπόντα τὸν Ἡρό-

δοτον· »ἀνέθηκεν εἰς Βραγχίδας τὰς

Μιλησίων«. οὐκέτι οὖν ᾤμην ἁμάρ-

τημα εἶναι γραφικόν, Ἰωνικὸν δὲ

μᾶλλον ἰδίωμα. πολλὰ γὰρ οὗτοι

τῶν ὀνομάτων χαίρουσι θηλυκῶς ἐκ-

φέροντες, οἷον τήν τε λίθον καὶ τὴν

κίονα καὶ ἔτι τὴν Μαραθῶνα· Κρα-

τῖνος »εὐιπποτάτη Μαραθών«, Νί-

39

κανδρος »εὐκτιμένην Μαραθῶνα«.

ταῦτα μὲν οὖν ἃ ἡμεῖς εὕρομεν καὶ

ἐκρίναμεν ὑγιέα». τοιαῦτα δὴ τοῦ

Φιλήμονος λέγοντος, ἃ μὲν πρὸς

Ἀλέξανδρον περὶ τοῦ Ἡροδοτείου

διορθώματος εἴρηκεν, οὐκ οἰκεῖον

κρίνω τῇ παρούσῃ ὑποθέσει ἐξετά-

ζειν. τὸ δὲ «συναγείρεται» πῶς ὑπό-

κωφόν φησιν εἶναι οὐκ ἔστι γνῶναι.

τίς γὰρ οὐκ οἶδε τοὺς ἱππογνώμονας

ἐκ πολλῶν ἵππων τοὺς ἐπιτηδειοτά-

τους ἀθροίζοντας; ὃ ἐκ τοῦ «συνα-

γείρεται» δηλοῦται· ἀγείρειν γὰρ

καὶ συναγείρειν ἐπὶ τοῦ συνάγειν λέ-

γεται. τῷ δ' Ἀριστοφάνει ὅπως συν-

τέθειται τὰ κατὰ Λυκάονα καταμά-

θωμεν. βούλεται τὸν ἰχθῦν ὡς κατα-

φάγῃ τὸν τοῦ Λυκάονος δημὸν θρώ-

σκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν τὴν

40

φρίκην· καί φησιν· «ἐπιπολαίως

ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος

ὑποδεδυκώς, ἐπεὶ καὶ τῶν ἀποθανόν-

των τὰ σώματα, ἕως ἂν ᾖ πρόσφα-

τα, ἄνωθεν ἐπιπλεῖν εἴωθε». πρῶ-

τον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆσαι νη-

χόμενον ἰχθῦν ὑπεράνω μὲν ὕδατος,

ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδατος, οὐδὲ

τούτων μεταξὺ νεκρὸν ἄνδρα φερό-

μενον. ἀλλ' οὐδὲ τὴν φρίκην ἀκούειν

δύναμαι τὸν ἀφρόν, Ὁμήρου μὲν

«μέλαινα φρίκη» λέγοντος· τούτου

δὲ ἀξιοῦντος λευκότητα ἀκούειν, ἐπί

τε τοῦ Πρωτέως λέγει πάλιν Ὅμη-

ρος «μελαίνῃ φρικὶ καλυφθείς», καὶ

ἀλλαχοῦ τῆς φρικὸς μνημονεύσας

ἐπάγει· «μελάνει δέ τε πόντος ὑπ'

αὐτῆς». καὶ ἔστιν ἡ φρὶξ κινου-

μένου τοῦ πνεύματος ἀρχή. Σιμονί-

δης δὲ αὐτὴν καὶ δεῖξαι πειρώμενος

41

οὕτως ἔφη· «εἶς' ἅλα στίζουσα ⸢πνο-

ιά». τὸ δὲ λέγειν ὅτι τὰ⸣ πρόσφατα

σώματα φέρεται τῶν κυμάτων ἐπι-

πολ⸢αίως, ψεῦδος. τοὐναντίον γὰρ

ἐν ἀρχῇ μὲν⸣ διὰ στερρότητα καὶ

πυκνότητα τοῦ σώματος ἰσχυ⸢ρ⸣ό-

τερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ

νεκρὸς ⸢δι⸣ισταμένου καταδύεται,

σχήματι καταβ⸢α⸣ίνων καὶ βάρει·

πληρούμενος δὲ τῆς ὑγρότητος, πλεί-

ω τόπον ἐπιλαμβάνων τῷ σχήματι

μετέωρος αἴ⸢ρε⸣ται, βάρει τοῦ φέρον-

τος ἐλαττούμενος. τίς οὖν ὁ νοῦς τῶν

ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς μὲν

⸢γὰρ⸣ γράφει «μέλαιναν φρῖχ' ὑπαΐ-

ξει», ἐν οἷς δὲ γράφει «μέλαιναν φρῖχ'

ὑπαλύξει». κ⸢ἂν⸣ μὲν κ⸢ατ⸣ὰ τὴν

«ὑπαΐξει», φήσομεν λέγειν αὐτόν·

τῶν πηδώντων ⸢τις⸣ κατὰ τὸ κῦμα

42

ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει, του-

τέστιν ἐκ τοῦ ἄνω θρώσκειν παυσά-

μενος ὑπὸ τὴν φρῖκα ὑποδύσεται καὶ

ὁρμήσει κάτω, συγκαταφερόμενος

τῷ νεκρῷ, ὡς φάγῃ τοῦ Λυκάονος

τὸν δημόν. τοῦτο μὲν οὖν, εἰ ἐπιπο-

λῆς τοῦ κύματος θρώσκειν ὑπακού-

οιμεν· εἰ δ' ἐκ βάθους ἀναπηδῶντα

ἐπὶ τὸ κῦμα, ἔσται ὡς ἐπὶ τοῦ λί-

θου εἶπεν «ὕψι τ' ἀναθρώσκων πέτε-

ται», ἵνα σημαίνῃ τὸ ἐκ τοῦ βυθοῦ

κάτωθεν κατὰ τοῦ κύματος θορεῖν,

μὴ μέντοι ὑπερθορεῖν τὴν φρῖκα,

ἀλλ' ὑπ' αὐτὴν ὄντα ἅπτεσθαι τοῦ

νεκροῦ, εἰ ἐπιπολαίως φέροιτο. εἰ δ'

«ὑπαλύξει» γράφοιτο, φησὶ Πολύ-

κλειτος τὸν νοῦν τοιοῦτον ἔσεσθαι·

43

καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ

κύματος ὁ ἰχθῦς φεύγων τῆς φρίκης

τὴν ψυχρότητα. καὶ γὰρ αὐτῷ πο-

λεμιώτατον· τοῦ γοῦν χειμῶνος ἐκ

τοῦ πελάγους εἰς τὴν γῆν καταίρου-

σι· πολλοὺς δὲ αὐτῶν καὶ φωλεύειν

κατὰ βάθους διὰ τὴν αὐτὴν αἰτίαν

ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῷ ζʹ

Περὶ ζώων φύσεως· ψυχροτάτη δ' ἡ

φρίκη, καὶ μάλιστα ἂν βόρειος ᾖ.

γενόμενος δ' ἐν τῷ βάθει τοῦ Λυκάο-

νος ἔδεται τὸ λίπος. οὐ δοκεῖ δέ μοι

οὗτος ὀρθῶς τὸν νοῦν τῶν ἐπῶν ἀπο-

δοῦναι. οὐ γὰρ εὐθὺς αὐτόν φησιν

Ὅμηρος σφαγέντα καὶ ῥιφέντα τοῦ-

το παθεῖν, ἵν' ἐκδεχώμεθα ὅτι κάτω

ἐνεχθέντος ὁ ἰχθῦς κάτω χωρεῖν λέ-

γεται εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ

τὴν βρῶσιν, ἀλλ' ἐξενεχθῆναι ὑπὸ

τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν,

ὥστε οὐκέτι αὐτὸν ὑποβρύχιον, ἄνω

δ' ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕτω

τὰ ἔπη· «ἐνταυθοῖ νῦν κεῖσο μετ'

ἰχθύσιν, οἵ ς' ὠτειλῆς / αἷμ' ἀπολιχ-

44

μάσονται ἀκηδέες· οὐδέ σε μήτηρ /

ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ

Σκάμανδρος / οἴσει δινήεις εἴσω ἁ-

λὸς εὐρέα κόλπον», οἷς ἐπάγει·

«θρώσκων τις κατὰ κῦμα μέλαιναν

φρῖχ' ὑπαΐξει / ἰχθῦς, ὥς κε φάγῃσι

Λυκάονος ἀργῆτα δημόν». νεοσφαγῆ

μὲν οὖν ὄντα φησὶ «κεῖσο μετ' ἰχθύ-

σιν», ὡς ἂν κάτω ἀπενεχθέντα, ὅ-

που φησὶ τῆς ὠτειλῆς αὐτοῦ τὸ

αἷμα ἀπολιχμάσεσθαι τοὺς ἰχθῦς·

χρονίζοντα δὲ ἄταφον ἐκβληθῆναι

εἰς τὴν θάλασσαν ὑπὸ τῶν ποτα-

μῶν, ὅτε καὶ ἀναπλεῦσαι ἀνάγκη,

καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ κῦμα

ἰχθῦν ἀλλὰ κατὰ τὸ κῦμα, («κατὰ

κῦμα» γὰρ ἔφη, οὐχ ὑπὲρ κῦμα) ὑπὸ

τὴν φρῖκα ἀίξαι. τὸ γὰρ μέτρον τῆς

εἰς τὰ ἄνω ὁρμῆς τοῦ ἰχθύος δηλῶν

ἀφορίζει ἄχρι τῆς φρικός. οὐ γὰρ ἂν

ἐπέθρωσκε κατὰ κῦμα, ἀλλ' ὑπὲρ κῦ-

μα, εἰ καὶ τὴν φρῖκα ὑπερεπήδα. ἐκ-

⸢φερομένου οὖν ὑπὸ τῶν ἐκβολῶν⸣

45

τοῦ ποταμοῦ πηδῆσαι κατὰ τὸ κῦμά

φησι τὸν ἰχθῦν καὶ ⸢γενέσθαι ἄνω

ὑπὸ τὴν φρῖκα, ἔνθα⸣ ἐντεύξεται τῷ

νεκρῷ. οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀ-

ριστάρχειοι λέγοντες· «ὑπὸ τὴν φρῖκα

ἀίξει τις τῶν ἰχ⸢θύ⸣ων κατὰ τὸ κῦ-

μα κολυμβῶν, ὃς φάγοι ἂν τὸν τοῦ

Λυκάονος δημόν. πάντως γὰρ ἔδει

τὸν μέλλοντα τοῦ ὑπερ⸢φε⸣ρομένου

νεκροῦ ἅπτεσθαι ἰχθῦν ἄνω μετέω-

ρον ὑπὸ τὴν φρῖκα ἐλθεῖν». Φιλητᾶς

δὲ τῇ «ὑ⸢πα⸣λύξει» γραφῇ συντι-

θέμενός φησιν, ὅτι ὁ φαγὼν ἰχθῦς

τοῦ Λυκάονος τὸν δημὸν πιμελώδης

γενόμενος τὸ κρ⸢ύος φ⸣εύξεται. ἀγ-

νοεῖ δὲ καὶ οὗτος, ὅτι τὸ διανεστη-

κὸς τῆς θαλάσσης ἐπιπολῆς, οὐ τὸ

κρύος φησὶν Ὅμ⸢ηρ⸣ος φρῖ⸢κ⸣α·

«ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀνα-

46

πάλλεται ἰχθῦς», τῆς ἐπιτρεχούσης

κατὰ τὴν θάλασσαν πρὸ τῆς τοῦ

ἀνέμου ἐμβολῆς. καὶ ἐπὶ τοῦ σ⸢υὸ⸣ς

κατὰ μεταφοράν· «φρίξας εὖ λο-

φιήν»· καὶ «ἔφριξε δὲ μάχη φθισίμ-

βροτος».

Ἠξί⸢ουν⸣ ἡμᾶς, παρατηροῦντας

τὴν ἐν πᾶσι τοῦ ποιητοῦ λεπτουρ-

γίαν, ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνό-

μασιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν.

φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν

ὄντος συμμέτρου δι' οὗ ὁρῶμεν τὰ

πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ

μέν φησιν «ὀφθαλμοῦ ἀλάωσεν»,

ἀφῃρῆσθαι τὸ λεύσσειν παριστάς,

47

ὁτὲ δὲ «ὀφθαλμοῦ μὲν ἄμερσε», τὸ

τοῦ μαίρειν ἐστερημένον λέγων σκο-

τεινόν· καὶ τὸ τοῦ μαίρειν ἐστερη-

μένον εἴδωλον «ἀμαυρὸν» ἔφη· φω-

τὸς γὰρ παρουσίᾳ καὶ ὀφθαλμὸς

ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς

οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλά-

τωνα ἐπιταράξεως—ἢ γὰρ διὰ

σκότος ἢ δι' ὑπερβολὴν τοῦ συμμέ-

τρου φωτός—, τὸ μὲν διὰ σκότος

μὴ μαίρειν ἢ μαρμαίρειν ἀμέρδειν

εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ στιλ-

βηδόνα ἐπὶ τοῦ χαλκοῦ· «ὄσσε δ'

ἄμερσεν / αὐγὴ χαλκείη κορύθων ἀ-

πολαμπομενάων / θωρήκων τε νεο-

σμήκτων σακέων τε φαεινῶν». ὅθεν

καὶ ἐπίθετα χαλκοῦ ἐφιλοτέχνησε,

τὸ «νώροπα χαλκὸν» καὶ «ἤνοπι

48

χαλκῷ», σημαίνων τὸν μὴ ἐῶντα

τοὺς ὦπας ὁρᾶν διὰ τὴν προσοῦσαν

στιλβηδόνα. εἰ δὲ τὸ μέρδειν τὸ

μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρδειν ποι-

οῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν

σμερδαλέον ἂν εἴη, τῆς ζ̅α̅ ἐγ-

κειμένης ὡς ἐν τῷ ζαχρειής. ὅταν

οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ «σμερδα-

λέον δέδορκε», τὸ ἄγαν στίλβον τῶν

ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ

δράκων παρὰ τὸ δρακεῖν εἴρηται. καὶ

τὸ «σμερδαλέω δὲ λέοντε» ἐπὶ τῆς

ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδε-

ξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ

49

λεύσσειν ὠνόμασται. καὶ αὐτὸς δ'

ἡρμήνευσε τὸ σμερδαλέον ἐπ' αὐτῷ

τί ἐστιν εἰπὼν «γλαυκιόων». καὶ ἡ

ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρ-

μαρυγὴν «δεινή τε σμερδνή τε»·

δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν

λαμπρὸν καὶ στίλβον, ὡς ἐπὶ τῆς

Ἀθηνᾶς τῆς γλαυκώπιδος ἔφη·

«δεινὼ δέ οἱ ὄσσε φάανθεν», ὅπερ

ἐπ' ἄλλων ἔφη «ὄμματα μαρμαί-

ροντα». «γλαυκιόωντες» δὲ λέοντες

καὶ Ἀθηνᾶ «γλαυκῶπις» ἀπὸ τοῦ

γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ

τοῦτο λευκόν, ὑπ' αὐτοῦ εἴρηται· μέ-

λαινα γὰρ ἡ σκιά, οἷον «σκιόωντό

τε πᾶσαι ἀγυιαί», ἤτοι ἡλίου δύν-

τος συνεσκοτοῦντο· ὀξὺ δὲ τὸ λευ-

κόν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ γοῦν ὀξὺ

50

ὁρῶσα γλαυκῶπις. ἀπὸ δὲ τοῦ γά-

λακτος καὶ τῆς στιλβηδόνος «γλαυ-

κὴ» καὶ ἡ θάλασσα εἴρηται καὶ ἡ

τοῦ ὀφθαλμοῦ κόρη «γλήνη» καὶ

«τρίγληνα» ἐλλόβια ἀπὸ τοῦ ἐν

λευκότητι ἀποστίλβειν, καὶ «ὃς

γλήνεα πολλὰ κεχάνδει» τὰ μὴ ἐρ-

ρυπωμένα ἱμάτια ἀλλὰ στιλπνὰ διὰ

καθαρότητα. καὶ ζοφουμένης μὲν τῆς

θαλάσσης «μελάνει δέ τε πόντος» λέ-

γει, ἀταραχώδους δὲ οὔσης καὶ διει-

δοῦς «λευκὴ δὲ ἦν ἀμφὶ γαλήνη»·

καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακ-

τος εἴρηται. καὶ ἐπεὶ ⸢τὸ μέλαν

σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντίκειται

τῷ μέλανι⸣, ἱλαρὸν ἂν εἴη· γέλως δὲ

ἱλαρότης· «γέλασε δὲ πᾶσα περὶ

51

⸢χθὼν» φησὶ «χαλκοῦ ὑπὸ στερο-

πῆς», ἤτοι⸣ λαμπρυνθεῖσα φαιδρὰ

γέγονεν. οὕτω ν⸢όει καὶ τὸ «κόρυθες

καὶ θώρακες λαμπρὸν γανόοντες»,

ἀπὸ⸣ τῆς γῆς τῆς λαμπούσης καὶ

διὰ τῆς στιλβηδόν⸢ος⸣ φαιδρυνομέ-

νης. καὶ ὁ «γ⸢α⸣ίων» δὲ τῷ «κύδεϊ»,

ὁ διαχεόμενος καὶ λαμπρυνόμενος

διὰ τὴν δόξαν. ἐπεὶ δὲ ⸢φ⸣ῶς ἐστιν

ἐν τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον

βλέπωσι, «φάεα» αὐτὰ καλεῖ ἀπὸ τοῦ

ἐν αὐτοῖς φωτός· ὅ⸢τ⸣αν γὰρ ἀπο-

θάνῃ· «κατὰ δὲ ὄσσε ἐρεβεννὴ νὺξ

52

ἐκάλυψεν»· ὅταν δὲ ἐξαγριωθῶσιν

ὑπ' ὀ⸢ργῆς⸣ καὶ ἐκκαυθῶσιν, ἔτι

μὲν ἀρχομένης τῆς ὀργῆς· «πυρὶ

λαμπετόωντι ἐΐκτην», κρατ⸢ο⸣ύ-

σ⸢ης δέ⸣· «πῦρ ὀφθαλμοῖσι δέδορκε»·

καὶ γὰρ τὸ φῶς ἀπὸ π⸢υ⸣ρός. καὶ

τὸ ὕφαιμον δ' ὁρᾶν διὰ τὸ πυρὶ ἐοι-

κέναι τὸ αἷμα σμερδαλέον εἴρηται·

«σμερδαλέος δ' ⸢αὐτῇ⸣σι φάνη κεκα-

κωμένος ἅλμῃ», ἤγουν ὕφαιμον

βλέπων διὰ τὸ πυρωτοὺς ἔχειν

τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. καὶ

ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου

εἰπὼν «μαίνετο δ' ὡς ὅτ' Ἄρης

ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ», ἐπά-

γει· «τὼ δέ οἱ ὄσσε / λαμπέσθην».

λοιπὸν δὲ κατὰ μεταφορὰν «σμερδα-

λέα» μὲν τὰ οἰκήματα τοῦ Ἅιδου

ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φό-

νων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων·

ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφα-

νοῦς· «σμερδαλέον κονάβησαν» καὶ

53

«σμερδνὸν βοόων»· καὶ ἐπ' ὀρχή-

σεως συντόνου μεταφέρων «μαρμα-

ρυγὰς» ἔφη «θηεῖτο ποδῶν», τὰς

ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ

καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχὶ φι-

λόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαν-

το τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ

αὐτῶν Ὅμηρος, μαρμαίρειν λέγων

τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαι-

ρεῖν, ἀφ' οὗ τὸ διακρίνειν· ὅθεν τὸ

μὴ μερίζον ἀλλὰ σκοτεινὸν «ἀμαυ-

ρόν». καὶ ὅτι παρὰ τὸ μερίζειν καὶ

διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ

φωτίζειν «μαρμαίρειν» [δὲ], δηλοῖ

τὸ φῶς δάος καλέσας· «δάος μετὰ

χερσὶν ἔχουσαι», ἀφ' οὗ αἱ δεκτικαὶ

τοῦ φωτὸς δᾷδες καὶ δαΐδες.

54

«Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγό-

μενος πυρὶ πολλῷ / κνίσση μελδό-

μενος ἁπαλοτρεφέος σιάλοιο / πάν-

τοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγ-

κανα κεῖται, / ὣς τοῦ καλὰ ῥεῖθρα

πυρὶ φλέγετο, ζέε δ' ὕδωρ». οἱ μὲν

διορθοῦντες ἠξίουν μετὰ τοῦ ν̅ γρά-

φειν «κνίσσην μελδόμενος», ἀντὶ

τοῦ τήκων ἀκούοντες, ἵν' ᾖ τὴν

κνίσσαν τήκων. σημαίνει γὰρ κυρίως

τὸ μέλδειν τὸ τὰ μέλη ἔδειν. ἄνευ

δὲ τοῦ ν̅ γεγραμμένου «κνίσση μελ-

δόμενος», οἱ μὲν ἠξίουν μὴ προσ-

γράφειν τὸ ι̅, ἵν' ᾖ οὐδέτερον τὸ

κνίσση τήκων. οὐκ εἶχον δὲ παρ' Ὁ-

μήρῳ δεικνύναι οὐδετέρως [δεικ-

νύναι] τὸ κνίσσος λεγόμενον, ἀλλὰ

θηλυκῶς· «κνίσση δ' οὐρανὸν ἷκε»,

55

«κνίσσην δ' ἐκ πεδίου ἄνεμοι φέρον».

μήποτ' οὖν οὐκ ἔστι «μελδόμενος»

τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ

τὸ ἄλδειν. ὃ οὖν λελυμένως ἔφη

«μέλε' ἤλδανε ποιμένι λαῶν», ἤτοι

εὐτραφῆ καὶ λιπαρὰ ἐποίει εὐρύνου-

σα τὰ μέλη, τοῦτο συνελὼν «μελ-

δόμενος» εἶπε, κατὰ μεταφορὰν τὰ

μέρη τοῦ λέβητος λέγων μέλη, ἃ λι-

παίνεσθαι τηκομένῃ τῇ πιμελῇ

χριόμενα. ἢ γοῦν τῇ κνίσσῃ τοῦ εὐ-

τραφ⸢οῦς⸣ χοίρου ὁ λέβης λιπαινό-

μενος, ἢ τῇ κνίσσῃ ζεούσῃ αὐξάνων

τὰ μέλη, ἢ τῆς κνίσσης τὰ ⸢μέλη

ἀλδόμενος, δοτικὴν λαβὼν ἀντὶ⸣

γενικῆς.

56

Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμή-

ρου σαφηνί⸢ζειν αὐτὸν ἐξηγούμενον

ἑαυτὸν ὑπεδεί⸣κνυον, ποτὲ μὲν πα-

ρακειμένως, ἄλλοτε δ' ἐν ἄλλοις. τῇ

τε γὰρ «εἰροκόμῳ» παράκειται

⸢σ⸣υνεζευγμένη ἡ ἐξήγησ⸢ις⸣·

«γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προ-

σέειπεν / εἰροκόμῳ». τίς οὖν ἡ εἰροκό-

μος; «ἥ οἱ» φησὶν «ἤσκειν εἴρια κα-

⸢λά⸣»· ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια εἴη

ἂν εἰροκόμος· ἀσκεῖν δὲ τὸ καλλωπί-

ζειν, οἷον «χρυσὸν ... κέρασι π⸢ερι⸣-

χεύει / ἀσκήσας». καὶ πάλιν «ἄλλους

τ' αἰδέσθη⸢τε⸣ περικτίονας ἀνθρώ-

πους». τίνες οὖν οἱ περικτίονες;

57

«〈οἳ〉 περιναιετάουσι». «βοῦν ἦνιν

εὐρυμέτωπον / ἀδμήτην». ἆρ' οὖν τὸ

«ἀδμήτην» ἄγαμον δηλοῖ; ⸢οὐ⸣χί,

ἀλλὰ «τὴν οὔ πω ὑπὸ ζυγὸν ἤγα-

γεν ἀνή⸢ρ⸣». πάλιν· «ἦρχε γὰρ

Ἄρης». τί οὖν τὸ «ἦρχε»; «πρῶ-

τος Ἀθηναίῃ ἐπόρουσεν». ἐπὶ δὲ τῆς

Πηλιάδος μ⸢ελ⸣ίης καὶ φιλοτιμου-

μένῳ ἔοικε πολλαχόθεν τὴν κλῆσιν

προσοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ

μόνον ἐπίστασ⸢θαι⸣ αὐτὴν πῆλαι

Ἀχιλλέα· «ἀλλά μιν οἶος ἐπίστα-

ται πῆλαι Ἀχιλλεύς», ἢ ἀπὸ τοῦ

Πηλέως τοῦ πατρός· «τὴν πατρὶ φί-

⸢λῳ⸣ τάμε Χείρων», ἢ ἀπὸ τοῦ

ὄρους ἐξ οὗ ἐτμήθη· «Πηλίου ἐκ κο-

ρυφῆς». ἀλλ' ἐπεὶ μελίη τὸ δόρυ

58

ἀπὸ τοῦ δένδρου τῆς μελίας, δῆλον

ὡς καὶ τὸ «μείλινον ἔγχος» ἐκ με-

λίας τοῦ δένδρου, οὐ μήν, ὡς οἱ πολ-

λοί, τὸ μακρόν. καὶ «ἔγχεα ὀξυόεν-

τα» τὰ ἐξ ὀξύης τοῦ δένδρου, ὡς

καὶ Ἀρχίλοχος· «ὀξύη ποτᾶτο»,

ἀλλ' οὐ τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ

ἀποδεδώκασιν. πάλιν ἔφη· «ἤτοι ὁ

κὰπ πεδίον τὸ Ἀλήϊον». ἆρά γε τὸ

ἄσπορον καὶ μὴ ἔχον λήια; οὐχί,

ἀλλ' ἐκ τοῦ οἶον αὐτὸν ἐν αὐτῷ

ἀλᾶσθαι. καὶ τί οὖν τὸ οἶον ἀλᾶ-

σθαι; ἐξηγεῖται· «πάτον ἀνθρώπων

ἀλεείνων». ἐν δὲ τῷ «καὶ μέν οἱ

59

Λύκιοι τέμενος τάμον» ταχέως δε-

δήλωκεν ὅτι ἀπὸ τοῦ τετμῆσθαι καὶ

ἀφωρίσθαι τὸ τέμενος λέγεται. οὕτω

καὶ κειμήλια ἔφη κεῖσθαι· ἀπὸ γὰρ

τοῦ κεῖσθαι κειμήλια λέγεται. πάλιν

πτωχὸν ἔφη πανδήμιον. τίς οὖν οὗ-

τος; «ὃς κατὰ ἄστυ / πτωχεύεσκ'

Ἰθάκης», ἀλλ' οὐχ ὡς Ὀδυσσεὺς ἐν

μιᾷ οἰκίᾳ. πάλιν· «μετέπρεπε γα-

στρὶ μάργῃ». τίς οὖν αὕτη ἡ γαστρι-

μαργία; ἧς ὥσπερ ὅρον ποιούμενος ἐ-

πάγει· «ἀζηχὲς φαγέμεν ἠδὲ πιέ-

μεν», τὸ ἀδιαλείπτως ἐσθίειν καὶ

πίνειν μεταλαβὼν εἰς τὸ ἀζηχές, ὃ ἐν

ἄλλοις ἔφη «συνεχὲς αἰεί». καὶ ἐπὶ

ἄλλου μὲν ἐν πᾶσι διαπρέποντος

ἔφη «μετὰ δ' ἔπρεπε καὶ διὰ πάν-

των», ἐπὶ δὲ τοῦ Ἴρου «μετὰ δ'

ἔπρεπε γαστέρι μάργῃ», ἤτοι μό-

60

νῃ γαστριμαργίᾳ. πόθεν οὖν Ἶρος

ἐκλήθη; «οὕνεκ' ἀπαγγέλλεσκε κι-

ών, ὅτε πού τις ἀνώγει». πάλιν·

«οὐκ ἀΐεις ὅ μοι ἐπιλλίζουσιν ἅπαν-

τες;» τί οὖν τὸ ἐπιλλίζειν; τὸ δια-

νεύειν—«ἑλκέμεναι δὲ κέλον-

ται»—, ἀπὸ τοῦ τοὺς διανεύοντας

συστρέφειν τοὺς ὀφθαλμούς· «ἰλλά-

δες» γὰρ οἱ συνεστραμμένοι ἱμάντες,

ὡς ἀλλαχοῦ ἔφη· «ἐν δὲ στρόφος

ἦεν ἀορτήρ». «τ⸢ὸ⸣ν μὲν ἄκουρον

ἐόντα βάλ' ἀργυρότοξος Ἀπόλλων».

τίς οὖν ὁ ἄκουρος; «μίαν οἴην παῖδα

61

λιπόντα». ὡσαύτως καὶ τὸ «κύμ-

βαχος» ἐξηγεῖται ἐπάγων «ἐπὶ

βρεχμόν τε καὶ ὤμους. / δηθὰ μάλ'

εἱστήκει». «γυῖα» δ' ἐξηγεῖται·

«πόδας καὶ χεῖρας ὕπερθε»· καὶ

«ἀμφιγυήεις» ὁ περὶ τὰ γυῖα βε-

βλαμμένος, ὃν καὶ «κυλλοποδίονα»

εἶπε. καὶ «γυιώσω ⸢μὲν σφῶϊν ὑφ'

ἅρμασιν ὠκέας⸣ ἵππους», ἤτοι σκε-

λεαγεῖς ποιήσω· ἐπάγει ⸢γὰρ «κατὰ

δ' ἅρματα ἄξω». φιλοτιμεῖται⸣ καὶ

τὸ λυκόφως ἐξηγήσασθαι· «ἦμο⸢ς

δ'⸣ οὔ⸢τ'⸣ ἄρ πω ἠώς, ⸢ἔτι⸣ δ' ἀμ-

φιλύκη νύξ»· οὔτε γὰρ εἰ μηδέπω

The complete text is available when the reading interface loads.