The Greek Library Author

Athanasius of Alexandria

Contra gentes (Ms S)

Author namesAthanase d’Alexandrie · Athanase d Alexandrie · Athanasius of Alexandria · Athanasius

Edition reference
Contra gentes, ed. R. W. Thomson, Athanasius. Contra gentes and de incarnatione, Oxford: Clarendon Press, 1971: 2–132.
CTS identifier
urn:cts:greekLit:tlg2035.tlg001.local038
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Athanasius ἡ μὲν περὶ τῆς θεοσεβείας καὶ τῆς τῶν ὄλων ἀληθείας γνῶσις· οὐ τοσοῦτον τῆς παρὰ τῶν ἀνθρώπων ἀνων διδασκαλίας δεῖται, ὅσον ἀφ’ ἑαυτῆς ἔχει τὸ γνώριμον· μόνον γὰρ οὐχὶ καθ’ ἡμέραν τοῖς ἔργοις κέκραγε· καὶ ἡλίου λαμπρότερον ἑαυτὴν διὰ τῆς χριστοῦ χυ διδασκαλίας ἐπιδείκνυται· ποθοῦντι δέ σοι ὅμως τὰ περὶ ταύτης ἀκοῦσαι, φέρε ὦ μακάριε ὡς ἂν οἷοί τε ὦμεν· ὀλίγα τῆς κατὰ χριστὸν χν πίστεως ἐκθώμεθα· δυναμένω μέν σοι· καὶ ἀπὸ τῶν θείων λογίων ταύτην εὑρεῖν. φιλοκάλως δὲ ὅμως, καὶ παρ’ ἑτέρων ἀκούοντι· αὐτάρκεις μὲν γάρ εἰσιν αἱ ἅγιαι καὶ θεόπνευστοι γραφαὶ πρὸς τὴν τῆς ἀληθείας ἀπαγγελίαν· εἰσὶ δὲ καὶ πολλοὶ τῶν μακαρίων ἡμῶν διδασκάλων εἰς ταῦτα συνταχθέντες λόγοι· οἷς ἐάν τις ἐντύχοι, εἴσεται μέν πως τὴν τῶν γραφῶν ἑρμηνείαν· ἧς δὲ ὀρέγεται γνώσεως τυχεῖν δυνήσεται.

ἀλλ’ ἐπειδὴ τὰς τῶν διδασκάλων συντάξεις ἐν χερσὶ νῦν οὐκ ἔχομεν, ἀναγκαῖόν ἐστιν ἃ παρ’ ἐκείνων ἐμάθομεν, ταῦτα καὶ ἀπαγγέλλειν καὶ γράφειν σοι· λέγω δὴ τὴν κατὰ τὸν σωτῆρα σρα χριστὸν χν πίστιν· ἵνα μήτε εὐτελῆ τις τὴν τοῦ καθ’ ἡμᾶς λόγου διδασκαλίαν ἡγήσηται, μήτε ἄλογον τὴν εἰς χριστὸν χν πίστιν ὑπολάβει· ὁποῖα διαβάλλοντες ἕλληνες χλευάζουσι καὶ πλατὺ γελῶσι καθ’ ἡμῶν· οὐδὲν ἕτερον· ἢ τὸν σταυρὸν στρον τοῦ χριστοῦ χῦ προφέροντες· ἐφ’ ὧ μάλιστα καὶ τὴν ἀναισθησίαν αὐτῶν οἰκτειρήσειεν ἄν τις· ὅτι τὸν σταυρὸν στρον διαβάλλοντες, οὐχ ὁρῶσι τὴν τούτου δύναμιν πᾶσαν τὴν οἰκουμένην πεπληρωκυῖαν· καὶ ὅτι δι’ αὐτοῦ τὰ τῆς θεογνωσίας ἔργα πᾶσι πεφανέρωται· οὐ κ ἂν γὰρ εἴπερ ἦσαν καὶ αὐτοὶ γνησίως ἐπιστήσαντες αὐτοῦ τῆ θεότητι τὸν νοῦν, ἐχλεύαζον τὸ τηλικοῦτον·

ἀλλὰ μᾶλλον καὶ αὐτοὶ τοῦτον ἐπεγίνωσκον σωτῆρα τοῦ παντός· καὶ τὸν σταυρὸν στρον μὴ βλάβην ἀλλὰ θεραπείαν τῆς κτίσεως γεγονέναι.

εἰ γὰρ τοῦ σταυροῦ στρου γινο μένου πᾶσα μὲν εἰδωλολατρία καθηρέθη· πᾶσα δὲ δαιμόνων φαντασία τῶ σημείω τούτω ἀπελαύνεται· καὶ μόνος ὁ χριστὸς χς προσκυνεῖται· καὶ δι’ αὐτοῦ γινώσκεται ὁ πατὴρ πηρ · καὶ οἱ μὲν ἀντιλέγοντες καταισχύνονται· ὁ δὲ τῶν ἀντιλεγόντων ὁσημέραι τὰς ψυχὰς μεταπείθει ἀφανῶς, πῶς εἰκότως γὰρ ἄν τις εἴποι πρὸς αὐτοὺς ἔτι ἀνθρώπινόν ανινoν ἐστιν ἐπινοεῖν τὸ πρᾶγμα· καὶ οὐ μᾶλλον ὁμολογεῖν θεοῦ θυ λόγον καὶ σωτῆρα εἶναι τοῦ παντὸς τὸν ἐπὶ τοῦ σταυροῦ στροῦ ἀναβάντα· πάσχειν δὲ καὶ οὗτοί μοι δοκοῦσιν ὅμοιον, ὡς εἴ τις τὸν μὲν ἥλιον ὑπὸ νεφῶν σκεπόμενον διαβάλλοι· τὸ δὲ τούτου φῶς θαυμάζοι· βλέπων ὅτι πᾶσα ἡ κτίσις ὑπὸ τούτου καταλάμπεται.

ὡς γὰρ καλὸν τὸ φῶς καὶ καλλίων ὁ τοῦ φωτὸς ἀρχηγὸς ἥλιος, οὕτως θείου πράγματος ὄντος τὸ τὴν οἰκουμένην πᾶσαν τῆς αὐτοῦ γνώσεως πεπληρῶσθαι, ἀνάγκη τὸν ἀρχηγὸν καὶ ἡγεμόνα τοῦ τοιούτου κατορθώματος εἶναι θεὸν θν · καὶ θεοῦ θυ λόγον· λέγομεν οὖν ὡς ἐφικτὸν ἡμῖν, πρότερον διελέγξαντες τὴν τῶν ἀπίστων ἀμαθίαν· ἵνα τῶν ψευδῶν διελεγχθέντων, λοιπὸν ἡ ἀλήθεια δι’ ἑαυτῆς ἐπιλάμψη· καὶ θαρρῆς καὶ αὐτός ὦ ἄνθρωπε ἄνε · ὅτι ἀληθεία πεπίστευκας· καὶ τὸν χριστὸν χν γινώσκων οὐκ ἠπατήθης· πρέ πειν δέ σοι ἡγοῦμαι φιλοχρίστω ὄντι, τὰ περὶ χριστοῦ χυ διαλέγεσθαι· ἐπεὶ καὶ πάντων τιμιωτέραν τὴν περὶ τούτου γνῶσιν καὶ πίστιν, ἡγεῖσθαί σε πεπίστευκα·

ἐξ ἀρχῆς μὲν, οὐκ ἦν κακία· οὐδὲ γὰρ οὐδὲ νῦν ἐν τοῖς ἁγίοις ἐστίν· οὐδ’ ὅλως κατ’ αὐτοὺς ὑπάρχει αὕτη· ἄνθρωποι ανοι δὲ ταύτην ὕστερον ἐπινοεῖν ἤρξάντο· καὶ καθ’ ἑαυτῶν ἀνατυποῦσθαι· ὅθεν δὴ καὶ τὴν τῶν εἰδώλων ἐπίνοιαν, ἑαυτοῖς ἀνεπλάσαντο· τὰ οὐκ ὄντα ὡς ὄντα λογιζόμενοι.

ὁ μὲν γὰρ τοῦ παντὸς δημιουργὸς καὶ παμβασιλεὺς θεὸς θς · ὁ ὑπερέκεινα πάσης οὐσίας καὶ ἀνθρωπίνης ἀνίνης ἐπινοίας ὑπάρχων· ἅτε δὴ ἀγαθὸς καὶ ὑπέρκαλος ὢν διὰ τοῦ ἰδίου λόγου τοῦ σωτῆρος σρς ἡμῶν ἰησοῦ ιυ χριστοῦ χῦ · τὸ ἀνθρώπινον γένος κατ’ ἰδίαν εἰκόνα πεποίηκε· καὶ τῶν ὄντων αὐτὸν θεωρητὴν καὶ ἐπιστήμονα· διὰ τῆς πρὸς αὐτὸν ὁμοιώσεως, κατεσκεύασε· δοὺς αὐτῶ καὶ τῆς ἰδίας ἀϊδιότητος ἔννοιαν καὶ γνῶσιν· ἵνα τὴν ταυτότητα σώζων, μήτε τῆς περὶ θεοῦ θῦ φαντασίας ποτε ἀποστῆ, μήτε τῆς τῶν ἁγίων συζήσεως ἀποπηδήση· ἀλλ’ ἔχων τὴν τοῦ δεδωκότος χάριν· ἔχων καὶ τὴν ἰδίαν ἐκ τοῦ πατρι πρι κοῦ λόγου δύναμιν, ἀγάλληται καὶ συνομιλῆ τῶ θείω· ζῶν τὸν ἀπήμονα καὶ μακάριον ὄντως ἀθάνατον βίον.

οὐδὲν γὰρ ἔχων ἐμπόδιον εἰς τὴν περὶ τοῦ θείου γνῶσιν· θεωρεῖ μὲν ἀεὶ διὰ τῆς αὐτοῦ καθαρότητος, τὴν τοῦ πατρὸς πρς εἰκόνα· τὸν θεὸν θν λόγον· οὗ καὶ κατ’ εἰκόνα γέγονεν· ὑπερεκπλήττεται δὲ κατανοῶν τὴν δι’ αὐτοῦ εἰς τὸ πᾶν πρόνοιαν· ὑπεράνω μὲν τῶν αἰσθητῶν καὶ πάσης σωματικῆς φαντασίας, γινόμενος· πρὸς δὲ τὰ ἐν οὐρανοῖς οὐνοῖς θεῖα καὶ νοητὰ τῆ δυνάμει τοῦ νοῦ συναπτόμενος·

ὅ τε γὰρ οὐ συνομιλεῖ τοῖς σώμασιν ὁ νοῦς ὁ τῶν ἀνθρώπων ἀνων · οὐδέ τι τῆς ἐκ τούτων ἐπιθυμίας μεμιγμένον ἔξωθεν ἔχει· ἀλλ’ ὅλος ἐστὶν ἄνω ἑαυτῶ συνὼν ὡς γέγονεν ἐξ ἀρχῆς, τότε δή τὰ αἰσθητὰ καὶ πάντα τὰ ἀνθρώπινα ἀνινα διαβὰς, ἄνω μετάρσιος γίνεται· καὶ τὸν λόγον ἰδὼν, ὁρᾶ ἐν αὐτῶ καὶ τὸν τοῦ λόγου πατέρα πρα · ἡδόμενος ἐπὶ τῆ τούτου θεωρία· καὶ ἀνακαινούμενος ἐπὶ τῶ πρὸς τοῦτον πόθω· ὥσ ση(μειωτέον) περ οὖν τὸν πρῶτον τῶν ἀνθρώπων ἀνων γενόμενον· ὃς καὶ, κατὰ τὴν τῶν ἑβραίων γλώτταν· ἀδὰμ ὠνομάσθη· λέγουσιν αἱ ἱεραὶ γραφαὶ κατὰ τὴν ἀρχὴν ἀνεπαισχύντω παρρησία τὸν νοῦν ἐσχηκέναι πρὸς τὸν θεὸν θν · καὶ συνδιαιτᾶσθαι τοῖς ἁγίοις ἐν τῆ τῶν νοητῶν θεωρία· ἣν εἶχεν ἐν ἐκείνω τῶ τόπω· ὃν καὶ ὁ ἅγιος μωϋσῆς τροπικῶς παράδεισον ὠνόμασεν· ἱκανὴ δὲ ἡ τῆς ψυχῆς καθαρότης ἐστὶ καὶ τὸν θεὸν θν δι’ ἑαυτῆς κατοπτρίζεσθαι καθάπερ καὶ ὁ κύριος κς φησὶ· μακάριοι οἱ καθαροὶ τῆ καρδία ὅτι αὐτοὶ τὸν θεὸν θν ὄψονται.

οὕτω μὲν οὖν ὁ δημιουργὸς ὥσπερ εἴρηται τὸ τῶν ἀνθρώπων ἀνων γένος κατεσκεύασε καὶ μένειν ἠθέ λησεν· οἱ δὲ ἄνθρωποι ἄνοι κατολιγωρήσαντες τῶν κρειττόνων· καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέῥω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν, τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις· ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο· ἑαυτοὺς δὲ κατανοοῦντες· καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι· καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν· τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας.

ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγ γυτέρω μὴ ἀποστῆναι θέλοντες· ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας· τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ θῦ δυνάμεως· τοῦ το δ’ ἄν τις, ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀνου ἀληθὲς· ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί. κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεὸν θν καὶ τὴν τούτου θεωρίαν, ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν· ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν, τῆς πρὸς τὸν θεὸν θν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο· τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν· καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· καὶ γνόντες ἠισχύνθησαν· ἔγνωσαν, δὲ ἑαυτοὺς γυμνοὺς οὐ τοσοῦτον ἀπὸ ἐνδύματος, ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι· καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν.

ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν θν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος· εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες, ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν· ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι. ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναί· καὶ θνητὰ φρονεῖν τῆ ψυχῆ προσγέγονεν· οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν, φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν· πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι.

ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις χρωμένη· καὶ ἡσθεῖσα τῆ τοῦ σώματος θεωρία· καὶ ἰδοῦσα καλὸν ἑαυτῆ εἶναι τὴν ἡδονὴν· πλανηθεῖσα, κατεχρήσατο τῶ τοῦ καλοῦ ὀνόματι· καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν, αὐτὸ τὸ ὄντως καλόν. ὥσπερ εἴ τις τὴν διάνοιαν παραπληγεὶς καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν· ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο·

οὖσα γὰρ τὴν φύσιν εὐκίνητος· εἰ καὶ τὰ καλὰ ἀπεστράφη· ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται· κινεῖται οὖν οὐκέτι μὲν κατὰ ἀρετὴν· οὐδὲ ὥστε τὸν θεὸν θν ὁρᾶν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ· καταχρωμένη τοῦτο· εἰς ἃς ἐπενόησεν ἐπιθυμίας· ἐπεὶ, καὶ αὐτεξούσιος γέγονε· δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτως καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλὸν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γὰρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται· τὴν φύσιν οὖσα ὡς προεῖπον εὐκίνητος· καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς· ὁρᾶ ἑαυτὴν δύνασθαι κατ’ ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι· εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δὲ ἐστι τὰ καλὰ· οὐκ ὄντα δὲ τὰ φαῦλα· ὄντα δέ φημι τὰ καλὰ· καθότι ἐκ τοῦ ὄντος θεοῦ θῦ , τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων ἀνων οὐκ ὄντα, ἀναπέπλασται· ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾶν καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν δημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ θεοῦ θῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας· εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν θεὸν θν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία·

εἶτα· τὸ δυνατὸν ἑαυτῆς ὡς προεῖπον ὁρῶσα· καὶ τούτο καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾶν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει· δεικνύουσα ὅτι καὶ τοῦτο δύναται· καὶ νομίζουσα ὅτι ἅπαξ κινουμένη σώζει τὴν ἑαυτῆς ἀξίαν καὶ οὐχ’ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· καὶ οὐκ εἰδυῖα ὅτι οὐχ’ ἁπλῶς κινεῖσθαι· ἀλλ’ εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀπο στολικὴ παρεγγυᾶ φωνὴ· πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει· ἀλλὰ τῶν ἀνθρώπων ἀνων ἡ τόλμα, οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον· ἀλλ’ εἰς τὸ ἀδύνατον σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε· καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε· καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν· ἀντὶ νομίμης τεκνογονίας· καὶ τὴν μὲν γλώτταν· ἀντὶ εὐφημίας, εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας· τὰς δὲ χεῖρας αὖ πάλιν, εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους ἀνους · καὶ τὴν μὲν ὄσφρησιν· εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας, εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα, εἰς μέθην καὶ κόρον ἀπλήρωτον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν· αἰτία δὲ τούτων οὐδεμία· ἀλλ’ ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐὰν ἡνίοχος ἐπιβὰς ἵπποις ἐν σταδίω καταφρονήση μὲν τοῦ σκοποῦ εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει· ἀποστραφεὶς δὲ τοῦτον ἁπλῶς ἐλαύνη τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾶ· πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει φερόμενος· ὅπου δ’ ἂν ἑαυτὸν τῆ ὀξύτητι τῶν ἵππων φέροι· νομίζων ὅτι οὕτως τρέχων οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει· καὶ οὐχ’ ὁρᾶ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν, οὕτως καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν θεὸν θν ὁδὸν· καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη· μᾶλλον δὲ καὶ αὐτὴ μετ’ αὐτῶν ὑφ’ ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει· καὶ τὸ κακὸν ἑαυτῆ πλάττει· οὐχ’ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ· εἰς ὃν ὁ χριστοφόρος ἀνὴρ ὁ μακάριος παῦλος· ἀποβλέ πων ἔλεγε· κατασκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἰησοῦ ἰῦ χριστοῦ χῦ · σκοπῶν γοὖν τὸ καλὸν ὁ ἅγιος, οὐδέ ποτε τὸ κακὸν ἐποίει· ἑλλήνων μὲν οὖν τινες πλανηθέντες τῆς ὁδοῦ καὶ τὸν χριστὸν χν οὐκ ἐγνωκότες· ἐν υποστάσει καὶ καθ ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο· ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν δημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων κύριος κς · εἴ γε κατ’ αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ’ ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι· καὶ τὸ κακὸν κατ’ αὐτούς ἐστι· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν· οὐδὲ ἐν αὐτῶ ἐστιν· οὐδὲ δι’ αὐτοῦ· ἐπεὶ, οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν· ἢ αἴτιον γινόμενον κακοῦ· οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἐκπεσόντες· τῆς ἐκκλησιαστικῆς διδασκαλίας· καὶ περὶ τὴν πίστιν ναυαγήσαντες· καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ χριστοῦ χῦ πατέρα, θεὸν θν ἕτερον· καὶ τοῦτον ἀγέννητον· τοῦ κακοῦ ποιητὴν· καὶ τῆς κακίας ἀρχηγὸν· τὸν καὶ τῆς κτίσεως δημιουργόν· τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις ἀνοις διανοίας· ἀφ’ ἧς καὶ ταῦτα ἀναπλασάμενοι μαίνονται· ὁ μὲν οὖν κύριος κς καὶ σωτὴρ σηρ ἡμῶν ἰησοῦς ἰς χριστὸς χς ἐν τοῖς ἑαυτοῦ εὐαγ γελίοις φησὶ· βεβαιῶν τὰ μωϋσέως ῥήματα· ὅ τι κύριος κς ὁ θεὸς θς εἷς ἐστι· καί ἐξομολογοῦμαί σοι πάτερ περ · κύριε κε τοῦ οὐρανοῦ οὐνοῦ · καὶ τῆς γῆς· εἰ δὲ εἷς ἐστιν ὁ θεὸς θς · καὶ οὗτος οὐρανοῦ οὐνοῦ καὶ γῆς κύριος κς , πῶς ἄλλος ἂν εἴη θεὸς θς παρὰ τοῦτον· ποῦ δὲ καὶ ἔσται ὁ κατ’ αὐτοὺς θεὸς θς · τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ θεοῦ θῦ πληροῦντος· κατὰ τὴν τοῦ οὐρανοῦ οὐνοῦ καὶ γῆς περίληψιν. πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητὴς· ὧν αὐτὸς ὁ θεὸς θς καὶ πατὴρ πηρ τοῦ χριστοῦ χῦ ἐστι κύριος κς κατὰ τὴν τοῦ σωτῆρος φωνήν· εἰ μὴ ἄρα ὡς ἐν ἰσοστασίω καὶ τῶν τοῦ ἀγαθοῦ θεοῦ θῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον κν εἴποιεν· ἀλλ’ ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον, οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου τὸ ἕτερόν ἐστιν, ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μὲν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῶ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστὶν, ὅτι μη βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου· ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ· ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι. εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστὶ, τί τὸ ἔργον τοῦ ἀγαθοῦ· φαίνεται γὰρ οὐδὲν· πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως· τί δὲ καὶ τοῦ εἶναι τὸ ἀγαθὸν γνώρισμα. οὐκ ὄντων αὐτοῦ ἔργων· δι’ ὧν ἂν γνωσθείη· ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται· πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων· ἢ, τί τὸ διαιροῦν ἐστὶ ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται· εἶναι γὰρ αὐτὰ ἅμα, ἀδύνατον· διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι· ἀλλ’ οὐδὲ ἕτερον· ἐν ἑτέρω δυνηθείη ἂν εἶναι· διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον· αὐτῶν τῆς φύσεως· οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσεται καὶ αὐτὸ θεός θς .

ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως· πότερον, τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου, ἄδηλον φανήσεται· τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτὸ ἀδύνατον· σα θρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ θεοῦ θῦ οὐδὲ ἐν θεῶ θῶ , οὔτε ἐξ αρχῆς γέγονεν· οὔτε οὐσία τίς ἐστιν αὐτοῦ· ἀλλὰ ἄνθρωποι ἄνοι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας, ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα· καὶ ἅπερ βούλονται.

ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος· καὶ πάσης τῆς γῆς τῶ φωτὶ τούτου καταλαμπομένης· καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἑαυτῶ ἐπινοῆ οὐκ ὄντος σκότους· καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατῆ, πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων· νομίζων οὐκ εἶναι φῶς ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν οὐδόλως ὁρᾶ, οὕτως καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων ἀνων · καμμύσασα τὸν ὀφθαλμὸν· δι’ οὗ τὸν θεὸν θν ὁρᾷν δύναται, ἑαυτῆ τὰ κακὰ ἐπενόησεν· ἐν οἷς κινουμένη· οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται· καὶ οὐχ’ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ’ ὁποίαν ἑαυτὴν ἐνέφυρε· τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾷν τὸν θεὸν θν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ θεοῦ θῦ , τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν· ὥς που καὶ τὸ πνεῦμα πνα ἐγγράφως φησίν· ὁ θεὸς θς , τὸν ἄνθρωπον ἄνον ἐποίησεν εὐθῆ. αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς.

κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἀνοις ἐξ ἀρχῆς. οὕτω γέγονε καὶ πέπλασται· πῶς δὲ καὶ εἰς τὴν τῶν εἰδώλων μανίαν καταβεβήκασιν, ἤδη λέγειν ἀναγκαῖον· ἵνα γινώσκης ὅτι ὅλως ἡ τῶν εἰδώλων εὕρεσις, οὐκ ἀπὸ ἀγαθοῦ· ἀλλ’ ἀπὸ κακίας γέγονε· τὸ δὲ τὴν ἀρχὴν ἔχον κακὴν, ἐν οὐδενί ποτε καλὸν κριθείη· ὅλον ὂν φαῦλον.

οὐκ ἀρκεσθεῖσα δὲ τῆ τῆς κακίας ἐπινοία τῶν ἀνθρώπων ἀνων ἡ ψυχὴ, κατ’ ὀλίγον καὶ εἰς τὰ χείρονα ἑαυτὴν ἐξάγειν ἤρξατο. μαθοῦσα γὰρ διαφορᾶς ἡδονῶν· καὶ ζωσαμένη τὴν τῶν θείων λήθην· ἡδομένη δὲ καὶ πρὸς τὰ τοῦ σώματος πάθη· καὶ πρὸς μόνα τὰ παρόντα· καὶ τὰς τούτων δόξας, αποβλέπουσα, ἐνόμισε μηδὲν ἔτι πλέον εἶναι τῶν βλεπομένων· ἀλλὰ μόνα τὰ πρόσκαιρα καὶ τὰ σωματικὰ εἶναι τὰ καλά.

ἀποστραφεῖσα δὲ καὶ ἐπιλαθομένη ἑαυτὴν εἶναι κατ’ εἰκόνα τοῦ ἀγαθοῦ θεοῦ θῦ , οὐκ ἔτι μὲν διὰ τῆς ἐν αὐτῆ δυνάμεως τὸν θεὸν θν λόγον καθ ὃν καὶ γέγονεν ὁρᾷ· ἔξω δὲ ἑαυτῆς γενομένη, τὰ οὐκ ὄντα λογίζεται καὶ ἀνατυποῦται· ἐπικρύψασα γὰρ ταῖς ἐπιπλοκαῖς τῶν σωματικῶν ἐπιθυμιῶν τὸ ὡς ἐν αὐτῆ κάτοπτρον· δι οὗ μόνον ὁρᾶν ἠδύνατο τὴν εἰκόνα τοῦ πατρὸς πρς · οὐκέτι μὲν ὁρᾶ ἃ δεῖ ψυχὴν νοεῖν. παντὶ δὲ περιφέρεται· καὶ μόνα ἐκεῖνα ὁρᾶ τὰ τῆ αἰσθήσει προσπίπτοντα· ὅθεν δὴ πάσης σαρκικῆς ἐπιθυμίας γέμουσα· καὶ ἐν ταῖς τούτων δόξαις ταραττομένη· λοιπόν ὃν ἐπελάθετο τῆ διανοία θεὸν θν · τοῦτον ἐν σωματικοῖς καὶ αἰσθητοῖς ἀναπλάττεται· τοῖς φαινομένοις τὴν θεοῦ θῦ προσηγορίαν ἀνατιθεῖσα· καὶ μόνα ταῦτα δοξάζουσα· ἅ αὐτὴ βούλεται καὶ ὡς ἡδέα ὁρᾶ.

προηγεῖται τοίνυν αἰτία τῆς εἰδωλολατρί ας, ἡ κακία· μαθόντες γὰρ οἱ ἄνθρωποι ἄνοι · τὴν οὐκ οὖσαν κακίαν ἑαυτοῖς ἐπινοεῖν, οὕτως καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. οἷον δὲ εἴ τις εἰς βυθὸν καταδὺς· μηκέτι μὲν βλέπει τὸ φῶς· μὴ δὲ τὰ ἐν τῶ φωτὶ φαινόμενα· διὰ τὸ τῶν ὀφθαλμῶν αὐτοῦ πρὸς τὸ κάτω, νεῦμα· καὶ τὴν τοῦ ὕδατος ἐπικειμένην ἐπίχυσιν αὐτῶ· μόνα δὲ τὰ ἐν τῶ βυθῶ αἰσθόμενος νομίζοι μηδὲν πλέον ἐκείνων εἶναι· ἀλλ’ αὐτὰ τὰ φαινόμενα αὐτῶ τῶν ὄντων εἶναι τὰ κύρια, οὕτως καὶ οἱ πάλαι τῶν ἀνθρώπων ἀνων παράφρονες καταδύντες εἰς τὰς τῶν σαρκῶν ἐπιθυμίας καὶ φαντασίας· καὶ ἐπιλαθόμενοι τῆς περὶ θεοῦ θοῦ ἐννοίας καὶ δόξης· ἀμυδρῶ τῶ λογισμῶ· μᾶλλον δὲ ἀλογία χρησάμενοι, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο· τὴν κτίσιν παρὰ τὸν κτίσαντα δοξάζοντες· καὶ τὰ ἔργα μᾶλλον ἐκθειάζοντες, ἤπερ τὸν τούτων αἴτιον καὶ δημιουργὸν δεσπότην θεόν θν .

ὥσπερ δὲ κατὰ τὸ προλεχθὲν παράδειγμα· οἱ εἰς τὸν βυθὸν καταδυόμενοι· ὅσω μᾶλλον ἐπικαταβαίνουσι· τοσοῦτον καὶ εἰς τὰ σκοτεινότερα καὶ βαθύτερα ὁρμῶσιν, οὕτως καὶ τὸ τῶν ἀνθρώπων ἀνων πέπονθε γένος· οὐ γὰρ ἁπλὴν ἔσχον τὴν εἰδωλολατρίαν· οὐδὲ ἀφ ὧν ἤρξαντο ἐν τούτοις καὶ διέμειναν· ἀλλ’ ὅσον τοῖς πρώτοις ἐνεχρόνιζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον δεισιδαιμονίας· καὶ κόρον οὐ λαμβάνοντες τῶν πρώτων, ἄλλοις πάλιν ἐνεπίμπλαντο κακοῖς· προκόπτοντες ἐν τοῖς αἰσχίστοις· καὶ πλεῖον ἑαυτῶν ἐπεκτείνοντες τὴν ἀσέβειαν· τοῦτο δὲ καὶ ἡ θεία γραφὴ μαρ τύρεται λέγουσα· ὅταν ἔλθη ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ.

ἄρτι γὰρ ἀπεπήδησεν ἡ διάνοια τῶν ἀν θρώπων ἀπὸ θεοῦ θοῦ · καὶ καταβαίνοντες ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι ἄνοι · πρώτοις οὐρανῶ οὐνῶ καὶ ἡλίω καὶ σελήνη καὶ τοῖς ἄστροις· τὴν τοῦ θεοῦ θῦ τιμὴν ἀνέθηκαν· ἐκείνους οὐ μόνον θεοὺς εἶναι νομίζοντες, ἀλλὰ καὶ τῶν ἄλλων τῶν μετ’ αὐτοὺς αἰτίους τυγχάνειν.

εἶτ’ ἐπικα ταβαίνοντες τοῖς σκοτεινοῖς λογισμοῖς· αἰθέρα καὶ τὸν ἀέρα καὶ τὰ ἐν τῶ ἀέρι προσηγόρευσαν θεούς· προβαίνοντες δὲ τοῖς κακοῖς· ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τῆς τῶν σωμάτων συστάσεως· τὴν θερμὴν καὶ τὴν ψυχρὰν· καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν οὐσίαν, θεοὺς ἀνύμνησαν. ὡς δὲ οἱ τέλεον πεσόντες πε ρὶ τὴν γῆν ἰλυσπῶνται δίκην τῶν ἐν τῆ χέρσω κοχλιῶν, οὕτως οἱ ἀσεβέστατοι τῶν ἀνθρώπων ἀνων · πεσόντες καὶ καταπεσόντες ἀπὸ τῆς περὶ θεοῦ θῦ φαντασίας, λοιπὸν καὶ ἀνθρώπους ἀνους καὶ ἀνθρώπων ἀνων μορφὰς· τῶν μὲν, ἔτι ζώντων· τῶν δὲ, καὶ μετὰ θάνατον εἰς θεοὺς ἀνέθηκαν.

ἔτι δὲ καὶ χείρονα βου λευόμενοι καὶ λογιζόμενοι, ἤδη καὶ εἰς λίθους καὶ ξύλα καὶ ἑρπετὰ· ἐνυδρά τε καὶ χερσαῖα· καὶ εἰς τὰ τῶν ἀλόγων ἀνήμερα ζῶα, τὴν θείαν καὶ ὑπερκόσμιον τοῦ θεοῦ θῦ προσηγορίαν, μετήνεγκαν· πᾶσαν τιμὴν αὐτοῖς θεοῦ θῦ ἀπονέμοντες· καὶ τὸν ἀληθινὸν καὶ ὄντως θεὸν θν , τὸν τοῦ χριστοῦ χῦ πατέρα ἀποστρεφόμενοι·

εἴθε δὲ κἂν μέχρι τούτων εἱστή κει τῶν ἀφρόνων ἡ τόλμα· καὶ μὴ περαιτέρω βαίνοντες· ἑαυτοὺς ταῖς ἀσεβείαις ἐνέφυρον.

τοσοῦτον γάρ τινες καταπεπτώκασι τῆ διανοία καὶ ἐσκοτίσθησαν τὸν νοῦν, ὥστε καὶ τὰ μηδ ὅλως μηδαμῶς ὑπάρχοντα· μὴ δὲ ἐν τοῖς γενομένοις φαινόμενα, ὅμως ἑαυτοῖς ἐπινοῆσαι καὶ θεοποιῆσαι· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀνόμοια τῆ φύσει ἐνείραντες, ὡς θεοὺς θρησκεύουσιν· οἷοί εἰσιν οἱ παρ’ αἰγυπτίοις κοινοκέφαλοι· καὶ ὀφιοκέφαλοι· καὶ ὀνοκέφαλοι· καὶ ὁ παρὰ λίβυσι κριοκέφαλος ἄμμων.

ἄλλοι δὲ τὰ μέρη τῶν σωμάτων κεφαλὴν καὶ ὦμον καὶ χεῖρα καὶ πόδα καθ’ ἑαυτὰ διελόντες ἕκαστον εἰς θεοὺς ἀνέθηκαν· καὶ ἐξεθείασαν· ὥσπερ οὐκ ἀρκούμενοι ἐξ ὁλοκλήρου τοῦ ὅλου σώματος ἔχειν τὴν θρησκείαν· ἐπι τείνοντες δὲ τὴν ἀσέβειαν ἕτεροι τὴν πρόφασιν τῆς τούτων εὑρέσεως καὶ τῆς ἑαυτῶν κακίας· τὴν ἡδονὴν καὶ τὴν ἐπιθυμίαν θεοποιήσαντες, προσκυνοῦσιν· οἷός ἐστιν ὁ παρ’ αὐτοῖς ἔρως· καὶ ἡ ἐν πάφω ἀφροδίτη· οἱ δὲ, αὐτῶν· ὥσπερ φιλοτιμούμενοι τοῖς χείροσιν, ἐτόλμησαν τοὺς παρ’ αὐτῶν ἄρχοντας ἢ καὶ τοὺς τούτων παῖδας, εἰς θεοὺς ἀναθεῖναι· ἢ διὰ τιμὴν τῶν ἀρξάντων, ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος· ὡς ὁ ἐν κρήτη παρ’ αὐτοῖς περιβόητος ζεύς· καὶ ἐν ἀρκαδία ἑρμῆς· καὶ παρὰ μὲν ἰνδοῖς διόνυσος· παρὰ δὲ αἰγυπτίοις, ἴσις· καὶ ὄσιρις καὶ ὦρος· καὶ ὁ νῦν ἀδριανοῦ τοῦ ῥωμαίων βασιλέως, παιδικὸς ἀντίνοος· ὃν καίπερ εἰδότες ἄνθρωπον ἄνον · καὶ ἄνθρωπον ἄνον , οὐ σεμνὸν· ἀλλὰ ἀσελγείας ἔμπλεω, διὰ φόβον τοῦ προστάξαντος σέβουσιν·

ἐπιδημήσας γὰρ ἀδριανὸς τῆ, χώρα τῶν αἰγυπτίων· τελευτήσαντα τὸν τῆς ἡδονῆς αὐτοῦ ὑπηρέτην ἀντίνοον, ἐκέλευσε θρησσκεύεσθαι· αὐτὸς μὲν καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς· ἔλεγχον δὲ ὅμως καθ’ ἑαυτοῦ καὶ γνώρισμα κατὰ πάσης εἰδωλολατρίας παρέχων· ὅτι οὐκ ἄλλως εὑρέθη παρὰ τοῖς ἀνθρώποις ἀνοις αὕτη, ἢ δι’ ἐπιθυμίαν τῶν πλασαμένων· καθὼς καὶ ἡ σοφία τοῦ θεοῦ θῦ προμαρτύρεται λέγουσα·

ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· καὶ μήτοι θαυμάσης· μηδὲ μακρὰν πίστεως νομίσης εἶναι τὸ λεγόμενον· ὅπου γε καὶ οὐ πολλῶ πρότερον· ἢ τάχα καὶ μέχρι νῦν ἡ ῥωμαίων σύγκλητος τοὺς πώποτε αὐτῶν ἐξ ἀρχῆς ἄρξαντας βασιλέας· ἢ πάντας· ἢ οὓς ἂν αὐτοὶ βούλωνται καὶ κρίνωσι· δογματίζουσιν ἐν θεοῖς εἶναι καὶ θρησκεύεσθαι θεοὺς γράφουσιν· οἷς μὲν γὰρ ἀπεχθάνονται τούτους ὡς πολεμίους τὴν φύσιν ὁμολογοῦσι· καὶ ἀνθρώπους ἀνους ὀνομάζουσιν· οὓς δὲ καταθυμίους ἔχουσι, τούτους δι’ ἀνδραγαθίαν θρησκεύεσθαι προστάττουσιν· ὥσπερ ἐπεξουσίας ἔχοντες τὸ θεοποιεῖν· αὐτοὶ ἄνθρωποι ἄνοι τυγχάνοντες· καὶ εἶναι θνητοὶ μὴ ἀρνούμενοι· ἔδει δὲ θεοποιοῦντας αὐτοὺς, μᾶλλον αὐτοὺς εἶναι θεούς· τὸ γὰρ ποιοῦν, τοῦ ποιουμένου κρεῖττον εἶναι δεῖ· καὶ ὁ κρίνων τοῦ κρινομένου ἐξ ανάγκης ἄρχει· καὶ ὁ διδοὺς πάντως ὃ ἔχει χαρίζεται· ὥσπερ ἀμέλει καὶ πᾶς βασιλεὺς ὃ μὲν, ἔχει χαρίζεται· τῶν δὲ λαμβανόντων, κρείττων καὶ μείζων ἐστίν· εἴπερ οὖν οὓς θέλουσιν αὐτοὶ τούτους θεοὺς δογματίζουσιν εἶναι, ἔδει καὶ αὐτοὺς πρῶτον εἶναι θεούς· ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο· ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἄνοι , ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ’ αὐτῶν ψῆφον εἶναι ψευδῆ· τοῦτο δὲ τὸ ἔθος οὐ καινὸν· οὐδὲ ἀπὸ τῆς ῥωμαίων ἤρξατο βουλῆς· ἀλλ’ ἢ ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν· καὶ γὰρ οἱ πάλαι παρ’ ἕλλησι διαβεβοημένοι θεοὶ· ζεὺς καὶ ποσειδῶν καὶ ἀπόλλων· καὶ ἥφαιστος καὶ ἑρμῆς· καὶ ἐν θηλείαις ἥρα καὶ δημήτρα καὶ ἀθηνᾶ καὶ ἄρτεμις· ταῖς θησέως τοῦ παρὰ τοῖς ἕλλησιν ἱστορουμένου διαταγαῖς, ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι ὡς ἄνθρωποι ἄνοι ἀποθνήσκοντες θρηνοῦνται· οὓς δὲ διετάξαντο· οὗτοι ὡς θεοὶ προσκυνοῦνται· ὢ πολλῆς ἐναντιότητος καὶ μανίας· τὸν διαταξάμενον εἰδότες· οὓς διετάξαντο προτιμῶσι· καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία· καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν· καὶ γὰρ καὶ γυναῖκας ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμβουλίαν λαμβάνειν ἀσφαλὲς, ταύτας τῆ τοῦ θεοῦ θῦ τιμῆ θρησκεύουσι καὶ σέβουσιν· ὡς αἱ μὲν, παρὰ θησέως διαταγεῖσαι ὡς προειρήκαμεν· παρὰ δὲ αἰγυπτίοις· ἴσις καὶ κόρη καὶ νεωτέρα· καὶ παρ’ ἄλλοις ἀφροδίτη· τὰ γὰρ τῶν ἄλλων ὀνόματα, οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι· πάσης χλεύης ὄντα μεστά·

πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι· ἀλλὰ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἀποβαλόντες φίλτα τα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας· πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους ἀνους εἶναι θνητοὺς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες καὶ θυσίας ἀναπλάσαντες ἀνέθηκαν· οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρήσκευσαν· πρᾶγμα πάσχοντες οὐ κατὰ φύσιν· οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν· οὐκ ἂν γὰρ εἴπερ ᾔδεισαν αὐτοὺς θεοὺς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεοὺς· ἀλλὰ μηδ’ ὅλως ὑπάρχειν ἐν εἰκόνι τούτους ἐτυπώσαντο· ἵνα τοῦ μηκέτ’ εἶναι τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες παραμυθῶνται· τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται· καὶ τὴν τοῦ τοῦ ἀληθινοῦ θεοῦ θῦ τιμὴν τούτοις περιτιθέασιν.

ἐν γοῦν αἰγύπτω εἰσέτι καὶ νῦν ὁ περὶ ὀσίρε ως καὶ ὤρου καὶ τύφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν δωδώνη χαλκεῖα· καὶ οἱ ἐν κρήτη κορύβαντες τὸν δία μὴ εἶναι θεὸν ἐλέγχουσιν ἀλλ’ ἄνθρωπον ἄνον · καὶ τοῦτον ἐκ πατρὸς πρς ὠμοβόρου γενόμενον· καὶ τό γε θαυμαστὸν, ὅτι καὶ ὁ πάνυ παρ’ ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ θεοῦ θῦ διανοηθεὶς ὁ πλάτων· εἰς τὸν πειραιᾶ μετὰ σωκράτους κατέρχεται τὴν ἀνθρώπου ἀνου τέχνη πλασθεῖσαν ἄρτεμιν προσκυνήσων.

ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις· ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ, λέγουσα· ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν, φθορὰ ζωῆς, οὔτε ση(μειωτέον) περὶ τῆςεὑρέσεως τῶν γλυπτῶν· γὰρ ἦν ἀπ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται· κενοδοξία γὰρ ἀνθρώπων ἀνων ἦλθεν εἰς τὸν κόσμον· καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη· ἀώρω γὰρ πένθει τρυχόμε νος πατήρ πηρ τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας τὸν τότε νεκρὸν ἄνθρωπον ἄνον νῦν ὡς ζῶντα ἐτίμησε καὶ παρέ δωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἶτ’ ἐν χρόνω κρατυνθὲν τὸ ἀσεβὲς ἔθος· ὡς νόμος ἐφυλάχθη· καὶ τυράννων ἐπιταγαῖς, ἐθρησκεύετο γλυπτά· οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνθρωποι ἄνοι διὰ τὸ μακρὰν οἰκεῖν· τὴν πόρ ρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετι μημένου βασιλέως ἐποίησαν ἵνα τὸν ἀπόντα, ὡς πα ρόντα κολακεύωσι διὰ τῆς σπουδῆς· εἰς ἐπίτασιν δὲ θρησκείας· καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέ ψατο φιλοτιμία· ὁ μὲν γὰρ ἴσως τῶ κρατοῦντι βουλόμε νος ἀρέσαι, ἐξεβιάσατο τῆ τέχνη τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔ χαρι τῆς ἐργασίας· τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον ἄνον , νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῶ βίω εἰς ἔνε δρον· ὅτι ἢ συμφορᾶ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι ἄνοι , τὸ ἀκοι νώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν.

τοιαύ της τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῆ γραφῆ· παρὰ τοῖς ἀνθρώποις ἀνοις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ’ αὐτῆς ἔλεγχον ἀποδεῖξαι· οὐ τοσοῦτον ἔξωθεν ὅσον ἀφ ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβάνοντας.

εἰ γάρ τις τῶν παρ’ αὐτοῖς λεγομένων θεῶν· ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεοὺς· ἀλλὰ καὶ τῶν ἀνθρώπων ἀνων τοὺς αἰσχίστους γεγονότας· οἶον γὰρ οἷόν ἐστιν ἰδεῖν· τοὺς παρὰ ποιηταῖς τοῦ διὸς ἔρωτας καὶ τὰς ἀσελγείας· οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν γανυμήδην· καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας· δεδιότα δὲ καὶ δειλιῶντα· μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν τρώων ἀπόληται τείχη· οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῶ θανάτω τοῦ υἱέος αὐτοῦ σαρπηδόνος καὶ βουλόμενον αὐτῶ βοηθῆσαι καὶ μὴ δυνάμενον καὶ ἐπιβουλευόμενον μὲν, ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν· ἀθηνᾶς λέγω καὶ ἥρας καὶ ποσειδῶνος· βοηθούμενον δὲ ὑπὸ θέτιδος γυναικὸς καὶ τοῦ ἑκατονταχείρου αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν· δουλεύοντα δὲ γυναιξὶ· καὶ δι’ αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς πρς ἐπιβουλὴν· τὸν δὲ κρόνον ὑπ’ αὐτοῦ δεσμευόμενον· κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα πρα · ἆρ’ οὖν ἄξιον, τοῦτον ὑπονοεῖν θεὸν θν · τοσαῦτα δράσαντα καὶ διαβληθέντα· ἃ μηδὲ οἱ κοινοὶ ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἀνους ἐπιτρέπουσι ποιεῖν, ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς σεμέλην καὶ λῆδαν καὶ ἀλκμήνην καὶ ἄρτεμιν· καὶ λητῶ καὶ μαῖαν καὶ εὐρώπην καὶ δανάην· καὶ ἀντιόπην παρανομίαν καὶ φθορὰν· ἢ τίς ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρησιν· καὶ τόλμαν· ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε καὶ ζημιώσειε θανάτω· ὅτι μὴ μόνον ἐμοίχευσεν· ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῶ παῖδας θεοποιήσας ἀνέθηκεν ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ, τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι διόνυσος καὶ ἡρακλῆς· καὶ διόσκουροι καὶ ἑρμῆς καὶ περσεὺς καὶ σώτειρα· τίς ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν ἰλίω τῶν ἑλλήνων καὶ τῶν τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ τοὺς ἀνθρώπους ἀνους παρώξυναν. τίς ἰδὼν ὑπὸ μὲν διομήδους τιτρωσκομένους ἄρεα καὶ ἀφροδίτην· ὑπὸ δὲ ἡρακλέους, τὴν ἥραν καὶ τὸν ὑποχθόνιον ὃν καλοῦσι θεὸν θν ἀϊδωνέα· καὶ διόνυσον μὲν, ὑπὸ περσέως· ἀθηνᾶν δὲ ὑπὸ ἀρκάδος· καὶ τὸν ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς. φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο, ἢ ἀνθρώπους ἀνους αὐτοὺς· καὶ ἀνθρώπους ἀνους , ἀσθενεῖς ἐπιγνώσεται· καὶ μᾶλλον τοὺς τρώσαντας· ἢ, τοὺς τρωθέντας θαυμάσειεν· ἢ, τίς ἰδὼν τὴν ἄρεως πρὸς ἀφροδίτην μοιχείαν· καὶ τὸν ἡφαίστου κατ’ ἀμφοτέρων κατασκευαζόμενον, δόλον· καὶ τοὺς ἄλλους λεγομένους θεοὺς, ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ ἡφαίστου καλουμένους· καὶ αὐτοὺς ἐρχομένους καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν;

ἢ, τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν ἡρακλέους πρὸς τὴν ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν· τὰς γὰρ καθ’ ἡδονὴν αὐτῶν πράξεις· καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας· καὶ τὰς ἐν χρυσῶ καὶ ἀργύρω καὶ χαλκῶ καὶ σιδήρω καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς· τῶν πραγμάτων καὶ ἀφ’ ἑαυτῶν ἐχόντων τὸ μῦσος· καὶ δι’ ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ’ οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις, τοὺς ἀπατωμένους ἐν αὐτοῖς· τῆ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχὸν, τοὺς τῆς μοιχείας διδασκάλους θεοποιοῦντες οὐκ αἰσχύνονται· καὶ ταῖς ἀδελφαῖς αὐτοὶ οὐκ ἐπιμισγόμενοι, τοὺς τοῦτο ποιήσαντας προσκυνοῦσι· καὶ ὁμολογοῦντες εἶναι κακὸν τὴν παιδοφθορίαν, τοὺς ἐπὶ ταύτη διαβαλλομένους, θρησκεύουσι· καὶ ἃ μὴ δὲ ἐν ἀνθρώποις ἀνοις εἶναι ἐπιτρέπουσιν οἱ νόμοι, ταῦτα τοῖς ὑπ’ αὐτῶν ὀνομαζομένοις εἶναι θεοῖς περιτιθέντες, οὐκ ἐρυθριῶσιν· εἶτα προσ κυνοῦντες λίθοις, οὐχ ὁρῶσιν ὅτι τὰ μὲν ὅμοια τοῖς ποσὶ πατοῦσι καὶ καίουσι· τὰ δὲ τούτων μέρη θεοὺς προσαγορεύουσι· καὶ ἃ πρὸ ὀλίγο ν υ εἰς χρῆσιν εἶχον ταῦτα διὰ παραφροσύνην γλύψαντες σέβουσιν· οὐχ’ ὁρῶντες οὐδὲ λογιζόμενοι τὸ σύνολον· ὅτι οὐ θεοὺς ἀλλὰ τὴν τέχνην τοῦ γλύψαντος προσκυνοῦσιν· ἕως μὲν γὰρ ἄξυστός ἐστιν ὁ λίθος καὶ ἡ ὕλη ἀργὴ, ἐπὶ τοσοῦτον ταῦτα πατοῦσι καὶ τούτοις εἰς ὑπηρεσίας τὰς ἑαυτῶν πολλάκις καὶ τὰς ἀτιμοτέρας χρῶνται. ἐπειδἂν δὲ ὁ τεχνίτης εἰς αὐτὰ τῆς ἰδίας ἐπιστήμης ἐπιβάλη τὰς συμμετρίας· καὶ ἀνδρὸς ἢ γυναικὸς εἰς τὴν ὕλην σχῆμα τυπώση, τότε δὴ χάριν ὁμολογήσαντες τῶ τεχνίτη· λοιπὸν ὡς θεοὺς προσκυνοῦσι· μισθοῦ παρὰ τοῦ γλύψαντος αὐτοὺς ἀγοράσαντες·

πολλάκις δὲ καὶ αὐτὸς ὁ ἀγαλ ματοποιὸς ὥσπερ ἐπιλαθόμενος ὧν αὐτὸς εἰργάσατο, τοῖς ἰδίοις ἔργοις προσεύχεται· καὶ ἃ πρὸ ὀλίγου κατέξεε καὶ κατέκοπτε, ταῦτα μετὰ τὴν τέχνην, θεοὺς προσαγορεύει.

ἔδει δὲ εἴπερ ἦν θαυμάζειν ταῦτα, τὴν τοῦ ἐπιστήμονος τέχνην ἀποδέχεσθαι· καὶ μὴ τὰ ὑπ’ αὐτοῦ πλασθέντα τοῦ πεποιηκότος προτιμᾶν· οὐ γὰρ ἡ ὕλη τὴν τέχνην· ἀλλ’ ἡ τέχνη τὴν ὕλην ἐκόσμησε καὶ ἐθεοποίησε.

πολλῶ οὖν μᾶλλον δικαιότερον ἦν τὸν τε χνίτην αὐτοὺς προσκυνεῖν· ἤπερ τὰ ὑπ’ αὐτοῦ πεποιημένα· ὅτι τὲ καὶ προυπῆρχε τῶν ἐκ τέχνης θεῶν, καὶ ὅτι ὡς ἐβουλήθη οὕτω καὶ γεγόνασι· νῦν δὲ παραγκωνισάμενοι τὸ δίκαιον· καὶ τὴν ἐπιστήμην καὶ τὴν τέχνην ἀτιμάσαντες, τὰ μετ’ ἐπιστήμης καὶ τέχνης γεγονότα, προσκυνοῦσι· καὶ τοῦ ποιήσαντος ἀνθρώπου ἀνου ἀποθνήσκοντος, τὰ ὑπ’ αὐτοῦ γενόμενα ὡς ἀθάνατα τιμῶσιν· ἃ εἰ μὴ τύχοιεν τῆς καθημέραν ἐπιμελείας, πάντως τῶ χρόνω διὰ τὴν φύσιν ἀφανίζονται. πῶς δὲ οὐκ ἄν τις αὐτοὺς οἰκτειρήσειε καὶ κατὰ τοῦτο· ὅτι βλέποντες αὐτοὶ, τοὺς μὴ βλέποντας προσκυνοῦσι. καὶ ἀκούοντες αὐτοὶ· τοῖς μὴ ἀκούουσι προσεύχονται· καὶ ἔμψυχοι καὶ λογικοὶ κατὰ φύσιν ὄντες οἱ ἄνθρωποι ἄνοι , τοὺς μηδ’ ὅλως κινουμένους· ἀλλὰ καὶ ἀψύχους ὄντας, ὡς θεοὺς προσαγορεύουσι· καὶ τό γε θαυμαστόν· ὅτι οὓς αὐτοὶ φυλάττουσιν ὑπ’ ἐξουσίαν ἔχοντες, τούτοις ὡς δεσπόταις δουλεύουσι. καὶ μήτοι νομίσης, ταῦτά με λέγειν ἁπλῶς ἢ ψεύδεσθαι κατ’ αὐτῶν· ἔστι μὲν γὰρ καὶ τοῖς ὀφθαλμοῖς ἡ πίστις ἀπαντῶσα τούτων· καὶ πάρεστι τοῖς βουλομένοις ὁρᾶν τὰ τοιαῦτα· κρείττων δὲ μαρτυρία περὶ τούτων ἐστὶ παρὰ τῆς θείας γραφῆς προδιδασκούσης ἄνωθεν καὶ λεγούσης· τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χει ρῶν ἀνθρώπων ἀνων · ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὦτα ἔχουσι καὶ οὐκ ἀκ ό ού σον ται· ῥίνας ἔχουσι καὶ οὐκ ὀσφραθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπα τήσουσιν· οὐ φωνήσουσιν ἐν τῶ λάρυγγι αὐτῶν· ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτά. οὐδὲ προφητικὴ δὲ τούτων ἄπεστι μέμψις· ἀλλ’ ἔστι καὶ ἐν τούτοις ὁ κατ’ αὐτῶν ἔλεγχος λέγοντος τοῦ πνεύματος πνς · αἰσχυνθήσονται οἱ πλάσαντες θεὸν θν · καὶ γλύφοντες πάντες μάταια· καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν· καὶ κωφοὶ ἀπὸ ἀνθρώπων ἀνων · συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα· καὶ ἐντραπήτωσαν καὶ αἰσθυνθήτωσαν ἅμα· ὅτι ὤ ξυνε τέκτων σίδηρον· καὶ σκεπάρνω εἰργάσατο αὐτὸ· καὶ ἐν τερέτρω ἐρύθμισεν αὐτὸ· καὶ ἔστησεν αὐ τὸ τῶ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσθενήσει· καὶ οὐ μὴ πίη ὕδωρ· ξύλον γὰρ ἐκλεξά μενος τέκτων, ἔστησεν αὐτὸ ἐν μέτρω· καὶ ἐν κόλλη ἐ ρύθμισεν αὐτὸ. καὶ ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀν δρὸς· καὶ ὡς ὡραιότητα ἀνθρώπου ἀνου , ἔστησεν αὐτὸ ἐν οἴκω· ὃ ἔκοψε ξύλον ἐκ τοῦ δρυμοῦ· ὃ ἐφύτευσεν ὁ κύριος κς · καὶ ὑ ετὸς ἐμήκυνεν ἵνα ἦ ἀνθρώποις ἀνοις εἰς καῦσιν· καὶ λαβὼν ἀ π’ αὐτοῦ θερμανθῆ· καὶ καύσαντες, ἔπεψαν ἄρτους ἐπ’ αὐτῶ· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεοὺς καὶ προσε κύνησαν αὐτοῖς· οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν πυρὶ καὶ ἐπὶ τοῦ ἡμίσεος αὐτοῦ κρέας ὀπτήσας, ἔφαγε καὶ ἐνε πλήσθη· καὶ θερμανθεὶς, εἶπεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ· τὸ δὲ λοιπὸν, προσεκύνει λέγων· ἐξελοῦ με ὅτι θεός θς μου εἶ σύ· οὐκ ἔγνωσαν φρονῆσαι· ὅτι ἀπημαυ ρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῆ καρδία· καὶ οὐκ ἀνελογίσατο ἐν τῆ καρ δία αὐτοῦ· οὐδὲ ἀνελογίσατο τῆ ψυχῆ αὐτοῦ· οὐδὲ ἔγνω τῆ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ· καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγε· καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίη σε· καὶ προσκυνοῦσιν αὐτό· γνῶτε ὅτι σποδὸς ἡ καρ…

εἰ…

The complete text is available when the reading interface loads.