Contra gentes (Ms 52)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local011- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ἄλλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μονονουχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπροτέραν ἑαυτήν διὰ τῆς χριστοῦ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοι τε ᾦμεν, ὀλίγα τῆς κατὰ χριστὸν πίστεως ἐκθώμεθα· δυναμένῳ μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν, φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι, αὐτάρκεις μέν γάρ εἰσίν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ, πρὸς τῆν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καί πολλοί τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι, οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τήν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσίν νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστὶν ἅ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλειν καὶ γράφειν σοι· λέγω δή τήν κατά τόν σωτῆρα χριστὸν πίστιν· ἵνα μήτε εὐτελῆ τίς τήν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τήν εἰς χριστόν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι, καὶ πλατύ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ προφέροντες, ἐφ’ ᾧ μάλιστα καὶ τήν ἀναισθησίαν αὐτῶν, οἰκτερήσειεν ἄν τις· ὅτι τόν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τήν τούτου δύναμιν πᾶσαν τήν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ, εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως, ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τόν νοῦν, ἐχλεύαζον τό τηλικοῦτον, ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρν μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῷ σημείῳ τούτῳ ἀπελαύνεται, καὶ μόνος ὁ χριστὸς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ· καὶ οἱ μὲν, ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὡς ημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς; εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτούς, ἔτι ἀνθρώπινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ λόγον καὶ σωτῆρα εἶναι τοῦ παντός τόν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ το ῦτον ύτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίον ὁ τοῦ φωτός ἀρχηγὸς ἥλιος, οὕτω θείου πράγματος ὄντος τοῦ τήν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τόν ἀρχηγόν καί ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν καὶ θεοῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτόν ἡμῖν, πρότερον διελέγξαντες τήν τῶν πιστῶν ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ αὐτῆς ἐπιλάμψη· καὶ θαῤῥῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ὅτι ἀληθείᾳ πεπίστευκας· καὶ τὸν χριστόν γινώσκων οὐκ ἠπατήθεις· πρέπειν δέ σοι ἡγοῦμαι, φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τήν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαι σοι πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γάρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τήν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντός δημηουργὸς καὶ παμβασιλεὺς θεὸς, ὁ ὑπερεπέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου, τοῦ σωτῆρος ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ, τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητήν καὶ ἐπιστήμονα, διὰ τῆς πρός αὐτόν, ὁμοιότητος κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν, καὶ γνῶσιν· ἵνα τήν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ φαντασίας ποτὲ ἀποστῇ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήσῃ, ἀλλ’ ἔχων τήν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τήν ἰδίαν ἐκ τοῦ πατρικοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλεῖν τῷ θείῳ, ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντος καὶ ἀθάνατον βίον· οὐδὲν γάρ ἔχων ἐμπόδιον εἰς τήν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τήν τοῦ πατρὸς εἰκόνα· τὸν θεον λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοὼν δι’ αὐτοῦ τήν εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενον· πρὸς δὲ τὰ ἐν οὐρανοῖς θεῖα καὶ νοητὰ τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων, οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τά αἰσθητά καὶ πάντα ἀνθρώπινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων γενόμενον, ὃς καὶ κατὰ τήν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραί γραφαὶ κατὰ τήν ἀρχήν ἀνεπαισχύντῳ παῤῥησίᾳ τὸν νοῦν ἐσχηκέναι πρός τόν θεόν· καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ, ἥν εἶχεν ἐν ἐκείνῳ τῷ τόπῳ, ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶν· καὶ τὸν θεὸν δι’ αὐτῆς κατοπτρίζεσθαι καθάπερ καί ὁ κύριος φησὶ· μακά ριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων γένος καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαν περὶ τήν τούτων κατάληψιν, τὰ ἐγγυτέρῳ μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν, ἑαυτούς δὲ κατανοοῦντες· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις, καὶ τῶν ἐγγυτέρῳ μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τήν ψυχήν, τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ δυνάμεως. τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀληθές· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ· κἀκεῖνος γάρ ἕως μὲν τόν νοῦν εἶχε πρὸς τὸν θεὸν, καὶ τήν τούτου θεωρίαν, ἀπεστρέφετο τήν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλίᾳ τοῦ ὄφεως ἀπέστημεν τῆς πρὸς τὸν θεὸν διανοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. καὶ γνόντες, ᾐσχύνθησαν. οὐκ ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, ἀλλ’ ὅτι γυμνοί τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ μόνον θεὸν λέγω κατανοήσεως καί τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος· εἶτα, οἷα φιλεῖ γίνεσθαι, ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τήν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον, καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθον φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημάναι· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ᾑσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τήν ἡδονήν· πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τήν ἡδονήν αὐτὸ τὸ ὄντος καλόν· ὥσπερ εἴ τις τήν διάνοιαν παραπληγείς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπατώντων, νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξαντο· οὖσα γὰρ τήν φύσιν εὐκίνητος, εἰ καί τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκ ἔτι μὲν κατὰ ἀρετήν, οὐδὲ ὥστε τὸν θεὸν ὁρᾶν, ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ, καταχρωμένη τούτῳ εἰς ἅς ἐπενόησεν ἐπιθυμίας ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφ ό ο μεν ος η δὲ τὸ καλόν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τήν φύσιν οὖσαν ὡς προεῖπον εὐκίνητος, καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑα ὐ υ τῆς, ὁρᾷ ἑαυτήν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέρεσι χρᾶσθαι εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημὶ τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κατα λέγω, καθότι ἐπινοίαις ἀνθρώπων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γάρ τοῦ σώματος ὀφθαλμοὺς, εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντες δὲ καὶ ἀκοήν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν, τοῦ θεοῦ νόμων· ἔχοντες δὲ καὶ χεῖρας, εἴς τε τήν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς θεὸν εὐχῆς, ἡ ψυχὴ ἀποστάσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τούτω καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τήν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίαν τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καί τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σῴζει τήν ἑαυτῆς ἀξίαν, καὶ οὐχ’ ἁμαρτάνει ποιουσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἅ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνὴ παρεγγυᾶ, πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τήν ἀκοὴν εἰς παρακοήν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τό μοιχεύειν ἀντί νομικῆς τεκνογονίας· καὶ τήν μέν γλῶτταν, ἀντί εὐφημίας, εἰς βλασφημίας, καὶ λοιδορίας, καὶ ἐπιορκίας· τάς δέ χεῖρας αὖ πάλιν, εἰς τό κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους· καὶ τήν μὲν ὄσφησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τήν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ, καταφρονήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνῃται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνη φερόμενος ὅπου δ’ ἂν ἑαυτῷ τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ, πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τήν πρὸς τὸν θεὸν ὁδόν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ’ αὑτὴν ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ, ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χῦ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει. ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν χριστὸν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτήν εἶναι τήν κακίαν ἀπεφῄναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητήν τῶν ὄντων, οὐκ ᾂν γὰρ εἴη τῶν ὄντων κύριος, εἴ γε κατ’ αὐτοὺς ἡ κακία ἡ ὑ πόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητήν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείῃ· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν οὐδὲ ἐν αὐτῷ ἐστίν, οὐδὲ δι’ ἑαυτοῦ, ἐπεὶ οὐκ ἔτι καλὸν εἴη μεμιγμέν ο η ν ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τήν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττοντε δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ πατέρα, θεὸν ἕτερον, καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητήν καὶ τῆς κακίας ἀρχηγὸν τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος καὶ σωτήρ ἡμῶν ἰησοῦς ἰς χριστός, ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησί, βεβαιῶν τὰ μωυσέως ῥήματα, ὅτι κύριος ὁ θεός θς εἷς ἐστι· καί ἐξομολογοῦμαι σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεός, καὶ οὗτος οὐρανοῦ καὶ γῆς κύριος, πῶς ἄλλως ἂν εἴη θεὸς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός; τὰ πάντα τοῦ μόνον καὶ ἀληθινοῦ πληροῦντος κατὰ τήν τοῦ οὐρανοῦ καὶ γῆς περίληψιν; πῶς δὲ καὶ ἄλλ ω ο ς ἂν εἴη ποιητὴς ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ τοῦ χριστοῦ ἐστι κύριος κατὰ τήν τοῦ σωτῆρος φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἀσθένεια ἐστὶν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τήν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέροις ἐστὶν, ὅτι μὴ βουλομένων, αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα, ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τό ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γὰρ οὐδὲν, πλήν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἄν γνωσθείῃ· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων, ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γάρ αὐτά ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον, καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκ οὖν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς· ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως, πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τήν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακόν οὐ παρὰ θεοῦ, οὐδὲ ἐν θεῷ· οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης καμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανόμενος περιπατεῖ, πολλάκις πίπτων καὶ κατά κρημνῶν ὑπάγων νομίζων εἶναι φῶς ἀλλ’ οὐ σκότος, δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν ὁρᾶν δύναται, ἑαυτήν τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμέν οι η , οὐδ’ οἶδεν, ὅτι δοκοῦσα τί ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται, καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτήν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε γάρ εἰς τὸ ὁρᾷν τὸν θεὸν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἐποίησεν εὐθύ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλοὺς· κακίας δή οὖν εὕρεσις καὶ ἐπινοια τοῖς ἀνθρώποις ἐξ ἀρχῆς οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τήν τῶν εἰδώλων πλάνην μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκῃς ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τήν ἀρχήν ἔχον κακήν, ἐν οὐδενί ποτε καλόν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῇ τῆς κακίας ἐπινοίᾳ ἡ τῶν ἀνθρώπων ψυχή, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτήν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τήν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικὰ εἶναι τὰ καλὰ· ἀποστραφεῖσα δὲ καί ἐπιλαθομένη ἑαυτήν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ, οὐκ’ ἔτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως, τὸν θεὸν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῇ κάτοπτρον, δι’ οὗ μόνον ὁρᾷν ἠδύνατο τήν εἰκόνα τοῦ πατρός, οὐκ’ ἔτι μὲν ὁρᾷ, ἃ δεῖ ψυχήν νοεῖν· παντί δὲ περιφέρεται· καί μόνα ἐκεῖνα ὁρᾶ τὰ τῇ αἰσθήσει προσπίπτοντα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπὸν ὃν ἐπελάθετο ἐν διανοίᾳ θεὸν, τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ προσηγορίαν ἀνατιθεῖσα, καί μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καί ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία. μαθόντες γάρ οἱ ἄνθρωποι τήν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτω καὶ τοὺς οὐκ’ ὄντας θεούς, ἑαυτοῖς ἀνεπλάσσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς μηκ’ἔτι βλέπ ει οι τὸ φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τήν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῶ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες καταδῦντες εἰς τάς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ ἐννοίας καί δόξης ἀμυδρῷ τῷ λογισμῷ μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, τήν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, καὶ τά ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν· ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παραδειγμα οἱ εἰς τόν βυθόν καταδυόμενοι, ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν· οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τήν εἰδωλολατρίαν, οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν, ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμόνίας· καί κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνέπιπτον κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχύστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τήν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθη κακῶν καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ θεοῦ· καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι πρώτοις οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνη· καὶ τοῖς ἄστροις τήν τοῦ θεοῦ τιμήν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτούς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα, καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δέ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα, καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως, τήν θερμήν καὶ τήν ψυχράν καὶ τήν ξηράν οὐσίαν θεοὺς ἀνύμνησαν· ὡς δὲ, οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσῳ κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων, πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους καὶ ἀνθρώπων μορφὰς· τῶν μὲν ἔτι ζώντων· τῶν δὲ καὶ μετὰ θάνατον ὡς θεοὺς ἀνέθηκαν, ἔτι δὲ καὶ χείρονα βουλόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ, ἔνυδρά τε· καὶ χερσαῖα καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα· τήν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦπροσηγορίαν μετήνεγκαν, πᾶσαν τιμήν θεοῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντος ὄντα θεὸν τὸν τοῦ χριστοῦ πατέρα ἀποστρεφόμενοι· εἴθε δὲ κἄν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρῳ βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γὰρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα, μηδὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν, οἷοι εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρ ν κ ούμενοι ἐξ ὁλοκλήρου τοῦ σώματος ὅλου ἔχειν τήν θρησκείαν· ἐπιτείνοντες δὲ τήν ἀσέβειαν ἕτεροι, τήν πρόφασιν τῆς τούτων αἱρέσεως καὶ τῆς ἑαυτῶν κακίας τήν ἡδονήν καὶ τήν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦσιν· οἷος ἐστὶν ὁ παρ’ αὐτοῖς ἔρως καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, ὥσπερ αὐτῶν φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεούς ἀναθεῖναι· ἢ διὰ τιμήν τῶν ἀρξάντων, ἤ διαφόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεὺς· καὶ ὁ ἐν ἀρκαδίᾳ ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις ἴσις καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος, ὃν καίπερ ειδόντες ἄνθρωπον, καὶ ἄνθρωπον οὐ σεμνὸν ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων, ὅτι οὐκάλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις αὕτη, ἢ δι’ ἐπιθυμίαν, τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ προμαρτύρεται λέ γουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσης, μὴ δὲ μακρὰν πίστεως εἶναι τὸ λεγόμενον νομίσης, ὅπου γε καὶ οὐ πολλῶ πρότερον, ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τούς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλονται καὶ κρίνουσι δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσιν καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν αὐτοὶ, ἄνθρωποι τυγχάνοντες καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς μᾶλλον εἶναι θεούς αὐτούς· τὸ γὰρ ποιοῦν τοῦ ποιμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων, τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδούς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστὶν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ, τούτους θεούς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστὸν τοῦτο ἐστὶν· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι, ἐλέγχουσι τήν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος, οὐ καινὸν οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον, καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβο ὴ η μένοι θεοί ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων, καὶ ἥφαιστος καὶ ἑρμῆς, καὶ ἐν θηλείαις ἥρα καὶ δήμητρα καὶ ἀθην ἀ ὰ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καί οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι· καὶ εἴθε μέχρις ἀῤῥένων εἱστήκει τούτων ἡ εἰδωλολατρία καὶ μὴ εἰς θηλείας κατέφερον τήν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας, ἃς οὐδὲ εἰς κοινήν περί πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλές, ταύτας τῇ τοῦ θεοῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι, ἃς προειρήκαμεν, παρά δὲ αἰγυπτίοις, ἴσις καὶ κόρη, καὶ νεωτέρα, καὶ παρ’ ἄλοις ἀφροδίτην· τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδέ λέγειν εὐαγές ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστὰ. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι ἀλλά καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καί ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἤλεγξεν ἡ φύσις εἶναι θνητούς, τούτους καὶ ταύτας διὰ τὸ πολύ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες, καὶ θυσίας ἀναπλάσσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τήν πλάσιν, καὶ τήν τοῦ τεχνίτου φιλοτιμίαν, θεούς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολλoμένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον νομίζοντες θεοὺς εἶναι αὐτοὺς, ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνᾳ τούτους ἐτυπώσαντο· ἵνα τὸ μηκέτι εἶναι τήν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τήν τοῦ ἀληθινοῦ θεοῦ τιμήν περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὥρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα, καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεόν ἐλέγχουσιν, ἀλλ’ ἄνθρωπον, καὶ τοῦτον ἐκ πατρὸς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστόν, ὅτι καί ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸ πειραῖα μετὰ σωκράτους κατέρχεται τήν ἀνθρώπου τένη τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφή λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον· καὶ διατοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχόμενος πατήρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς· εἴτ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη, καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτὰ, οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τό μακρὰν οἰκεῖν, τήν πόῤῥωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐτίμησαν γρ(άφε)ἐποίησαν · ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τήν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον, διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτῃς τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως, ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης· ὥρα λοιπόν σοι, καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεούς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας. οἷον γὰρ, οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν· ἁρπάζοντα μὲν τὸν γανυμήδην, καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας. δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρῴων ἀπόληνται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτόν αχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπιδῶνος· καί βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μή δυνάμενον· καί ἐπιβουλόμενον ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν, ἀθηνᾶς δή λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικός καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύονται· καὶ πάλιν αὐτὸν κρυπτόμενον διὰ τήν τοῦ πατρὸς ἐπιβουλήν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον, κᾀκεῖνον ἀποτέμνοντα τόν πατέρα, ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεόν, τοσαῦτα δράσαντα, καὶ διαβληθέντα, ἅ μὴ δέ οἱ κοινοί ῥωμαίων νόμοι καί τοὺς ἁπλῶς ἀνθρώπους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· τὶς ἰδὼν αὐτοῦ τήν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμην καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην, καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν, ἢ τίς ἰδὼν τήν εἰς τήν ἰδίαν αὐτοῦ ἀδελφήν ἐπιχείρησιν καί τόλμαν· ὅτι τήν αὐτήν ἀδελφήν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καί ζημιώσειε θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τούς ἐκ τῆς μοιχείας αὐτῷ γενομένους παῖδας θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τήν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσὶ διόνυσος καὶ ἡρακλῆς καὶ διόσκοροι καὶ ἑρμῆς καὶ περσεύς καί σώτειρα· τίς ἰδών τὴν τῶν λεγομένων θεῶν ἀκατάλακτον πρὸς αὐτοὺς ἕριν ἐν ἰλίῳ, τῶν ἑλλήνων καί τῶν τρῴων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν; ὅτι διὰ τήν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τούς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην, ὑπὸ δὲ ἡρακλέους τήν ἥραν καὶ τὸν ὑποχθόνιον, ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως, ἀθηνὰν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τὸ εἶναι αὐτοὺς ἔτι λέγειν θεούς· φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τίς ἰδὼν τήν ἄρεος πρὸς ἀφροδίτην μοιχείαν, καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τήν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσηται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τήν ἡρακλέους πρὸς τήν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονήν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα, ἐφ’ οἷς μάλιστα καὶ οἰκτιρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται, καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι, καὶ ὁμολογοῦντες εἶναι κακὸν τήν παιδοφθορίαν, τούς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἅ μὴ δὲ ἐν ἀνθρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις θεοῖς περιτιθέντες οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσί πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶντες, οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς ἀλλὰ τήν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξιστός ἐστιν ὁ λίθος, καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμωτέρας χρῶνται· ἐπειδ’ἂν δ’ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλλη τὰς συμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικός εἰς τήν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος, ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τήν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τήν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾷν· οὐ γὰρ ἡ ὕλη τήν τέχνην, ἀλλ’ ἡ ὕλη τήν τέχνην ἐκόσμησε, καὶ ἐθεοποίησε· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἠβουλήθη, οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τήν ἐπιστήμην καὶ τήν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τήν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι, τούς μηδ’ὅλως κινουμένους, ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καὶ μή τι νομίσης ταῦτα με λέγειν ἁπλῶς, ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾷν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς, προδιδάσκουσ ει η ς ἄνωθεν καὶ λεγούσ ει η ς· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάριγγι αὐτῶν· ὅμοιοι αὐτο ὺ ῖ ς γένοιντο οἱ ποιοῦντες αὐτὰ· οὐδὲ προφητικὴ δὲ τούτων ἀπέστη μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέγοντος τοῦ πνεύματος, αἰσχυνθήσονται οἱ πλάσαντες θεόν, καὶ γλύφοντες πάντα μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθνήτωσαν ἅμα· ὅτι ᾤξυνε τέκτων σίδηρον, καὶ σκεπάρνῳ εἰργάσατο αὐτὸ· καὶ ἔστησεν αὐτὸ τὸ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίει ὕδωρ· ξύλα γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλη ἐρύθμισεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιοτάτου ἀνθρώπου· ἔστησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, καὶ ὃ ἐφύτευσεν ὁ κύριος καὶ ὑετὸς ἐμήκυνεν ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καί λαβών ἀπ’ αὐτοῦ θερμανθῇ· καί καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσεκύνησαν αὐτούς, οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσε πυρὶ· καὶ ἐπὶ τῷ ἥμίσυ αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθείς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνησε λέγων· ἐξελοῦμαι ὅτι ὁ θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ’ ἀνελογίσατο τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέ καυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτὸ. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τήν ψυ χήν αὐτῶν· ἴδετε καὶ οὐκ ἐρεῖται ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείαν κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας; ποία δέ τούτων ἐλπίς; ἢ τίς ἂν αὐτοῖς γένοιτο συγγνώμη; πεποιθῶσιν ἐπὶ τὰ ἄλογα καὶ ἀκίνητα· ἅ ἀντὶ τοῦ ἀληθινοῦ θεοῦ σέβουσιν; εἴθε γὰρ εἴθε κἂν χωρὶς σχήματος αὐτοῖς τούς θεούς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερόν ἔχωσι τὸν ἔλεγχον· ὑπέκλεψαν γὰρ ἂν τήν ὑπόνοιαν τῶν ἀκεραίων, ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων, οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως κείμενα πρὸς τήν τῆς αἰσθήσεως χρῆσιν, καὶ τήν τῶν αἰσθητῶν ἀντίληψιν νῦν δὲ, ἔχοντες οὐκ ἔχουσι· καὶ στήκοντες οὐ στήκουσι· καὶ…