The Greek Library Author

Athanasius of Alexandria

Contra gentes (Ms 57)

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local016
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

λόγος α´ ἡ μὲν περὶ τῆς θεοσεβείας, καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι· φέρε ὦ μακάριε, ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα. δυναμένω μέν σοι καὶ ὑπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως, καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται. ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνοις ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβη· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατύ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύναμιν, πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι. εἰ γὰρ τοῦ σταυροῦ στρου γινομένου πᾶσα μὲν εἰδωλολατρεία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων τὰς ὀσἡμέραι τὰς ψυχὰς μεταπείθει ἀφανῶς· πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς· ἔτι ἀνθρώπινόν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν · καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν, ἵνα τῶν ψευδῶν διελεγχθέντων λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἀνε , ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεί, καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν ουν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξάντο· καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο, τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι. ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς , ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὤν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χῦ · τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτε ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδοκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλληται καὶ συνομολογῆ συνομιλῆ τῶ θείῳ· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον. οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος, τὴν τοῦ πατρὸς πρς εἰκόνα τὸν θεὸν θν λόγον, οὗ κατ’ εἰκόνα γέγονε· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν, καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅ τε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων· οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλ ω ο ς ἐστὶν ἄνω ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν· ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν ση(μειωτέον)πρῶτον τῶν ἀνθρώπων γενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλώτταν· ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ· ἣν εἶχεν ἐν ἐκείνω τῷ τόπῳ· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασε· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι· καθάπερ καὶ ὁ κύριος κς φησί· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται. οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν· τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας. ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες· ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις, ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀληθὲς, ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀκεῖνος μὲν γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν , καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο· τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τ ῶ οῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνῶντες ἠσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, οὐ τοσοῦτον ἀπὸ ἐνδύματος, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν. ἄποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως, καὶ τοῦ πρὸς αὐτὸν πόθου· λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσειν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι. ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητα φρονεῖν τῇ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυν τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι. ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις χρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν· πλανηθεῖσα κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τὴν ἡδονήν, αὐτὸ τὸ ὄντως καλόν. ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἁπ άντων αντώντων , νομίζοιτο τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος εἰ καὶ τὰ καλὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκ ἔτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τοῦτο, εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεί, καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς· ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τ ῆς οῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλὰ· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων, καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας· εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν, καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως· λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τούτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καὶ τοῦτο δύναται, καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονεν· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ παρεγγυᾶ φωνὴ· πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα συμ φέρει· ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ ἀδύνατονγρ(άφε) δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φωνεύειν πεποίηκε, καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν, ἀντὶ νομίμης τεκνογονίας, καὶ τὴν μὲν γλώτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας, τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους· καὶ τὴν μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφὴ ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίω καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἁπ ἁπάντων ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει φερόμενος· ὅπου δ’ ἂν ἑαυτόν, τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλε γε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ χριστοῦ χὔ · σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες· ἐν υποστάσει καὶ καθ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο, ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητήν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι, καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν, οὐδὲ ἐν αὐτῶ ἐστὶν· οὐδὲ δι’ αὐτοῦ. ἐπεὶ οὐκ ἔτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες, τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεόν ἕτερον, καὶ τοῦτον ἀγέννητον, τοῦ κακοῦ ποιητήν· καὶ τῆς κακίας ἀρχηγόν, τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ, βεβαι ῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστιν· καί ἐξο μολογοῦμαί σοι πάτερ περ · κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεός θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς ἐστι κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής, ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν· ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον, οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μέν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστίν, ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι. εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ· τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα. οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλ οις ων · ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα, ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκ οὖν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς θς . ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν· τῆς ἐκκλησιαστικῆς γνώσεως, ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ , οὐδὲ ἐν θεῶ, οὔτε ἐξ αρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμούς, σκότος ἑαυτῷ ἐπινοῆ, οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατῆ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς. ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν, οὐδ’ ὅλως ὁρᾶ· οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων, καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται ἑαυτῆ τὰ κακὰ ἐπενόησεν, ἐν οἷς κινουμένη· οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἐποίησεν εὐ θῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἐξ ἀρχῆς, οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν· ἤδη λέγειν ἀναγκαῖον, ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθῶν, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν, ἐν οὐδενί ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα τῇ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἡ ψυχὴ· κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα· καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ· οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκ ἐτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν. παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῇ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα· καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν ὃν ἐπελάθετο τῇ διανοία θεὸν θν · τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν θεοῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ. προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρείας, ἡ κακία. μαθόντες γὰρ οἱ ἄνθρωποι, τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ εἴ τις εἰς βυθὸν καταδύς· μηκέτι μὲν βλέπει τὸ φῶς, μηδὲ τὰ ἐν τῷ φωτί φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῷ βυθῶ αἰσθόμενος νομίζοι μηδέν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια· οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ ἐννοίας καὶ δόξης· ἀμυδρῷ τῷ λογισμῷ, μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν θν · ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσω μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον καὶ εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν· οὕτως καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλολατρείαν· οὐδὲ ἀφ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας, καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγου σα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ θεοῦ· καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι, πρώτοις οὐρανῷ οὐνῷ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν. εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς· αἰθέρα καὶ τὸν ἀέρα, καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχράν καί τήν ξηράν καί ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν. ὡς δὲ οἱ τέλεον πεσόντες ἐπὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῇ χέρσω κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων· πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους καὶ ἀνθρώπων μορφὰς· τῶν μέν ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον εἰς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετά, ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον. τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοία, καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ’ ὅλως μηδαμῶς ὑπάρχοντα· μηδὲ ἐν τοῖς γενομένοις φαινόμενα· ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι, λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεούς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέφαλοι, καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λύβισι κριοκέφαλος ἄμμων. ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων, κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες ἕκαστον εἰς θεοὺς ἀνέθηκαν· καὶ ἐξεθείασαν, ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι τὴν πρόφασιν τῆς τούτων εὑρέσεως, καὶ τῆς ἑαυτῶν κακίας, τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν ἐπιθυμήσαντες γρ(άφε) θεοποιήσαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δέ, αὐτῶν· ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος, ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδίᾳ ἑρμῆς, καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ ὄσιρος, καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον· καὶ ἄνθρωπον οὐ σεμνόν, ἀλλὰ ἀσελγείας ἔμπλεω, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησσκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδός· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρείας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσης, μηδὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρχοντας βασιλέας· ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι· δογματίζειν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μέν γὰρ ἀπεχθάνωνται τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν, ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν, αὐτοί ἄνθρωποι τυγχάνοντες, καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι. ἔδει δὲ θεοποιοῦντας αὐτούς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον· εἶναι δοκεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ανάγκης ἄρχει· καὶ ὁ διδοὺς πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεύς, ὃ μέν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι· ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι, ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων, ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν, οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἦν ἄνωθεν προγιγνόμενον, καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεύς καὶ ποσειδὼν καὶ ἀπόλλων· καὶ ἥφαιστος, καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα καὶ δήμητρα καὶ ἀθηνᾶ, καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας, τὸν διαταξάμενον εἰδότες· οὓς διετάξαντο, προτιμῶσι· καὶ εἴθε μέχρις ἀῤῥένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλείαν λαμβάνειν ἀσφαλές· ταύτας τῇ τοῦ θεοῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν, ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις· ἴσις, καὶ κόρη, καὶ νεωτέρα, καὶ παρ’ ἄλλ ης οις , ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πάσης χλεύης ὄντα μεστὰ. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα, καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν π’ἄνθος γρ(άφε) πένθος ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρήσκευσαν, πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν, οὐκ ἂν γὰρ εἴπερ ἤδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν, οὐ μόνον γὰρ χάριν, οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς· ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκέτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται· τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ τιμὴν τούτοις περιτιθέασιν. ἐν γοῦν αἰγύπτω εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τυφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνι χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν ἀλλὰ ἄνθρωπον· καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον καὶ τό τε θαυμαστον, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται τὴν ἀνθρώπου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων. ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γρα φὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ ση(μειωτέον) περὶ τῆς εὑρέσεως τῶν γλυπτῶν· αὐτῶν φθορὰ ζωῆς, οὔτε γὰρ ἦν ἀπ ἀρχῆς, οὔτε εἰς τὸν αἰ ῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμενος πατὴρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον νῦν ὡς ζώντα ἐτί μησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετ άς. εἶτ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλά χθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν, ἵνα τὸν ἀπό ντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτα σιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προ ετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῷ κρατοῦντι βουλόμε νος ἀρέσαι· ἐξεβιάσατο τῇ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐρ γασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασ μα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοι νώνητον ὄνομα, λίθοις καὶ ξύλοις περιέθηκαν. τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῆ· παρὰ τοῖς ἀνθρώποις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν ὅσον ἀφ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβάνοντας. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξομαι λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας οἶον γὰρ, οἷόν ἐστιν ἰδεῖν, τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτῶν ἀκούειν, ἁρπάζοντα μὲν τὸν γανυμήδην, καὶ τὰς κλοπ η ι μαίους ἐργαζόμενον μοιχείας· δεδι ώ ό τα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπώληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπιδόνος, καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς λέγω καὶ ἤρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς, καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμευόμενον, κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μηδὲ οἱ κοινοὶ ῥωμαίων νόμοι, καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν· ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος. τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν, καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δαναὴν καὶ ἀντιόπην παρανομίαν καὶ φθοραν· ἢ τίς εἰδὼν, τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας, θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων, ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς καὶ διόσκουροι· καὶ ἐρμῆς καὶ περσεὺς καὶ σώτειρα· τίς εἰδῶν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους παρώξυναν. τίς ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους τὴν ἤραν καὶ τὸν ὑποχθόνιον ὃν καλοῦσι θεόν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος, καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων οὐδὲν ἄλλο ἢ ἀνθρώπους αὐτοὺς, καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται, καὶ μᾶλλον τοὺς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου καταμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσει εν ε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν. ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν, τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παρὰ λόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ, καὶ σιδήρω καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος. καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις, τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμισγόμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μηδὲ ἐν ἀνθρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι ἃ οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπειδ’ ἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη, λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην, θεοὺς προσαγορεύει. ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐτήμονος τέχνην ἀποδέχεσθαι, καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε, καὶ ἐθεοποίησε· πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μηδόλως κινουμένους, ἀλλὰ καὶ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὕς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μήτοι νομίσης ταῦτα λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν ἔστι μέν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λε γούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἔργα χειρῶν ἀνθρώπων· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λα λήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχου σι καὶ οὐκ ὀσφραθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφή σουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσου σιν ἐν τῷ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλε γχος λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντ ες θεόν θν · καὶ γλύφοντες πάντες μάταια· καὶ πάντες ὅ θεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα καὶ ἐντραπή τωσαν καὶ αἰσθυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκνον γρ(άφε) τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτὸ· καὶ ἐν τερέτρω ἐρύθμισεν αὐτὸ· καὶ ἔστησεν αὐτὸ τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει, καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κό λλη ἐρύθμησεν αὐτὸ, καὶ ἐποίησεν αὐτὸ ὡς μορφήν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου, ἔστησεν αὐτὸ ἐν οἴκω· ὃ ἔκο ψε ξύλον ἐκ δρυμοῦ, ὃ ἐφύτευσεν ὁ κύριος κς · καὶ ὑετὸς ἐμήκυνεν ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν, καὶ λαβῶν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεμψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ, καὶ ἐπὶ τοῦ ἡμίσεως αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμ ανθεὶς εἶπεν, ἡδύ μοι ὅτι ἐθερμάνθην· καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῇ καρδία αὐτοῦ, οὐδὲ ἀνελογίσατο τῇ ψυχῆ αὐτοῦ, οὐδὲ ἔγνω τῇ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κα τέκαυσεν ἐν πυρὶ, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπόν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε, καὶ προσκυνοῦσιν αὐτ ῶ ό · γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐ δεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτῶν. ἴδετε καὶ οὐκ ἐρεῖ τε ὅτι ψεῦδος ἐν τῇ δεξιᾶ μου. πῶς οὖν οὐκ ἄθεοι παρὰ πᾶσι κριθεῖεν· καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι· ἢ πῶς οὐκ ἂν εἶεν κακοδαίμονες, οἱ οὕτω…