The Greek Library Author

Anonymous

In Platonis Parmenidem commentaria

Authority group
Porphyry (catalogue association; authorship remains anonymous)
Edition reference
In Platonis Parmenidem commentaria (fragmenta), ed. P. Hadot, Porphyre et Victorinus, vol. 2, Paris: Études Augustiniennes, 1968: 64–112.
CTS identifier
urn:cts:greekLit:tlg2034.tlg029.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

ἀνατολὴ φωτισμός ἐστιν τοῦ περιγεί-

ου ἀέρος, οὐδὲν δὲ πρὸς τὸν ἀεὶ φῶς ὄντα

τό ποτε φωτίζεσθαι τὸν περίγειον ἀ-

έρα αὐτοῦ 〈ἀ〉παθοῦς ὄντος τούτων καὶ

ἀπείρου δύσεως καὶ ἀνατολῆς, καθότι οὔτε

φωτίζεται οὔτε σκοτίζεται, ἀλλ' ἑκάτε-

ρον τῶν ἐπὶ γῆς ἐστιν πάθημα καὶ τὸ

περὶ ἑαυτοὺς εἰς ἐκεῖνον μεταφέρουσιν

ἀγνοοῦντες τὸ ξυμβαῖνον· καθάπερ καὶ

οἱ παρὰ γῆν πλέοντες αὐτοὶ κεινούμε-

νοι αὐτὴν κεινεῖσθαι οἴονται, οὕτω καὶ

ἐπὶ τοῦ θεοῦ πᾶσα μὲν ἑτερότης καὶ ταυ-

τότης καὶ ὁμοιότης ἐκβέβληται καὶ ἀνο-

μοιότης ἀσχέτου αὐτοῦ ὄντος ἀεὶ πρὸς

4

τὰ μετ' αὐτόν, τὰ δὲ ὑποστάντα αὐτὰ καὶ

ἀνομοιούμενα καὶ πρὸς {ε} αὐτὸν 〈ἑ〉αυτὰ συν-

αρτᾶν σπεύδοντα τὰς περὶ αὑτὰ σχέσεις

ἀντιστρέφειν καὶ πρὸς ἐκεῖνον οἴεται.

Οὐδὲν γὰρ ὁ θεὸς ἐπεκτήσατο, ἐπεὶ ἦν πρό-

τερον ἐλλειπὴς τῇ ἐπικτήσει βλάψας

τὴν αὑτοῦ τελειότητα, ἀλλ' ὡς ἂν καὶ ἀχώ-

ριστον ἔχων τὸ εἶναι μόνον καὶ ὑπὲρ τὸ

πᾶν, πλήρωμα ὢν αὐτὸς αὑτοῦ, διὰ τῆς

αὑτοῦ ἑνάδος καὶ μονώσεως ἔχει καὶ τοῦ-

το, ἄσχετον διαμένειν πρὸς τὰ μετ' αὐτὸν

καὶ δι' αὐτὸν ὑποστάντα. Οὐ γὰρ τὰ μετ' αὐ-

τὸν οὕτως ἀκούειν χρὴ ὡς ἐν ταὐτῷ

μὲν ὑπαρχόντων ἢ τόπῳ ἢ οὐσίας

ὑποστάσει τῇ αὐτῇ, τοῦ δὲ τὰ πληρω-

τικὰ ἔχοντος καὶ τῶν ἄλλων τὰ δεύτε-

ρα, ἀλλ' οὕτως ἡ ἔννοια 〈ἦν〉 τῶ[ν] μετ' αὐτὸν

ὡς ἀποβεβλημένων [ἀπ'] α[ὐ]τ〈οῦ〉 καὶ τὸ

μηδὲν ὄντων πρὸς [αὐ]τόν· 〈οὐ〉 γὰρ αὐτὸς

τὸ μὴ ὂν καὶ ἀκατάληπτ[ον τοῖς τ]οῦτο γνῶ-

ναι βουλομένοις, ἀλλ' [ἡμεῖς] καὶ πάντα τὰ

ὄντα τὸ μη[δέ]ν ἐσμεν πρὸς αὐτόν. Δι' ἣν

αἰτίαν οὐκ ἐχώρει τὸ γνῶναι αὐτόν, ὅτι

μηδέν ἐστιν πάντα τὰ ἄλλα πρὸς αὐτόν,

αἱ δὲ γνώσεις τῷ ὁμοίῳ αἱροῦσι τὸ ὅ-

μοιον. Ἡμεῖς οὖν τὸ οὐδὲν ὡς πρὸς ἐκεῖ-

νον, 〈αὐ〉τὸς δὲ τὸ μόνον ὄντως ὂν (εἰ ἀκούσεις

ὡς λέγω) πρὸς πάντα τὰ μετ' αὐτ〈όν〉, οὐδε-

μίαν ἔχων πρὸς αὐτὰ παραβολὴν ἤ τι-

να σχέσιν οὐδ' ἐκτραπεὶς ἀπὸ τῆς αὑτοῦ

μονώσεως εἰς πεῖραν σχέσεως καὶ πλή-

θους· μόνον ὅτι μηδ' ἐν ἀγνοίᾳ μένει

ποτὲ τῶν ἐσομένων, γιγνόμενα δὲ ἐ-

γνώρισεν ὁ μηδέποτε ἐν ἀγνοίᾳ γενό-

μενος. Ἀλλ' ἡμεῖς ἐοίκαμεν τὰ ἡμέτερα

5

πάθη εἰς ἐκεῖνον ἀναπέμπειν τῷ

ἡμᾶς εἶναι τῷ ὄντι τὸ μηδέν,

εἰ μὴ ἀντιλαμβανοίμεθα τῆς σω-

τηρίου ἁπλότητος αὐτοῦ ἧ〈ς〉 τῷ εἶναι,

ὁπωσοῦν φαμεν ἐπ' αὐτοῦ εἶναι, πάντα

τὰ ἄλλα 〈ἔχει〉 [σω]τηρία[ν] [ὡς] ἐν φω-

τὶ τοῦ ἡλίου τὰ ἐπίγεια. Ἆρ' οὖν γιγνώσ-

κει ὁ θεὸς τὸ πᾶν; Καὶ τίς οὕτως γιγνώσκει

ὡς ἐκεῖνος; Καὶ πῶς γνῶσιν [ἔχων] οὐκ ἔ-

στι πολύς; Ὅτι φημὶ εἶναι γνῶσιν ἔξω

γνώσεω〈ς〉 καὶ ἀγνοίας, ἀφ' ἧς ἡ γνῶσις. Καὶ

πῶς γιγνώσκων οὐ γ[ιγνώσκει ἢ π]ῶς γι-

γνώσκων οὐκ ἐν ἀγνοίᾳ ἐστίν; Ὅτι οὐ

γιγνώσκει οὐχ ὡς ἐν ἀγνο[ίᾳ γενόμ]ενος

ἀλλ' ὡς πάσης ὑπερέχων γνώσεως· οὐ

γάρ ποτ' ἀγνοήσας οὐκ ἐπεγίγν[ωσκε]ν ἀλ-

λὰ ν !!!! 〈τ〉αυτ〈ό〉τητι καὶ ειν !!!!!!! δὲ ὡς

ἀγνο !!!! η !!!!!! γιγν !!!!!!! ἑτε-

ρότητι. Αὕτη ἐστὶν ἡ γνῶσις ἡ [θεο]ῦ οὐχ ἑτε-

ρότητα ἐμφαίνουσα καὶ δυάδα, ἐπίνοιάν 〈τε〉

〈γ〉νώσεως καὶ γιγνωσκομένου [ἀλλ' ὡς ἂ]ν ἀ-

χώριστον ὂν ἑαυτ〈οῦ〉, κἂ[ν μὴ ἀγνοῶ]ν οὐ

γιγνώσκει· οὐ μὴν οὐδ[ὲ ἀγνοεῖ ]εἰ

μὴ γιγνώσκει !!!!!!!

ἀληθὴς τρόπον τινὰ [καὶ τὴ]ν ἀ[γνοί]αν λαμ-

βάνῃ ἐπ' αὐτοῦ μὴ τὴν κατ' ἐν[αντί]ωσιν

καὶ στέρησ[ιν !!!!!] ν ὅ-

θεν εἰ μὴ ἀγ[νο]εῖ γιγνώσκει καὶ [διὰ] τοῦ-

το γνώσεως καὶ ἀγνοίας εὑρίσκεται [κρεί]τ-

των καὶ πάντα γιγνώσκ !!!!!! ν !!] ὥσ]περ

τὰ ἄλλα τὰ γνωρίζοντα ! υ !!!!! υπαθυ

γιγνώσκει αλ !!!!!! η. γνῶ-

σις ἐστὶν οὐχ ὡς γιγνώσκοντος τὰ γνω-

στά, ἀλλ' αὐτὸ τοῦ[το γνῶσις ο]ὖσα. Ὡς γὰρ ἔστι

φῶς φωτιζόμενον, οἷον τὸ τοῦ ἀέρος

6

φῶς τὸ ἀφ' ἡλίου, καὶ ἔστι φῶς ἀφώτισ-

τον τὸ μὴ ἐσκοτισμένον ὑπάρχον φῶς,

ἀλλ' αὐτὸ τοῦτο μόνον φῶς ὂν οἷον τὸ

τοῦ ἡλίου τὸ ἐν αὐτῷ, οὕτως ἔστι καὶ γνῶ-

σις γιγνώσκοντος καὶ ἐξ ἀγνοίας εἰς γνῶ-

σιν ἐλθόντος τοῦ γιγνωσκομένου

καὶ πάλιν ἄλλη γνῶσις ἀπόλυτος

οὐ [γιγν]ώ[σκοντ]ος οὖσα καὶ γιγνωσκομέ-

νου, ἀλλὰ τὸ ἓν τοῦτο γνῶσις οὖσα πρὸ παν-

τὸς γιγ〈ν〉ωσκομένου καὶ ἀγνοουμένου 〈καὶ〉

εἰς γνῶσιν ἐρχομένου. Ἀλλ' αἰσθάνομαι

ἐμαυτοῦ ἐξολισθάνοντος τῆς ἐκείνου

ἐν ἁπ[λό]τ[η]τι γνώσεως καὶ ἀσχέτου πρός

τε γνωστὰ *** καὶ ἀ[σα]φῆ φθεγγομένου διὰ

τὴν τῆς ἑρμηνείας ἐν τούτοις ἀσθένειαν.

Διὸ ἀποστῆναι ἄμεινον ἢ μερίζεσθαι πε-

ρὶ τὸ ἀ[με]ρές. Ἐκεῖνο μέν[τοι εἰδέναι] χρή,

ὡς οὐδὲν πρὸς αὐτὸν τὰ δι' αὐτὸν ὑποστάν-

τα διὰ τὸ ἀσύμβλητον 〈τῆς αὐτοῦ ὑποστάσεως〉

μ〈εθ' ἧς〉 οὐδὲ τὰ 〈μετ'〉 αὐτὸν γεγο-

νότα οὐδὲ ἐν αὐτῷ ὄντα ἐν 〈τ〉αὐτῷ ἐστιν

ὅλως· διὸ οὐδὲ οἷόν τέ ἐστιν τὸν εἰς ἔννοι-

αν αὐτοῦ [ἰ]όντα ἐχόμενον τῶν ἀλλοτρί-

ων αὐτ[οῦ] ἀντειλῆφθαι τῆς ἐννοίας αὐ-

τοῦ· εἰ δέ, ἀποστάντα δεῖ πάντων καὶ ἑαυτοῦ

πε[λάζειν] αὐτῷ, μηδὲν νοοῦντα ἄρα 〈ἢ〉 ὅ-

σον ἐξῃρημένον αὐτὸ ἀπὸ τῶν ἄλλων,

οὕτως δὲ ἐξῃρημένον οὐχ ὡς εἴ τις

〈εἰ〉ς τὴν ἀπάθειαν ἐξελών τι ἀποθεῖτο ἄλλο

τι. Οὐδ[έ τι κο]ινὸν ἔχει πρὸς τὰ γιγνόμε-

να, ἀλλ' ἔστιν τὸ μηδὲν ταῦτα πρὸς αὐτὸν

πεπληρωκότος αὐτοῦ 〈αὑτὸν〉 τῆς αὑτοῦ ἑνάδος

† ἰδίως καὶ ὡς αὐτὸς οἶδε ὑπὲρ τὸ πᾶν ὡς καὶ

τοῦ παντὸς ὄντος ἐν αὐτῷ μηδὲν εἶναι ...

7

τοῦτον τὸν τρόπον· ‘Ἆρ' οὖν οὐδ' ἐν χρό-

νῳ τὸ παράπαν δύναιτ' ἂν εἶναι τὸ ἕν, εἰ τοι-

οῦτον εἴη; 〈ἢ〉 οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόνῳ,

ἀεὶ 〈αὐ〉τὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι; Ἀ-

νάγκη. Οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ

νεωτέρου πρεσβύτερον; Τί μήν; Τὸ

πρεσβύτερον ἄρα ἑαυτοῦ γενόμενον

καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεται, εἴ-

περ μέλλει ἔχειν ὅτου πρεσβύτερόν τι γί-

γνεται. Πῶς λέγεις; Ὧδε· διάφορον ἕτε-

ρον ἑτέρου οὐδὲν δεῖ γίγνεσθαι ἤδη

ὄντος διαφόρου, ἀλλὰ τοῦ μὲν ὄντος ἤδη

εἶναι, τοῦ δὲ γεγονότος γεγονέναι, τοῦ

δὲ μέλλοντος μέλλειν· τοῦ δὲ γιγνομέ-

νου οὔ〈τε〉 γεγονέναι οὔτε μέλλειν οὔτε

εἶναί πω τὸ διάφορον, ἀλλὰ γίγνεσθαι καὶ

ἄλλως οὐκ εἶναι. Ἀνάγκη γάρ. Ἀλλὰ μὴν

τό γε πρεσβύτερον διαφορότη{το}ς νεω-

τέρου ἐστὶν καὶ οὐδενὸς ἄλλου. Ἔστι γάρ.

Τὸ ἄρα πρεσβύτερον αὑτοῦ γιγνόμενον

ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γί-

γνεσθαι. Ἔοικεν. Ἀλλὰ μὴν καὶ μήτε πλεί-

ω ἑαυτοῦ χρόνον γίγνεσθαι μήτε ἐλάτ-

τω, ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι

ἑαυτῷ καὶ εἶναι καὶ γεγονέναι καὶ μέλ-

λειν ἔσεσθαι. Ἀνάγκη γὰρ οὖν καὶ ταῦτα.

Ἀνάγκη ἄρα ἐστὶν ὡς ἔοικεν ὅσα γε ἐν χρό-

νῳ ἐστὶν καὶ μετέχει τοῦ τοιούτου, ἕ-

καστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ αὑτῷ

ἡλικίαν ἔχειν καὶ πρεσβύτερόν τε αὑ-

τοῦ ἅμα καὶ νεώτερον γίγνεσθαι. Κιν-

δυνεύει. Ἀλλὰ μὴν τῷ γε ἑνὶ τῶν τοι-

ούτων πραγμάτων οὐδὲν μετῆν.

Οὐ γὰρ μετῆν. Οὐδὲ ἄρα χρόνου αὐτῷ μέ-

τεστιν οὐδέ ἐστιν ἔν τινι χρόνῳ. Οὔκουν

8

δή, ὥς γε ὁ λόγος ἐρεῖ.’ Ἀκολουθίαν λαμ-

βάνει πρῶτον τοιαύτην· ‘εἰ μήτε πρεσ-

βύτερον μήτε νεώτερον ἢ τὴν αὐτὴν

ἡλικίαν τὸ ἓν ἔχον εἴη, οὐδ' ἂν ἐν χρόνῳ

τὸ παράπαν δύναιτ' ἂν εἶναι τὸ τοιοῦτον’,

ἵν' ἔχοι ἂν τὴν ἀναφορὰν εἰς τό· ‘εἰ μήτε

πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν

ἡλικίαν ἔχον 〈τὸ〉 ἕν·’ οἷς ἀκολουθεῖ τὸ μηδ' ἂν

ἐ[ν χ]ρ[ό]ν[ῳ] τὸ παράπαν αὐτὸ δύνασθαι εἶναι,

καὶ ἀντιστρέφει· ‘ἢ οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν

χρόνῳ, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνε-

σθαι.’ Λαβὼν δὲ [το]ῦ[το ἐπάγει], ὅτι τὸ πρεσβύ-

τερον ἀεὶ νεωτέρου πρεσβύτερόν ἐστιν.

Ἀλλὰ πρεσβύτερον λέγεται μὲν καὶ ἐπὶ τοῦ

καθ' ἑαυτὸ πρεσβυτέρου καὶ ἀντὶ τοῦ γέροντος·

λέγεται γὰρ καὶ ὁ γέρων πρεσβύτερος ἀπολύ-

τως. Ὅταν δὲ πρεσβύτερον λέγωμεν (αὐτ〈ῷ〉 προσση-

μαίνον[τες τὸ] ὡς πρὸς νεώτερον λεγόμε-

νον ὥσπερ πλουσιώτερον) ὡς προγενέ-

στερον, ἅμα τῇ νοήσει αὐτοῦ οὖν ὑποβάλ-

λετα[ι καὶ ἡ] τοῦ νεωτέρου ἡλικία. Πῶς

οὖν τὸ πρεσβύτερον αὑτοῦ γιγνόμενον καὶ

〈νεώ〉τερον ἑαυτοῦ γίγνεται; πρεσβύ-

τερον μὲν λέγετα[ι ἑ]αυτοῦ γίγνεσθαι τῷ

τοῦ βίου αὐτοῦ τὸν χρόνον πλείονα γίγνε-

σθαι· τὸ δὲ αὐτὸ καὶ νεώτερον ἑαυτοῦ γί-

νεσθαι πᾶσα [ἀδ]υ[ναμία]· οὐ γὰρ δὴ ἔλαττον

χρόνῳ γίγνεται μὴ ὂν πρότερον, ἵνα

νεώτερον γένηται· ἀλλ' οὐδὲ κατὰ τὴν

σωματικὴν οὐσίαν σύστασιν ἐπὶ τὸ

ν[εώτερον λαμβάνει, ἵνα] ν[εώ]τερον γίγνηται.

Πρὸς δὴ ταῦτα ἄλλοι μὲν ἀπήντων ὅτι

σοφιστικὸς ὁ λόγος καὶ γυμναστικός· νε-

ώτερος γὰρ ἐκ πρεσβυτέρου οὐ γίγνεται, ἀλ-

λ' οἷον ἀπογίγνεται· ὥστε ὅταν ῥηθῇ ὅτι ...

9

μὴ οὔσας τίκτει ἐν ἑαυτῷ. Οἱ δὲ ἁρπάσαι

ἑαυτὸν ἐκ πάντων τῶν ἑαυτοῦ εἰπόν-

τες δύναμίν τε αὐτῷ διδόασι καὶ νοῦν

ἐν τῇ ἁπλότητι αὐτοῦ συνηνῶσθαι καὶ

ἄλλον πάλιν 〈ν〉οῦν καὶ τῆς τρίαδος αὐτὸν

οὐκ ἐξελόντες ἀναιρεῖν ἀριθμὸν ἀξιοῦ-

σιν, ὡς καὶ τὸ ἓν λέγειν αὐτὸν εἶναι παν-

τελῶς παραιτεῖσθαι. Ταῦτα δέ πως μὲν λέ-

γεται ὀρθῶς τε καὶ ἀληθῶς, εἴ γε θεοὶ ὥς φα-

σιν οἱ παραδεδωκότες ταῦτα ἐξήγγειλαν,

φθάνει δὲ πᾶσαν τὴν ἀνθρωπίνην κατά-

ληψιν κα[ὶ] ἔ[οι]κεν ὡς εἴ τις τοῖς ἐκ γενε-

τῆς τυφλοῖς περὶ χρωμάτων διαφορᾶς

ἐλάλει λογικὰς ὑπονοίας εἰσάγων αὐτῶν

τῶν παντὸς λόγου εἰς παράστασιν ὑπερ-

τέρων, ὡς ἔχειν μὲν λόγους ἀληθινοὺς

τοὺς ἀκούσαντας περὶ χρωμάτων, ἀγνο-

εῖν δὲ τί ποτέ ἐστιν τὸ χρῶμα τῷ μὴ ἔχειν

ἐκεῖνο ᾧ πέφυκε καταληπτὸν εἶναι τὸ

χρῶμα. Λείπει οὖν ἡμᾶς δύναμις εἰς

ἐπιβολὴν τοῦ θεοῦ, κἂν οἱ ὁπωσοῦν αὐτὸν

ἐνεικονιζόμενοι ἑρμηνεύωσιν ἡμῖν

λόγῳ ὡς δυνατὸν ἀκούειν περὶ αὐτοῦ,

ἐκείνου ὑπὲρ πάντα λόγον καὶ πᾶσαν νό-

ησιν ἐν τῇ αὐτοῦ περὶ ἡμᾶς ἀγνωσίᾳ

καταμένοντος. Εἰ δὴ ταῦθ' οὕτως ἔχει,

ἀμείνους οἱ τὸ τί οὐκ ἔστι πρεσβεύσαντες

ἐν τῇ γνώσει αὐτοῦ τῶν τί ἔστι, κἂν λέγη-

ται ἀληθῶς, μὴ οἵων τε ὄντων ἀκούειν

ὡς λέγεται· ἐπεὶ κἂν ἀκούωμέν τι περὶ αὐ-

τοῦ τῶν ὥς φασι προσόντων καὶ διὰ πα-

ραδειγμάτων ὧν ἐντεῦθεν λαμβάνου-

σιν εἴς τιν' ἔννοιαν αὐτοῦ μεταλαβόντες

καὶ ἄλλως ἐκδεξάμενοι ἀνίωμεν, ἀλλὰ

καὶ αὐτοὶ οὗτοι πάλιν ἀναστρέψαντες ἀ-

10

ξιοῦσιν μὴ προσέχειν τοῖς εἰρημένοις

ἐξ εὐθείας, ἀφίστασθαι δὲ καὶ τούτων καὶ

τῆς κατὰ τὴν τούτων νόησιν συνέσε-

ως τοῦ θεοῦ· ὥστε τελευτᾷ καὶ τούτων

ἡ διδασκαλία τῶν 〈γν〉ωστῶν προσεῖναι

παραδιδομένων. Ἔχοι δ' ἂν οἶμαι περιττόν

τι εἰς τὴν κάθαρσιν τῆς ἐννοίας ἡ μετὰ τὴν

ἀκρόασιν τῶν ὡς προσόντων αὐτῷ ἀπό-

στασις καὶ τούτων τῷ ἐκ τῶν μεγίστων

τὴν ἀπόστασιν γίγνεσθαι καὶ τῶν προσ-

εχῶς ἂν μετ' αὐτὸν νοηθέντων. Οἱ μὲν

οὖν ἀπὸ τῆς Στοᾶς οὐκ ἀπογιγνώσκουσιν

ἐκ λόγου γενέσθαι ἄν τινος κατάληψιν

πραγμάτων, τὸν ἐπὶ πᾶσι δὲ θεὸν ἀμήχα-

νον εἶναι καταλαβεῖν οὐχ ὅτι ἐκ λόγου ἀλ-

λ' οὐδὲ διὰ νοήσεως· καὶ γὰρ ἄλλως, φησίν,

τῆς ψυχῆς οὐ τὸ ποῖόν ἐστι ζητούσης γνῶ-

ναι, ἀλλὰ τὸ τί ἐστι, καὶ τῆς φύσεως τῆς

οὔσης τοῦ εἶναι καὶ τῆς οὐσίας αὐτοῦ γνῶ-

σιν κτήσασθαι, πᾶσαι αἱ γνωστικαὶ δυνά-

μεις 〈αἱ〉 τοῦ ποῖόν τί ἐστιν ἀναγγελτικαὶ οὐ-

χ ὃ ζητοῦμεν κατ' ἔφεσιν, ἀλλ' ὃ μὴ ζητοῦ-

μεν ἀναγγέλλουσιν· οὐκ ἔστιν δὲ τοιόν-

δε ὁ θεός, ἀλλὰ καὶ τοῦ εἶναι καὶ τοῦ ἔστιν

ἐξήλλακται αὐτοῦ τὸ προούσιον· οὐκ ἔ-

χει δὲ κριτήριον εἰς τὴν γνῶσιν αὐτοῦ,

ἀλλὰ αὔταρκες αὐτῇ τὸ τῆς ἀγνωσίας αὐ-

τοῦ εἰκόνισμα παραιτούμενον πᾶν εἶδος

ὃ τῷ γνωρίζοντι ξύν〈ε〉ισιν. Οὔτε οὖν αὐ-

τὸν δύναται γνῶναι οὔτε τὸν τρόπον

τῆς τῶν δευτέρων ἀπ' αὐτοῦ καὶ δι' αὐ-

τὸν ἢ ὑπ' αὐτοῦ παρόδου. Ἀλλὰ πειρῶν-

ται μὲν ἐξηγεῖσθαι καὶ τοῦτον, ὅσοι τὰ κα-

τ' αὐτὸν μηνύειν ὡς ἔστιν ἐτόλμησαν,

πειρῶνται δὲ ἐχόμενοι τῶν περὶ αὐτὸν ...

11

... ἐπὶ τοῦ δευτέρου καίπερ μεταβὰς ἐπὶ

τὸ ὂν καὶ οὐ μετέχον τῆς οὐσίας ἄλλον ποι-

εῖται τὸν λόγον ὡς ἐπὶ μετέχοντος οὐσί-

ας. 〈Εἰ〉 μὲν οὖν τὸ 〈ὂ〉ν ὑποθεὶς μετέχειν αὐτὸ

οὐσίας ἔλεγεν, ἄτοπος ἂν ἦν ὁ λόγος· ἐπεὶ δὲ

τὸ ἓν ὑποβαλὼν μετέχειν αὐτὸ οὐσίας

φησίν, δεῖ γιγνώσκειν ὡς, ἐπειδὴ οὐδὲ

τὸ ἕν ἐστιν τὸ ἀκραιφνές, συνηλλοίωται

δὲ αὐτῷ ἡ τοῦ εἶναι ἰδιότης, διὰ τοῦτο με-

τέχειν οὐσίας φησίν· ὡς εἴ τις ἐν τῷ ἐξη-

γητικῷ τοῦ ἀνθρώπου λόγῳ λαβὼν τὸ

ζῷον μετέχειν αὐτὸ ἔφασκε λογικοῦ

καίτοι τοῦ ἀνθρώπου ὡς ἑνὸς ὄντος ζῴ-

ου λογικοῦ καὶ τοῦ τε ζῴου συνηλλοιω-

μένου 〈τῷ λογικῷ〉 καὶ τοῦ λογικοῦ τῷ ζῴῳ. Οὕτως

γὰρ καὶ ἐπὶ τού〈του〉 τό τε ἓν τῇ οὐσίᾳ συνηλ-

λοίωται ἥ τε οὐσία τῷ ἑνί, καὶ οὐκ ἔστιν

παράθεσις ἑνὸς καὶ ὄντος, ἢ ὑποκείμενον

μὲν τὸ ἕν, ὡς συμβεβηκὸς δὲ τὸ εἶναι, ἀλ-

λά τις ἰδιότης ὑποστάσεως ἐνεικονιζομέ-

νη μὲν τὴν ἁπλότητα τοῦ ἑνός, οὐχ ἱστα-

μένη δὲ ἐπὶ τῆς ἀκραιφνότητος αὐτοῦ,

ἀλλ' εἰς τὸ εἶναι συμπεριάγουσα αὐτό. Ἐπεὶ

γὰρ οὐ τὸ πρῶτον ἦν ἕν, τὸ δεύτερον οὐ

δι' ἄλλο ἀλλὰ διὰ τὸ πρῶτον, οὔτε μὴν τὸ αὐ-

τὸ τῷ πρώτῳ, ἐπεὶ οὐδ' ἂν ἦν ἕτερον

οὐδ' ἀπ' ἐκείνου, οὔτ' ἐκβεβηκὸς ἀπ' ἐκείνου

καὶ ἀπ' ἄλλου τῆς παρόδου τὴν αἰτίαν ἔχον.

Ἀλλ' ὅτι μὲν ἀπ' ἐκείνου, ἓν δήπου καὶ αὐ-

τό· ὅτι δὲ οὐκ ἐκεῖνο, ἓν ὂν τὸ ὅλον τοῦτο

ἐκείνου ἓν μένοντος· πῶς γὰρ ἂν ἓν με-

ταβάλλοι ἕν, εἰ μὴ τὸ μὲν ἦν ἀκραιφνὲς

〈ἕ〉ν, τὸ δὲ οὐκ ἀκραιφνές. Διὸ ὁ〈μοῦ〉 ἐκεῖνο

καὶ οὐκ ἐκεῖνο, ὅτι τὸ μετά τι καὶ τὸ ἀπό του

ἐκεῖνό τε τρόπον τινά ἐστιν, ἀφ' οὗ καὶ μεθ' ὅ

12

ἐστιν καὶ ἄλλο τι, ὃ οὐ μόνον οὐκ ἔστιν ἐκεῖ-

νο ἀφ' οὗ αὐτό ἐστιν, ἀλλὰ καὶ ἐν τοῖς ἀντι-

κειμένοις συμβεβηκόσι θεωρούμενον. Αὐ-

τίκα ἐκεῖνο ἓν μόνον, τοῦτο δὲ ἓν πάντα·

κἀκεῖνο μὲν ἓν ἀνούσιον, τοῦτο δὲ ἓν ἐ-

νούσιον· τὸ δ' ἐνούσιον εἶναι καὶ οὐσιῶσθαι

μετέχειν οὐσίας εἴρηκε Πλάτων, οὐ τὸ ὂν

ὑποθεὶς καὶ τὸ ὄν γε μετέχειν οὐσίας εἰπών,

ἀλλὰ τὸ ἓν ὑποθείς, οὐσιωμένον δὲ ἕν, με-

τέχειν οὐσίας ἔφη. Μήποτε δὲ 〈ὅτι〉 ἀπὸ τοῦ

πρώτου τὸ δεύτερον, διὰ τοῦτο μεθέξει

τοῦ πρώτου τὸ δεύτερον λέγεται 〈ἓν〉 εἶναι

τοῦ ὅλου τοῦ ἓν εἶναι ἐκ μετοχῆς γεγο-

νότος τοῦ ἑνός· καὶ ἐπεὶ μὴ γέγονεν πρῶ-

τον, εἶτα μετέσχε τοῦ ἑνός, ἀλλ' ἀπὸ τοῦ ἑνὸς

γεγονὸς ὑφειμένον, οὐκ ἐρρήθη μετασχὸν

ἑνός, ἀλλὰ ἓν μετασχὸν τοῦ ὄντος, οὐχ ὅτι

τὸ πρῶτον ἦν ὄν, ἀλλ' ὅτι ἀπὸ τοῦ ἑνὸς ἑ-

τερότης περιήγαγεν αὐτὸ εἰς τὸ ἓν εἶναι

τὸ ὅλον τοῦτο· ἐξ αὐτοῦ γάρ πως τοῦ δευ-

τέρως γεγονέναι ἓν προσείληφε τὸ εἶναι

ἕν. Ὅρα δὲ μὴ καὶ αἰνισσομένῳ ἔοικεν ὁ

Πλάτων, ὅτι τὸ ἓν τὸ ἐπέκεινα οὐσίας καὶ

ὄντος ὂν μὲν οὐκ ἔστιν οὐδὲ οὐσία οὐδὲ

ἐνέργεια, ἐνεργεῖ δὲ μᾶλλον καὶ αὐτὸ τὸ ἐ-

νεργεῖν καθαρόν, ὥστε καὶ αὐτὸ τὸ εἶναι τὸ

πρὸ τοῦ ὄντος· οὗ μετασχὸν τὸ 〈ἓ〉ν ἄλλο ἐξ αὐ-

τοῦ ἔχει ἐκκλινόμενον τὸ εἶναι, ὅπερ

ἐστὶ μετέχειν ὄντος. Ὥστε διττὸν τὸ εἶ-

ναι, τὸ μὲν προϋπάρχει τοῦ ὄντος, τὸ δὲ ὃ

ἐπάγεται ἐκ τοῦ ὄντος τοῦ ἐπέκεινα ἑνὸς

τοῦ εἶναι ὄντος τὸ ἀπόλυτον καὶ ὥσπερ ἰ-

δέα τοῦ ὄντος, οὗ μετασχὸν ἄλλο τι ἓν γέγο-

νεν, ᾧ σύζυγον τὸ ἀπ' αὐτοῦ ἐπιφερόμε-

νον εἶναι· ὡς εἰ νοήσειας λευκὸν εἶναι ...

13

μή δυνά-]μενον εἰς ἑαυτὸν εἰσελθεῖν. Τίνι γὰρ βλέ-

πει ἑαυτὸν τὸν εἰσελθεῖν μὴ δυνάμε-

νον εἰ μὴ τῷ ἑνί; καὶ τίνι ἑαυτόν, εἰς ὃν

εἰσέρχεσθαι ἀδυνατεῖ; τίς ἐστιν οὗτος ὁ ἀμ-

φοτέρων ἐφαπτόμενος κατὰ τὸ αὐτὸ ἐν

τῷ μεμερισμένῳ; τίς ὁ λέγων ἕτερον

εἶναι τὸ νοοῦν καὶ τὸ νοούμενον; ὁ βλέπων

πότε ἑνοῦται τὸ νοοῦν τῷ νοουμένῳ

καὶ τί πότε οὐ δύναται; δῆλον οὖν ὅτι αὕ-

τη ἡ ἐνέργεια παρ' ἐκείνας ἡ ἐπαναβεβη-

κυῖα πάσαις καὶ χρωμένη αὐταῖς πάσαις

ὡς ὀργάνοις, ἡ πάντων ἐφαπτομένη

καὶ κατὰ τὸ αὐτὸ καὶ ἐν οὐδενὶ οὖσα. Ἑκά-

στη μὲν οὖν τῶν ἄλλων πρός τι πέπη-

γε καὶ κατὰ τὸ εἶδος πάντως αὐτῷ καὶ

κατὰ τὸ ὄνομα τέτακται, αὕτη δὲ οὐδε-

νός ἐστι, διὸ οὐδὲ εἶδος οὐδὲ ὄνομα ἔχει

οὐδὲ οὐσίαν· ἐν οὐδενὶ γὰρ κρατεῖται, ἀλ-

λ' οὐδὲ μορφοῦται ὑπό τινος, ὄντως οὖ-

σα ἀπαθὴς καὶ ὄντως ἀχώριστος ἑαυτῆς

οὐ νόησις οὖσα, οὐ νοητόν, οὐκ οὐσία, ἀλ-

λ' ἐπέκεινα πάντων καὶ πάντων αἰτί-

α 〈ἀ〉σύζυγος. Ὥσπερ μὲν τοίνυν ὅρασις

μὲν τοῦ ἀκουστοῦ οὐκ ἐφάπτεται 〈οὐδ' ἀκοὴ τοῦ ὁρατοῦ〉 οὐ-

δ' ἀμφότεραι τοῦ γευστοῦ οὐδὲ οἶδεν

ἑκάστη ὅτι ἑτέρα ἐστὶν τῆς ἑτέρας οὐ-

δ' ὅτι ἀκουστὸν ἕτερον τοῦ ὁρατοῦ, ἄλ-

λη δ' ἐστὶν δύναμις ἐπαναβεβηκυῖ-

α τούτων, ἣ ταῦτα διακρίνει καὶ τὸ ταὐ-

τὸν αὐτῶν γιγνώσκει καὶ τὸ ἕτερον

καὶ τὴν οὐσίαν καὶ πάθος, ἣ καὶ δύναται

πασῶν ἐφάπτεσθαι, χρῆσθαι δὲ αὐταῖς

ὡς ὀργάνοις διὰ τὸ κρείττον' εἶναι καὶ ἐπα-

ναβεβηκέναι αὐτῶν, οὕτως καὶ ἡ δύ-

ναμις καθ' ἣν ὁρᾷ ὁ νοῦς μὴ δυνάμενος

14

εἰσελθεῖν εἰς ἑαυτὸν ἑτέρα ἂν εἴη, τῆς 〈τῆς〉

νοήσεως καὶ τοῦ νοουμένου ἐπινοία〈ς〉

διαφέρουσα καὶ ἐπέκεινα τούτων

οὖσα πρεσβείᾳ καὶ δυνάμει, καὶ οὕτως

ἓν ὂν καὶ ἁπλοῦν ‘τὸ αὐτὸ τοῦτο’ 〈ὅμως〉

ἐνεργείᾳ ἑαυτοῦ διαφέρει καὶ ὑπάρ-

ξει, καὶ κατὰ ἄλλο ἄρα ἕν ἐστιν ἁπλοῦν,

κατ' ἄλλο δὲ αὐτὸ ἑαυτοῦ διαφέρει· τὸ γὰρ

τοῦ ἑνὸς διαφέρον οὐχ ἓν καὶ τὸ τοῦ ἁ-

πλοῦ ἕτερον οὐχ ἁπλοῦν. Ἓν μὲν οὖν

ἐστιν καὶ ἁπλοῦν κατὰ τὴν πρώτην

καὶ ‘αὐτὸ τοῦτο’ αὐτοῦ το{α}ύτου ἰδέαν, δύ-

ναμις ἢ ὅτι καὶ χρὴ ὀνομάζειν ἐνδεί-

ξεως 〈χ〉άριν ἄρρητον οὖσαν καὶ ἀνεννόη-

τον, οὐχ ἓν δὲ οὐδὲ ἁπλοῦν κατὰ τὴν ὕ-

παρξιν καὶ ζωὴν 〈καὶ〉 τὴν νόησιν. Καὶ τὸ νο-

οῦν καὶ τὸ νοούμενον ὑπάρξει, τὸ δὲ

νοοῦν, ἢν ὁ νοῦ[ς μετε]ξ[έλθῃ] ἀπὸ τῆς ὑ-

πάρξεως εἰς τὸ νοοῦν, ἵνα ἐπανέλθῃ εἰ-

ς τὸ νοητὸν καὶ ἑαυτὸν ἴδῃ, ἐστὶν ζω-

ή· διὸ ἀόριστος 〈ὁ〉 κατὰ τὴν ζωήν. Καὶ

πασῶν οὐσῶν ἐνεργειῶν καὶ ὡς κατὰ μὲν τὴν

ὕπαρξιν ἑστῶσα ἂν εἴη ἡ ἐνέργεια, κα-

τὰ δὲ τὴν νόησιν εἰς αὑτὴν στραφεῖσα ἐ-

νέργεια, κατὰ δὲ τὴν ζωὴν ἐκ τῆς ὑπάρ-

ξεως ἐκνεύσασα ἐνέργεια. Καὶ κατὰ τοῦτο

ἕστηκεν ἅμα καὶ κεινεῖται καὶ ἐν ἑαυ-

τῷ ἐστιν καὶ ἐν ἄλλῳ καὶ ὅλον ἐστὶν καὶ

μέρη ἔχει καὶ ταὐτόν ἐστι καὶ ἕτερον,

κατὰ δὲ ψιλὸν αὐτοῦ τὸ ἓν καὶ οἷον πρῶ-

τον καὶ ὄντως τὸ ἓν οὔτε ἕστηκεν

οὔτε κεινεῖται οὔτε ταὐτόν ἐστιν οὔ-

τε ἕτερον οὔτε ἐν ἑαυτῷ ἐστιν οὔτε

ἐν ἄλλῳ. Ὅτι δὲ οὔτε νοούμενον οὔτε

ἐνεργοῦν οὔτε εἰς ἑαυτὸ οὔτε εἰς ἄλλο ...