The Greek Library Author

Anonymous

Quaestionum Homericarum liber i

Authority group
Porphyry (catalogue association; authorship remains anonymous)
Edition reference
Quaestionum Homericarum liber i (recensio Χ), ed. Sodano, op. cit., 3–37, 39–134.
CTS identifier
urn:cts:greekLit:tlg2034.tlg018.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

11

ὁ Φήμιος «Διὸς μεγάλου ποτὶ βω-

μὸν / ἑρκείου» καταφεύγει, ᾧ δηλο-

νότι κατὰ πᾶσαν τὴν ἡμέραν ἔθυ-

ον—. ὅτι γὰρ τοὺς πολίτας εἶπε μὴ

λείπειν ἐνταῦθα τὰς 〈φυλακὰς〉 διὰ

τοῦ «πυρὸς ἐσχάραι», δηλοῖ τὰ ἐπα-

γόμενα· «οἷσιν ἀνάγκη / οἵ τ' ἐγρη-

γόρθασι φυλασσέμεναί τε κέλονται /

ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλειτοι

ἐπίκουροι / εὕδουσι· Τρωσὶ γὰρ ἐπι-

τροπέουσι φυλάσσειν». ἐκ τούτων

λύσεις καὶ τὸ περὶ τῶν Φαιάκων

εἰρημένον· «πᾶσι γὰρ ἐπίστιόν ἐστιν

12

ἑκάστῳ»· λέγει γάρ· οὐδεὶς ξένος

ἐστίν, ἀλλὰ πάντες πολῖται καὶ

ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψι-

λοῦ ἐξενήνεκται, ὡς τὸ δέχεσθαι

δέκεσθαι καὶ οὐχὶ οὐκί.

Οὐκ οἶδ' ὅθεν τῶν γραμματικῶν

τινες τὸ «αἰόλον» ἐπὶ τοῦ ποικίλου

παρ' Ὁμήρῳ ἀκούειν ἀξιοῦσιν· οὕτω

γοῦν τὸ «αἰολοπώλους» ἀποδιδόασι

καὶ «πόδας αἰόλος ἵππος» καὶ τὸ

«αἰόλον ὄφιν». οὐκ ἔστι δὲ οὕτως

ἀλλὰ σημαίνει τὸν ταχύν, γενόμενον

ἀπὸ τῆς ἀέλλης, ἥτις ἀπὸ τοῦ ἄειν

καὶ τοῦ εἰλεῖν πεποίηται, ὡς αὐτὸς

ἐξηγήσατο εἰπών· «ὅν περ ἄελλαι /

χειμέριαι εἰλέωσιν», τουτέστιν εἰλῶ-

13

σιν, ὡς καὶ ἐπὶ τοῦ Βορέου ἔφη· «εἴλει

γὰρ Βορέης ἄνεμος». ἡ μὲν οὖν ἄελ-

λα ἀπὸ τοῦ ἄειν καὶ εἰλεῖν πεποίη-

ται, ἡ δὲ θύελλα ἀπὸ τοῦ θύειν καὶ

εἰλεῖν, θύειν δὲ τὸ σφοδρῶς καὶ ἀκα-

θέκτως ὁρμᾶν δίκην μαινομένων· «ἦ

γὰρ ὅ γ' ὀλοῇσι φρεσὶ θύει» καὶ

«θῦνε διὰ προμάχων», ὅθεν καὶ

Θυάδες αἱ Βάκχαι. ὡς οὖν «ἀελλό-

πος» Ἶρις λέγεται, ἣν μεταλαβὼν

«ποδήνεμον» προσηγόρευσε (καὶ

τὰς ἀέλλας εἰς τοὺς ἀνέμους μετα-

λαμβάνει), οὕτως τὸν ποδώκη ἵππον

μεταλαμβάνων «πόδας αἰόλος ἵπ-

πος» ἔφη· καὶ ὥσπερ εἰπὼν «ἀργί-

ποδας κύνας» κατὰ περίληψιν ἀλ-

λαχοῦ ἔφη «καὶ κύνας ἀργούς»,

οὕτω τοὺς πόδας αἰόλους ἵππους

14

κατὰ περίληψιν «αἰολοπώλους»

εἶπε. καὶ «αἰόλαι» οὖν «εὐλαὶ»

ἀπὸ τοῦ ταχέως εἰλεῖσθαι εἴρηνται

καὶ «σφῆκες μέσον αἰόλοι» οἱ κατὰ

μέσον συνεχῶς κινούμενοι καὶ εἰλού-

μενοι. καὶ «κορυθαιόλος» οὖν ὁ συ-

νεχῶς κινῶν τὴν κόρυθα, ὃ μεταποι-

ῶν ἐπὶ τοῦ Ἄρεος ἔφη· «ἶσος Ἐνυ-

αλίῳ κορυθάϊκι». λύσεις δ' ἐντεῦθεν

καὶ τὸ «ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πο-

λέος πυρὸς αἰθομένοιο, / ἐμπλείην

κνίσσης τε καὶ αἵματος, ἔνθα καὶ

ἔνθα / αἰόλλῃ»· δηλοῖ οὖν τὸ εἰλεῖν

καὶ συνεχῶς στρέφειν. ἐκ δὲ τοῦ «κο-

ρυθάϊκι» λύσεις τὸ «Δωριέες τε τρι-

χάϊκες», οἱ συνεχῶς τὰς τρίχας διὰ

15

τὸ δραστικὸν κινοῦντες· καρηκο-

μόωντες γὰρ εἴρηνται οἱ Ἀχαιοί.

Οὐ δεῖ δυσχεραίνειν, εἰ τῶν νῦν

παιδευτῶν τοὺς πολλοὺς λανθάνει

τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν

δοκοῦντα εἶναι ἀκριβέστατον καὶ πο-

λυγράμματον Καλλίμαχον ἔλαθεν ἡ

διαφορὰ τῆς ἁρματροχίας, ἣν ἔχει

πρὸς τὴν χωρὶς τοῦ ρ̅ λεγομένην ἁ-

ματροχίαν. ἔστι δὲ ἁματροχία τὸ

ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι,

οἷον ὁμοδρομία τις οὖσα· τρόχους

γὰρ τοὺς δρόμους ἔλεγον. ἁρματρο-

χία δὲ τῶν τροχῶν τὸ ἴχνος. ἄμφω

δὲ παρ' Ὁμήρῳ κεῖται, τὰς δυνά-

μεις αὐτοῦ τοῦ ποιητοῦ ἐξηγησα-

μένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ

ἡ ἁματροχία, παρίστησιν ἐπὶ τοῦ

Μενελάου λέγων «τῇ ῥ' εἶχε Μενέ-

16

λαος ἁματροχίας ἀλεείνων»· ὑπελεί-

πετο γὰρ διὰ τὸν ῥωχμὸν τῆς γῆς

καὶ τὴν ῥῆξιν τὴν συνέμπτωσιν τοῦ

δρόμου φυλαττόμενος. τοῦτο γὰρ με-

ταλαβὼν ἐν ἄλλοις ἐξηγήσατο εἰ-

πὼν «αἰὲν ὁμοστιχάει». καὶ ἐπὶ τοῦ

Εὐμαίου δὲ ἐχομένου τῆς τροφοῦ καὶ

συμβαδίζοντος μετὰ δρόμου αὐτῇ φη-

σι· «παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ με-

γάροις ἀτιτάλλω, / κερδαλέον δὴ τοῖ-

ον, ἁματροχόωντα θύραζε», τουτέ-

στιν ἤδη μοι ἔξω συντρέχειν δυνάμε-

νον καὶ βάδην σὺν ἐμοὶ πορευόμενον,

οὐκ ἐπικολπίδιον· «ἡ δέ με χειρὸς

ἑλοῦσα δόμων ἐξῆγε θύραζε». ἁμα-

τροχία μὲν οὖν οὕτως· μετὰ δὲ τοῦ

ρ̅ ἁρματροχία ὅτι τὸ ἀπὸ τῶν τρο-

χῶν δηλοῖ, αὐτὸς πάλιν παρίστησι

λέγων· «οὐδέ τι πολλὴ / γίνετ' ἐ-

πισσώτρων ἁρματροχίη κατόπισθεν /

ἐν λεπτῇ κονίῃ»· διὰ γὰρ τὸ λεπτὸν

17

καὶ ὀλίγον τῆς κόνεως μὴ πολὺ γί-

νεσθαι τὸ τῶν ἐπισσώτρων ἴχνος

φησίν. ἐξηγήσατο δὲ πῶς γίνεται

ἴχνος, ὅτι λειπόμενον ὀπίσω τοῦ

ἱεμένου εἰς τὸ ἔμπροσθεν. ἀγνοήσας

δὲ ταῦτα ὁ Καλλίμαχός φησιν·

«ἀλλὰ θεόντων / ὡς ἀνέμων οὐ-

δεὶς εἶδεν ἁματροχίας». βούλεται

μὲν γὰρ εἰπεῖν ὡς οὐδεὶς εἶδεν ἴχνος

διὰ τὸ θεῖν ὡς ἀνέμους· ἁματροχίαι

δὲ οὐ δηλοῦσι τὰ ἴχνη τῶν θεόντων

ἁρμάτων, ἀλλ' αἱ μετὰ τοῦ ρ̅ λεγό-

μεναι ἁρματροχίαι.

18

Νῦν [i. e. in v. I 4: cf. app. crit.]

δοκεῖ πρὸς μηδεμίαν χρείαν δυοῖν

ἀνέμων εἰκόνα παραλαμβάνειν. εἰ

γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσ-

σαρας, ὡς ἐν ἄλλοις· «σὺν δ' Εὖρός

τε Νότος τ' ἔπεσον Ζέφυρός τε δυ-

σαὴς / καὶ Βορέης αἰθρηγενέτης, μέγα

κῦμα κυλίνδων». λύει δὲ τὴν ἀπο-

ρίαν αὐτός, ὡς καὶ Ἀπολλώνιος ὁ

τοῦ Μόλωνος παρέστησε. δύο γὰρ

πάθεσι χειμαζομένους ποιήσας τοὺς

Ἀχαιούς, φόβῳ μὲν ἐφ' οἷς εἴρηκε

«θεσπεσίη ἔχε φύζα, φόβου κρυόεν-

τος ἑταίρη», λύπῃ δὲ ἐν οἷς ἐπάγει

«πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάν-

τες ἄριστοι»—δεδίασι γὰρ τὰ

μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γε-

γονότα οἱ ἄριστοι—, δύο οὖν πά-

19

θεσι συνεχομένους εἰπὼν τοὺς Ἕλ-

ληνας, προσηκόντως ἀπεικάζει πελά-

γει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. τὸ

«θεσπεσίη» δ' «ἔχε φύζα» δηλοῖ τὸν

οὐ προσγενόμενον αὐτοῖς διὰ δειλίαν

φόβον, ἀλλ' ἐκ βουλήσεως θεῶν, ὥς

που καὶ ἐν ἄλλοις αὐτὸς ἀντέθηκεν

εἰπών· «γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ

πόλιν οὐκ ἀλαπάξεις / ἢ ἀνδρῶν

κακότητι καὶ ἀφραδίῃ πολέμοιο»,

τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμ-

φύτῳ κακίᾳ. εἰ δὲ καὶ ἐπίθετον ἄλ-

λων τὸ τῆς θεσπεσίας, ὡς τὸ «θε-

σπέσιον πλοῦτον» καὶ «θεσπεσίη

φύζα», ἐκ κοινοῦ ἔσται ἡ κακότης·

20

γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ

ἀνδρῶν κακότητι· δηλοῦται οὕτως

ἡ θεία. [φύζα δέ ἐστιν ἡ φυγή. φόβου

δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος

τὴν φυγὴν προσεταιρίζεται]. καὶ τὸ

μὲν «βεβολήατο» τὴν βούλησιν

βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι

δηλοῖ τὸ σῶμα.

Ἐπεὶ παραβολῆς ἐμνήσθημεν, σκέ-

ψαι τὴν τοῦ ποιητοῦ ἐν ταύτῃ χρῆ-

σιν. ἐπὶ γὰρ τοῦ Ἀγαμέμνονος τρω-

21

θέντος χρησάμενος τῇ παραβολῇ

ταύτῃ· «ὡς δ' ὅταν ὠδίνουσαν ἔχῃ

βέλος ὀξὺ γυναῖκα» καὶ ἀνταποδό-

σει· «ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος

Ἀτρεΐδαο», ἐπὶ τοῦ Κύκλωπος δυ-

νάμει τὰ τῆς παραβολῆς μεταφέρων

χρῆται, ἐν οἷς λέγει· «Κύκλωψ δὲ

στενάχων τε καὶ ὠδίνων ὀδύνῃσιν»·

ἔστι δὲ τῆς παραβολῆς τὸ «ὠδίνων»,

τῆς δ' ἀνταποδόσεως τὸ «ὀδύνῃσι».

πάλιν δὲ εἰπὼν ἐπὶ τῆς τοῦ Ἕκτορος

κατὰ τῶν Ἑλλήνων ὁρμῆς· «ὀλοοί-

τροχος ὣς ἀπὸ πέτρης, / ὅν τε κατὰ

στεφάνης ποταμὸς χειμάρροος ὤσει»,

κατὰ τὴν αὐτὴν φαντασίαν πε-

ποίηκε περὶ αὐτοῦ λέγοντα τὸν Διο-

μήδην· «νῶϊν δὴ τόδε πῆμα κυλίν-

δεται ὄβριμος Ἕκτωρ»· ὁ δὲ ὄβρι-

μος οἰκεῖος ἀψύχῳ ὁρμῇ· οὐ γὰρ «θρα-

σὺν» ἔφη οὐδὲ «κορυθαιόλον», οἷς

ἰδίοις αὐτὸν προσαγορεύειν εἴωθε. πά-

λιν ἐπὶ τ⸢οῦ⸣ Νέστορος σκεπτομένου

ποῖ τράπηται «ἢ μεθ' ὅμιλον ἴοι Δα-

ναῶν ταχυπώλων, / ἠὲ μετ' Ἀτρεΐ-

22

δην Ἀγαμέμνονα», ὅλην τὴν πα-

ραβολὴν διεξελθὼν «ὡς δ' ὅτε πορ-

φύρῃ πέλαγος μέγα κύματι κωφῷ /

ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ

κέλευθα / αὔτως, οὐδ' ἄρα τε προ-

κυλίνδεται οὐδετέρωσε, / πρίν τινα

καταβήμεναι ἐκ Διὸς οὖρον», εἶτα

ἐπ' Ἀγήνορος προτραπέντος μὲν ὑπὸ

Ἀπόλλωνος ὑποστῆναι Ἀχιλλέα, ὅ-

μως δὲ τὴν θέαν αὐτοῦ καταπλαγέν-

τος, ἠρκέσθη τῷ ὀνόματι· «πολλὰ

δέ οἱ κραδίη πόρφυρε κιόντι». πάλιν

τε εἰπὼν ἐπὶ τῆς Ἥρας· «ὡς δ' ὅ-

ταν ἀΐξῃ νόος ἀνέρος, ὅστ' ἐπὶ πολ-

λὴν / γαῖαν ἐληλουθὼς φρεσὶ πευ-

καλίμῃσι νοήσῃ / ἔνθα ἴῃ ἢ ἔνθα,

μενοινήσειέ τε πολλά, / ὣς κραιπ-

νῶς μεμαυῖα διέπτατο πότνια Ἥ-

ρη», καὶ ἀπὸ μὲν τοῦ νοῦ ποιήσας

παραβολήν, ἀπὸ δὲ τοῦ πέτεσθαι

ἀποδοὺς τὴν ἀνταπόδοσιν, συντέμ-

νων τὰ αὐτὰ ἐν ἄλλοις φησίν· «ὡ-

σεὶ πτερὸν ἠὲ νόημα». θαυμαστὸν

23

δὲ αὐτῷ κἀκεῖνο· ἐκ μεταφορᾶς γάρ

τι τολμηρότερον φθεγξάμενος οἰκεί-

αν ἐπάγει παραβολήν, κρατύνων δὲ

αὐτὴν ὡς εὔλογον ἔσχε τὴν τόλμαν.

εἰπὼν «κραδίη δέ οἱ ἔνδον ὑλάκτει»,

ἐπάγει· «ὡς δὲ κύων ἀμαλῇσι περὶ

σκυλάκεσσι βεβῶσα / ἄνδρ' ἀγνοιή-

σας' ὑλάει μέμονέν τε μάχεσθαι».

καὶ ἐπὶ τῶν στρατοπέδων ἀντικαθη-

μένων «τῶν δὲ στίχες εἵατο πυκ-

ναὶ / ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγ-

χεσι πεφρικυῖαι» εἰπών, ἐπήγαγεν·

«οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον

ἔπι φρὶξ / ὀρνυμένοιο νέον, μελάνει

δέ τε πόντος ὑπ' αὐτῆς». ἐπί τε τῶν

Τρώων ἔτι ποικιλώτερον κέχρηται·

ἀρξάμενος γὰρ ἀπὸ μεταφορᾶς ὁμοί-

ωσίν τε αὐτῇ τὴν ἀκόλουθον ἐπά-

γει καὶ ἐπ' ἀμφοῖν τὴν παραβολήν·

«Τρῶες μὲν κλαγγῇ»· τοῦτο μὲν

δὴ ἡ μεταφορά· τὸ δ' «ὄρνιθες ὣς»

ἡ ὁμοίωσις· εἶθ' ἡ παραβολή· «ἠΰτε

περ κλαγγὴ γεράνων πέλει οὐρανόθι

πρό, / αἵτ' ἐπεὶ οὖν χειμῶνα φύγον

καὶ ἀθέσφατον ὄμβρον, / κλαγγῇ ταί-

γε πέτονται ἐπ' Ὠκεανοῖο ῥοάων», ᾗ

24

σχεδὸν μόνῃ τῶν παραβολῶν οὐκ

ἀνταπέδωκεν, ὡς τῆς ὁμοιώσεως

ἅμα καὶ μεταφορᾶς προεχουσῶν τὴν

ἀνταπόδοσιν. πάλιν τε αὐτοῦ παρα-

τηρητέον ἐκεῖνο· τάς τε γὰρ οἰκείως

τιθεμένας φωνὰς ἐπὶ τῶν πραγμά-

των πολλάκις εἰς τὰς παραβολὰς

μετατίθησι καὶ τὰς ἐπὶ τῶν παρα-

βολῶν εἰς τὰ πράγματα. οἷον ἔθνη

στρατιωτῶν λέγεται, σμήνη δὲ με-

λισσῶν, παραβαλὼν δὲ τὰ πλήθη

τῶν στρατιωτῶν ὀνόματι ἐπὶ τῶν

μελισσῶν κέχρηται· «ἠΰτε ἔθνεα εἶσι

μελισσάων ἀδινάων», ὃ πλήθους ἀν-

θρώπων ἐστὶν ὄνομα. οὕτως ὀλοοι-

τρόχῳ λίθῳ τὴν ὁρμὴν τοῦ Ἕκτορος

ἀπεικάζων ἀναθρώσκειν τέ φησι τὸν

λίθον καὶ πέτεσθαι, καὶ τελευτῶν,

ὡς ἀπ' αὐτοῦ τοῦ στρατιώτου ἀφιγ-

μένου ἀλλ' οὐχὶ τοῦ λίθου, ἐπάγει·

«ὅδ' ἀσφαλέως θέει ἔμπεδον, εἰσό-

κεν ἔλθῃ». οὕτω καὶ ἐπὶ τοῦ κύ-

25

ματος, ὃ τάξεσιν ἀπεικάζει στρατο-

πέδου, προειπών· «ὡς δ' ὅτ' ἐν αἰ-

γιαλῷ πολυηχέϊ κῦμα θαλάσσης /

ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὑποκινή-

σαντος», μετάγει ἀπὸ τῶν στρατιω-

τῶν ἐπὶ τὰ ἑξῆς· «πόντῳ μὲν κορύσ-

σεται τὰ πρῶτα». ἀνάπαλιν δὲ τὰς

τῶν παραβολῶν μετατίθησι φωνὰς

ἐπὶ τὰ πράγματα, ὡς ἐπὶ τοῦ Ἀχιλ-

λέως «ὡ⸢ς⸣ δ' ὅτ' ἀριζήλη φωνή, ὅτε

τ' ⸢ἴ⸣αχε σάλπιγξ» 〈εἰπών〉, ἐπάγει

μετατιθεὶς ἀπὸ τῆς σάλπιγγος ἐπὶ

τὸν ἄνθρωπον· «οἵδ' ὡς οὖν ἄϊον

ὄπα χάλκεον Αἰακίδαο». κεκινδύ-

νευται αὐτῷ ἐκεῖνα, οἷον «σιδήρει-

ος δ' ὀρυμαγδὸς / χάλκεον οὐρανὸν

ἷκε δι' αἰθέρος ἀτρυγέτοιο»· ὡς γὰρ

ἐξ ἀντιτυπίας χαλκοῦ καὶ σιδήρου

τὴν φαντασίαν εἰς τὸν ἐκ πόντου

ἦχον κεκίνηκεν.

Πολλῆς ταραχῆς πλήρη ἔδοξεν

εἶναι τὰ ἔπη ταῦτα· «τὴν δ' ἑτέρην

πόλιν ἀμφὶ δύω στρατοὶ εἵατο λα-

26

ῶν / τεύχεσι λαμπόμενοι· δίχα δέ

σφιν ἥνδανε βουλὴ» μέχρι τοῦ «ἐν

27

δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄ-

ρουραν». ταράσσει γὰρ τοὺς πολλούς·

οἱ δύο στρατοὶ ἆρά γε πολέμιοί εἰσι

τῶν κατοικούντων καὶ ἀλλήλοις φί-

λοι ἢ εἷς μὲν τῶν ἐκ τῆς πόλεως, ὁ

δ' ἕτερος πολέμιος; καὶ πρὸς τίνας

διχονοοῦσιν; ἆρά γε πρὸς ἀλλήλους

ἢ πρὸς τοὺς ἔνδον; καὶ ἐπὶ τίνων

τὸ «οἳ δ' οὔπω πείθοντο»; ἆρά γε

τῶν εἴσω ἢ τοῦ ἑτέρου στρατοῦ; καὶ

πάλιν ἐπὶ τίνος τὸ «λόχῳ δ' ὑπεθω-

ρήσσοντο»; ἆρά γε ὁ ἕτερος τῶν

στρατ⸢ῶν⸣ ἢ ο⸢ἱ⸣ ἔνδον; καὶ τίνων

οἱ σκοποί; καὶ τίνων ἡ λεία; πῶς

τε, εἰ τῶν ἔνδον ἡ λεία, ὁ λόχος

παρ' αὐτῶν; καὶ τίνες οἱ ἐπεξιόντες;

ἆρα οἱ δύο στρατοὶ ἢ οἱ ἕτεροι; ὅλως

τ⸢ε⸣ τίς ἡ διατύπωσις τῆς πλάσε-

ως; ἐν τῷ δευτέρῳ τῶν Ἐξηγητικῶν

28

φησιν Ἀλέξανδρος ὁ Κοτιαεὺς ὅτι·

«δύο στρατοὶ παρεκάθηντο τὴν πόλιν

πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντες αὐτὴν

ἢ τὰ ἡμίση λαβόντες ἀπιέναι· οἱ δ'

ἔνδον ὄντες οὐκ ἐδέχοντο τὴν πρό-

κλησιν. οἱ οὖν πολέμιοι», φησίν,

«ἐνέδραν τινὰ ἐποιήσαντο τοῖς ποιμ-

νίοις καὶ τοῖς βουκολίοις, ἃ ἦν

κτήματα τῶν ἐν τῇ πόλει». εἶτα

ἀξιοῖ τὸ μὲν «οἳ δ' οὔπω πείθοντο»

ἀκούειν περὶ τῶν ἐν τῇ πόλει, τὸ δὲ

«λόχῳ δ' ὑπεθωρήσσοντο» περὶ τῶν

πολεμίων, καὶ τὸ «οἳ δ' ἴσαν» περὶ

τῶν πολεμίων τῶν εἰς τ⸢ὴν⸣ ἐνέ-

δραν ἀπιόντων· οἱ δὲ σκοποὶ τῶν

πολεμίων εἰσί· τὸ δὲ «οἳ δ' ὡς οὖν

ἐπύθοντο πολὺν κέλαδον παρὰ βου-

σὶν» ἐπὶ τῶν ἐν τῇ πόλει ἀκούει·

ἐκαθέζοντο γὰρ ἐν ἐκκλησίᾳ βουλευ-

όμενοι, τὰ τείχη φρουρεῖν παραδόν-

τες τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ

«ἱράων προπάροιθε καθήμενοι» ση-

μαίνει ἐκκλησιῶν, ἐν αἷς εἴρουσι καὶ

ἐκκλησιάζουσιν. ὅτε δ' αὐτοῖς ἐμη-

νύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχου-

29

σι καὶ ἐξελθόντες συμβάλλουσι μά-

χην. εἶχε δ' ἂν πιθανότητα ἡ διατύ-

πωσις, εἰ μὴ πρῶτον μὲν βεβιασμένη

ἡ ἀπόδοσις ἦν τοῦ τοιούτου στίχου·

«οἳ δ' οὔπω πείθοντο, λόχῳ δ' ὑπεθω-

ρήσσοντο». τὸ μὲν γὰρ «οἳ δ' οὔπω

πείθοντο» ἀξιοῖ περὶ τῶν ἔνδον ἀκού-

ειν, τὸ δὲ «λόχῳ δ' ὑπεθωρήσσον-

το» περὶ τῶν ἐκτός, ἵν' ᾖ τὸ «οἳ

δ' οὔπω πείθοντο 〈λόχῳ δ' ὑπεθω-

ρήσσοντο〉» ἀντὶ τοῦ μὴ πειθομέ-

νων αὐτῶν εἰς λόχον ἐθωρήσσοντο

οἱ τὰς προκλήσεις ποιούμενοι. [τὸ

δὲ «οἳ δ' οὔπω πείθοντο» ἂν ἀκού-

ωσιν ἀντὶ τοῦ μὴ πειθομένων αὐ-

τῶν, βίαιον]. πάλιν δὲ μεταξὺ τοῦ

«λόχῳ δ' ὑπεθωρήσσοντο» 〈καὶ τοῦ〉

«οἳ δ' ἴσαν» ἐμβεβλῆσθαι φάσκειν

περὶ τῶν ἔνδον, ὅτι οἱ ἀπόλεμοι ἐτει-

χοφυλάκουν ὑπ' ἀσθενείας, ἔστιν ἐ-

λεγχόντων τὸν ποιητὴν μὴ δυνάμε-

νον φράζειν ἀταράχως. πάντως δὲ

λόχος οὐκ ἐκ πάντων ἦν τῶν ἐν τοῖς

δύο στρατοπέδοις, ἀλλὰ τινῶν· πῶς

οὖν ὑπεξίασιν οἱ ἐν τῇ πόλει, φανε-

ρῶς τε καὶ ἀδεῶς τῶν πολιορκούν-

των κωλυόντων; ἀμείνους οὖν οἱ

30

οὕτω διατυπώσαντες τὸ πλάσμα·

δύο στρατοὶ ἐπελθόντες πόλει τὴν

λείαν περιήλασαν, καὶ τὴν πόλιν

πολιορκοῦντες ἀξιοῦσι τῶν ἐν αὐτῇ

κτημάτων λαβεῖν τὸ ἥμισυ ἐφ' ᾧ τε

καταθέσθαι τὸν πόλεμον. οἱ δ' ἐν τῇ

πόλει οὐκ ἐπείθοντο, ἀλλ' ἐνεδρεύ-

σοντες ἐπὶ πότον ἐρχόμενα τὰ τετρά-

ποδα ἀπήλασαν. οἱ πολέμιοι δὲ στρα-

τοί, καίπερ ἐκκλησιάζοντες, ἐπεὶ

ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάν-

τες ἐπῆλθον αὐτοῖς. ὅτι γὰρ αὐτοί

εἰσι (λέγω δὲ οἱ στρατοί) ἐκκλησι-

άζοντες, δεδήλωκε περὶ αὐτῶν εἰ-

πών· «δίχα δέ σφισιν ἥνδανε βου-

λή». ἀκολούθως εἴρηται ἐπὶ τῶν ἐν-

τός, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰς

δὲ λόχον καθωπλίζοντο, παραδόντες

τοῖς ἀστρατεύτοις τὴν φρουρὰν τῶν

τειχῶν. καὶ τὸ «οἳ δ' ἴσαν» ἐπὶ

τῶν ἐκ τῆς πόλεως ἀκολούθως ἐπῆκ-

ται, λάθρα ἐξιόντων αὐτῶν, καὶ

ὅθεν οὐκ ἦν προσδοκῆσαι τοῖς ἔξω

ἀνοχὰς ἔχουσι τοῦ πολέμου καὶ ἐκ-

κλησιάζουσιν. αὐτῶν τε οἱ σκοποὶ

τῶν εἰς τὸν λόχον ἐξελθόντων. καὶ

οἱ τερπόμενοι ταῖς σύριγξι νομεῖς εἰ

31

μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον,

εἰ δὲ τῶν ἐν τῇ πόλει, παρὰ λόγον·

οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρ-

ποντο, ἀλλ' οἱ τῶν πολιορκούντων.

καὶ λοιπὸν ἀκολούθως, ἀπελθόντων

τῶν στρατῶν, παρακάθηται μὲν οὐ-

δεὶς τὴν πόλιν, μάχη δὲ περὶ τὸν

λόχον γίνεται. ἄλλοι δὲ ἠξίουν τῶν

δύο στρατῶν τὸν μὲν φίλιον εἶναι

τῶν ἔνδον, τὸν δὲ πολέμιον, καὶ τὸν

μὲν πολέμιον ἑλεῖν βούλεσθαι τὴν

πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ

ἡμίση δοῦναι τῶν ἐν τῇ πόλει κτη-

μάτων, τοὺς δὲ πολεμίους μήπω

πείθεσθαι ἀλλὰ βουλεύεσθαι· ὧν

βουλευομένων, λόχον αὐτῶν [τῇ πό-

λει] συστῆσαι τοὺς τῶν ἔνδον φίλους

στρατιώτας. τετάρακται δὲ καὶ ἡ

τοιαύτη ἐκδο⸢χή⸣, ὡς ἐπιόντι σοι

κατ' αὐτὰ τὰ ἔπη ἔσται δῆλον, ὥστε

ἡ βʹ ἀπόδοσις ἔχει τὰ τῆς Ὁμηρι-

κῆς διανοίας. ἐκεῖνο μέντοι παρελ-

θεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμε-

32

νίσκον στίζειν ἠξίουν ἐπὶ τοῦ «τεῖ-

χος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νή-

πια τέκνα / ῥύατ' ἐφεσταότες μετὰ

δ' ἀνέρες οὓς ἔχε γῆρας» μετὰ τὸ

«ῥύατο», εἶτα συνῆπτον τὸ ἑξῆς·

«ἐφεσταότες μετὰ δ' ἀνέρες οὓς ἔχε

γῆρ⸢ας⸣». «ἐὰν γὰρ τοῖς ἄνω»,

φασί, «συνάψωμεν, σολοικισμὸς ἔ-

σται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ

οὐδέτερον, τὸ δὲ »ἑσταότες« ἀρσε-

νικόν». ἐδυνάμην οὖν φάναι πρὸς

αὐτούς, ὅτι καὶ οὕτως Ὅμηρος πολ-

λὰ σχηματίζει· καὶ αὐτὸς γὰρ λέγει

«κλυτὸς Ἱπποδάμεια» καὶ «θῆλυς

ἀϋτμὴ» καὶ «ὀλοώτατος ὀδμὴ» καὶ

«ὄπα χάλκεον» καὶ «ἁλὸς πολιοῖο»,

33

καὶ ἐπὶ δυϊκῶν· «οὐκ ἂν ἐφ' ὑμετέρων

ὀχέων πληγέντε κεραυνῷ». ἄλλως

τε ἐν τοῖς τέκνοις καὶ οἱ ἀνέρες εἰσί·

τί οὖν κωλύει πρὸς τὸ σημαινόμενον

ἀπηντηκέναι, ὡς ἐπ' ἄλλων μυρίων;

οἷον· «νεφέλη δέ μιν ἀμφιβέβηκε /

κυανέη· τὸ μὲν οὔ ποτ' ἐρωεῖ»· πρὸς

γὰρ τὸ νέφος ἡ ἀπόδοσις. πάλιν·

«ἠδ' ἐπὶ δεξιά, ἠδ' ἐπ' ἀριστερὰ νω-

μῆσαι βῶν / ἀζαλέην, τὸ μοί ἐστι τα-

λαύρινον πολεμίζ⸢ειν⸣»· πρὸς γὰρ

τὸ σάκος ἡ ἀναφορά. καὶ εἰπὼν

«ἐπ' εἰροπόκοις ὀΐεσιν», ἐπάγει «τὰ

δ' ἐρῆμα φοβεῖται»· πρὸς γὰρ τὰ

πρόβατα τὸ σχῆμα. καὶ ἐνταῦθα

οὖν πρὸς τοὺς παῖδας φαίη ἄν τις

εἶναι τὴν ἀναφοράν. ἐν δὲ τοῖς ὑπο-

κειμένοις καὶ βʹ σχήματα ἔμιξεν,

ἐπὶ τοῦ «διάνδιχ' ἅπαντα δάσα-

σθαι / κτῆσιν ὅσην πτολίεθρον ἐπή-

34

ρατον ἐντὸς ἐέργει»· τὸ γὰρ «ἅπαν-

τα» πρὸς τὰ κτήματα ἀναφέρεται,

τὸ δὲ «ὅσην» πρὸς τὴν κτῆσιν. ἐμοὶ

δὲ δοκεῖ παραπλήσιόν τι νῦν κἀν-

θάδε πεπονθέναι τὴν φράσιν τῷ λε-

γομένῳ Ἀλκμανικῷ σχήματι, ὅπερ

ἐστὶ τοιοῦτον· «ἔνθα μὲν εἰς Ἀχέ-

ροντα Πυριφλεγέθων τε ῥέουσι / Κώ-

κυτός τε», «εἰ δέ κ' Ἄρης ἄρχωσι

μάχης ἢ Φοῖβος Ἀπόλλων». ὥσ-

περ γὰρ ἐν τούτοις ἐν μέσῳ κεῖται ὃ

ἔδει ἐπάγεσθαι, οὕτω καὶ ἐπὶ τῶν

νῦν ζητουμένων. εἰ γοῦν τὸ «ἐφε-

σταότες» ἐπαγάγωμεν τῷ «μετὰ

δ' ἀνέρες οὓς ἔχε γῆρας», οὐδ' ἂν

ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει

τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς

35

παρὰ ἀριθμὸν σχήμασιν ὑποπίπτει,

τοῦτο δὲ τοῖς παρὰ γένος, ὑπερβα-

τῷ δὲ ἀμφότερα λύεται.

36

Τὸ «συναγείρεται» κατ' οὐδὲν ἀ-

ναγκαῖον ἐγράφη διὰ τοῦ γ̅, ἁμαρτη-

37

μάτων ὂν γραφικῶν 〈...〉 ἐπιεικῶς.

τὸ γὰρ «συναείρεται» μᾶλλον ση-

μαίνει προσεχῶς τὸ συνάγει καὶ συ-

ναρμόζει. καὶ ἐν ἄλλοις «σὺν δ' ἤει-

ρεν ἱμᾶσι», συνήγαγε τοὺς ἵππους.

39

Ὁ μὲν οὖν Ἀριστοφάνης βούλεται

τὸν ἰχθῦν, ὥστε καταφαγεῖν τὸν τοῦ

Λυκάονος δημὸν [ἢ διαφαγόντα],

θρώσκειν κατὰ κῦμα καὶ ὑπαΐσσειν

40

τὴν φρῖκα· καί φησιν· «ἐπιπολῆς

ἐπινήξεται, τῷ ἀφρῷ τοῦ ὕδατος

ὑποδεδυκώς, ἐπειδὴ καὶ τῶν ἀποθα-

νόντων τὰ σώματα, ἕως ἂν εἴη

πρόσφατα, ἄνωθεν ἐπιπλεῖν εἴωθε».

πρῶτον μὲν οὖν οὐκ ἔστιν ἐπινοῆ-

σαι νηχόμενον ἰχθῦν ὑπεράνω μὲν ὕ-

δατος, ὑποκάτω δὲ ἀφροῦ τοῦ ὕδα-

τος, οὐδὲ τούτων μεταξὺ νεκρὸν ἄν-

δρα φερόμενον. ἀλλ' οὐδὲ τὴν φρῖκα

ἀκούειν δύναμαι τὸν ἀφρόν, Ὁμήρου

μὲν «μέλαιναν φρῖκα» λέγοντος· τού-

του δὲ ἀξιοῦντος λευκότατον ἀκού-

ειν, ἐπί τε τοῦ Πρωτέως λέγει πάλιν

Ὅμηρος «μελαίνῃ φρικὶ καλυφ-

θείς», καὶ ἀλλαχοῦ· «ὡς δ' ὅθ' ὑπὸ

φρικὸς Βορέω ἀναπάλλεται ἰχθῦς /

θινὶ ἐπὶ φυκιόεντι μέλαν τέ ἑ κῦμ'

ἐκάλυψε», καὶ ἀλλαχοῦ τῆς φρικὸς

μνημονεύσας ἐπάγει· «μελανεῖ δέ τε

πόντος ὑπ' αὐτῆς». καὶ ἔστιν ἡ φρὶξ

κινουμένου τοῦ πνεύματος ἀρχή. Σι-

μωνίδης δὲ αὐτὴν καὶ δεῖξαι πειρώ-

41

μενος οὕτως ἔφη· «εἶς' ἅλα στίζου-

σα πνοιά». τὸ δὲ λέγειν ὅτι τὰ

πρόσφατα σώματα φέρεται τῶν κυ-

μάτων ἐπιπολῆς, ψεῦδος. τοὐναντίον

ἐν ἀρχῇ μὲν γὰρ διὰ στερρότητα

καὶ πυκνότητα τοῦ σώματος ἰσχυρό-

τερος ὢν τοῦ στηρίζοντος ὕδατος ὁ

νεκρὸς διισταμένου καταδύεται, σχή-

ματι καταβαίνων καὶ βάρει· πλη-

ρούμενος δὲ τῆς ὑγρότητος, πλείω

τόπον ἐπιλαμβάνων τῷ σχήματι με-

τέωρος αἴρεται, βάρει τοῦ φέροντος

ἐλαττούμενος. τίς οὖν ὁ νοῦς τῶν

ἐπῶν; διττὴ γὰρ ἡ γραφή· ἐν οἷς

μὲν γὰρ γράφει «μέλαιναν φρῖχ'

ὑπαΐξει», ἐν οἷς δὲ γράφει «μέλαι-

ναν φρῖχ' ὑπαλύξει». κἂν μὲν κρα-

τήσῃ τὸ «ὑπαΐξει», φήσομεν λέγειν

αὐτόν· τῶν πηδώντων τις κατὰ τὸ

42

κῦμα ἰχθύων ὑπὸ τὴν φρῖκα ἀίξει,

τουτέστιν ἐκ τοῦ ἄνωθεν θρώσκειν

παυσάμενος ὑπὸ τὴν φρῖκα ὑποδύε-

ται καὶ ὁρμήσει κάτω, συγκαταφε-

ρόμενος τῷ νεκρῷ, ὃς φάγῃ ἂν τοῦ

Λυκάονος τὸν δημόν. τοῦτο μὲν οὖν,

εἰ ἐπιπολῆς τοῦ κύματος θρώσκειν

ὑπακούομεν· εἰ δ' ἐκ βάθους ἀναπη-

δῶντα ἐπὶ τὸ κῦμα, ἔσται ὡς ἐπὶ

τοῦ λίθου εἴρηκεν «ὕψι τ' ἀναθρώ-

σκων πέτεται», ἐπὶ τοῦ ἰχθύος τὸ ὑ-

ψοῦ τὸ ἐκ βυθοῦ κάτωθεν κατὰ κύ-

ματος θορεῖν, μὴ μέντοι ὑπερθορεῖν

τὴν φρῖκα, ἀλλ' ὑπ' αὐτὴν ὄντα ἅ-

πτεσθαι τοῦ νεκροῦ, εἰ ἐπιπολῆς φέ-

ροιτο. εἰ δ' «ὑπαλύξει» γράφοιτο,

φησὶ Πολύκλειτος τὸν νοῦν ἔσεσθαι·

43

καταδύσεται μὲν εἰς τὸ βάθος τοῦ

κύματος ὁ ἰχθῦς, φεύγων τῆς φρικὸς

τὴν ψυχρότητα. καὶ γὰρ αὐτῷ πολε-

μιωτάτη· τοῦ γοῦν χειμῶνος ἐκ τοῦ

πελάγους εἰς τὴν γῆν καταίρουσιν

οἱ ἰχθύες· πολλοὺς δὲ αὐτῶν καὶ φω-

λεύειν κατὰ τοῦ βάθους διὰ τὴν αὐ-

τὴν αἰτίαν ἱστορεῖ γὰρ καὶ ὁ Ἀρι-

στοτέλης ἐν τῷ ἑβδόμῳ Περὶ ζώων

φύσεως· ψυχροτάτη δ' ἡ φρίκη, καὶ

μάλιστα ἂν βόρειος ᾖ. γενόμενος δ'

ἐν τῷ βάθει τοῦ Λυκάονος ἔδεται τὸ

λίπος. οὐ δοκεῖ μοί τινα τούτων ὀρ-

θῶς ἀποδεδωκέναι τὸν νοῦν τῶν ἐ-

πῶν. οὐ γὰρ εὐθύς φησιν Ὅμηρος

αὐτὸν σφαγέντα καὶ ῥιφέντα τοῦτο

παθεῖν, ἵνα ἐκδεχώμεθα ὅτι κάτω

ἐνεχθέντος ὁ ἰχθῦς κάτω χωρεῖν λέ-

γεται εἰς τὰ βάθη τοῦ κύματος ἐπὶ

τὴν βρῶσιν, ἀλλ' ἐξενεχθέντα ὑπὸ

τοῦ Σκαμάνδρου ἐπὶ τὴν θάλασσαν,

ὥστε οὐκέτι ὑποβρύχιον, ἄνωθεν δὲ

αὐτὸν ἐπιπλεῖν ἀνάγκη. ἔχει γὰρ οὕ-

τω τὰ ἔπη· «ἐνταυθοῖ νῦν κεῖσο μετ'

ἰχθύσιν, οἵ ς' ὠτειλῆς / αἷμ' ἀπολιχ-

44

μήσονται ἀκηδέες, οὐδέ σε μήτηρ /

ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ

Σκάμανδρος / οἴσει δινήεις εἴσω ἁ-

λὸς εὐρέα κόλπον· / θρώσκων τις κα-

τὰ κῦμα μέλαιναν φρῖχ' ὑπαΐξει /

ἰχθῦς, ὅς κε φάγῃσι Λυκάονος ἀργέ-

τα δημόν». νεοσφαγῆ μὲν οὖν ὄντα

φησὶ κεῖσθαι μετ' ἰχθύσιν, ὡς ἂν

κάτω ἀπενεχθέντα, ὅπου φησὶ τῆς

ὠτειλῆς αὐτοῦ αἷμα ἀπολιχμήσε-

σθαι τοὺς ἰχθῦς· χρονίζοντα δὲ ἄτα-

φον ἐκβληθῆναι εἰς θάλασσαν ὑπὸ

τοῦ ποταμοῦ, ὅτε καὶ ἀναπλεῦσαι

ἀνάγκη, καὶ θρώσκοντα οὐχ ὑπὲρ τὸ

κῦμα ἰχθῦν ἀλλὰ κατὰ τὸ κῦμα

(«κατὰ κῦμα» γὰρ ἔφη, οὐχ ὑπὲρ

κῦμα) ὑπὸ τὴν φρῖκα ἀίξαι. τὸ γὰρ

μέτρον τῆς εἰς τὰ ἄνω ὁρμῆς τοῦ

ἰχθύος δηλῶν ἀφορίζει, ἀλλ' ἄχρι

τῆς φρικός. οὐ γὰρ ἂν ἐπέθρωσκε κα-

τὰ κῦμα, ἀλλ' ὑπὲρ τὸ κῦμα, εἰ καὶ

τὴν φρῖκα ὑπερεπήδα. ἐκφερομένου

οὖν ὑπὸ τῶν ἐκβολῶν τοῦ ποταμοῦ

45

πηδῆσαι κατὰ τὸ κῦμά φησι τὸν

ἰχθῦν καὶ γενέσθαι ἄνω ὑπὸ τὴν

φρῖκα, ἔνθα ἐντεύξεται τῷ νεκρῷ.

οὕτως ἐξηγήσαντο καὶ οἱ Ἀριστάρ-

χειοι λέγοντες· «ὑπὸ τὴν φρῖκα ἀί-

ξει τις τῶν ἰχθύων κατὰ τὸ κῦμα

κολυμβῶν, ὃς φάγοι ἂν τὸν Λυκάο-

νος δημόν. πάντως γὰρ ἔδει τὸν

μέλλοντα τοῦ ὑπερφερομένου νεκροῦ

ἅπτεσθαι ἰχθῦν ἄνω μετέωρον ὑπὸ

τὴν φρῖκα ἐλθεῖν». Φιλητᾶς δὲ τῇ

«ὑπαλύξει» γραφῇ συντιθέμενός φη-

σιν, ὅτι ὁ φαγὼν ἰχθῦς τὸν Λυκά-

ονος δημὸν πιμελώδης γενόμενος τὸ

κρύος ἐκφεύξεται. ἀγνοεῖ δὲ καὶ τοῦ-

το, ὅτι τὸ διανεστηκὸς τῆς θαλάσ-

σης ἐπιπολῆς, οὐ τὸ κρύος φησὶν

Ὅμηρος φρῖκα· «ὡς δ' ὅθ' ὑπὸ φρι-

46

κὸς Βορέω ἀναπάλλεται ἰχθῦς», τῆς

ἐπιτρεχούσης κατὰ τὴν θάλασσαν

πρὸ τῆς τοῦ ἀνέμου ἐμβολῆς. καὶ

ἐπὶ τοῦ συὸς κατὰ μεταφοράν· «φρί-

ξας εὖ λοφιήν»· καὶ «ἔφριξεν δὲ

μάχη φθισίμβροτος ἐγχείῃσιν».

Ἠξίουν ἡμᾶς, παρατηροῦντας τὴν

τοῦ ποιητοῦ ἐν πᾶσι λεπτουργίαν,

ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνόμα-

σιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν.

φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν

ὄντος συμμέτρου δι' οὗ ὁρῶμεν τὰ

πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ

μέν φησιν «ὀφθαλμοῦ ἀλάωσεν»,

ἀφῃρῆσθαι τὸ λεύσσειν παριστάς,

47

ὁτὲ δὲ «ὀφθαλμῶν μὲν ἄμερσε», τὸ

τοῦ μαίρειν ἐστερῆσθαι λέγων σκο-

τεινόν· καὶ τὸ τοῦ μαίρειν ἀφῃρη-

μένον εἴδωλον «ἀμαυρὸν» ἔφη· φω-

τὸς γὰρ παρουσίᾳ καὶ ὀφθαλμὸς ὁ-

ρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς

οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλά-

τωνα ἐπιταράξεως—ἢ γὰρ διὰ

σκότος ἢ δι' ὑπερβολὴν τοῦ συμμέ-

τρου φωτός—, τὸ μὲν διὰ σκότος

[καὶ] μὴ μαίρειν, εἴτουν μαρμαίρειν,

ἀμέρδειν εἶπε καὶ ἀμαυρόν, τὸ δὲ διὰ

στιλβηδόνα ἐπὶ τοῦ χαλκοῦ· «ὄσσε

δ' ἄμερδεν / αὐγὴ χαλκείη κορύθων

ἄπο λαμπομενάων / θωρήκων τε

νεοσμήκτων σακέων τε φαεινῶν».

ὅθεν καὶ ἐπίθετον τοῦ χαλκοῦ

ἐφιλοτέχνησε, τὸ «νώροπα χαλκόν»

48

καὶ «ἤνοπι χαλκῷ», σημαίνων τὸν

μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν

προσοῦσαν στιλβηδόνα. εἰ δὲ τὸ μέρ-

δειν τὸ μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρ-

δειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρ-

δειν σμερδαλέον ἂν εἴη, τῆς ζ̅α̅

ἐγκειμένης· ὡς τὸ ζαχρειής. ὅταν

οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ «σμερδα-

λέον δέδορκε», τὸ ἄγαν στίλβον τῶν

ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δρά-

κων παρὰ τὸ δρακεῖν εἴρηται. τὸ

«σμερδαλέω δὲ λέοντε» ἐπὶ τῆς

ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδε-

ξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ

49

λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρ-

μήνευσε τί τὸ σμερδαλέον ἐπ' αὐτῷ

εἰπὼν «γλαυκιόων». καὶ ἡ ἀσπὶς

δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν

«δεινή τε σμερδνή τε»· δεινὸν γὰρ

καὶ φοβερὸν καὶ τὸ ἄγαν λαμπρὸν

καὶ στίλβον, ὡς ἐπὶ τῆς γλαυκώπι-

δος Ἀθηνᾶς ἔφη· «δεινὼ δέ οἱ ὄσσε

φάανθεν», ὅπερ ἐπ' ἄλλων ἔφη «ὄμμα-

τα μαρμαίροντα». «γλαυκιόωντες»

δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ «γλαυκῶ-

πις» ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄ-

σκιον καὶ διὰ τοῦτο λευκόν, ὑπ' αὐτοῦ

εἴρηται· μέλαινα γὰρ ἡ σκιά· «σκι-

όωντο δὲ πᾶσαι ἀγυιαί», τουτέστι

δύντος τοῦ ἡλίου συνεσκοτοῦντο·

ὀξὺ δὲ τὸ λευκόν, ὡς τὸ μέλαν ἀμ-

50

βλύ· ἡ οὖν ὀξὺ ὁρῶσα γλαυκῶπις.

ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλ-

βηδόνος «γλαυκὴ» καὶ ἡ θάλασσα

εἴρηται καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη

«γλήνη» καὶ «τρίγληνα» τὰ ἐλλό-

βια ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλ-

βειν, καὶ «ὃς γλήνεα πολλὰ κεχάν-

δει» τὰ μὴ ἐρρυπωμένα ἱμάτια ἀλλὰ

στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφου-

μένη θάλασσα «μελανεῖ δέ τε πόν-

τος» λέγεται· ἀτάραχος γὰρ οὖσα

καὶ διειδὴς «λευκὴ δὲ ἦν ἀμφὶ γα-

λήνη»· καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ

γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέ-

λαν σκυθρωπόν, τὸ δὲ λευκὸν ἀντί-

κειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη·

γέλως δὲ ἡ ἱλαρότης· «γέλασε δὲ

51

πᾶσα περὶ χθὼν» φησὶ «χαλκοῦ ὑ-

πὸ στεροπῆς», τουτέστι λαμπρυνθεῖ-

σα φαιδρὰ ἐγένετο. οὕτω νόει καὶ

τὸ «κόρυθες καὶ θώρακες λαμπρὸν

γανόωντες», ἀπὸ τῆς γῆς τῆς λαμ-

πούσης καὶ διὰ τῆς στιλβηδόνος

φαιδρυνομένης. καὶ ὁ «γαίων» δὲ τῷ

«κύδεϊ», ὁ διαχεόμενος καὶ λαμπρυνό-

μενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς

ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν

ἥμερον βλέπωσι, «φάεα» αὐτὰ κα-

λεῖ· «κύσσε δέ μιν κεφαλήν τε καὶ

ἄμφω φάεα καλά»· καὶ ἥμερον ζῷον

ἄνθρωπος φώς, ζωῆς δὲ ἔτι μετέχων,

ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός·

ὅταν γὰρ ἀποθάνῃ· «κατὰ δὲ ὄσσε

52

ἐρεβεννὴ νὺξ ἐκάλυψεν»· ὅταν δὲ

ἐξαγριωθῶσιν ὑπ' ὀργῆς καὶ ἐκκαυ-

θῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς·

«πυρὶ λαμπετόωντι ἐΐκτην», κρα-

τησάσης δέ· «πῦρ ὀφθαλμοῖσι δέδορ-

κε»· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ

τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέ-

ναι τὸ αἷμα σμερδαλέον [δὲ] εἴρη-

ται· «σμερδαλέος δ' αὐτῇσι φάνη

κεκακωμένος ἅλμῃ», τουτέστιν ὕ-

φαιμον βλέπων διὰ τὸ πυρωποὺς

ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός.

καὶ ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου

εἰπὼν «μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγ-

χέσπαλος ἢ ὀλοὸν πῦρ / οὔρεσι μαίνη-

ται», ἐπάγει· «τὼ δέ οἱ ὄσσε / λαμ-

πέσθην». λοιπὸν δὲ καὶ κατὰ μετα-

φορὰν «σμερδαλέα» μὲν τὰ οἰκήματα

τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶ-

ναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν

ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ

διαφανοῦς· «σμερδαλέον κονάβησαν

ἀϋσάντων ὑπ' Ἀχαιῶν» καὶ «σμερδ-

53

νὸν βοόων»· καὶ γὰρ ἐπ' ὀρχήσεως

συντόνου μεταφέρων «μαρμαρυγὰς»

ἔφη «θηεῖτο ποδῶν», τὰς ἐν τῇ κινή-

σει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ

κινούμενον. καὶ οὐχὶ φιλόσοφοι πρῶ-

τοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακρι-

τικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν

Ὅμηρος, μαρμαίρειν λέγων τὸ λάμ-

πειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν,

ἀφ' οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ με-

ρίζον ἀλλὰ σκοτεινὸν «ἀμαυρόν».

καὶ ὅτι παρὰ τὸ μερίζειν καὶ δια-

κρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φω-

τίζειν «μαρμαίρειν», δηλοῖ τὸ φῶς

δάος καλέσας· «δάος μετὰ χερσὶν

ἔχουσαι», ἀφ' οὗ αἱ δεκτικαὶ τοῦ

φωτὸς δαΐδες καὶ δᾷδες.

54

«Ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγό-

μενος πυρὶ πολλῷ / κνίσση μελδό-

μενος ἁπαλοτρεφέος σιάλοιο / πάν-

τοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγ-

κανα κεῖται, / ὣς τοῦ καλὰ ῥέεθρα

πυρὶ φλέγετο, ζέε δ' ὕδωρ». οἱ μὲν

οὖν διορθοῦντες ἠξίουν μετὰ τοῦ ν̅

γράφειν «κνίσσην μελδόμενος», ἀντὶ

τοῦ τήκων ἀκούοντες, ἵν' ᾖ τὴν κνίσ-

σαν τήκων 〈...〉 οὐκ εἶχον δὲ παρ'

Ὁμήρῳ δεικνύναι οὐδετέρως τὸ κνίσ-

σος λεγόμενον, ἀλλ' ἀεὶ θηλυκῶς·

«κνίσση δ' οὐρανὸν ἷκεν» καὶ «κνίσ-

55

σην ἐκ πεδίου ἄνεμοι φέρον». μή-

ποτ' οὖν οὐκ ἔστι «μελδόμενος» τὸ

τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ

ἄλδειν. ὅπερ οὖν λελυμένως ἔφη

«μέλε' ἤλδανε ποιμένι λαῶν», ση-

μαίνων τὸ εὐτραφῆ, λιπαρὰ ἐποίει

εὐρύνουσα τὰ μέλη, τοῦτο συνελὼν

«μελδόμενος» ἔφη, κατὰ μεταφο-

ρὰν τὰ μέρη τοῦ λέβητος μέλη λέ-

γων, ἅπερ λιπαίνεσθαι τηκομένῃ τῇ

πιμελῇ χριόμενα. τὸ οὖν ἀλειφόμε-

νον λιπαίνεσθαι μέλδεσθαι ἔφη, ὡς

ἐν ἄλλοις· «ἐν δ' ὠτειλὰς πλῆσαν

ἀλείφατος ἐννεώροιο». τινὲς δὲ οὕ-

τως· «κνίσσῃ μελδόμενος», ἀντὶ τοῦ

κνίσσης μέλη ἀλδόμενος, δοτικὴν ἀν-

τὶ τῆς γενικῆς λαβόντες, ἢ τῇ κνίσ-

σῃ ζεούσῃ αὐξάνων τὰ μέλη, ἤτοι τὰ

κρέη, ἢ αὐτὸς τῇ κνίσσῃ τοῦ εὐτρα-

φοῦς χοίρου ὁ λέβης λιπαινόμενος

[καὶ τηκόμενος].

56

Ἀξιῶν δὲ ἐγὼ Ὅμηρον ἐξ Ὁμή-

ρου σαφηνίζειν αὐτὸν ἐξηγούμενον

ἑαυτὸν ὑπεδείκνυον, ποτὲ μὲν παρα-

κειμένως, ἄλλοτε δ' ἐν ἄλλοις. τῆς

τε γὰρ εἰροκόμου παράκειται συνε-

ζευγμένη ἡ ἐξήγησις· «γρηῒ δέ μιν

ἐϊκυῖα παλαιγενέϊ προσέειπεν / εἰρο-

κόμῳ [προσεῖπε]». τίς οὖν ἡ εἰρο-

κόμος; «ἥ οἱ» φησὶν «ἤσκειν εἴ-

ρια καλά»· ἡ γὰρ ἀσκοῦσα τὰ ἔρια,

αὐτοῦ ἐξηγησαμένου, εἴη ἂν ἡ εἰροκό-

μος· ἀσκεῖν δὲ τὸ καλλωπίζειν, ὡς

τὸ «χρυσὸν ... κέρασι περιχεύει / ἀ-

σκήσας, ἵν' ἄγαλμα θεὰ κεχάροιτο

ἰδοῦσα». καὶ πάλιν· «ἄλλους αἰδέ-

σθητε περικτίονας ἀνθρώπους». τίνες

οὖν οἱ περικτίονες; ἐπάγει· «οἳ περι-

57

ναιετάουσι». «βοῦν ἦνιν εὐρυμέτω-

πον / ἀδμήτην». ἆρ' οὖν «ἀδμήτην»

ἄγαμον δηλοῖ; οὐχί, ἀλλὰ «τὴν οὔ

πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ», καὶ

πάλιν «ἔνθ' οἵ γ' οὐκέτι πάμπαν

ἀφέστασαν· ἦρχε γὰρ Ἄρης». τί οὖν

ἐστιν «ἦρχε»; «καὶ πρῶτος Ἀθη-

ναίῃ ἐπόρουσεν». ἐπὶ δὲ τῆς Πη-

λιάδος μελίης καὶ φιλοτιμουμένῳ

ἔοικε πολλαχόθεν τὴν κλῆσιν προ-

σοῦσαν δεικνύναι· ἢ γὰρ ἀπὸ τοῦ

μόνον αὐτὴν ἐπίστασθαι πῆλαι τὸν

Ἀχιλλέα· «ἀλλά μιν οἶος ἐπίστα-

το πῆλαι Ἀχιλλεύς», ἢ ἀπὸ τοῦ

Πηλέως τοῦ πατρός· «τὴν πατρὶ

φίλῳ τάμε Χείρων», ἢ ἀπὸ Πηλίου

τοῦ ὄρους ὅθεν ἐτμήθη· «πατρὶ φίλῳ

τάμε Χείρων / Πηλίου ἐκ κορυφῆς».

ἀλλ' ἐπεὶ μελίη τὸ δόρυ ἀπὸ τοῦ

58

δένδρου τῆς μελίας [καὶ «οὐδ' ἄρ'

ἀπ' ἀσφάραγον μελίη τάμε»], δῆλον

ὡς καὶ τὸ «μείλινον ἔγχος» ἐκ με-

λίας τοῦ δένδρου, οὐ μήν, ὡς οἱ πολ-

λοί, τὸ μακρόν. καὶ «ἔγχεα ὀξυόεν-

τα» τὰ ἐξ ὀξείας τοῦ δένδρου, ὡς καὶ

Ἀρχίλοχος· «ὀξύη ποτᾶτο», ἀλλ' οὐ

τὰ ὀξέα, ὡς οἱ γραμματικοὶ ἀποδε-

δώκασιν. πάλιν· «ἤτοι ὁ κὰπ πε-

δίον τὸ Ἀλήϊον». διὰ τί οὖν Ἀλήϊον;

ἆρά γε παρὰ τὸ ἄσπορον καὶ μὴ

ἔχον λήια; οὐδαμοῦ, ἀλλ' ἐκ τοῦ οἶον

αὐτὸν ἐν αὐτῷ ἀλᾶσθαι. καὶ τί οὖν

τὸ οἶον ἀλᾶσθαι; ἐξηγεῖται· «πά-

τον ἀνθρώπων ἀλεείνων». ἐν δὲ τῷ

59

«καὶ μέν οἱ Λύκιοι τέμενος τάμον»

ταχέως δεδήλωκεν ὅτι ἀπὸ τοῦ τε-

τμῆσθαι καὶ ἀφωρίσθαι τὸ τέμενος

λέγεται· «τέμενος τάμον». οὕτω

καὶ κειμήλια ἔφη κεῖσθαι· ἀπὸ γὰρ

τοῦ κεῖσθαι κειμήλια λέγεται. πά-

λιν πτωχὸν ἔφη πανδήμιον. τίς οὖν

οὗτος; «ὃς κατὰ ἄστυ / πτωχεύεσκ'

Ἰθάκης», ἀλλ' οὐχ ὡς Ὀδυσσεὺς ἐν

μιᾷ οἰκίᾳ. πάλιν δέ· «μετέπρεπε

γαστέρι μάργῃ». τίς οὖν ἡ γαστρι-

μαργία; ὥσπερ ὅρον ποιούμενος ἐπά-

γει· «ἀζηχὲς φαγέμεν καὶ πιέμεν»,

τὸ ἀδιαλείπτως ἐσθίειν καὶ πίνειν

μεταλαβὼν εἰς τὸ ἀζηχές· ἐν ἄλ-

λοις ἔφη «συνεχὲς αἰεί». καὶ ἐπὶ

ἄλλου μὲν ἔφη ἐν πᾶσι διαπρέπον-

τος «ὃ δ' ἔπρεπε καὶ διὰ πάντων»,

ἐπὶ δὲ τοῦ Ἴρου «μετὰ δ' ἔπρεπε

γαστέρι μάργῃ», ὅτι ἐπὶ τῇ γαστρι-

60

μαργίᾳ μόνῃ διέπρεπε. πόθεν οὖν

Ἶρος καλεῖται; «οὕνεκ' ἀπαγγέλ-

λεσκε κιών, ὅτε πού τις ἀνώγοι».

καὶ πάλιν· «οὐκ ἀΐεις ὅτι δή μοι

ἐπιλλίζουσιν Ἀχαιοί;» τί οὖν τὸ

ἐπιλλίζειν; τὸ διανεύειν—«ἑλκέ-

μεναι δὲ κέλονται»—, ἀπὸ τοῦ

τοὺς διανεύοντας ἐπίλλειν τοὺς ὀφ-

θαλμούς· καὶ «ἰλλάδες» οἱ συνε-

στραμμένοι ἱμάντες, ὡς ἀλλαχοῦ

ἔφη· «ἐν δὲ στρόφος ἦεν ἀορτήρ».

«τὸν μὲν ἄκουρον ἐόντα βάλλ' ἀρ-

γυρότοξος Ἀπόλλων». τίς οὖν ὁ ἄ-

κουρος; «μίαν οἴην παῖδα λιπόντα».

61

ὡσαύτως καὶ τὸ «κύμβαχος» ἐξη-

γεῖται ἐπάγων «ἐπὶ βρεχμόν τε καὶ

ὤμους. / δηθὰ μάλ' εἱστήκει». «γυ-

ῖα» δὲ ἐξηγεῖται· «πόδας καὶ χεῖ-

ρας ὕπερθεν»· καὶ «ἀμφιγυήεις»

οὖν ὁ περὶ τὰ γυῖα βεβλαμμένος, ὃν

καὶ «κυλλοποδίονα» προσεῖπε. καὶ

τὸ «γυιώσω μὲν σφῶϊν ὑφ' ἅρμασιν

ὠκέας ἵππους», σκελεαγεῖς ποιήσω·

ἐπάγει γάρ· «κατὰ δ' ἅρματα ἄξω».

φιλοτιμεῖται καὶ τὸ λυκόφως ἐξηγή-

σασθαι, οἷόν ἐστι «ἦμος δ' οὔτ' ἄρ

πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ»· οὐ

γὰρ εἰ μηδέπω ἠώς, ἔτι ἦν ἡ νύξ,

62

ἀλλ' ἡ ἀμφιλύκη ἦν, ὁ βαθὺς ὄρθρος.

ἠῶ δὲ λέγει νῦν τὸν ὄρθρον καὶ τὸ

πρὸ ἀνατολῆς ἡλίου πεφωτισμένον

διάστημα· ὅτι γὰρ καὶ τοῦτο τὸ διά-

στημα λέγει ἠῶ, δηλοῖ ἐπὶ τῆς

νεὼς τοῦ Τηλεμάχου εἰπών· «παν-

νυχίη μὲν ἄρ' ἥ γε καὶ ἠῶ πεῖρε κέ-

λευθον»· ἐπάγει· «ἠέλιος δ' ἀνό-

ρουσε, λιπὼν περικαλλέα λίμνην».

καὶ ἡμεῖς δὲ τὸ πρὸ ἡλίου ἐξ ἑωθι-

νοῦ φαμεν καὶ ἕωθεν, ὅπερ ὁ ποιητὴς

«ἠῶθεν δ' ἀγορήνδε». ἕως οὖν καὶ

ἠὼς τὸ πρὸ ἀνατολῆς ἡλίου, τὸ δὲ

πρὸ τῆς ἕω λυκόφως καὶ «νὺξ ἀμ-

φιλύκη». λέγει μέντοι καὶ τὸ ἀπὸ

ἀνατολῆς ἡλίου ἄχρι μεσημβρίας

διάστημα ἠῶ· «ἔσσεται ἢ ἠὼς

63

ἢ δείλη ἢ μέσον ἦμαρ», «ὄφρα μὲν

ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ», «εὗ-

δον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον

ἦμαρ». λέγει ἠῶ καὶ ὅλην τὴν ἡμέ-

ραν· «ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος»,

«ἥδε δέ μοι νῦν / ἠὼς ἑνδεκάτη»,

περὶ οὗ φησιν «ἕνδεκα δ' ἤματα θυ-

μὸν ἐτέρπετο οἷσι φίλοισιν / ἐλθὼν ἐκ

Λήμνοιο». ἠὼς δὲ καὶ ἡ θεός· «ὣς

μὲν ὅτ' Ὠρίωνα ἕλετο ῥοδοδάκτυλος

Ἠώς». πάλιν αὑτὸν ἐξηγεῖται πα-

ρακειμένως δι' ὧν ἐπάγει ἐν τούτοις·

«Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός». τί

οὖν τὸ κακῶς ὀρίνεσθαι τὸν θυμόν;

ἐπάγει «δειδιότα». τί οὖν παρακο-

λούθημα δέους; «σάρκες δὲ περιτρο-

μέοντο μέλεσσιν»· ὁ δὲ δειλὸς κα-

κός, ἀφ' οὗ τὸ «κακῶς». καὶ πάλιν τὸ

δεδιέναι, ὅπερ πάθος ἐν τῇ ψυχῇ γί-

νεται, καὶ τὸ τρέμειν, ὅπερ ἐν τῷ

64

σώματι, ἐπιτέμνων ἔφη· «εἰ δὴ τοῦ-

τόν γε τρομέεις καὶ δείδιας αἰνῶς».

ἐπιμένων δὲ τῇ ψυχρᾷ φύσει τοῦ φό-

βου, κρυόεντα καλεῖ τὸν φόβον· «φό-

βου κρυόεντος ἑταίρη», καὶ ἐν ἄλ-

λοις· «ψυχρὸν δέος εἷλε» καὶ «ῥίγησε

δ' ὁ γέρων» φοβηθείς. εἰ δ' ὁ φόβος

ψύχει, δῆλον ὡς τὸ θάρσος θάλπει·

εἰκότως ἄρα «θαλπωρὴν» λέγει τὸ

θάρσος. ἐκ δὴ τούτων παρακειμένας

ἐχόντων τὰς ἐξηγήσεις δεῖ παρατη-

ρεῖσθαι καὶ τὰ ἐν διαφόροις ἐπὶ τῆς

αὐτῆς διανοίας παραλαμβανόμενα

εἰς ἐξήγησιν τῶν ἀσαφεστέρων.

Ὅτι μὲν ὁ «τηλύγετος» δηλοῖ

παρ' αὐτῷ καὶ τὸν μόνον γενόμενον

65

παρίστησι τὰ ὑφ' Ἑλένης λεγόμενα

περὶ Ἑρμιόνης· «παῖδά τε τηλυγέ-

την καὶ ὁμηλικίην ἐρατεινήν». ση-

μαίνει δὲ καὶ τὸν τηλοῦ τῆς ἡλι-

κίας τῷ πατρὶ γεγονότα, ὡς ἐπὶ

δυοῖν γηράσκοντι τῷ πατρὶ γενομέ-

νων ἔφη «ἄμφω τηλυγέτω· ὃ δ' ἐτεί-

ρετο γήραϊ λυγρῷ, / υἱὸν δ' οὐ τέκετ'

ἄλλον». ἐπὶ τοίνυν τοῦ Ἰδομενέως

ὅταν λέγῃ «ἀλλ' οὐκ Ἰδομενῆα φό-

βος λάβε τηλύγετον ὥς», ἐνδέχεται

μὲν ἀκοῦσαι ἀπὸ τῶν μονογενῶν

66

παίδων κατὰ μεταφορὰν τὸν μεμο-

νωμένον, ἐνδέχεται δὲ καὶ ὡς τηλοῦ

γενεᾶς ὄντα, τουτέστι πρεσβύτην·

ἔφη γὰρ περὶ αὐτοῦ· «ἔνθα μεσαι-

πόλιός περ ἐών, Δαναοῖσι κελεύσας /

Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν

φόβον ὦρσε». παρέχει δὲ τὴν ἀμφί-

βολον ἐκδοχὴν αὐτὸν ποιήσας λέ-

γοντα τὸν Ἰδομενέα ἐπιόντος τοῦ Αἰ-

νείου· «δεῦτε φίλοι, καί μ' οἴῳ ἀ-

μύνετε· δείδια δ' αἰνῶς»· ἐκ γὰρ τοῦ

«οἴῳ ἀμύνετε» τηλύγετον ἔστιν ἐκ-

δέξασθαι τὸν μόνον· ὅταν δὲ ὁ αὐ-

τὸς πάλιν ἐπάγῃ «καὶ δ' ἔχει ἥβης

ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. /

εἰ γὰρ ὁμηλικίη γενοίμεθα τῷδ' ἐνὶ

θυμῷ, / αἶψά κεν ἠὲ φέροιτο μέγα

κράτος, ἠὲ φεροίμην», ἀναμφίβολον

γίνεται μὴ τὸ [μὴ] τηλύγετόν γε

ἐοικέναι ἐπὶ τοῦ [μὴ] ὁμήλικος, ἀλ-

λὰ πρεσβυτέρου καὶ τῆς τηλοτέρας

γενεᾶς ὄντος, ὡς ἔφη ποτὲ ἐπὶ τοῦ

μὴ ὁμήλικος «οὗτος δὲ προτέρης γε-

νεῆς προτέρων τ' ἀνθρώπων». ἀλλ'

Ἰδομενεὺς μὲν «μεσαιπόλιος» καὶ

διὰ τοῦτο τῆς προτέρας γενεᾶς.

67

<Τῷ δ' ἤδη δύο μὲν γενεαί>:

ἥ τε τῶν πατέρων, ὑφ' ὧν γεννηθεὶς

ἀνετράφη, καὶ ἡ τῶν ἀδελφῶν—«ἐλ-

θὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη / ...

τῶν οἶος λιπόμην»—, τριτάτης δὲ

ἄρχει τῆς τῶν παίδων ἑαυτοῦ γε-

νεᾶς, οἳ σὺν αὐτῷ ἐστρατεύσαντο.

καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδη-

μήσας καὶ τῇ τρίτῃ [τῇ] ἐξ ἑωθινοῦ

ἐξιὼν διὰ τρίτης ἀποδημεῖν λέγεται,

καίτοι μίαν μόνην τὴν μέσην τε-

68

λέσας.

ἄλλως τε ἡ γενεὰ λʹ ἔτη ἔχει· δύο

οὖν γενεὰς πληρώσας, εἰς τρίτην

κατελέγετο, ὥστε δύο γενεαὶ ἀν-

θρώπων ἐφθάρησαν, οὐχ ὅτι δὴ ἀν-

θρώπους φησὶν ἀποθανεῖν, ἀλλὰ δύο

περ〈ι〉οδικὰς γενεάς, τουτέστι τὰς

καλουμένας δύο γενεὰς ἀνθρωπείας,

ὡσεὶ ἔλεγε δύο τριακονταετίας. οὕ-

τω δὲ ζώντων τινῶν τῶν σὺν αὐτῷ

ἀνθρώπων, ὅμως αἱ γενεαὶ ἂν εἶεν

ἐφθαρμέναι, αὐτὸς δὲ ναύαρχος τῶν

ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦ-

γον τὴν στρατεύσιμον ἡλικίαν.

69

Πρῶτος δοκεῖ Πλάτων λύπας ἡδο-

ναῖς μιγνυμένας δεικνύναι ἐπ' ὀρ-

γαῖς καὶ πένθεσιν, Ὁμήρου πρῶτον

τουτὶ συνεωρακότος καὶ τὸν Πλά-

τωνα διδάξαντος. ὀργὴν μὲν γὰρ οὐ-

δέποτε Ὅμηρος εἴρηκε, χόλον δὲ αὐ-

τὴν προσαγορεύει οἰκειότερον, ἀπὸ

τῆς χολῆς, ἥτις ἐν τῷ πάθει κρατεῖ,

ἄχος δὲ καὶ ἡδονὴν μεμίχθαι τῷ

χόλῳ φησίν, ἄχος μὲν ὅταν λέγῃ·

«Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ

70

ἦτορ / στήθεσσι λασίοισι διάνδιχα

μερμήριξεν, / ἢ ὅ γε φάσγανον ὀξὺ

ἐρυσσάμενος παρὰ μηροῦ / τοὺς μὲν

ἀναστήσειεν, ὃ δ' Ἀτρεΐδην ἐναρί-

ζοι». ἄχους οὖν παρουσίαν ὁ χόλος

ὑφίσταται, ὃν καὶ θυμὸν κέκλη-

κεν· «ἠὲ χόλον παύσειεν ἐρητύσειέ

τε θυμόν»· θυμὸν γὰρ νῦν τὸν χόλον

ἔφη, οὐχ ὡς ἀλλαχοῦ τὴν ψυχήν.

καὶ πάλιν ἐπ' ἄλλου· «ἀχνύμενος·

μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι /

πίμπλαντο». καὶ ὅτι οὐ γεννᾷ μό-

νον ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ συμπα-

ραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀχιλλέως

μηνίοντος λέγων «κούρης χωόμε-

νος» καὶ ἐπάγων· «τῆς ὅ γε κεῖτ'

ἀχέων». ὅτι δὲ καὶ ἡδονῇ συμμιγὴς

ἡ ὀργὴ καὶ ὅτι ἔφεσίς ἐστι καὶ μέ-

τοχος ἐπιθυμίας, ἐξηγεῖται λέγων·

71

«ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων

ἀπόλοιτο / καὶ χόλος, ὅς τ' ἐφέ-

ηκε πολύφρονά περ χαλεπῆναι»,

τουτέστι ἐν ἐφέσει γενέσθαι καὶ ἐπι-

θυμίᾳ τοῦ χαλεπαίνειν. πῶς οὖν ἡδο-

νῆς μέτοχος; «ὅς τε πολὺ γλυκίων

μέλιτος καταλειβομένοιο / ἀνδρῶν ἐν

στήθεσσιν ἀέξεται ἠΰτε καπνός»·

καρδίας γὰρ ἔπαρσιν εἶναι καὶ ὁρ-

μὴν ἐγειρομένην τὴν ὀργήν, ὅπερ

αὐτὸς ἐν ἄλλοις ἔφη· «ἀλλά μοι

οἰδάνεται κραδίη χόλῳ», καὶ ἐπὶ τοῦ

Μελεάγρου· «ἀλλ' ὅτε δὴ Μελέαγρον

ἔδυ χόλος, ὅς τε καὶ ἄλλων / οἰδά-

νει ἐν στήθεσσι νόον». οὐ μὴν ὅτι

[τὴν] αὐτὴν ἔφεσιν καὶ ἔπαρσιν ἀπο-

δεδώκασιν, ἀλλὰ καὶ ζέσιν. διὸ καπ-

νῷ τε ἀπεικάζει τὴν ἔπαρσιν καὶ τοῦ

ὀργισθέντος τοὺς ὀφθαλμοὺς πυρὶ ἐοι-

72

κέναι φησίν. [καὶ μὴν ἡ λύπη μελαί-

νει τοὺς ὀφθαλμούς, μελαίνει δὲ καὶ

ὁ καπνός· «ῥωγαλέα ῥυπόωντα, κα-

κῷ μεμορυγμένα καπνῷ».] τὸ οὖν ἄ-

χος, τὸ τῆς ὀργῆς αἴτιον, καπνίζον

τὴν ὀργήν, μελαίνει τὰς φρένας·

«μένεος δὲ μέγα φρένες ἀμφιμέ-

λαιναι / πίμπλαντο». τὸ δ' ἄχος καὶ

τὸ ἄχνυσθαι ὅτι μελαίνει, φησὶν

«ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ

χρόα καλόν». τὸ δ' ἄχθεσθαι τοῦ

ἄχνυσθαι πλεονασμῷ δηκτικῆς ἀγα-

νακτήσεως διαφέρει, λύπη δὲ ἑκάτε-

ρον. ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ

τῶν ὀργιζομένων ἔφη· «κεῖνος δ' οὐκ

ἐθέλει σβέσαι χόλον, ἀλλ' ἔτι μᾶλ-

73

λον / πιμπλάνεται μένεος», [ὁμοίως

τῷ «μένεος δὲ μέγα φρένες ἀμφιμέ-

λα…

The complete text is available when the reading interface loads.