Contra gentes (Ms H)
Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius
- Edition reference
- Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
- CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local031- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
ἡμὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὅλων ἀληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρὰ τῆς τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται· ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι· φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μὲν σοι καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν· φιλοκάλως δὲ ὅμως καὶ παρ’ ἑτέρων ἀκούοντι. αὐτάρκεις μὲ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ· πρὸς τὴν τῆς ἀληθείας ἐπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων· εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι· εἴσεται μέν πως· τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως, τυχεῖν δυνήσεται· ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις· ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σ σωτῆρα ρα πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσεται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβη· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν, οὐδὲν ἕτερον ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἴκτηρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ’ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐκ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον· ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα σρα τοῦ παντὸς· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην· ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι· εἰ γὰρ τοῦ σταυροῦ στρου γινομένου πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατήρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ, τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς ἀφανῶς μεταπείθει, πῶς εἰκότως γὰρ ἄν τις εἴποι· πρὸς αὐτοὺς ὅτι ἀνθρώπινον ἀνίνον ἐστὶν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θῦ λόγον καὶ σωτῆρα σρα εἶναι τοῦ παντὸς· τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἄναβάντα; πάσχειν δὲ καὶ οὗτοι μοι δοκοῦσιν ὅμοιον· ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον, διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται· ὡς γὰρ καλὸν τὸ φῶς. καὶ καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος· οὕτως θείου πράγματος ὄντος τοῦ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι· ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν καὶ θεοῦ θῦ λόγον· λέγωμεν οὖν ὡς ἐφικτὸν ἡμῖν· πρότερον διελέξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελέχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτὸς ὦ ἄνθρωπε ανε · ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης. πρέπειν δέ σοι ἡγοῦμαι καὶ φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χῦ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν ἡγεῖσθαί σε πεπίστευκα· ἐξ ἀρχῆς μὲν οὐκ ἦν κακία οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ἤρξαντο ἐπινοεῖν ὕστερον· καὶ καθ’ ἑαυτοὺς ἀνατυτυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι. ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν, διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χυ · τὸ ἀνθρώπινον ἀνίνον γένος, κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτὲ ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν, ἐχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν· ἀγγάλλεται καὶ συνομιλῇ τῷ θείω· ζῶν τὸν απήμωονα καὶ μακάριον ὄντως ἀθάνατον βίον· οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν δι’ αὐτοῦ εἰς πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασἰας γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ, τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος· ὅτε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλως ἐστὶν ἄνω ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς; τότε δὴ τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται·και τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσπερ οὖν τὸν, πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ κατὰ τὴν ἑβραίων γλῶτταν ἀδάμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ, κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία· τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία, ἣν εἶχεν ἐν ἐκείνω τῷ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ καὶ ἡ τῆς ψυχῆς καθαρότης ἐστί· καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριος κς φησί· μακάριοι οἱ καθαροὶ τῆ καρδία ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται· οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται· τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε· καὶ μένειν ἠθέλησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγυτέρω δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες, καὶ τοῦ τε σώματος· καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι, καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας· ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες, ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσαις ἐπιθυμίαις· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἄνθρωπου ἄνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαὶ. κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο, τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες ησχύνθησαν. ἔγνωσαν δὲ ἑαυτοὺς γυμνοὺς· οὐ τοσοῦτον ἀπὸ ἐνδύματος· ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν· ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως· καὶ τοῦ πρὸς αὐτὸν πόθου· λοιπὸν εἰς διαφόρους καὶ εἰς εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἀνέβησαν τοῦ σώματος. εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου· καὶ πολλῶν ἐπιθυμίαν λαβόντες· ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι· ταύτας καταλεῖψαι· ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος· ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων; ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ εὔλογον κατὰ δύναμιν σημᾶναι· ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας· καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν, πλανηθεῖσα κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλὸν· ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς· καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο· οὖσα γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη. ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατ’ ἀρετήν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τούτω εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γᾶρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς ὁρᾶ ἑαυτὴν δύνασθαι κατ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τὰ καλὰ· μὴ ὄντα δὲ τὰ φαῦλα. ὄντα δέ φημι τὰ καλὰ· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω· καθότι ἐπινοίαις ἀνθρώπων ἀνων · οὐκ ὄντα ἀναπέπλασται· ἔχοντος δὲ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν· καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργὸν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας· καὶ τῆς ἐν αὐτοῖς κινήσεως· λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία. εἶτα τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα· καὶ τούτω καταχρωμένη, ἐνενόησεν· ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη. καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη; σώζει τὴν ἑαυτῆς ἀξίαν· καὶ οὐχ’ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ παρεγγυᾶ φωνῆ, πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ δυνατὸν σκοπήσασα· τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομικῆς τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπὶ όρας· τὰς δὲ χεῖρας αὖ πάλιν εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστίν· αἰτία δὲ τούτων οὐδὲ μία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφὴ. ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίω· καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνει τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ κατὰ κρημνῶν ἐλαύνει· φερόμενος· ὅπου δ’ ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων· ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν; οὕτως καὶ ἡ ψυχὴ, ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ συμπλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ· καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος ἀποβλέπων ἔλεγε· κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινὲς πλανηθέντες τῆς ὁδοῦ. καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ’ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες δὲ κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες, τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι, τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακὸν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη· καὶ μεμιγμένην ἔχει ἔλεγχοςτῶν λεγόντων δύο αὐτὸν· ἀγαθὸνκαὶ κακόντὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ. οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι. ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητὴν· καὶ τῆς κακίας ἀρχηγὸν, καὶ τῆς κτίσεως δημιουργὸν. τούτοις δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν· ἔκ τε τῶν γραφῶν· καὶ ἐξ αὐτῆς τῆς τῶν ἀνθρώπων ἀνων διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται. ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς · ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅτι κύριος κς ὁ θεός θς εἷς ἐστι, καί ἐξομολογοῦμαί σοι, πάτερ περ κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς . πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεός θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος, κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν· πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος σρς φωνὴν· εἰ μὴ ἆρα ὡς ἐν ἰσοστασίω, τοῦ ἀγαθοῦ θεοῦ θῦ · καὶ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἶσα δυναμένοις, τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν· ἴση ἀμφοτέρων ἡ δύναμις, καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δ’ ἀμφοτέρων ἐστὶν· ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ. ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως. τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα· οὐκ ὄντων αὐτοῦ ἔργων δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται. πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα ἵνα· χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον ἐν ἑτέρω δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν, τῆς φύσεως. οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεὸς θς · ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον τῆς τοῦ καλοῦ ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον. σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης; ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ . οὐδὲ ἐν θεῷ θῷ · οὔτε ἐξ ἀρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα καὶ ἅπερ βούλονται· ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμούς σκότος ἑαυτῶ ἐπινοεῖ· οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ· πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδ’ ὅλως ὁρᾶ· οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾶν δύναται· ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσα τί ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται. καὶ οὐχ’ ὁποία γέγονε τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε τοιαύτη καὶ φαίνεται. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾶν τὸν θεὸν θν · καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησὶν· ὁ θεὸς θς τὸν ἄνθρωπον ἄνον ἐποίησε εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλοὺς. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς· οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· περὶ τῆς τῶν εἰδώλων εὕρεσις·ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε. τὸ δὲ τὴν ἀρχὴν ἔχον κακήν· ἐν οὐδενί ποτέ· καλὸν κριθείη ὅλον ὂν φαῦλον· οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο· μαθοῦσα γὰρ διαφορὰς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα· καὶ τὰς τούτων δόξας ἀποβλέπουσα, ἐνόμισε μὴ δὲν ἕτερον πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά. ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ · οὐκέτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως· τὸν θεὸν θν λόγον καθ’ ὃν γέγονεν ὁρᾶν· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν, τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι’ οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν· παντὶ δὲ περιφέρεται καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθενδὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα. καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπόν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν , τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα,ἃ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ· προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρίας ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς, ἑαυτοῖς ἀνεπλάσαντο· οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς, μηκέτι μὲν βλέποι τὸ φῶς· μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα, καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι μὴ δὲν πλέον ἐκείνων εἶναι· ἀλλὰ αὐτὰ τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες· καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῷ λογισμῶ. μᾶλλον δὲ ἀλογία χρησάμενοι· τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες· ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεὸν θν . ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσον μᾶλλον ἐπικαταβαίνουσι, τοσοῦτον εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτως καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλῆν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ’ ὧν ἤρξαντο· ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον· τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρτύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀνθρώπων ἀνων ἀπὸ θεοῦ θῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι · πρώτοις οὐρανῶ οὐνῶ · καὶ ἡλίῳ καὶ σελήνη· καὶ τοῖς ἄστροις, τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες· ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν· εἶτ’ ἐπικαταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς· αἰθέρα καὶ τὸν ἀέρα· καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεοὺς· προβαίνοντες δὲ τοῖς κακοῖς ἤδη καὶ τὰ στοιχεῖα· καὶ τὰς ἀρχὰς· τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχράν· καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν· οὐσίαν, θεοὺς ἀνύμνησαν· ὡς δὲ οἱ τέλεον πεσόντες περὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας· λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον, εἰς θεοὺς ἀνέθηκαν. ἔτι δὲ καὶ χείρονα βουλευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ· ἔνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ πατέρα πρα , ἀποστρεφόμενοι· εἴθε δὲ κἂν μέχρι τούτων εἱστήκει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες, ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον· τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν· ὥστε καὶ τὰ μὴ δ’ ὅλως μηδαμῶς ὑπάρχοντα μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα· ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσὶν οἱ παρ’ αἰγυπτίοις κυνοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων· ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων· κεφαλήν· καὶ ὦμον· καὶ χεῖρα· καὶ πόδα καθ’ ἑαυτὰ διελόντες, ἕκαστον εἰς θεοὺς ἀνέθηκαν καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπιτείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι; τὴν πρόφασιν τῆς τούτων εὑρέσεως τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ, αὐτῶν ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν· ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων ταῖδας· εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων·ἢ διὰ φόβον τῆς αὐτῶν τυρανίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις· ἴσις· καὶ ὄσιρις· καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον οὐ σεμνὸν· ἀλλ’ ἀσελγείας ἔμπλεων, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν. ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ χώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον ἐκέλευσε θρησκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχων δὲ ὅμως καθ’ ἑαυτοῦ· καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως ἐφευρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη· ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσης· μὴ δὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι· δογματίζουσιν ἐν θεοῖς εἶναι· καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται, τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι; τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπ’ ἐξουσίας ἔχοντες τὸ θεοποιεῖν αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων· τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει· καὶ ὁ διδοὺς, πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων κρείττων καὶ μείζων ἐστὶν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ· τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεοὺς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον, εἶναι ψευδῆ. τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοί· ζεὺς καὶ ποσειδών καὶ ἀπόλλων καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δήμητρα· καὶ ἀθηνὰ καὶ ἄρτεμις, ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς· ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο· οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες· οὓς διετάξατο προτιμῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θηλείας κατέφερον τὴν είαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις· ἴσις· καὶ κόρη· καὶ νεωτέρα· καὶ παρὰ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστὰ. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτατα· καὶ ἀδελφοὺς· καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι· οὓς πάντας ἀνθρώπους ἀνους ἤλεγξεν ἡ φύσις εἶναι θνητοὺς· τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτὸν πένθος ἀναζωγραφήσαντες· καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν, θεοὺς· ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ εἴδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεούς, ἀλλὰ μὴ δόλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τὸ μὴ κέτ’ εἶναι· τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες· παραμυθῶνται, τούτοις ὅμως οἱ ἄφρονες, ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις περιτιθέασιν· ἐν γοῦν αἰγύπτω εἰσέτι καὶ νῦν· ὁ περὶ ὀσίρεως· καὶ ὥρου· καὶ τυφῶνος· καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες, τὸν δία μὴ εἶναι θεὸνἐλέγχουσιν· ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστὸν· ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς· καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανοηθεὶς πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται· τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων· ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις· ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς· οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρω γὰρ πένθει τρυχόμενος πατὴρ πηρ · τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας· τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον νῦν ὡς ζῶντα ἐτίμησε· καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς. εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος· ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς· ἐθρησκεύετο τὰ γλυπτὰ· οὓς ἐν ὄψει μὴ δυνάμενοι, τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν· τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι; ἐμφανῆ εἰκόνα τοῦ τετιμημένου βασιλέως ἐποίησαν· ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας· καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βουλόμενος ἀρέσαι· ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον · νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίω εἰς ἔνεδρον· ὅτι ἢ συμφορᾶ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι · τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν· τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως· ἐπὶ μάρτυρι ἔλεγχοςεἰδώλωντῆ γραφῆ παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης· ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἐκ τῆς γραφῆς ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν· ὅσον ἀφ’ ὧν περὶ αὐτῶν οὗτοι φρονοῦσι, τὰ τεκμήρια λαμβανόντες. εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἷον γὰρ οἷόν ἐστιν· ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν γαννυμήδην· καὶ τὰς κλοπιμαίας ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῶ θανάτω τοῦ ὑέος αὐτοῦ σαρπηδόνος· καὶ βουλόμενον αὐτῶ βοηθῆσαι· καὶ μὴ δυνάμενον· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶ· λέγω καὶ ἦρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς. καὶ τοῦ ἑκατοντάχειρος αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμευόμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα ; ἆρ’ οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεὸν θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μὴ δὲ οἱ κοινοὶ ῥωμαίων νόμοι· καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν· ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος; τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην· καὶ λήδαν· καὶ ἀλκμήνην· καὶ ἄρτεμιν· καὶ λητῶ· καὶ μαῖαν· καὶ εὐρώπην· καὶ δανάην· καὶ ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα; οὐκ ἂν χλευάσειε· καὶ ζημιώσειε θανάτῳ· ὅτι μὴ μόνον ἐμοίχευσεν· ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας· θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ· τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος· καὶ ἡρακλῆς· καὶ διόσκουροι· καὶ ἑρμῆς καὶ περσεύς· καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν· ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν· ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν· τίς ἰδὼν ὑπὸ μὲν διομήδους, τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, τὴν ἧραν καὶ τὸν ὑποχθόνιον· ὃν καλοῦσι θεὸν ἀϊδωνέα· καὶ διόνυσον μὲν ὑπὸ περσέως· ἀθηνὰν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως· καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεοὺς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων· οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας· ἢ τοὺς τρωθέντας θαυμάσειεν· ἢ τίς ἰδὼν τὴν ἄρεος πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν· οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν· ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω· καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν; τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμιγνύμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν· τοὺς ἐπὶ ταύτη διαβαλλομένους θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι· ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες· οὐκ ἐρυθριῶσιν· εἶτα προσκυνοῦντες λίθοις καὶ ξύλοις, οὐχ’ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγου εἰς χρῆσιν εἶχον, ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς, ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν καὶ ἡ ὕλη ἀργὴ· ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι· καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται· ἐπειδὰν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώσῃ, τότε δὴ χάριν ὁμολογήσαντες τῷ τεχνίτη· λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες· πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλματοποιὸς· ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο· τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε· ταῦτα μετὰ τὴν τέχνην θεοὺς προσαγορεύει· ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε; πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν, τὸν τεχνίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν· καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες· τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα; προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθ’ ἡμέραν ἐπιμελείας· πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται· πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε· καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι· καὶ ἀκούοντες αὐτοὶ, τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ· κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι τοὺς μὴ δ’ὅλως κινουμένους ἀλλὰ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστὸν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μήτοι νομίσης ταῦτα με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα. κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ καὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκόψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσι· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνα ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά· οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος· λέγοντος τοῦ πατρὸς πρς · αἰσχυνθήσονται οἱ πλάσσοντες θεὸν θν · οἱ γλύφοντες πάντες μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ αἰσχυνθήτωσαν ἅμα· ὅτι ὤξυνε τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτό· καὶ ἐν τερέτρω ἐρύθμισεν αὐτὸ τῶ βραχίονι τῆς δυνάμεως αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξάμενος τέκτων· ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐρύθμισεν αὐτό· καὶ ἐποίησεν αὐτῶ ὡς μορφὴν ἀνδρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου · ἔστησεν αὐτὸ ἐν οἴκω· καὶ ὃ ἔκοψε ξῦλον ἐκ τοῦ δρυμοῦ· ὃ ἐφύτευσεν ὁ κύριος κς · καὶ ὑετὸς ἐμήκυνεν, ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς· καὶ προσεκύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ· καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας ἔφαγε· καὶ ἐνεπλήσθη· καὶ θερμανθεὶς εἶπεν; ἡδύ μοι ὅτι ἐθερμάνθην; καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι· ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρδία αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει· ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους· καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησε· καὶ προσκυνοῦσιν αὐτὸ. γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶ καὶ πλανῶνται καὶ…