The Greek Library Author

Athanasius of Alexandria

Contra gentes (Ms 53)

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local012
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ἄλλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μονονουχὶ γὰρ καθημέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπροτέραν ἑαυτὴν διὰ τῆς χριστοῦ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν, ὁλίγα τῆς κᾳτὰ χριστὸν πίστεως ἐκθώμεθα· δυναμένῳ μὲν σοι καὶ ἀπὸ τῶν θείων λόγίων ταύτην εὐρεῖν, φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γάρ εἰσὶν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ, πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι, οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πῶς τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶν νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστὶν ἃ παρ’ ἐκείνων ἐμάθωμεν, ταῦτα καὶ ἀπαγγέλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι, καὶ πλατύ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες, ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν· οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ, εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως, ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον, ἀλλὰ μᾶλλον καὶ αὐτοί τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν στρν μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτ η ί σεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόν ο ω ν φαντασία τῷ σημείῳ τούτῳ ἀπελαύνεται, καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν, ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὡς ἡμέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς· εἰκότως γὰρ ἄν τις ἔποι πρὸς αὐτοὺς, ἔτι ἀνθρώπινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα. πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου κατὰλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτω θείου πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν τὴν αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν καὶ θεοῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτόν ἡμῖν, πρότερον διαλέγξαντες τὴν τῶν πιστῶν ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δεου δι’ αὐτῆς ἐπιλάμψ ει η · καὶ θαῤῥῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ανε ὅτι ἀληθείᾳ πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθῃς. πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαι σοι πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδέ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπείνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς· ὁ ὑπερεπέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διατοῦ ἰδίου λόγου, τοῦ σωτῆρος ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ , τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αυτὸν, ὁμοιότητος κατεσκεύασε· δοὺς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτὲ ἀποστῇ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήσῃ, ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, γάλλεται καὶ συνομιλεῖν τῷ θείῳ, ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως καὶ ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς εἰκόνα· τὸν θεὸν λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν δι’ αὐτοῦ τὴν εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενον· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητά τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων, οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἑαυτῷ συν ὼ ῶ ν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα ἀνθρώπινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδών, ὁρᾶ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τούτον πόθῳ· ὥσπερ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων γενόμενον, ὡς ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντῳ παῤῥησίᾳ τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν· καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἣν εἶχεν ἐν ἐκείνῳ τῳ τόπῳ, ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ καὶ ἡ τῆς ψυχῆς Paradisusτροπικῶς καθαρότης ἐστὶ· καὶ τὸν θεὸν δι’ αὐτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριος κς φησὶ· μακά ριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· οὕτῳ μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαν περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ τε σῶματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμὴσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας, ἐνδιατρίψαντες δὲ τούτοις, καὶ τῶν ἐγγυτέρῳ μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν· τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι κα τ ὶ ἐκ τοῦ primus.homo.πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ· κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν, καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστημεν τῆς πρὸς τὸν θεὸν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες, ἠσχύνθησαν· οὐκ ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόανασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ μόνον θεὸν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος· εἶτα, οἷα φιλεῖ γίνεσθαι· ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον, καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθον φονεύειν καὶ ἀδικὸν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημάναι· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν αὐτὸ τὸ ὄντος καλόν· ὥσπερ εἴ τις τὴν διὰνοιαν παραπληγεὶς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπατώντων· νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς· ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξαντο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατὰ ἀρετήν, οὐδὲ ὥστε τὸν θεὸν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ, καταχρωμένη τούτῳ εἰς ἃς ἐπενόησεν ἐπιθυμίας ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλά νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν ο ῦ ὖ σαν ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέρεσι χρᾶσθαι εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα τὰ ὄντατὰ οὐκ ὄνταδέ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακά λέγω, καθότι ἐπινοίαις ἀνθρώπων οὐκ ὄντα ἀνᾳπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς, εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντες δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ νόμων· ἔχοντες δὲ καὶ χεῖρας· εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς θεὸν εὐχῆς, ἡ ψυχὴ ἀποστάσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τούτω καταχρωμένη, ἐνανενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίαν τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώμαζει τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ’ ἁμαρτάνει ποιοῦσα· ὅ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἅ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνή παρεγγυᾶ, πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμὲνη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας, καὶ λοιδορίας, καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας ἦν πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικ ί ι λίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέραν εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ, καταφρονήσῃ μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκ· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνῃται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶς, πολλάκις δὲ καὶ κατακρημνῶν ἐλαύνη φερόμενος ὅπου δ’ ἂν ἑαυτῷ τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτως τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ, πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπ· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτω καὶ ἡ ψυχή ἀποστραφεῖσα τὴν πρὸς θεὸν ὁδὸν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰς τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ’ αὐτήν ἐλαυνομένη· ἁμαρτάνει καὶ τό κακόν ἑαυτῇ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ, ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· Ad Philippensis.3.κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως χριστοῦ χῦ ἰησοῦ ἰῦ · σκοπῶν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν χριστὸν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο τᾳῦτα· ἢ τὸν δημιουργὸν ἀποστρε στεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων, οὐκ ἄν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ έ ε αυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτοὺς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν οὐδὲ ἐν αὐτῶ ἐστὶ, οὐδὲ δι’ ἑαυτοῦ, ἐπεὶ οὐκ ἔτι καλὸν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πίστιν ναυαγησαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν ἕτερον, καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν τὸν καὶ τῆς κτίσεως δημιουργὸν· τούτοις δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀνάπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος καὶ σωτὴρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέος ῥήματα, ὅτι κύριος κς ὁ θεὸς εἷς ἐστι· καὶ ἐξομολογοῦμαι σοι πάτερ περ κύριε τοῦ οὐρανοῦ οὐνου καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς, καὶ οὗτος οὐρανοῦ οὐνου καὶ γῆς κύριος, πῶς ἄλλως ἂν εἴη θεὸς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς, τὰ πάντα τοῦ μόνον καὶ ἀληθινοῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν; πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς ὧν αὐτὸς ὁ θεὸς καὶ πατὴρ τοῦ χριστοῦ ἐστι κύριος κατὰ τὴν τοῦ σωτῆρος φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι κύριον εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγ ο ω σιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστὶν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἀσθένειά ἐστὶν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέροις ἐστὶν· ὅτι μή βουλομένων, αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα, ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γάρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων, ἤ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτά ἅμα ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον, καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς· ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως, πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτό ἀδύνατον. σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ , malum etcausamaliοὐδὲ ἐν θεῶ θῶ · οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βούλονται· ὡς γὰρ ἂν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῷ ἐπινοεῖ οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανόμενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατακρημνῶν ὑπάγων νομίζων εἶναι φῶς ἀλλ’ οὐ σκότος, δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν ὁρᾶν δύναται, ἑαυτὴν τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐδ’ οἶδεν, ὅτι δοκοῦσα τί ποιεῖν οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται, καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ θεοῦ θῦ τὰ φθαρτά καὶ τὸ σκότος ἐζή τησεν, ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θε ὸς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθύν, αὐτὸς δὲ ἐζήτησεν λογισμοὺς πολλοὺς· κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης idola ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχ ω ο ν κακήν, ἐν οὐδενὶ ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῇ τῆς κακίας ἐπινοίᾳ ἡ τῶν ἀνθρώπων ἀνων ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτήν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μὴ δὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικὰ εἶναι τὰ καλὰ· ἀποστρᾳφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ, οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως, τὸν θεὸν λόγον καθ’ ὃν καὶ γέγονε ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῆ κάτοπτρον, δι’ οὗ μόνου ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς, οὐκ ἔτι μὲν ὁρᾶ, ἇ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτοντα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπὸν ὃν ἐπελάθετο ἐν διανοίᾳ θεὸν, τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν τοῦ θεοῦ προσηγορίαν ἀνατιθεῖσα, καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὑτω καὶ τοὺς οὐκ ὄντας θεοὺς, ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέπ τὸ φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες καταδῦντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης ἀμυδρῷ τῷ λογισμῷ μᾶλλον δὲ ἀλογίᾳ χρησάμενοι, τὰ φαινομενα θεοὺς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν· ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν· οὕτω καὶ τὸν τῶν ἀνθρώπων πέπονθε γένος οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλολατρίαν, οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν, ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνέπιπτον κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δέ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθη κακῶν καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ θεοῦ· καὶ καταβαίνοντες ταῖς ἐννοίαις γρ(άφε)ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίῳ καὶ σελήνη· καὶ τοῦ τοῖς ἄστροις τὴν τοῦ θεοῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα, καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα, καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως, τὴν θερμὴν καὶ τὴν ψυχρὰν καὶ τὴν ξηρὰν οὐσίαν θεοὺς ἀνύμνησαν· ὡς δὲ, οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσῳ κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων , πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων μορφὰς· τῶν μὲν ἔτι ζώντων· τῶν δὲ καὶ μετὰ θάνατον ὡς θεοὺς ἀνέθηκαν, ἔτι δὲ καὶ χείρονα βουλόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετά, ἔνυδρά τε καὶ χερσαῖα καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα· τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ προσηγορίαν μετήνεγκαν, πᾶσαν τιμήν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες, καὶ τὸν ἀληθινὸν καὶ ὄντος ὄντα θεὸν τὸν τοῦ χριστοῦ χῦ πατέρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἰστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβεί α αι ς ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπέπτώκασι τῆ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ’ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν, οἷοί εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ σώματος ὅλου ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι, τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας τὴν ἡδονήν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦσιν· οἷος ἐστὶν ὁ παρ’ αὐτοῖς ἔρως καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, ὥσπερ αὐτῶν φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεοὺς ἀναθείναι· ἢ διά τιμήν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεὺς· καὶ ὁ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ AdrianusAntinousαἰγυπτίοις ἴσις καὶ ὄσιρις καὶ ὦρος, καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος, ὃν καίπερ εἰδόντες ἄνθρωπον, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· ατ αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δέ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων, ὅτι οὐκ ἄλλο εὑρέθ παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἤ δι’ ἐπιθυμίαν, τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγου σα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως εἶναι τὸ λεγόμενον νομίσης, ὅπου γε καὶ οὐ πολλῶ πρότερον, ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας Romaniβασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνουσι δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν αὐτοὶ, ἄνθρωποι τυγχάνοντες καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς μᾶλλον εἶναι θεοὺς αὐτοὺς· τὸ γὰρ ποιοῦν τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων, τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὅ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστὶν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ, τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεοὺς· ἀλλὰ τὸ θαυμαστόν τοῦτο ἐστὶν· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος· οὐ καινὸν οὐδὲ ἀπὸ τῆς ῥωμαἴων ἤρξατο βουλῆς, ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον, καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἐννοίαν. καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων, καὶ ἥφαιστος καὶ ἑρμῆς, καὶ ἐν θηλείαις ἥρα καὶ δήμητρα καὶ ἀθηνὰ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν Theseusἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι· καὶ εἴθε μέχρις ἀῤῥένων εἱστήκει τούτων ἡ εἰδωλολατρία καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας, ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῇ τοῦ θεοῦ τιμῇ θρησκεύουσιν καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι, ἃς προεἰρήκαμεν· παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ κόρῃ καὶ νεωτέρα, καὶ παρ’ ἄλλοις ἀφροδίτην· τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἤλεγξεν ἡ φύσις ἀνθρώπους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολύ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες, καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν, καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολλoμένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον νομίζοντες θεοὺς εἶναι αὐτοὺς, ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν, ἐν εἰκόνᾳ τούτους ἐτυπώσαντο· ἵνα τὸ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοὺςοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ τιμὴν περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα, καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν, ἀλλ’ ἄνθρωπον· καὶ τοῦτον ἐκ πατρὸς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ Plato καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸ πειραῖα μετὰ σωκράτους κατέρχεται τὴν ἀνθρώπου ἀνου τέχνῃ πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν Sapient.14.ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰ δώλων· εὕρεσις δὲ αὐτῶν· φθορὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦ το σύντομον αὐτῶν τὸ τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ πηρ τοῦ ταχέως ἀ φαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τό τε νεκρὸν ἄνθρωπον, νῦν ὡς ζῶντα ἐτίμη σε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρι α καὶ τελετὰς· εἶτ’ ἐν χρόνῳ κρατηνθὲν τὸ ἀ σεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη, καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γυπτὰ .γρ(άφε).γλυπτὰ , οὓς ἐν ὄψι μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόῤῥωθεν ὄψιν ἀνατυπωσάμε νοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κά λλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον, διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέν οτα ἄνθρωπον· νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συ μφορᾷ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περι έθηκαν· τοιαύτης τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως, ἐπὶ μάρτυρι τῇ γραφῇ παρα τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης· ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδε δεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβάνοντες· εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις· εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ, οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς Iupiterἔρωτας καὶ τὰς ἀσελγείας· οἷὸν ἐστιν αὐτὸν ἀκούειν· ἁρπάζοντα μὲν τὸν γανυμηδὴν, καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντ ὰ α μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρῴων ἀπόληνται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ σαρπιδῶνος· καὶ βουλόμεμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλόμενον ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν, ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶν νος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονών· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντ ας αι · καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον· κᾀκεῖνον ἀπὸτέμνοντα τὸν πατέρα· ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν· τοσαῦτα δράσαντα, καὶ διαβληθέντα, ἅ μηδὲ οἱ κοινοὶ ῥομαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἐπιτρέπουσιν ποιεῖν; ἵνα γὰρ ἐκ πόλλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος· τὶς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμην καὶ λητώ καὶ μαῖαν καὶ εὐρώπην, καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τὶς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἰδίαν ἰδίανἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας αὐτῷ γενομένους παῖδας θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσὶ διόνύσος καὶ ἡρακλῆς καὶ διόσκουροι καὶ ἑρμῆς καὶ περσεὺς καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλακτον πρὸς αὐτοὺς ἔριν ἐν ἰλίῳ· τῶν ἑλλήνων καὶ τῶν πρώων χάριν οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν; ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυνὰν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην, ὑπὸ δὲ ἡρακλέους τὴν ἥραν καὶ τὸν ὑποχθόνιον, ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως, ἀθηνὰν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα οὐ καταγνώσεται τῆς φύσεως, καὶ ἀποστραφήσεται μὲν τὸ εἶναι αὐτοὺς ἔτι λέγειν θεοὺς, φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους ἀνους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τὶς ἰδών τὴν, ἄρεως πρὸς ἀφροδίτην μοιχείαν, καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατὰσκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τὶς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν, τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα, ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι, καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτῃ διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις θεοῖς περιτιθέντες οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων De imaginibusμέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶντες, οὐδὲ λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξιστός ἐστιν ὁ λίθος, καὶ ἡ ὕλη ἀργὴ, ἐπι τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμωτέρας χρῶνται· ἐπειδἂν δ ό ὸ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλλη τὰς συμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος, ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ ὕλη τὴν τέχνην γρ(άφε). ἡ τέχνη τὴν ὕλην ἐκόσμησε, καὶ ἐθεοποίησεν δι· πολλῷ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προϋπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἠβουλήθη, οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθημέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μὴ δ’ὅλως κινουμένους, ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπεξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καὶ μή τι νομίσης ταῦτα με λέγειν ἁπλῶς, ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἁ ἀ παντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα. κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς, προ διδασκούσης Psalm..113.ἄνωθεν καὶ λεγούσης· τὰ εἴ δωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥίνας ἔ χουσι καὶ οὐκ ὀσφρανθήσονται· χειρας ἔχου σι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ. οὐδὲ προφητικὴ δὲ τούτων ἀπέστη μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλε γχος λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεὸν, καὶ γλύφοντες πάντα μάταια· Esaiae .44. καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κω φοὶ ἀπὸ ἀνθρώπων ἀνων συναχθήτωσαν πάντες, καὶ στήτω σαν ἅμα, καὶ ἐντραπήτωσαν καὶ αἰσθυνθήτω σαν ἅμα· καὶ ἐντραπη ὅτι ᾤξυνε τέκτων σίδηρον, καὶ σκεπάρνῳ εἰργάσατο αὐτὸ· καὶ ἔστησεν αὐτό τ ὸ ῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίει ὕδωρ· ξύ λα γὰρ ἐκλεξάμενος τέκτων· ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλῃ ἐρύθμισεν αὐτὸ, καὶ ἐ ποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραι οτάτου ἀνθρώπου, ἔστησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ, καὶ ὃ ἐφύτευσεν ὁ κύριος καὶ ὑετὸς ἐμήκυνεν ἵνα ἦ ἀνθρώποις εἰς καῦσιν, καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεμψαν ἄρτους ἐπ’ αὐτῷ, τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς, καὶ προσεκύνησαν αὐτοὺς, οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσε πυ ρὶ· καὶ ἐπὶ τῷ ἡμίσυ αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνησε λέγων· ἐξελοῦμαι ὅτι ὁ θεός μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυ ρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν, καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ ἀνελογίσατο τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐ τοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων ατοῦ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔ πεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀ πτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐ τό. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλα νῶνται; ἴδετε καὶ οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ καρδία μου; πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι; ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας; ποία δὲ τούτων ἐλπὶς;…