Contra gentes (Ms 70)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local019- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ὁ μὲν περὶ τῆς θεοσεβείας, καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον οὐχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν, διὰ τῆς χριστοῦ χῦ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως, τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι, καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως, καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσι αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ, πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶων μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως, τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐπεὶ τὰς τῶν διδασκάλων συντάξεις, ἐν χερσὶν νῦν οὐκ ἔχομεν, ἀναγκαῖον ἐστὶν, ἃ παρ’ ἐκείνων ἐμάθωμεν, ταῦτα καὶ ἀπαγγέλειν, καὶ γράφειν σοι· λέγω δὴ, τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μὴ εὐτελῆ τις διδασκαλίαν τοῦ καθ’ ἡμᾶς λόγου ἡγήσεται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες, ἕλληνες χλευάζουσι· πλατὺ γελῶσι καθ’ ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸν σταυρὸν σρὸν τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα, καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν άν τις, ὅτι τὸν σταυρὸν διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι, δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα, πᾶσι πεφανέρωται· οὐκ ἂν εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον, ἀλλὰ μᾶλλον καὶ αὐτοὶ, τοῦτον ἐπεγίνωσκον, σωτῆρα σρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν σρὸν , μὴ βλάβην ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στροῦ γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ, δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατὴρ πὴρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνοντ ας αι , ὁ δὲ, τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς μεταπείθει ἀφανῶς· πῶς εἰκότως οὐκ ἄν τις εἴποι πρὸς αὐτοὺς· ἔτι ἀνθρώπινον ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς, τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα. πάσχειν δὲ, καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τοῦτο φῶς θαυμάζει, βλέπων ὅτι καὶ πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτω θείου πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν, τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα, τουτοιούτου κατορθώματος, εἶναι θεὸν θν καὶ θεοῦ θῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν πρότερον διελλέγξαντες, τὴν ἀπίστων ἀμαθίαν, ἵνα τῶν ψευδῶν διελλεχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψοι· καὶ θαρρῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ἄνε , ὅ,τι ἀληθείᾳ πεπίστευκας, καὶ τὸν χριστὸν χν γινώσκων, οὐκ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαι σε πεπίστευκα. ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία, οὐδὲ γὰρ οὐδενῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ἄνοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν, ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς, καὶ παμβασιλεὺς θεὸς θς , ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων, ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου, τοῦ σωτῆρὸς σρς ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ · τὸ ἀνθρώπινον ἀνινον γένος, κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα, διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιάν τε καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλεῖν τῶθείω· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως καὶ ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν τοῦ πατρὸς πρς εἰκόνα τὸν θεὸν θν λόγον, οὗ καὶ κατεικόνα γέγονεν, ὑπερεκπλήττεται κατανοῶν τὴν δι’ αὐτοῦ τὴν εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν, καὶ πάσης σωματικῆς φαντασίας γινόμενος, πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ τῆ δυνάμει τοῦ νοῦ συμβαπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων , οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει, ἀλλ’ ὅλως ἐστὶν ἄνωθεν ἑαυτῶ συνὼν, ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δὴ τὰ αἰσθητὰ, καὶ πάντα ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾷ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενός ἐπι τῆ θεωρίᾳ τούτου, καὶ ἀνακινούμενος, ἐπὶ τὸν πρὸς τοῦτον πόθον· ὥσπερ οὖν καὶ τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν τῶν ἑβραίων γλῶτταν, ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ, κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία, τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἀγγέλοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω· ὃν καὶ ὁ ἅγιος ὁ μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ, ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν , δι’ ἑαυτῆς κατοπτρίζεσθαι· καὶ καθάπερ ὁ κύριος κς φησί, μακάριοι οἱ καθαροὶ, τῆ καρδία, ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι , κατωλοιγορίσαντες τῶν κρειττόνων, καὶ ὀκνήσαντες, περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτὸν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν· τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν, τῶν μὲν νοητῶν, ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν, ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς τὴν ἑαυτῶν ἐπιθυμίαν τῆ τοῦ ὄφεως συμβουλῆ ἐπέπεσον· τὰ ἴδια προτιμήσαντες, τοῖς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις, καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς, συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν, τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ, ἐπελάθοντο, τῆς ἐξαρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι, καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς, ὡς αἱ ἱεραὶ περὶ αυτοῦ λέγουσι γραφαί. κἀκεῖνος γὰρ, ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως· ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν θεωρίας καὶ διανοίας, ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνῶντες ἠσχύνθησαν· ἔγνωσαν δὲ ἑαυτοὺς γυμνο ὺ ύ ς· οὐ τοσοῦτον ἀπὸ τοῦ ἐνδύματος· ἀλλ’ ὅτι γυμνοὶ, τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν. ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὅντα θεὸν θν λέγω κατανοήσεως, καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους, καὶ εἰς τὸ κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι, ἑκάστου καὶ πολλῶν φιλίαν λαβόντες, ἤρξαν, καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι, καὶ ἡδοναί· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον, καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν, καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον καταδύναμιν σημ αίνει άναι · ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ τὰς κατὰ μέρος τοῦ σώματος, ἐνεργίαις χρωμένη, καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεωρία, καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλόν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπάντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκ ἔτι μὲν κατα ἀρετὴν, οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν, ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ, κατὰ χρωμένη, τούτω εἰς ἃς ἐπενόησεν ἐπιθυμίας ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τὸ κινεῖσθαι οὐ δύναται· τῆ φύσει οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς· ὁρᾷ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τὰ καλλά· οὐκ ὄντα δὲ τὰ φαύλα· ὄντα δέ φημι τὰ καλὰ, καθότι ἐκ τοῦ ὄντως θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ, τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων , οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν, καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως, γινώσκειν τὸν δημιουργὸν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων, καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας, εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν· καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς, ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας, καὶ τῆς ἐν αὐτῆς κινήσεως, λοιπὸν πλανωμένη, κινεῖται πρὸς τὰ ἐναντία, εἶτα τὸ δυνατὸν ἑαυτῆς, ὡς προεῖπον ὁρῶσα, καὶ τούτω καταχρωμένη, ἐνενόησεν ὅτι καὶ τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη, καὶ διὰ τοῦτο, ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δε ί ι κνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα, ὅτι ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγοναι· τούτου χάριν, καὶ ἀποστολικὴ φωνὴ παρεγγυᾶ· πάντα ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ ἀδύνατον σκοπήσασα, τὰ ἐναντία ποιεῖν εἴρξαντο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε, καὶ τὰ ἄλλα μέλλη εἰς τὸ μηχεύειν, ἀντὶ νομίμου τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας, τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τῆς μὲν ὄσφρησιν, εἰς ὀδμῶν ἐρωτικῶν ποικίλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα, τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέραν εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα, κακία ἁμαρτία ψυχῆς ἐστίν· αἰτία δὲ τούτων οὐδεμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἄν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ, καταφρονήσει μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει, ἀποστραφεὶς δὲ τούτων ἁπλῶς ἐλαύνει τὸν ἵππον, ὡς ἂν δύνηται· δύναται δὲ ὁρμᾷ ὡς βούλεται· καὶ πολλάκις μὲν, εἰς τοὺς ἁπαντῶντας ὁρμᾶ· πολλάκις δὲ, καὶ κατακρημνὸν ἐλαύνει, φερόμενος ὅπου δ’ ἂν ἑαυτὸν, τῆ ὀξύτητι τῶν ἵππων φέρη· καὶ νομίζει, ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ’ ὁρᾷ ὅτι ἔξω του σκοποῦ γέγονεν· οὕτω καὶ ἡ ψυχὴ, ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον, τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πράττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ· καὶ ἔξω γέγον τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ, ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατασκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε, τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες, τῆς ὁδοῦ, καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήνατο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες, τοῦ εἶναι ποιητὴν τῶν ἁπάντων, οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς , ἤ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν, θέλοντες αὐτὸν ποιητὴν εἶναι θέλοντες αὐτὸν ποιητὴντῶν ὅλων, ἐξανάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι, τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη, οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν, οὐδὲ ἐν αὐτῶ ἐστὶν οὐδὲ δι’ αὐτοῦ, ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη, μεμιγμένην ἔχον τὴν φύσιν, ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες, τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ αὐτοῖς, παρὰ τὸν ἀληθινὸν χριστοῦ χῦ πατέρα, θεὸν θν ἕτερον καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγὸν, τὸν καὶ κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν· ἔκ τε τῶν γραφῶν, καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας, ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν θεὸς θς καὶ σωτὴρ σὴρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς , ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησί βεβεῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καὶ ἐξομολογοῦμαί σοι πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστὶν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἂν ἄλλος εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται, ὁ κατ’ αὐτοὺς θεὸς θς , τὰ πάντα τοῦ μόνου, καὶ ἀληθινοῦ θεοῦ θῦ , πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς, ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πὴρ τοῦ χριστοῦ χῦ ἐστὶ κύριος κς ; κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν, εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ καὶ τῶν τοῦ θεοῦ θῦ ἀγαθοῦ, τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν , εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐμπίμπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον, οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις, καὶ ἡ ἀσθένειά ἐστιν· δύναμις μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μὴ βουλομένοις αὐτοῖς· παραγνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παραβούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε καὶ τοῦτο γὰρ ἄν τοις αὐτοῖς εἴπη· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν, πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα· οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἐναντία ἂν εἴη ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστὶ ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα οὐ δυνατόν· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲν ἕτερον ἑτέρω δυνηθείη ἂν εἶναι, διὰ τὸ ἄμικτον καὶ ἀνόμιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτὸ θεός θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου ἄδηλον φανίσεται, τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ, ἀδύνατον· σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης διανοίας αὐτῶν φαινομένης ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν, οὐ παρὰ θεοῦ, οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστὶν αὐτοῦ ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν, τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν, τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς φωτὶ τούτου καταλαμπομένης· καμύων τοὺς ὀφθαλμοὺς, σκότος ἑαυτῶ ἐπινοεῖ, οὐκ ὄντος σκότους· καὶ λοιπὸν, ὡς ἐν σκότει πλανώμενος περιπατῆ, πολλάκις πίπτων, καὶ κατακρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος, δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾷ· οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων , καμύσασα τὸν ὀφθαλμὸν δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται, καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ διέμεινεν, ἀλλ’ ὁποίαν ἐνέφυρεν ἑαυτὴν τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ, εἰς τὸ ὁρᾶν τὸν θεὸν θν , καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ, ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῦ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλοὺς· κακίας, δὴ οὖν εὕρεσις καὶ ἐπ οίνι ίνοι α ἐξ ἀρχῆς, τοῖς ἀνθρώποις ἀνοις , οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις· οὐκ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχων κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη ὅλον φαῦλον ὂν· οὐκ ἀρκεσθεῖσα γοῦν τῆ τῆς κακίας ἐπινοίᾳ τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην ἡδομένη δὲ, πρὸς τὰ τοῦ σώματος πάθη, καὶ πρὸς μόνα τὰ παρόντα, καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ σωματικὰ, εἶναι τὰ καλά· ἀποστραφεῖσα δὲ, καὶ ἐπιλαθομένη ἑαυτὴν, κατ’ εἰκόνα εἶναι τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλαικαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι’ οὗ μόνον ὁρᾶν, ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς , οὐκ ἔτι μὲν ὁρᾷ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται, καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτοντα, ὅθεν δὴ, πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα, καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη, λοιπὸν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομέν αι οι ς τὴν τοῦ θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα, καὶ μόνα ταῦτα δοξάζουσα, ἃ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾷ· προηγεῖται τοίνυν, αἰτία τῆς εἰδωλολατρίας ἡ κακίᾳ· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι , τὴν οὐκ οὖσαν ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς, μὴκἔτι μὲν βλέπει τὸ φῶς, μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ, πρὸς τὸ κάτω νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπεκειμένην ἐπίχυσιν αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες, καταδύντες εἰς τὰς τῶν σαρκικῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῷ· μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, καὶ τὰ τῶν αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν θν · ὥσπερ δὲ, κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσο μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν· οὕτω καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλολατρείαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινότερον ἐφεύρισκον δεισιδαιμονίας καὶ κόρον μὴ λαμβάνοντες τῶν πρώτων ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θείᾳ γραφὴ, μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν· ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ὑπὸ θεοῦ θῦ · καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι , πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίῳ καὶ σελήνη καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν, ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίσαντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκ ό ο τεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσεν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς ἤδη, καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς, τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχρὰν, καὶ τὴν ξηρὰν, καὶ τὴν ὑγρὰν οὐσίαν θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν, ἰλυσσῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων , πεσόντες καὶ καταπεσόντες, ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας· λοιπὸν καὶ ἀνθρώπους ἀνους , καὶ ἀνθρώπων ἀνων μορφὰς, τῶν μὲν ἔτι ζώντων, τῶν δὲ καὶ μεταθάνατον, εἰς θεοὺς ἀνέθηκαν, ἔτι δὲ καὶ χείρονα βουλόμενοι καὶ λογιζόμενοι ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ, ἔνυδρά τε καὶ χερσαῖα, καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶᾳ τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς, θεοῦ θῦ ἀπονέμοντες, καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα, καὶ μὴ περαιτέρω προβαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοίᾳ· καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα, μηδὲ ἐν τοῖς γενομένοις φαινόμε θ ν α, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷα εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὀφιοκέφαλοι· καὶ ὁ παρὰ λίβισι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ, τὰ μέρη τῶν σωμάτων, κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὀκλήρου τοῦ σώματος ὅλου τὴν θρησκείαν ἔχειν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν, ἕτεροι τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας, τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦσιν· οἷός ἐστι παρ’ αὐτοῖς ἔρως, καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δέ, αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τὰς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθῆναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ὁ ἐν ἀρκαδίᾳ ἑρμής· καὶ παρὰ μὲν ἰνδοῖς, διόνυσος, παρὰ δ’ αἰγυπτίοις, ἴσις καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδρι ανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν, καὶ περεἰδότες ἄνθρωπον ἄνον , καὶ ἄνθρωπον ἄνον οὐ σεμνόν· ἀλλὰ ἀσελγείας πλήρη, διὰ φόβον τοῦ προστάξαντος σεύουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων, τελευτήσαντα, τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς, ἐλέγχων δ’ ὅμως καθ’ ἑαυτοῦ, καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρεείας παρέχων, ὅτι οὐκ ἄλλως ἐφευρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη· ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων, καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ , πραμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μή μοι θαυμάσης, μὴδὲ μακρὰν πίστεως, νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος, τοὺς πώποτε αὐτῶν, ἐξαρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλωνται, καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι, καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάσσουσιν· ὥσπερ ἐπεξουσίας ἔχοντες, τὸ θεοποιεῖν αὐτοὶ ἄνθρωποι ἄνοι ὄντες, καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξανάγκης ἄρχει· καὶ ὁ διδοὺς πάντως, ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστίν· ὥσπερ οὖν καὶ καὶ πᾶς βασιλεύς· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ, τούτους θεοὺς δογματίζουσιν εἶναι· ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν τοῦτο ἐστιν· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν, οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ’ ἦν ἄνωθεν προγινόμενον καὶ προμελετώμενον, ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησιν· διαβεβοημένοι θεοί· ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλ ῶ ω ν, καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα καὶ δήμητρα καὶ ἀθηνᾶ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεαί· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διεπράξατο προτιμῶσι· καὶ εἴθε μέχρις εἰδώλων, εἰστήκει τούτων, ἡ εἰδωλομανίαν, καὶ μὴ εἰς θεληλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας, ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ, θρησκεύουσιν καὶ σεύουσιν· ὡς αἱ μὲν παραθησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ κόρη καὶ νεωτέρα· καὶ παρὰ ἄλλοις ἀφροδίτη, τὰ γὰρ τῶν ἄλλων ὀνόματα· οὐδὲ λέγειν εὐαγὲς ἠγοῦμαι· πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις, ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι· οὓς πάντας ἡ φύσις ἤλεγξεν εἶναι θνητοὺς ἀνθρώπους ἀνους , τούτους καὶ ταύτας, διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες, καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μὲν διὰ τὴν πλάσιν, καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες, οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς, ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ἤδεισαν αὐτοὺς θεοὺς ὡς ἀπολλoυμένους ἐκόψαντο· τούτου γὰρ χάριν, οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς, ἀλλὰ μὴ δ’ ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μὴ κἔτι εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες, παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν, τούτοις περιτιθέασιν· ἐν γοῦν αἰγύπτω, εἰςἔτι καὶ νῦν, ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τυφῶνος, καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δίαν μὴ εἶναι θεὸν ἐλέγχουσι, ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς, καὶ πολλὰ καυχησάμενος, ὡς περὰ θεοῦ θῦ διανοηθεὶς ὁ πλάτων, εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται τὴν ἀνθρώπου ἀνοῦ τέχνην πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ, καὶ τὰς τοιαύτας, τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα, ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν, φθορ ᾶ ὰ ζωῆς· οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν αἰῶνακόσμον· καὶ διὰ τοῦτο, σύντομον τέλος αὐτῶν ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμενος πατὴρ πὴρ · τοῦ ταχέως ἀφαιρεθέντος τέκνου, εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον , νῦν ὡς ζῶντα ἐτίμησε, καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς· εἶτ’ ἐν χρόνω κρατυνθὲν, τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγ ὲ έ ς, ἐθρυσκεύετο γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι ἄνοι , διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν, ἵνα τὸν ἀπόντα, ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας, καὶ τοὺς ἀγνοοῦντας, ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα, ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοινώνητον ὄνομα, λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως, ἐπὶ μάρτυρι τῆ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης, καὶ ἀναπλασθείσης ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τεκμήρια λαμβάνοντες· εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν, ἵνα πρώτων ἀπὸ τούτων τῶν κάτω ἄρξωμαι· λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς, ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷον ἔστιν αὐτὸν ἀκούειν· ἁρπάζοντα μὲν τὸν γαννυμήδην· καὶ τὰς κλοπιμαίας ἐργαζόμενον μοιχείας· δεδοιότα δὲ καὶ δειλιῶντα, μὴ παραγνώμην αὐτοῦ, τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον, ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενος αὐτὸν βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλόμενον μὲν, ὑπὸ τῶν λεγομένων θεῶν, ἀθηνᾶς λέγω καὶ ἥρας καὶ ποσειδῶνος βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς, καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος, καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς, ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα, καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν ἐπιβουλὴν τοῦ πατρὸς πρς , τὸν δὲ κρόνον, ὑπ’ αὐτοῦ δεσμευόμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρα οὖν ἄξιον τοιοῦτον ὑπονοεῖν θεὸν θν ; τοσαῦτα δράσαντα καὶ διαβληθέντα, ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν· ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν, καὶ λητώ, καὶ μαῖαν καὶ εὐρώπην καὶ δαναίν· καὶ ἀντιόπην, παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν, εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε, καὶ ζημιώση θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας αὐτοῦ φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος, καὶ ἡρακλῆς· καὶ διόσκοροι καὶ ἑρμῆς, καὶ περσεὺς, καὶ σώτειρα, τίς ἰδὼν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίῳ τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν· ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν; τίς ἰδὼν, ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην, ὑπὸ δὲ ἡρακλέος τὴν ἤραν καὶ τὸν ὑποχθόνιον ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν, ὑπὸ περσέως, ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως, καὶ ἀποστραφήσεται μὲν, τοῦ λέγειν αὐτοὺς, ἔτι εἶναι θεοὺς, φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους ἀνους αὐτοὺς, καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεος πρὸς ἀφροδί την μοιχείαν, καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου, ἐπι θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου, καλουμένους καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν· οὐκ ἂν γελάσειε, καὶ καταγνώσηται τῆς φαυλότητος αὐτῶν; ἢ τίς γελάσειε ὁρῶν τὴν ἡράκλεος πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· ταῖς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ, καὶ λίθοις καὶ ξύλοις θεοπτίας καὶ θεοπλασίας, οὐ δεῖ ἔλέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων· καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος, καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων, τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλλιστα καὶ οἰκτιρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτῆς· τῆ γὰρ ἑαυτῶν γυκὶ μισοῦντες, τὸν ἐπιβάντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται; καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγoμένοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· τὰς ὁμολογοῦσιν εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς δ’ ἐπιταύτην διαβαλομένους θρησκεύουσιν· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις, εἶναι θεοῖς ἐπιτιθέντες οὐκ ἐρυθριῶσιν, ὅτι τὰ μὲν ὅμοια, τοῖς ποσὶ πατοῦσι καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σεύουσιν, οὐχ’ ὁρῶντες οὐδε λογιζόμενοι τὸ σύνολον, ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν αὐτοὺς ἀγοράσαντες μισθοῦ παρὰ τοῦ γλύψαντος· πολλάκις δὲ καὶ αὐτὸς ὁ λίθος ἕως μὲν ἄξυστός ἦν καὶ ὕλη ἀργὴ, ἐπὶ τὸσοῦτον ταῦτα πατοῦσι, καὶ τούτοις εἰς ὑπηρεσίας ἑαυτῶν, πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας, καὶ ἀνδρὸς ἢ γυναικὸς, εἰς τὴν ὕλη σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη λοιπὸν ὡς θεοὺς προσκυνοῦσιν αὐτοὺς ἀγοράσαντες μισθοῦ παρὰ τοῦ γλύψαντος· πολλάκις δὲ καὶ αὐτὸς ὁ γὰρ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος, ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται, καὶ ἃ προολίγου κατέξεε, καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι, καὶ μὴ τὰ πε ὑπ’ αὐτοῦ πλασθέντα, τοῦ πεποιηκότος, προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην, ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε· καὶ ἐθεοποίησε· πολλῶ οὖν μᾶλλον ἦν δικαιότερον, τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν, ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προυπῆρχε, τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἠβουλήθησαν οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγγωνισάμενοι τὸ δίκαιον, καὶ τὴν ἐπιστήμην, καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι, καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνοῦ ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα, ὡς ἀθάνατα τιμῶσιν, ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῶ χρόνω, διὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε· καὶ κατὰ τοῦτο, ὅτι βλέποντες αὐτοὶ τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ προσεύχονται· καὶ ἔμψυχοι καὶ κατὰ φύσιν λογικοὶ ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μὴ δ’ὅλως κινουμένους, ἀλλὰ καὶ ἀψύχους ὄντας, ὡς θεους προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν, ὅτι οὓς αὐτοὶ φυλάττουσιν, ὑπ’ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις κελεύουσι. καὶ μή τι νομίσης ταῦτα με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων, καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ, καὶ παρὰ τῆς θείας γραφῆς, προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχοῦσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσιν· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο, οἱ ποιοῦντες αὐτά· οὐδὲ προφητικὴ τούτων ἀπέστη μέμψις, ἀλλ’ ἔτι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσσοντες θεὸν θν , καὶ γλύφοντ α ε ς πάντες μάταια; καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες, καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσθυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ ἐν τερέτρῳ ἐρύθμισεν αὐτό, καὶ ἔστησεν αὐτό τῶ βραχίονι τοῦ ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ, ἐν μέτρω καὶ ἐν κόλλῃ· ἐρύθμισεν αὐτό, καὶ ἐποίησεν αὐτό, ὡς μορφὴν ἀνδρὸς, καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου · ἔστησεν αὐτό ἐν οἴκω ὃ ἔκοψεν ἐκ δρυμοῦ, ξύλον ὃ ἐμφύτευσεν ὁ κύριος κς , καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ἦ ἄνθρωπος ἄνος εἰς καῦσιν καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν, εἰργάσαιτο εἰς θεοὺς, καὶ προσεκύνησαν αὐτούς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσ α ε ν ἐν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη, καὶ θερμανθείς εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με, ὅτι θεός θῦ μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν· καὶ τοῦ νοῆσαι τῆ καρδίᾳ· καὶ οὐκανελογίσαντο ἐν τῆ καρδίᾳ αὐτ ῶν οῦ · οὐδὲ ἀνελογίσαντο ἐν τῆ ψυχῆ αὐτ ῶν οῦ · οὐδὲ ἔγνων τῆ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσ α ε ν ἐν πυρ ὶ ί · καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτό.…