The Greek Library Author

Athanasius of Alexandria

Contra gentes (Ms 44)

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local004
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ἰησοῦς ἰς · χριστὸς χς ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μονουχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε, καὶ ἡλίου λαμπρότερον ἑαυτὴν, διὰ τῆς χριστοῦ χυ διδασκαλίας, ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένῳ μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων, ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαί, πρὸς τὴν τῆς ἀληθείας ἐπαγγελίαν· εἰσὶ δὲ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων, εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὅραὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν, ἅπερ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δή, τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσεται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις, ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν, πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν, καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν στρον , μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρ ει ί α καθηρέθη, πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτου ἀπελαύνεται, καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται, καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πὴρ , καὶ οἱ μὲν ἀντιλέγοντες, καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων λεγόντων ὡσειμέραι τὰς ψυχὰς ἀφανῶς, μεταπείθει πως, εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινός ἐστιν ἐπινοεῖν τό πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς, τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα, πάσχειν δὲ καὶ οὗτοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον, διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς ἑαυτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος, εἶναι θεὸν θν καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἄνε , ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων, οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν, ἠγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ἄνοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο καὶ καθ’ ἑαυτῶν ἀνα ἀντι τυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν, ἑαυτοῖς ἀνεπλάσαντο, τὰ οὐκ ὄντα, ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς , ὁ ὑπερέκεινα πάσης οὐσίας ἀνθρωπίνης ἀνίνης καὶ ἐπινοίας ὑπάρχων, ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ τὸ ἀνθρώπινον ἀνίνον γένος, κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αὐτὸν ὁμοιὀτητος κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος, ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ φαντασίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων ζητήσεως ἀποδήση αποδηση ἀποπηδήση · ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀλλάγε ἀγάλλεται καὶ συνομιλεῖ τῷ θεῷ θῷ ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ χριστοῦ χῦ θεοῦ θῦ γνῶσιν· θεωρεῖ μὲν ἀεὶ, διὰ τῆς αὐτοῦ καθαρότητος, τὴν τοῦ πνεύματος πνς εἰκόνα, τὸν θεὸν θν λόγον· οὗ κατ’ εἰκόνα γέγονεν· ὑπὲρ ἐκπλήττεται δὲ κατανοῶν, τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπὲρ ἄνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμεννος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅ τε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων , οὐδέ, τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει, ἀλλ’ ὅλος ἐστίν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ ἐσθητὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῷ, καὶ τὸν τοῦ λόγου πατέρα πρα , ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον, ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλώτταν, ἀδὰμ ὀνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντῳ παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν , καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρία ἣν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν, ἱκανὴ δὲ καὶ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ, καὶ τὸν θεὸν θν δι’ αὐτῆς κατοπτρίζεσθαι, καθάπερ καὶ ὁ κύριος κς φησὶ, μακάριοι οἱ καθαροὶ τῇ καρδία ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται, οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται, τὸ τῶν ἀνθρώπων ἀνών γένος κατεσκεύασε, καὶ μένειν ἠθέλησεν·

οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων, καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρῳ μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν, ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοῦντες καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες, τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις, καὶ τῶν ἐγυτέρω ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῷν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι, καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀληθὲς, ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί· κἀκεῖνος γὰρ, ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν , καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως, ἀπέστη μὲν, τῆς πρὸς τὸν θεὸν θν διανοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν, ὄτι γυμνοὶ ἦσαν· καὶ γνόντες, ἠσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία, τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως, καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας, ἀνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι, ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαμβάνοντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ, καὶ δειλίαι· καὶ φόβοι· καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῇ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον· καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι. ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρία, καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα, κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι, οὐ παύεται· κινεῖται οὖν, οὐκ ἔτι μὲν κατ’ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν, μετὰ ποιεῖ· καταχρωμένη τοῦτο, εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονεν· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι, οὐ δύναται, τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι, τὰ καλά· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν, καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως, γινώσκειν τὸν δημιουργὸν, ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων, καὶ τῶν τοῦ θεοῦ θῦ νόμων, ἔχοντος δὲ καὶ χεῖρας, εἰς τὴν τῶν ἀναγκαίων ἐνέργειαν, καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς, ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τοῖς ἐν αὐτοῖς κινήσεως λοιπὸν πλανωμένη, κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τοῦτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα, ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν, καὶ ἀποστολῆ στολικὴ φωνή παρεγγυᾶ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν κοπιάσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοήν, εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν, ἀντι νομίμης τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας· καὶ λοιδορίας· καὶ ἐπιορκείας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γὰρ γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα, κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφὴ· ὡς γὰρ ἐὰν ἠνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ, καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει, ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνειν τὸν ἵππον ὡς σἂν δύνηται, δύναται δὲ, ὡς βούλεται, καὶ πολλάκις μὲν, εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατακρημνῶν ἐλαύνειν φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ, πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει καὶ οὐχ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῇ πλάττει· οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατασκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα, ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων, οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν, ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι, καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ, ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν· οὐδὲ ἐν αὐτῷ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη, μεμιγμένην ἔχων τὴν φύσιν· ἢ αἰτίου αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πίστιν ναυαγίσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον, καὶ τοῦτον ἀγέννητον, τοῦ κακοῦ ποιητὴν, καὶ τῆς κακίας ἀρχηγὸν· τὸν καὶ τῆς κτίσεως δημιουργὸν· τούτους δὲ, εὐχερῶς ἄν τὶς ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἀνθρωπίνης ἀνίνης ἐν ἀνθρώποις ἀνοίς διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σVhρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ βεβαιῶν τὰ μωϋσέως ῥήματα, ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι καί ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς , καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς , τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς, ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἔστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν, εἰ μὴ ἄρα ὡς ἐνισοστασίῳ τοῦ ἀγαθοῦ θεοῦ θῦ , τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον, οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστι, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά εστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παραγνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ, ἄλλως τε, καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστί, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων, δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι, διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεὸς θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ καλὸν κακὸν , οὐ παρὰ θεοῦ θῦ · οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξαρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι καταστέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο, καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμοὺς, σκότος ἑαυτῷ τῷ ἐπινοεῖ, οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ πολλάκις πίπτων καὶ κατακρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς, ἀλλὰ σκότος, δοκῶν γὰρ βλέπειν, οὐδ’ ὅλως ὁρᾶ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν, δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσα ποιεῖν τί, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποῖαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα , ἐγγράφως φησίν, ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν, λογισμοὺς πολλοὺς· κακίας δὴ οὖν, εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξαρχῆς, οὔπω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον, ἵνα γινώσκης, ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ· κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην, ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη, καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε, μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικὰ εἶναι τὰ καλὰ· ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀληθινοῦ γρ(άφε) ἀγαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται, καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῆ κάτοπτρον δι’ οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς , οὐκ ἔτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ, τὰ τῆ αἰσθήσει πρὸς πίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπὸν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις, τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτῇ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προ ει η γεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρ ει ί ας, ἡ κακία· μαθόντες γὰ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς, ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς, μ ὴ η κέτι μὲν βλέπει τὸ φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ, μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζοι μ ὴ η δὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες, καταδύναντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης, ἀμυδρῶς τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα, οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσω μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθεν γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρο νοῦ λαμβάνοντες κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θε ῖ ί α γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίῳ καὶ σελίνη καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα· καὶ τὰ ἐν τῷ ἀέρι, προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα, καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως, τὴν θερμὴν καὶ τὴν ψυχρὰν, καὶ τὴν ξηρὰν, καὶ τὴν ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες, περὶ τὴν γῆν ἰλυσπῶνται, δίκην τῶν ἐν τῇ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων πεσόντεςκαὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφάς· τῶν μὲν, ἔτι ζώντων, τῶν δὲ, καὶ μετὰ θάνατον, εἰς θεοὺς ἀνέθηκαν· ἔτι δὲ καὶ χείρονα λογιζόμενοι καὶ βουλευόμενοι, ἤδη καὶ εἰς λίθους, καὶ ξύλα· καὶ ἑρπετὰ· ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες, καὶ τὸν ἀληθινὸν καὶ ὄντως ὄντα θεόν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι ἀποστρεφόμενοι · εἴθε δὲ κἂν μέχρι τούτων εἰστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρῳ βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γὰρ τινες καταπεπτώκασι τῇ διανοία, καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μ ὴ η δόλως μηδαμῶς ὑπάρχοντα μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοι εἰσὶν, οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὁφιοκέφαλοι· καὶ ὁνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων, κεφαλὴν καὶ ὦμον· καὶ χεῖρα, καὶ πόδα· καθ’ ἑαυτὰ διελόντες ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξολοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν, ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως, καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως, καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ αὐτῶν, ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδία, ἑρεμῆς· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος· παραδὲ αἰγυπτίοις, ἴσις καὶ ὄσιρις· καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον , καὶ ἄνθρωπον ἄνον οὐ σεμνὸν, ἀλλ ὰ ’ ἀ σελγείας ἔμπλεων, διὰ φό ρ β ον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρα τῶν αἰγυπτίων, τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν, καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα, μετὰ κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ πρ ὸ ο μαρτύρεται λέγουσα, ἀρχὴ πορνείας, ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσης μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῷ πρότερον ἢ τάχα καὶ μέχρινυν ἡ ῥωμαίων σύγκλητος, τοὺς πώποτε αὐτῶν ἐξαρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλονται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσι· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίας, θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τοῦ θεοποιεῖν, αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες, καὶ εἶναι θνητοὶ, μὴ διαρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων, τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς, ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος, οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον, ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι, θεοὶ ζεὺς, καὶ ποσειδῶν, καὶ ἀπόλλων, καὶ ἤφαιστος, καὶ ἑρμῆς, καὶ ἐν θηλείαις, ἥρα, καὶ δήμητρα, καὶ ἀθηνᾶ, καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι· καὶ εἴθε μέχρις ἀρρένων εἰστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θήλειας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῇ τοῦ θεοῦ θῦ τιμῆ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις, ἴσις κόρη καὶ νεωτέρα, καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἠγοῦμαι πάσης χλεύης ὄντα μεστὰ· πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος, ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες, οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν, οὐκ ἂν γὰρ εἴπερ ἤδεισαν αὐτοὺς θεοὺς ὡς ἀπολωμένους ἐκόψαντο, τούτου γὰρ χάριν, οὐ μόνον οὐ νομίζοντες εἶναι θεοὺς, ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο, ἵνα μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν, τούτοις περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰς ἔτι καὶ νῦν, ὁ περὶ ὀσίρεως· καὶ ὥρου καὶ τύφωνος· καὶ τῶν ἄλλων, θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· κκαὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον καὶ τοῦτον, ἐκ πατρὸς πρς ὡμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανοηθεὶς, ὁ πλάτων, εἰς τὸν πειρεᾶ μετὰ σωκράτους μετέρχεται κατέρχεται · τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ, ἐδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας, εἰδώλων ἐπίνοια· εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπαρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ πὴρ , τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησαν· καὶ παρέδωκε τοῖς ὑποχειρίοις, μυστήρια καὶ τελετὰς· εἶ τῆς ἐν εἶτ’ ἐν χρόνω κρατηθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο τὰ γλυπτὰ· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν οἱ ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα, ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας, ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενος διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσατο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον ὅτι ἡ συμφορᾶ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα, λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῶν εἰδώλων εὑρέσεως, ἐπὶ μάρτυρι τῇ γραφῆ, παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὅρα λοιπόν σοι καὶ τὸν κ’ αὐτοῖς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσων ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι, τὰ τεκμήρια λαμβάνοντες· εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρήσει, μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἶον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτῶν ἀκούειν, ἁρπάζοντα μὲν τὸν γανυμήδην, καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας, δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπώληται τείχει· οἷον ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπηδόνος καὶ βουλόμενον αὐτῷ βοηθῆται, καὶ μὴ δυνάμενον· ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων θεῶν· ἀθηνᾶς δὴ λέγω καὶ ἤρας· καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς· καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσι τὲ καὶ πτηνοῖς, ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον, διὰ τ ὸ ὴ ν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον, ὑπ’ αὐτοῦ δεσμούμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν τοσαῦτα δράσαντα καὶ διαβληθέντα, ἃ μὴ οἱ κοινοὶ τῶν ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τῆς εἰς σεμέλην· καὶ λήδαν· καὶ ἀλκμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαίαν· καὶ εὑρώπην· καὶ δανάην· καὶ ἀντιόπην, παρανομίαν καὶ φθορὰν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειεν καὶ ζημιώσειεν θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἄλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας, θεοποιήσας ἀνέθηκεν· ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι, διόνυσος καὶ ἡρακλῆς· διόσκοροι· καὶ ἑρμῆς· καὶ περσεῦς· καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω, τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν· ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέος, τὴν ἥραν, καὶ τὸν ὑποχθόνιον ὃν καλοῦσι θεὸν θν ἀϊδωνέα, καὶ διόνυσον μὲν, ὑπὸ περσέως, ἀθηνὰν δὲ, ὑπὸ ἀρκάδος, καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χω λαίνον λευον τα, οὐ καταγνώσεται τῆς φύσεως, καὶ ἀποστραφήσεται μὴ μὲν τοῦ λέγειν αὐτοὺς εἶναι ἔτι θεοὺς, φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς καὶ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται, καὶ μᾶλλον, τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμά σεται σειεν · ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν, καὶ τὸν ἠφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπιθέαν τῆς μοιχείας ὑπὸ τοῦ ἠφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας τὴν ἀσέλγειαν αὐτῶν, οὐκ ἂν γελάσει καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν, ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ, καὶ σιδήρῳ, καὶ λίθοις, καὶ ξύλοις, θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῖσος, καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων, τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις, τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες, τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες, οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας, προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς παρ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις, καὶ ξύλοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη, θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες, σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀρχὴ ἀργὴ , ἐπὶ τοσοῦτον πατοῦσι, καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμωτέρας χρῶνται· ἐπ ι ει δὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα, τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμ ι η σε καὶ ἐθεοποίησε· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν, τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἥπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα, ὅτι καὶ προυπῆρχε τῶν ἐν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη, οὕτω γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα, προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα, ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχειεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτ η ει ρήσειε καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὴ αὐτοὶ , τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μηδ’ ὅλως κινουμένους ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάσσουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καὶ μή τοι νομίσης ταῦτά με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ, καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι, καὶ οὐκ ὀσφραν θήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσι ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ· οὐδὲ προφητικὴ τούτων ἀπέστη μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις, ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς , αἰσχύνθητε οἱ πλάσσοντες θεόν θν · καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο, ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα, ὅτι ὤξυνε τέκτων σίδηρον καὶ σκεπάρνω εἰργάσατο αὐτό· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινάσει· καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλη ἐρρύθμισεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ, ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκω· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, καὶ ὃ ἐφύτευσεν ὁ κύριος κς · καὶ ὑετὸς ἐμήκυνεν ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν, καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ, καὶ καύσαντες, ἔπεμψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν, εἰργάσαντο εἰς θεοὺς, καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ, κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεως αὐτοῦ, κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς, εἶπεν, ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξέλοῦμαι ὅτι θεός θς μου εἶ σὺ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδία αὐτοῦ· καὶ οὐκ ἀνελογίσατο ἐν…