Contra gentes (Ms 77)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local023- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις, οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μονονουχὶ γὰρ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπροτέραν ἑαυτὴν διὰ τῆς χριστοῦ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε, ὡς ἂν οἷοί τε ᾦμεν, ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσὶ αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τήν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεως ἐν χερσὶν νῦν οὐκ’ ἔχομεν, 360. ottob. ἀναγκαῖον ἐστὶν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα χριστὸν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τήν εἰς χριστὸν πίστιν ὑπολάβοι· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι, καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον, ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ προφέροντες· ἐφ’ ᾧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτηρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύναμιν, πᾶσαν τήν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ’ ἂν γὰρ, εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῇ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν στρν μὴ βλάβην ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γενομένου, πᾶσα μὲν εἰδωλολατρία καθῃρέθη· πᾶσα δὲ δαιμόνων φαντασία, τῷ σημείῳ τούτῳ ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατὴρ· καὶ οἱ μὲν ἀντιλέγοντες, καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὡς ἡμέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς· εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς· ἔτι ἀνθρώπινον ἐστὶν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ λόγον καὶ σωτῆρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον· ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι, τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς, καὶ καλλίον ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτω θείου πράγματος ὄντος, τοῦ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τόν ἀρχηγόν καί ἡγεμόνα τοῦ τοιούτου κατορθώματος, εἶναι θεόν καί θεοῦ λόγον· λέγομεν οὖν ὡς ἐφικτόν ἡμῖν· πρότερον διελέγξαντες τὴν τῶν πιστῶν ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπόν ἡ ἀλήθεια δι’ αὐτῆς ἐπιλάμψῃ· καὶ θαῤῥῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ανε ὅτι ἀληθείᾳ πεπίστευκας· καὶ τὸν χριστὸν γινώσκων οὐκ’ ἠπατήθης· πρέπειν δέ σοι ἡγοῦμαι φιλοχρίστῳ ὄντι, τὰ περὶ χριστοῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιοτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σοι πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὐκ’ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστὶν· οὐδ’ ὅλως κατ’ αὐτούς ὑπάρχει αὕτη· ἄνθρωποι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξαντο· καὶ καθ’ ἑαυτοὺς ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ’ ὄντα ὡς ὄντα λογιζόμενοι· ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς, ὁ ὑπερεπέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἐπινοίας ὑπάρχων, ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλλος ὢν, διὰ τοῦ ἰδίου λόγου, τοῦ σωτῆρος ἡμῶν ἰησοῦ ἰῦ χριστοῦ χῦ , τὸ ἀνθρώπινον ἀνίνον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν, καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος κατεσκεύασε· δούς αὐτῷ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τήν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ φαντασίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζητήσεως ἀποπηδήσῃ· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τήν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλλεται καὶ συνομιλεῖ τῶ θείῳ· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως καὶ ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν, θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τήν τοῦ πατρὸς εἰκόνα, τὸν θεὸν θν λόγον, οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν δι’ αὐτοῦ τήν εἰς τὸ πᾶν πρόνοιαν· ὑπέρ ἄνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας γινόμενον· πρὸς δὲ τὰ ἐν οὐρανοῖς θεῖα καὶ νοητὰ τῇ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γάρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων, οὔτέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἑαυτῷ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τά αἰσθητά καὶ πάντα τὰ ἀνθρώπινα διαβάς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδών, ὁρᾶ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου πατέρα, ἡδόμενος ἐπὶ τῇ τούτου θεωρίᾳ· καὶ ἀνακαινούμενος ἐπὶ τῷ πρὸς τοῦτον πόθῳ· ὥσπερ οὖν τόν πρῶτον τῶν ἀνθρώπων γενόμενον, ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδὰμ ὠνομάσθη, λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τήν ἀρχήν ἀνεπαισχύντῳ παῤῥησίᾳ τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν· καὶ συνδιετᾶσθαι τοῖς ἁγίοις ἐν τῇ τῶν νοητῶν θεωρίᾳ, ἣν εἶχεν ἐν ἐκείνῳ τό τόπῳ· ὃν καὶ ὁ ἅγιος μωυσῆς τροπικῶς παράδεισον ὠνόμασε· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν δι’ ἑαυτῆς κατοπτρίζεσθαι· καθάπερ καὶ ὁ κύριος φησί· μακάριοι οἱ καθαροί τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργός ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων γένος κατεσκευασε καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι κατολιγωρήσαντες τῶν κρειττόνων, καὶ ὀκνήσαντες περὶ τήν τούτων κατάληψιν, τά ἐγγυτέρῳ μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δέ τούτοις ἦν, τὸ σῶμα καί αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσον· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις, καὶ τῶν ἐγγυτέρῳ μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὸν νοῦν τὴν ψυχήν · τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀληθές, ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ· κᾀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίας τοῦ σώματος ἔπεσον· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες, ἠσχύνθησαν· οὐκ’ ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ μόνον θεὸν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος· εἶτα, οἷα φιλεῖ γίνεσθαι, ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημάναι· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργίαις καταχρωμένη, καὶ ᾐσθεῖσα τῇ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονήν, πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τὴν ἡδονήν, αὐτὸ τὸ ὄντος καλόν· ὥσπερ εἴ τις τήν διάνοιαν παραπληγεὶς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπατώντων νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτήν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τήν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατὰ ἀρετήν, οὐδέ ὥστε τὸν θεὸν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτῳ εἰς ἃς ἐπενόησεν ἐπιθυμίας, ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλόν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τήν φύσιν οὖσαν ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾶ ἑαυτήν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι εἴ τε τὰ ὄντα καὶ τὰ μή ὄντα· ὄντα δέ ἐστιν τὰ καλά· οὐκ’ ὄντα δὲ τὰ φαῦλα· ὄντα δὲ φημὶ τὰ καλά, καθότι ἐκ τοῦ ὄντος θεοῦ τὰ παραδείγματα ἔχει· οὐκ’ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ’ ὄντα ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τήν κτίσιν ὁρᾶν, καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοήν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργιαν καὶ ἔκτασιν τῆς πρὸς θεὸν εὐχῆς, ἡ ψυχὴ ἀποστάσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπόν πλανωμένη κινεῖται εἰς τά ἐναντία· εἶτα τό δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα, καὶ τούτῳ καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διατοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται, καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη σώζει τήν ἑαυτῆς ἀξίαν· καὶ οὐχ’ ἁμαρτάνει ποιοῦσα ὅ δύναται· καὶ οὐκ’ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι, ἀλλ’ εἰς ἃ δὴ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ φωνή παρεγ γυᾶ· πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ’ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τήν ἀκοήν εἰς παρακοήν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας· καὶ τήν μέν γλῶτταν ἀντὶ εὐφημίας, εἰς βλασφημίαν καὶ λοιδορίαν καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τούς ὁμοίους ἀνθρώπους· καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τούς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέραν εἰς μέθην καὶ κόρον ἀπλήρωτον, ἅπερ ἁμαρτία ψυχῆςπάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστίν· αἰτία δὲ τούτων οὐδὲμία, ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή· ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίῳ καταφρονήση simil.μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνοι τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μέν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνη· φερόμενος, ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτως τρέχων· οὐκ’ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτω· καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετὰ τῶν ὑφ’ ἑαυτὴν ἐλαυνομένη, ἁμαρτάνει, καί τό κακόν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ, ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως υἱοῦ χριστοῦ· σκοπὸν οὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν οὐκ’ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τήν κακίαν ἀπεφῄναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων, οὐκ’ ἂν γὰρ εἴη τῶν ὄντων κύριος,-/- εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν, ἢ πάλιν θέλοντες αὐτὸν ποιητήν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο γὰρ καὶ ἄτοπον καὶ ἀδύνατον ἄν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν, οὐδὲ ἐν αὐτῷ ἐστιν, οὐδὲ δι’ ἑαυτοῦ· ἐπεὶ οὐκέτι καλόν εἴη μεμιγμένην ἔχον τήν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων αἱρετικοὶ ἐξέπεσον ἐκτῆς ἐκκλησιαστικῆς διδασκαλιίας. ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας, καὶ περὶ τήν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι. ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τόν ἀληθινόν τοῦ χριστοῦ πατέρα, θεόν ἕτερον, καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητήν καὶ τῆς κακίας ἀρχηγὸν τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν θείων γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασσάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος καὶ σωτὴρ ἡμῶν ἰησοῦς ἰς χριστός ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησί, βεβαιῶν τὰ μωυσέως ῥήματα· ὅτι κύριος ὁ θεὸς εἷς ἐστι· καί ἐξομολογοῦμαι σοι πάτερ κύριε κε τοῦ οὐρανοῦ καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς καὶ οὗτος οὐρανοῦ οὐνου καὶ γῆς κύριος, πῶς ἄλλος ἂν εἴη θεὸς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ καὶ γῆς περίληψιν; πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής ὧν αὐτὸς ὁ θεὸς καὶ πατὴρ τοῦ χριστοῦ ἐστι κύριος κατὰ τήν τοῦ σωτῆρος φωνήν, εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίῳ, καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον εἴποιεν· ἀλλ’ ἐάν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καί -/- κρεῖττον οὐκ’ ἄν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένεια ἐστὶν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τήν βούλησιν ἐν τῷ εἶναι· ἀσθένειαν δὲ ἀμφοτέροις ἐστιν, ὅτι μή βουλομένοις αὐτοῖς, παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθός παρὰ γνώμην τοῦ φαύλου, ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε, καὶ τοῦτο γάρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστι, τὶ γάρ ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γάρ οὐδέν, πλήν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα οὐκ’ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργός γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων; ἤ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτά ἅμα ἀδύνατον διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἅμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν, φανήσεται καὶ αὐτό θεὸς· ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφ ότε οτέ ρων εἶναι αὐτὸ ἀδύνατον· σαθρὰς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἐκκλησιαστικῆς γνώσεως ἀλήθεια λάμπει· ἀνάγκη τὴν ἀλήθειαν λάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τό κακόν, οὐ παρά θεοῦ οὐδὲ ἐν θεῷ· οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ’ ὄντα καὶ ἅπερ βούλονται· ὡς simil. - - γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης καμμύων τοὺς ὀφθαλμούς σκότος ἐπινοεῖ οὐκ’ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανόμενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ’ εἶναι φῶς ἀλλά σκότος, δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ, οὕτω καὶ ἡ ψυχή τῶν ἀνθρώπων καμμύσασα τὸν ὀφθαλμόν δι’ οὗ τόν θεόν ὁρᾶ δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ’ οἶδεν ὅτι δοκοῦσα τί ποιεῖν οὐδέν ποιεῖ· τὰ οὐκ’ ὄντα γάρ ἀναπλάττεται, καὶ οὐχ’ ὁποία γέγονε τοιαύτη καὶ ἔμεινεν, ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται· γέγονε γάρ εἰς τό ὁρᾷν τόν θεόν, καί ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ, τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καί τό πνεῦμα ἐγγράφως φησὶν· ὁ θεὸς τὸν ἄνθρωπον ἐποίησεν εὐθῆ, ἐκκλ. ζ´ αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλοὺς· κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἐξ ἀρχῆς οὕτω γέγονε καὶ πέπλασται πῶς δὲ καὶ εἰς τήν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ’ ἀπὸ ἀγαθοῦ, ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν, ἐν οὐδενί ποτε καλὸν κριθείη, ὅλον ὂν φαῦλον· οὐκ’ ἀρκεσθεῖσα δὲ τῇ τῆς κακίας ἐπινοίᾳ ἡ τῶν ἀνθρώπων ψυχή, κατ’ ὀλίγον καί εἰς τά χείρονα ἑαυτήν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφοράς ἡδονῶν, καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καί πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μηδὲν ἐπὶ, πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα, καὶ τὰ σωματικὰ εἶναι τὰ καλά· ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτήν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ, οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῇ δυνάμεως τὸν θεὸν λόγον καθ’ ὃν καὶ γέγονεν ὁρᾶ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ’ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν ῀/῀ψυχῆς κάτοπτρον σωματικαῖς ἐπιθυμίαις ἐπικρύπτεται·τὸ ὡς ἐν αὐτῇ κάτοπτρον, δι’ οὗ μόνου ἠδύνατον ὁρᾶν τὴν εἰκόνα τοῦ πατρός, οὐκέτι μὲν ὁρᾶ ἅ δεῖ ψυχήν νοεῖν· παντι δὲ περιφέρεται, καὶ μόνα ἐκεῖνα ὁρᾷ τὰ τῇ αἰσθήσει προσπίπτοντα· καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπὸν ὃν ἐπελάθετο ἐν διανοίᾳ θεόν, τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται τοῖς φαινομένοις τήν τοῦ θεοῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα, ἅπερ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία· μαθόντες γάρ οἱ ἄνθρωποι τὴν οὐκ’ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτω καὶ τοὺς οὐκ’ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δέ εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέπει τό φῶς, μηδὲ τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα· καὶ τήν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῷ· μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι, ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῷ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτω καὶ οἱ πάλαι τῶν ἀνθρώπων παράφρονες, καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας, καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ ἐννοίας καὶ δόξης, ἀμυδρῷ τῷ λογισμῷ μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τήν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν· ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα οἱ εἰς τὸν βυθὸν καταδυόμενοι, ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτω καὶ τό τῶν ἀνθρώπων πέπονθε γένος· οὐ γὰρ ἁπλήν ἔσχον τήν εἰδωλολατρίαν, ἡ κακία· καθότι οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις καὶ διέμειναν, ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνέπιπτον κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις, καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τήν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφή μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθη κακῶν καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀπὸ θεοῦ· καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι πρώτοις οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις τήν τοῦ θεοῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἴτε ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς, αἰθέρα καὶ τὸν ἀέρα, καὶ τὰ ἐν τῷ ἀέρι προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως τήν θερμήν καὶ τήν ψυχρὰν καὶ τήν ξηράν καὶ τήν ὑγράν οὐσίαν θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται, δίκην τῶν ἐν τῇ χέρσῳ simil. κοχλιῶν· οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ φαντασίας, λοιπὸν καί ἀνθρώπους, καὶ ἀνθρώπων μορφας· τῶν μέν, ἔτι ζώντων· τῶν δὲ καὶ μετὰ θάνατον ὡς θεοὺς ἀνέθηκαν· ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ καὶ ἑρπετα ἔνυδρά τε καὶ χερσαῖα, καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ προσηγορίαν μετήνεγκαν, πᾶσαν τιμήν θεοῦ αὐτοῖς ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καί ὄντως ὄντα θεόν τόν τοῦ, χριστοῦ πατέρα ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καί μή περαιτέρῳ βαίνοντες ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῇ διανοίᾳ καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ’ ὅλως μηδαμῶς ὑπάρχοντα, μηδέ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαηι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες, καὶ ἀνόμοια τῇ φύσει ἐνείραντες, ὡς θεούς θρησκεύουσιν· οἷοι εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ λίβυσι ΚριοκέφαλοςἌμμωνκριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλήν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτά πόθεν ἡ τῶν ἐθνῶν δεισιδαιμονία·διελόντες, ἕκαστον εἰς θεούς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ’ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ σώματος ὅλου ἔχειν τήν θρησκείαν· ἐπιτείνοντες δὲ τήν ἀσέβειαν ἕτεροι, τήν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας, τήν ἡδονήν καὶ τήν ἐπιθυμίαν θεοποιήσαντες προσκυνοῦσιν· οἷος ἐστίν ὁ παρ’ αὐτοῖς ἔρως καὶ ἡ ἐν πάφῳ ἀφροδίτη· οἱ δὲ, ὥσπερ αὐτῶν φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τούς παρ’ αὐτῶν ἄρχοντας, ἢ καὶ τοὺς τούτων παῖδας εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμήν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· Ζεύς ὡς ὁ ἐν κρήτῃ παρ’ αὐτοῖς περιβόητος ζεὺς· Ἑρμῆςκαὶ ὁ ἐν ἀρκαδίᾳ ἑρμῆς· καὶ παρά μέν ἰνδοῖς, διόνυσοςδιόνυσος· παρά δὲ αἰγυπτίοις, ἴσις καὶ ὄσιρις ἼσιςὌσιρις ὮροςἈντίνοοςκαὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος, ὃν καίπερ εἰδότες ἄνθρωπον, καὶ ἄνθρωπον οὐ σεμνὸν, ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν· ἐπιδημήσας γὰρ ἀδριανὸς τῇ χώρᾳ τῶν αἰγυπτίων τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην Αδριανοῦ παιδεραστία· ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν καί μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ’ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθῶς καὶ ἡ σοφία τοῦ θεοῦ προμαρτύρεται λέγουσα· ἀρχὴ κεφ. ιδ´ πορνείας, ἐπίνοια εἰδώλων· καὶ μή τι θαυμάσης, μηδὲ μακράν πίστεως εἶναι τὸ λεγόμενον νομίσης, ὅπου γε καὶ οὐ πολλῶ πρότερον, ἢ τάχα καί μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος· τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας, ἢ πάντας, ἢ οὓς ἂν αὐτοὶ βούλονται καὶ κρίνωσι, δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τήν φύσιν ὁμολογοῦσι καὶ ἀνθρώπους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπ’ἐξουσίας ἔχοντες τὸ ῀/῀ θεοποιεῖν αὐτοὶ, ἄνθρωποι τυγχάνοντες, καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον εἶναι θεοὺς θεοὺς αὐτούς· τό γάρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξανάγκης ἄρχει· καὶ ὁ διδοὺς πάντως ὃ ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ, τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον 4εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστὸν τοῦτό ἐστ ί ι ν· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι, ἐλέγχουσι τήν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος καινόν, οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον, καὶ προμελετώμενον ἐπὶ τήν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων, καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις, ἥρα καὶ δήμητρα καὶ ἀθηνὰ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοὶ· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διέταξαν, οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες, οὓς διετάξαντο προτιμῶσι· καὶ εἴθε μέχρις ἀῤῥένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θηλείας κατέφερον τήν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκὰς, ἃς οὐδὲ εἰς κοινήν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῇ τοῦ θεοῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι, ἃς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις, ἴσις καὶ κόρη, καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστὰ· πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι, ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἤλεγξεν ἡ φύσις ἀνθρώπους εἶναι θνητούς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες, καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μεταταῦτα διὰ τήν πλάσιν καὶ τήν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονοῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν, οὐκ’ ἂν γὰρ εἴπερ εἴδησαν αὐτοὺς θεοὺς ὡς ἀπολλoμένους ἐκόψαντο, τούτου γὰρ χάριν οὐ μόνον νομίζοντες θεοὺς εἶναι αὐτοὺς· ἀλλὰ μὴ δ’ ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ὑποτυπώσαντος ἵνα τὸ μηκέτι εἶναι, τήν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται καὶ τήν τοῦ ἀληθινοῦ θεοῦ τιμήν περιτιθέασιν· ἐν γοῦν αἰγύπτῳ εἰς ἔτι καὶ νῦν ὁ περὶ ὀσίρεως καὶ ὤρου καὶ τύφωνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνῃ χαλκεῖα καὶ οἱ ἐν κρήτῃ κορύβαντες, τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν, ἀλλ’ ἄνθρωπον· καὶ τοῦτον ἐκ πατρός ὠμοβόρου γενόμενον· καὶ τὸ γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρέλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος, ὡς περὶ θεοῦ διανοηθεὶς, ὁ πλάτων, εἰς τὸν πειραῖα μετὰ σωκράτους κατέρχεται, τήν ἀνθρώπου τέχνην πλασθεῖσαν ἄρτεμιν· προσκανήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις, ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζῳῆς οὔτε γὰρ ἦν ἀπαρχῆς, οὔτε· εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διατοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ· τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τόν τότε νεκρόν ἄνθρωπον, νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἴτ’ ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη, καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τά γλυπτά· οὓς ἐν ὄψει μή δυνάμενοι τιμᾶν ἄνθρωποι διὰ τὸ μακρὰν οἰκεῖν, τήν πόῤῥωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα, ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ, ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβειάσατο τῇ τέχνῃ τήν ὁμοιώτητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον, διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον, νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾷ, ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῆς τῶν εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι, καὶ τόν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ’ ὧν, οὗτοι περὶ αὐτῶν φρονοῦσι, τὰ τεκμήρια λαμβάνοντας· εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ’ εἶναι αὐτοὺς θεοὺς θοὺς , ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν ἰδεῖν τούς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας, καὶ τάς ἀσελγείας· οἷόν ἐστιν αὐτῶν ἀκούειν, ἁρπάζοντα μὲν τὸν γανυμήδην καὶ τὰς κλοπιμαίας ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρῴων ἀπόληται τείχη· οἷον ἐστὶν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέως αὐτοῦ σαρπιδόνος· καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν, ἀθηνᾶς δὴ λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπο θέτιδος γυναικὸς καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξί, καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζῴοις τετράποσί τε καί πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τήν τοῦ πατρός ἐπιβουλήν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμούμενον· κᾀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεόν; τοσαῦτα δράσαντα καὶ διαβληθέντα, ἃ μηδὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἐπιτρέπουσι ποιεῖν; ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσῳ διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τήν εἰς σεμέλην καὶ λήδαν καὶ ἀλκμήνην καὶ ἄρτεμην καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δανάην καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν· ἤ τίς ἰδὼν τήν εἰς τήν ἰδίαν αὐτοῦ ἀδελφήν ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τήν αὐτήν ἀδελφήν εἶχε καὶ γυναῖκα, οὐκ’ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτῳ· ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ μοιχείας γενομένους αὐτῷ παῖδας θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τήν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσὶ διόνυσος καὶ ἡρακλῆς, καὶ διόσκοροι καὶ ἑρμῆς· καὶ περσεὺς καὶ σώτειρα· τίς ἰδών τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίῳ τῶν ἑλλήνων καὶ τῶν τρῴων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τήν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τοὺς ἀνθρώπους παρώξυναν, τίς ἰδών ὑπὸ μέν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην, ὑπὸ δὲ ἡρακλέους τήν ἥραν καὶ τόν ὑποχθόνιον, ὅν καλοῦσι θεόν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως, ἀθηνάν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτομενον καὶ χωλαίνοντα· οὐ καγνώσεται τῆς φύσεως; καὶ ἀποστραφήσεται μὲν τὸ λέγειν αὐτοὺς εἶναι ἔτι θεούς· φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται; καὶ μᾶλλον τούς τρώσαντας, ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τίς ἰδών τήν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν, καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγομένους θεούς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τήν ἀσέλγειαν, οὐκ’ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ’ ἂν γελάσειεν ὁρῶν τήν ἡρακλέους πρὸς τήν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν, τὰς γάρ καθ’ ἡδονήν αὐτῶν πράξεις, καί τούς παραλόγους αὐτῶν ἔρωτας· καὶ τάς ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ καὶ σιδήρῳ καί λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς, τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τό τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτηρήσειεν ἄν τις τούς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικί μισοῦντες τόν ἐπιβαίνοντα μοιχόν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ’ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοί οὐκ’ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακόν τήν παιδοφθορίαν, τούς ἐπὶ ταύτῃ διαβαλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις θεοῖς περιτιθέντες, οὐκ’ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια, τοῖς ποσὶ πατοῦσιν καὶ καίουσι, τὰ δὲ τούτων μέρη θεούς προσαγορεύουσι· καὶ ἃ πρὸς ὀλίγον εἰς χρῆσιν εἶχον, παντα διὰ παραφροσύνην γλύψαντες, οὐδὲ λογιζόμενοι τὸ σύνολον ὅτι οὐ θεούς, ἀλλὰ τήν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργή, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τάς ἑαυτῶν πολλάκις καί τάς ἀτιμωτέρας χρῶνται· ἐπειδ’ἂν δ’ ὁ τεχνίτης αὐτὰς τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρός, ἤ γυναικὸς τήν ὕλην σχῆμα τυπώση· τότε δέ χάριν ὁμολογήσαντες τῷ τεχνίτῃ λοιπόν ὡς θεούς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες. πολλάκις δέ καί αὐτός ὁ ἀγαλματοποιὸς, ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τήν τέχνην θεούς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τήν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα· τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τήν τέχνην, ἀλλ’ ἡ τέχνη τήν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε· πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τε καὶ προὑπῆρχε τῶν ἐκ τέχνης θεῶν· καί ὅτι ὡς ἠβουλήθη, οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι· τό δίκαιον καὶ τήν ἐπιστήμην καὶ τήν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας, πάντως τῷ χρόνῳ διὰ τήν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ’ ἄν τις αὐτοὺς οἰκτηρήσειε, καὶ κατα τοῦτο· ὅτι βλέποντες αὐτοί, τούς μή βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοί, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καί λογικοί κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι, τούς μηδ’ὅλως κινουμένους, ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι καὶ τό γε θαυμαστόν· ὅτι οὓς αὐτοί φυλάττουσιν, ὑπ’ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι· καί μή τι νομίσης ταῦτα με λέγειν ἁπλῶς, ἤ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γάρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶνα τούτων καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾷν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστι καὶ παρὰ τῆς θείας γραφῆς, προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ὀφθαλμούς ἔχουσι καὶ οὐκ’ ὄψονται· στόμα ἔχουσι καί οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ’ ἀκούσονται· ῥίνας ἔχουσι καὶ οὐκ’ ὀ σφρανθήσονται· χεῖρας ἔχουσι καί οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καί οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάριγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦν τες αὐτά· οὐδὲ προφητική δὲ τούτων ἀπέστη μέμψις, ἀλλ’ ἔστι καί ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος, λέγοντος τοῦ πνεύματος· αἰσχυνθήσονται οἱ πλάσαντες θεόν, καὶ γλύφοντες πάντα μάταια· καὶ πάν τες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καί κωφοί ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καί ἐντραπήτωσαν καί αἰσχυνθήτωσαν ἅμα· ὅτι ὄξυνε τέκτων σίδηρον· καί σκεπάρνω εἰργά σατο αὐτὸ· καὶ ἔστησεν αὐτὸ τὸ βραχίονι τῆς ἰσχύος αὐτοῦ, καὶ πεινάσει καὶ ἀσθενήσει, καί οὐ μή πίει ὕδωρ· ξύλον γάρ ἐκλεξάμενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρῳ· καὶ ἐν κόλλῃ ἐρύθμησεν αὐτὸ· καὶ ἐποίησεν αὐτὸ ὡς μορφήν ἀνδρός· καί ὡς ὡ ραιότητα ἀνθρώπου· ἔστησεν αὐτὸ ἐν οἴκῳ· καὶ ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρὺμοῦ· καὶ ὃ ἐφύτευσεν ὁ κύριος, καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν, καὶ βὼν ἀπ’ αὐτοῦ θερμανθῇ· καὶ καύσαν τες ἔπεψαν ἄρτους ἐπ’ αὐτῷ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς· καὶ προσεκύνησαν αὐτοὺς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεως αὐτοῦ κρέας ὁπτήσας, ἔφαγε καὶ ἐνεπλήσθη· καὶ θερμαν θείς, εἶπεν· ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνη λέγων ἐξελοῦμαι ὅτι ὁ θεός θς μου εἶ σύ· οὐκ’ ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυρώ θησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν· καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ· καὶ οὐκ’ ἀνελογίσατο τῇ καρδίᾳ αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῇ ψυχῇ αὐτοῦ· οὐδὲ ἔγνω τῇ φρονήσει, ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ· καὶ ἔπεψεν ἐπὶ τῶν ἀθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε καὶ προσκυνοῦσιν αὐτὸ. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται· καὶ οὐδεὶς δύναται ἐξελέσθαι τήν ψυχήν αὐτῶν· ἴδετε καὶ οὐκ’ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου. πῶς οὖν οὐκ’ ἄθεοι παρὰ πᾶσι κριθεῖεν, οἱ καὶ παρὰ τῆς θείας γραφῆς ἀσεβείας κατηγορούμενοι ἢ πῶς οὐκ’ ἂν εἶεν κακοδαίμονες οἱ οὕτω φανερῶς ἐλεγχόμενοι τὰ ἄψυχα θρησκεύοντες ἀντὶ τῆς ἀληθείας· ποία δὲ τούτων ἐλπὶς; ἢ τίς ἄν αὐτοῖς γένοιτο συγγνώμη πεποιθῶσιν ἐπὶ τὰ ἄλογα καὶ τὰ ἀκίνητα· ἃ ἀντί ἀληθινοῦ θεοῦ σέβουσιν· εἴθε γὰρ εἴθε, κἂν χωρὶς σχημάτων αὐτοῖς τούς θεοὺς ἔπλαττεν ὁ τεχνίτης· ἵνα μὴ τῆς ἀναισθησίας φανερὸν ἔχωσι τὸν ἔλεγχον, ὑπέκλεψαν γὰρ ἂν τήν ὑπόνοιαν τῶν ἀκεραίων ὡς αἰσθομένων τῶν εἰδώλων, εἰ μὴ τὰ σύμβολα τῶν αἰσθήσεων· οἷον ὀφθαλμοὺς καὶ ῥῖνας καὶ ὦτα καὶ χεῖρας καὶ στόμα εἶχον ἀκινήτως…