The Greek Library Author

Athanasius of Alexandria

Contra gentes (Ms 69)

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local018
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περί ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοι τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα, δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲν γὰρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαί πρὸς τὴν τῆς ἀληθείας ἐπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συντιθέντες λόγοι, οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδή τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσίν νῦν οὐκ ἔχομεν, ἀναγκαῖον ἐστίν, ἅ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τὶς τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι, ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ὑμῶν, οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν χριστοῦ χῦ προσφέροντες, ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις, ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν, καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως, ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον, ἀλλὰ μᾶλλον καὶ αὐτοί τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντός, καὶ τὸν σταυρὸν στρν μὴ βλάβην, ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθῃρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται, καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχάς ἀφανῶς μεταπείθει πῶς εἰκότως γάρ ἄν τις εἴποι πρὸς αὐτούς, ἔτι ἀνθρώπινον ἀνινον ἐστὶν ἐπινοεῖν τὸ πρᾶγμα, καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντός τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα. πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν ἥλιον ἐπὶ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι, βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται, ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτός ἀρχηγός ἥλιος· οὕτω θείου προστάγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγόν, καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν καὶ θεοῦ θῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν, ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαῤῥῆς καὶ αὐτός ὦ ἄνθρωπε ἄνε ὅτι ἀληθεία πεπίστευκας, καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξαρχῆς μὲν οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτούς ὑπάρχει αὕτη· ἄνθρωποι ἄνοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο, καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅθεν δή καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο, τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντός δημιουργός καὶ παμβασιλεύς θεὸς θς , ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνινης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθός καὶ ὑπέρκαλλος ὢν, διὰ τοῦ ἰδίου λόγου, τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ , τὸ ἀνθρώπινον ἀνινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε, καί τῶν ὄντων αὐτόν θεωρητήν καὶ ἐπιστήμονα διὰ τῆς πρός αὐτόν ὁμοιότητος κατεσκεύασε· δούς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν, ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ἀποστῇ, μήτε τοῖς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλῆ τῶ θείω, ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως βίον ἀθάνατον· οὐδὲν γάρ ἔχων ἐμπόδιον εἰς τὴν περί τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα, τὸν θεὸν θν λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν, καὶ πάσης σωματικῆς φαντασίας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς θεῖα καὶ νοητά τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλος ἐστὶν, ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξαρχῆς· τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβάς, ἄνω μετάρσιος γίνεται, καὶ τὸν λόγον ἰδών, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα , ἡδόμενος ἐπὶ τῇ τούτου θεωρία, καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθον, ὥσπερ οὖν τῶν ἀνθρώπων ἀνων τὸν πρῶτον γενόμενον, ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ, κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν , καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἥν εἶχεν ἐν ἐκείνω τῶ τόπω, ὅν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστί καί τὸν θεὸν θν δι’ ἑαυτῆς ἐνοπτρίζεσθαι, καθάπερ καί ὁ κύριος κς φησί, μακάριοι οἱ καθαροὶ τῆ καρδία, ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργός ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων, καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγύτερον μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις, ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἐν ἰδίοις ἀπατώμενοι εἰς ἑαυτῶν ἐπιθυμίαν ἀνέπεσον, τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρέψαντες δέ τούτοις, καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθές, ὡς αἱ ἱεραί περί αὐτοῦ λέγουσι γραφαὶ. κἀκεῖνος γάρ, ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν , καὶ τὴν τούτου θεωρία, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα φιλίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον, καὶ ἔγνωσαν ὅτι γυμνοί ἦσαν· καὶ γνόντες ᾐσχύνθησαν· ἔγνωσαν δὲ αὑτούς γυμνούς, οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι, καί πρός τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως, καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτάς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναί, καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖν εὔλογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ᾑσθεῖσα τῆ τοῦ σώματος θεωρία, καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τὴν ᾑδονὴν αὐτό τὸ ὄντως καλόν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγείς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἁπάντων νομίζει τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἀρετῆς ἡδονῆς , ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν, οὐκέτι μὲν κατ’ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾷν, ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τοῦτο εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δὺναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλόν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσαν ὡς προεῖπον εὐκίνητος, καί γινώσκουσα τὸ αὐτοκίνητον αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι, εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα, ὄντα δέ ἐστι τὰ καλά· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δὲ φημί τὰ καλά, καίτοι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακά λέγω· καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γάρ τοῦ σώματος ὀφθαλμούς εἰς τὸ τὴν κτίσιν ὁρᾷν, καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων. ἔχοντος δὲ καὶ χείρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς, ἡ ψυχή ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας, καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπόν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία· εἶτα τὸ δυνατὸν αὐτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τοῦτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη, σώζ ε ο ι τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὅ δύναται, καὶ οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γάρ χάριν καὶ ἀποστολικῆ φωνῆ παρεγγυᾶ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμη, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατόν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χείρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε, καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγεν· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας, καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χείρας αὖ πάλιν εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστίν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβάς ἵπποις ἐν σταδίω, καταφρονήσει μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφείς δὲ τοῦτον ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται, καί πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει. φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτω τρέχων, οὐκ ἐσφάλη τοῦ σκοπου· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδόν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτή μετὰ τῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη ἁμαρτάνει, καὶ τὸ κακόν ἑαυτῆ πλάττει, οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ χριστοφόρος ἀνήρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπόν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν οὖν τὸ καλόν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν τινές πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφῄναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα, ἤ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , εἴ γε κατ’ αὐτούς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἤ πάλιν θέλοντες αὐτόν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γάρ τοῖς οὖσι καὶ τὸ κακόν κατ’ αὐτούς ἐστ η ί · τοῦτο δὲ ἄτοπον καὶ· ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν, οὐδὲ ἐν αὐτῶ ἐστίν, οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλόν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν, ἤ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον, καὶ τοῦτον ἀγέννητον, τοῦ κακοῦ ποιητήν, καὶ τῆς κακίας ἀρχηγόν, τὸν καὶ τῆς κτίσεως δημιουργὸν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν, ἔκ τε τῶν θείων γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησί· βεβαιῶν τὰ μωϋσέως ῥήματα, ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστί· καί ἐξομολογοῦμαι σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· εἰ δέ εἷς ἐστίν ὁ θεὸς θς , καὶ οὗτος οὐρανοῦ οὐνου καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς , τὰ πάντα τοῦ μόνον καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής, ὧν καὶ αὐτός ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἔστι κύριος κς κατὰ τὴν τοῦ κυρίου κυ φωνὴν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι ἂν εἴποιεν· ἀλλ’ ἐάν τοῦτο λέγωσιν, ὅσα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερον ἐστὶν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστίν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστίν, ὅτι μὴ βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθός παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε, καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τὶ τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδέν πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τὶ δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αυτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἄν εἴη ἐναντία ἀλλήλων, ἤ τί τὸ διαιροῦν ἐστί ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γάρ αὐτά ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι, διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεός· ἀλλὰ ποίας ἄν εἴη καὶ τὸ τρίτον φύσεως, πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτό, ἀδύνατον· σαθρᾶς δή τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπει τῆς ἐκκλησιαστικῆς γνώσεως, ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ , οὐδὲ ἐν θεῶ θῶ , οὔτε ἐξαρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ, ἀλλὰ ἄνθρωπος ἄνος κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμούς σκότος ἑαυτῶ ἐπινοεῖ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ· πολλάκις πίπτων, καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς, ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾷ, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων , καμμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾷν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν, ἐν οἷς κινουμένη οὐκ οἶδεν· ὅτι δοκοῦσα τὶ ποιεῖν, οὐδὲν ποιεῖν· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται, καὶ οὐχ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε μὲν εἰς τὸ ὁρᾶν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντί τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς· κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξαρχῆς, οὔπω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον, ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτέ καλόν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχή, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορᾷς ᾑδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην, ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη, καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων, ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικά εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον, δι’ οὗ μόνου ὁρᾷν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκέτι μὲν ὁρᾷ τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπόν ὅν ἐπελάθετο τῇ διανοίᾳ θεόν θν , τοῦτον ἐν τοῖς σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται, τοῖς φαινομένοις τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα, καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτή βούλεται καὶ ὡς ἡδέα ὁρᾷ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν· οὑτω καὶ τοὺς οὐκ ὄντας θεούς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς, μηκέτι μὲν βλέπει τό φῶς, μὴ δὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι πλέον μηδὲν ἐκείνων εἶναι· ἀλλὰ ταῦτα τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια· οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες, καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης, ἀμυδρῶ τῶ λογισμῶ, μᾶλλον δὲ ἀλογία χρησάμενοι τὰ φαινομενα θεούς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, καὶ τὰ ἔργα μᾶλλον ἐκθιάζοντες, ἤπερ τὸν τούτων αἴτιον, καὶ δημιουργὸν δεσπότην θεὸν θν , ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα, οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσω μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρείαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας, καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίπλαντο κακοῖς, προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν, τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα, ὅταν ἔλθη ἀσεβής εἰς βάθη κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ , καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις τὴν τοῦ θεοῦ θῦ τιμήν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεούς νομίζοντες εἶναι· ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτούς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δέ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχάς τῆς τῶν σωμάτων συστάσεως, τὴν θερμήν καὶ τήν ψυχράν, καὶ τὴν ξηρὰν καὶ τὴν ὑγράν οὐσίαν, θεούς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περί τὴν γῆν, ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων πεσόντες καὶ καταπεσόντες, ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφάς, τῶν μὲν ἔτι ζώντων, τῶν δὲ καὶ μετὰ θάνατον ὡς θεούς ἀνέθηκαν· ἔτι δέ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς ξύλα καὶ εἰς λίθους, καὶ ἑρπετά ἔνυδρά τε καὶ χερσαῖα, καὶ εἰς τά τῶν ἀλόγων ἀνήμερα ζῶα τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν, πᾶσαν τιμήν θεοῦ θῦ αὐτοῖς ἀπονέμοντες, καὶ τὸν ἀληθινόν καὶ ὄντως ὄντα θεὸν θν τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτούς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοία, καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδόλως μηδαμῶς ὑπάρχοντα, μὴ δὲ ἐν τοῖς φαι γε νομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι. λογικά γάρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεούς θρησκεύουσιν, οἷοι εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι, καὶ ὀφιοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ λίβεσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν